Liturgical Texts of the Orthodox Church

Ελληνικά English

(Λειτουργοῦντος ἑνὸς Ἱερέως μετὰ Διακόνου[1])

Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ἱερεύς· Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν[2].

ΜΕΓΑΛΗ ΣΥΝΑΠΤΗ ἢ ΕΙΡΗΝΙΚΑ

Ὁ Λαὸς ψάλλει τό· Κύριε, ἐλέησον, εἰς τὸ τέλος ἑκάστου αἰτήματος.

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ Λαοῦ τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ προέδρου καὶ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ρυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Λαός· Σοί, Κύριε.

ΕΥΧΗ ΠΡΟΤΟΥ ΑΝΤΙΦΩΝΟΥ

Ἱερεύς (χαμηλοφώνως)· Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος· αὐτός, Δέσποτα, κατὰ τὴν εὐσπλαγχνίαν σου, ἐπίβλεψον ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον, καὶ ποίησον μεθ’ ἡμῶν καὶ τῶν συνευχομένων ἡμῖν πλούσια τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου.

Καὶ ἐκφωνεῖ·

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Λαός· Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς (3).

ΜΙΚΡΑ ΣΥΝΑΠΤΗ

Διάκονος· Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Λαός· Κύριε, ἐλέησον.

Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Λαός· Κύριε, ἐλέησον.

Διάκονος· Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Λαός· Σοί, Κύριε.

ΕΥΧΗ ΔΕΥΤΕΡΟΥ ΑΝΤΙΦΩΝΟΥ

Ἱερεύς (χαμηλοφώνως)· Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ.

Καὶ ἐκφωνεῖ·

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Λαός· Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν (ἤ ὁ ἐν ἁγίοις θαυμαστὸς) ψάλλοντάς σοι· Ἀλληλούϊα (3).

Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι· καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, άτρέπτως ἐνανθρωπήσας· σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτω θάνατον πατήσας· εἷς ὤν τῆς Ἁγίας Τρίαδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τω Ἁγιῳ Πνεύματι, σῶσον ἡμᾶς.

ΜΙΚΡΑ ΣΥΝΑΠΤΗ

Διάκονος· Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Λαός· Κύριε, ἐλέησον.

Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Λαός· Κύριε, ἐλέησον.

Διάκονος· Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Λαός· Σοί, Κύριε.

ΕΥΧΗ ΤΡΙΤΟΥ ΑΝΤΙΦΩΝΟΥ

Ἰερεύς (χαμηλοφώνως)· Ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισὶ συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος· Αὐτὸς καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος.

Καὶ ἐκφωνεῖ·

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Ψαλλομένου δὲ τοῦ Γʹ Ἀντιφώνου (μετὰ τῶν στίχων), ὁ Ἱερεὺς καὶ ὁ Διάκονος στάντες ἔμπροσθεν τῆς ἁγίας Τραπέζης προσκυνοῦσι τρίς. Ὁ Ἱερεὺς εἶτα τὸ ἱερὸν Εὐαγγέλιον δίδωσι τῷ Διακόνῳ, ὅστις παραλαμβάνων αὐτὸ ἀσπάζεται τὴν χεῖρα τοῦ Ἱερέως καί, προπορευομένου λαμπαδούχου καὶ ἑξαπτερύγων, περιέρχεται κύκλῳ τὴν ἁγίαν Τράπεζαν, ἑπομένου τοῦ Ἱερέως καὶ ποιοῦσιν εἴσοδον (τὴν λεγομένην μικράν). Μὴ ὑπάρχοντος δὲ Διακόνου λαμβάνει τὸ ἱερὸν Εὐαγγέλιον ὁ Ἱερεὺς πρὸ προσώπου αὐτοῦ. Διασχίσαντες δὲ τὸ βόρειον κλίτος καὶ τὸ κεντρικὸν ἔρχονται εἰς τὸ μέσον τοῦ ναοῦ καὶ σταθέντες κλίνουσι τὰς κεφαλάς, τοῦ Διακόνου εἰπόντος·

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.

ΕΥΧΗ ΤΗΣ ΕΙΣΟΔΟΥ

Ἰερεύς (χαμηλοφώνως)· Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς ἀγγέλων καὶ ἀρχαγγέλων εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν εἴσοδον ἁγίων ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Διάκονος· Σοφία. Ὀρθοί.

Εἶτα ψάλλεται ὑπὸ πάντων τὸ Εἰσοδικόν.

Δεῦτε, προσκυνήσωμεν, καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν (ἤ ὁ ἐν ἁγίοις θαυμαστὸς), ψάλλοντάς σοι· Ἀλληλούϊα.

Εἶτα ψάλλονται τὰ Ἀπολυτίκια καὶ τὸ Κοντάκιον τῆς ἡμέρας.

Διάκονος· Tοῦ Κυρίου δεηθῶμεν.

Λαός· Κύριε, ἐλέησον.

ΕΥΧΗ ΤΟΥ ΤΡΙΣΑΓΙΟΥ ΥΜΝΟΥ

Ἰερεύς (χαμηλοφώνως)· Ὁ Θεὸς ὁ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφὶμ ἀνυμνούμενος καὶ ὑπὸ τῶν Χερουβὶμ δοξολογούμενος καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος· ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα· ὁ κτίσας τὸν ἄνθρωπον κατ’ εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας· ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν· ὁ καταξιώσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν· Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον· ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων.

Καὶ ἐκφωνεῖ·

Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί,

Ὁ Διάκονος στραφεὶς πρὸς τὸν Λαόν· Καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν. Εἶτα ψάλλει ὁ Λαὸς τὸν Τρισάγιον ὕμνον.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ 3’).

Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι· καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Διάκονος· Δύναμις.

Λαός· Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Καὶ εὐθὺς λέγει πρὸς τὸν Ἱερέα ὁ Διάκονος·

Κέλευσον, Δέσποτα.

Καὶ ἀπέρχονται ἐν τῇ καθέδρᾳ. Ὁ δὲ Ἱερεὺς ἀπερχόμενος λέγει· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Διάκονος· Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν.

Ἱερεύς· Εὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ
Ο ΑΠΟΣΤΟΛΟΣ

Μετὰ τὴν συμπλήρωσιν τοῦ Τρισαγίου, ὁ Ἀναγνώστης ἐκφωνεῖ τὸ Προκείμενον τοῦ Ἀποστόλου.

Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης τὸν στίχον τοῦ Προκειμένου.

Διάκονος· Σοφία.

Ὁ Ἀναγνώστης τὴν ἐπιγραφὴν τοῦ ἀποστολικοῦ ἀναγνώσματος.

Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης διαβάζει τόν ἀποστολικόν ἀνάγνωσμα.

ΕΥΧΗ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

Ἰερεύς (χαμηλοφώνως)· Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς καὶ τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ τὴν ἀνάγνωσιν τοῦ Ἀποστόλου, λέγει ὁ Ἱερεὺς εὐλογῶν τὸν Ἀναγνώστην·Εἰρήνη σοι τῷ ἀναγνόντι.

Λαός· Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ΤΟ ΙΕΡΟΝ ΕΥΑΓΓΕΛΙΟΝ

Ἰερεύς· Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

Λαός· Καὶ τῷ πνεύματί σου.

Διάκονος· Ἐκ τοῦ κατὰ (Ματθαίον ἢ Μάρκον ἢ Λουκᾶν ἢ Ἰωάννην) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

Ἱερεύς· Πρόσχωμεν.

Λαός· Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ ἀναγινώσκει ὁ Διάκονος τὴν τεταγμένην περικοπὴν τοῦ ἁγίου Εὐαγγελίου.

Μετὰ τὴν ἀνάγνωσιν τοῦ Εὐαγγελίου ὁ Ἱερεὺς εὐλογῶν τὸν Διάκονον λέγει· Εἰρήνη σοι.

Λαός· Δόξα σοι, Κύριε, δόξα σοι.

ΤΟ ΚΗΡΥΓΜΑ

(Κατὰ τὴν ἀρχαιοτάτην παράδοσιν, τὸ κήρυγμα τοῦ θείου λόγου ἐγίνετο εὐθὺς μετὰ τὰ ἀναγνώσματα.)

Ἐὰν αὐτές οἱ λιτανίες παραλειφθοῦν (σε ὀριζόντια γραμματοσειρά), πηγαίνετε στήν ἐκφώνησει, Ὅπως ὑπὸ τοῦ κράτους σου παντοτε φυλαττόμενοι....

Η ΜΕΓΑΛΗ ΕΚΤΕΝΗΣ

Εἶτα ὁ Διάκονος λέγει τὴν Μεγάλην Ἐκτενῆ, τοῦ Λαοῦ ἐπιλέγοντος εἰς ἑκάστην δέησιν τό· Κύριε, ἐλέησον (3).

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος).

Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.

Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

EYXH ΤΗΣ ΕΚΤΕΝΟΥΣ ΙΚΕΣΙΑΣ

Ἰερύς (χαμηλοφώνως)· Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου· καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ’ ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Καὶ ἐκφωνεῖ·

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Καὶ ἄρχεται ὁ Διάκονος τῆς δεήσεως ὑπὲρ τῶν Κατηχουμένων τοῦ Λαοῦ λέγοντος τὸ Κύριε, ἐλέησον.

ΔΕΗΣΕΙΣ ΥΠΕΡ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ

Εὔξασθε οἱ κατηχούμενοι τῷ Κυρίῳ.
Οἱ πιστοί, ὑπὲρ τῶν κατηχουμένων δεηθῶμεν.
Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ·
Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας·
Ἀποκαλύψῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης·
Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὐτοῦ Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ·
Σῶσον, ἐλέησον, ἀντιλαβοῦ, καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι.
Οἱ κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

ΕΥΧΗ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ

Ἱερεύς (χαμηλοφώνως)· Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ὁ τὴν σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων ἐξαποστείλας, τὸν μονογενῆ σου Υἱὸν καὶ Θεόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐπίβλεψον ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους, τοὺς ὑποκεκλικότας σοι τὸν ἑαυτῶν αὐχένα· καὶ καταξίωσον αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας· ἕνωσον αὐτοὺς τῇ Ἁγίᾳ σου Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ· καὶ συγκαταρίθμησον αὐτοὺς τῇ ἐκλεκτῇ σου ποίμνῃ.

Καὶ ἐκφωνεῖ·

Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Διάκονος· Ὅσοι κατηχούμενοι προέλθετε· οἱ κατηχούμενοι προέλθετε. Ὅσοι κατηχούμενοι προέλθετε· μή τις τῶν κατηχουμένων.

ΔΕΗΣΕΙΣ ΤΩΝ ΠΙΣΤΩΝ

Διάκονος· Ὅσοι πιστοί, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Λαός· Κύριε, ἐλέησον.

Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Λαός· Κύριε, ἐλέησον.

Διάκονος· Σοφία.

ΠΡΩΤΗ ΕΥΧΗ ΤΩΝ ΠΙΣΤΩΝ

Ἱερεύς (χαμηλοφώνως)· Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τῷ καταξιώσαντι ἡμᾶς παραστῆναι καὶ νῦν τῷ ἁγίῳ σου θυσιαστηρίῳ καὶ προσπεσεῖν τοῖς οἰκτιρμοῖς σου ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Πρόσδεξαι, ὁ Θεός, τὴν δέησιν ἡμῶν· ποίησον ἡμᾶς ἀξίους γενέσθαι τοῦ προσφέρειν σοι δεήσεις καὶ ἱκεσίας καὶ θυσίας ἀναιμάκτους ὑπὲρ παντὸς τοῦ λαοῦ σου· καὶ ἱκάνωσον ἡμᾶς, οὓς ἔθου εἰς τὴν διακονίαν σου ταύτην, ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου, ἀκαταγνώστως καὶ ἀπροσκόπτως, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ἐπικαλεῖσθαί σε ἐν παντὶ καιρῷ καὶ τόπῳ, ἵνα, εἰσακούων ἡμῶν, ἵλεως ἡμῖν εἴης ἐν τῷ πλήθει τῆς σῆς ἀγαθότητος.

Καὶ ἐκφωνεῖ·

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Διάκονος· Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Λαός· Κύριε, ἐλέησον.

Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Λαός· Κύριε, ἐλέησον.

Διάκονος· Σοφία.

ΔΕΥΤΕΡΑ ΕΥΧΗ ΤΩΝ ΠΙΣΤΩΝ

Ἱερεύς (χαμηλοφώνως)· Πάλιν καὶ πολλάκις σοὶ προσπίπτομεν καὶ σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως, ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς· δὸς αὐτοῖς πάντοτε, μετὰ φόβου καὶ ἀγάπης λατρεύειν σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων σου μυστηρίων καὶ τῆς ἐπουρανίου σου βασιλείας ἀξιωθῆναι.

Καὶ ἐκφωνεῖ·

Ὅπως ὑπὸ τοῦ κράτους σου πάντοτε φυλαττόμενοι σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Η ΜΕΓΑΛΗ ΕΙΣΟΔΟΣ

Λαός· Ἀμήν.

Καὶ ἄρχεται ψάλλειν τὸν Χερουβικὸν ὕμνον.

Οἱ τὰ Χερουβὶμ μυστικῶς εἰκονίζοντες καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν νῦν βιοτικὴν ἀποθώμεθα μέριμναν. Ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι ...

 

Ὁ Διάκονος (χαμηλοφώνως).· Τοῦ Κυρίου δεηθῶμεν.

ΕΥΧΗ ΤΟΥ ΧΕΡΟΥΒΙΚΟΥ ΥΜΝΟΥ

Ἱερεύς (χαμηλοφώνως)· Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερὸν καὶ αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσιν. Ἀλλ’ ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας καὶ τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων.

Σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου Χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφὶμ Κύριος καὶ βασιλεὺς τοῦ Ἰσραήλ, ὁ μόνος ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος. Σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον· ἐπίβλεψον ἐπ’ ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν σου καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν σου σῶμα καὶ τὸ τίμιον αἷμα.

Σοὶ γὰρ προσέρχομαι, κλίνας τὸν ἐμαυτοῦ αὐχένα, καὶ δέομαί σου· Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου, ἀλλ’ ἀξίωσον προσενεχθῆναί σοι ὑπ’ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὸ αὐτὸ ἐπαναλαμβάνεται δὶς ὑπὸ τοῦ Ἱερέως, τοῦ Διακόνου ἐπιλέγοντος ἐν ἑκατέρῳ· Ὡς τὸν βασιλέα τῶν ὅλων ὑποδεξόμενοι...

Ὅταν δὲ ὁ Λαὸς εἴπῃ τὰς λέξεις Ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι, ἐξέρχονται διὰ τῆς βορείου Πύλης, προπορευομένων λαμπάδων καὶ θυμιατοῦ· καὶ διακοπτομένου τοῦ ὕμνου ἐκφωνοῦσιν ἀλληλοδιαδόχως·

Πάντων ἡμῶν μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Ψάλλει τὸ τέλος τοῦ Χερουβικοῦ. Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Καὶ ἀποτίθησιν ὁ Ἱερεὺς τὸ ἅγιον Ποτήριον ἐν τῇ ἁγίᾳ Τραπέζη· εἶτα λαμβάνει τὸν ἅγιον Δίσκον ἐκ τῶν χειρῶν τοῦ Διακόνου καὶ τίθησιν αὐτὸν ἐξ ἀριστερῶν τοῦ ἁγίου Ποτηρίου.

Εἶτα ὁ Διάκονος, τὴν δεξιὰν τοῦ Ἱερέως ἀσπασάμενος, ἐξέρχεται διὰ τῆς βορείου Πύλης καὶ ἵσταται ἐν τῷ συνήθει τόπῳ καὶ λέγει τὰ Πληρωτικά.

ΑΙ ΑΙΤΗΣΕΙΣ – ΤΑ ΠΛΗΡΩΤΙΚΑ

Ὁ Λαὸς μεθ’ ἑκάστην αἴτησιν· Κύριε, ἐλέησον.

Διάκονος· Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Ὑπὲρ τῶν προτεθέντων τιμίων δώρων τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ρυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Ὁ Λαὸς μεθ’ ἑκάστην αἴτησιν· Παράσχου, Κύριε.

Διάκονος· Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Λαός· Σοί, Κύριε.

ΕΥΧΗ ΤΗΣ ΠΡΟΣΚΟΜΙΔΗΣ

Ἱερεύς (χαμηλοφώνως)· Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος ἅγιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρὰ τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν καὶ προσάγαγε τῷ ἁγίῳ σου θυσιαστηρίῳ· καὶ ἱκάνωσον ἡμᾶς προσενεγκεῖν σοι δῶρά τε καὶ θυσίας πνευματικὰς ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ καταξίωσον ἡμᾶς εὑρεῖν χάριν ἐνώπιόν σου, τοῦ γενέσθαι σοι εὐπρόσδεκτον τὴν θυσίαν ἡμῶν καὶ ἐπισκηνῶσαι τὸ Πνεῦμα τῆς χάριτός σου τὸ ἀγαθὸν ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα καὶ ἐπὶ πάντα τὸν λαόν σου.

Καὶ ἐκφωνεῖ·

Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Ἱερεὺς· Εἰρήνη πᾶσι.

Λαός· Καὶ τῷ πνεύματί σου.

Διάκονος· Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.

Λαός· Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.

Ὁ Ἱερεὺς ἀσπάζεται τὰ κεκαλυμμένα τίμια δῶρα, λέγων καθ’ ἑαυτὸν τό·

Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ρύστης μου.[3]

Διάκονος· Τὰς θύρας, τὰς θύρας· ἐν σοφίᾳ πρόσχωμεν.

ΤΟ ΣΥΜΒΟΛΟΝ ΤΗΣ ΠΙΣΤΕΩΣ

Λαός·

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρίναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.

Η ΑΓΙΑ ΑΝΑΦΟΡΑ

Διάκονος· Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου· πρόσχωμεν τὴν ἁγίαν ἀναφορὰν ἐν εἰρήνῃ προσφέρειν.

Λαός· Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.

Ἱερεὺς· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος, εἴη μετὰ πάντων ὑμῶν.

Λαός· Καὶ μετὰ τοῦ πνεύματός σου.

Ἱερεύς· Ἄνω σχῶμεν τὰς καρδίας.

Λαός· Ἔχομεν πρὸς τὸν Κύριον.

Ἱερεὺς· Εὐχαριστήσωμεν τῷ Κυρίῳ.

Λαός· Ἄξιον καὶ δίκαιον.

Ἱερεύς (χαμηλοφώνως)· Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ αἰνεῖν, σοὶ εὐχαριστεῖν, σὲ προσκυνεῖν ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Σὺ γὰρ εἶ Θεὸς ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὤν, ὡσαύτως ὤν· σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Σὺ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παρήγαγες καὶ παραπεσόντας ἀνέστησας πάλιν καὶ οὐκ ἀπέστης πάντα ποιῶν, ἕως ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγες καὶ τὴν βασιλείαν σου ἐχαρίσω τὴν μέλλουσαν. Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμέν σοι καὶ τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ Πνεύματί σου τῷ Ἁγίῳ, ὑπὲρ πάντων, ὧν ἴσμεν καὶ ὧν οὐκ ἴσμεν, τῶν φανερῶν καὶ ἀφανῶν εὐεργεσιῶν τῶν εἰς ἡμᾶς γεγενημένων. Εὐχαριστοῦμέν σοι καὶ ὑπὲρ τῆς λειτουργίας ταύτης, ἣν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι κατηξίωσας, καίτοι σοι παρεστήκασι χιλιάδες ἀρχαγγέλων καὶ μυριάδες ἀγγέλων, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, ἑξαπτέρυγα, πολυόμματα, μετάρσια, πτερωτά,

Καὶ ἐκφωνεῖ·

Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα καὶ λέγοντα.

Ὁ Λαός· Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννά, ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννά, ὁ ἐν τοῖς ὑψίστοις.

Ἱερεύς (χαμηλοφώνως)· Μετὰ τούτων καὶ ἡμεῖς τῶν μακαρίων δυνάμεων, Δέσποτα φιλάνθρωπε, βοῶμεν καὶ λέγομεν· Ἅγιος εἶ καὶ πανάγιος, σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Ἅγιος εἶ καὶ πανάγιος καὶ μεγαλοπρεπὴς ἡ δόξα σου· ὃς τὸν κόσμον σου οὕτως ἠγάπησας, ὥστε τὸν Υἱόν σου τὸν μονογενῆ δοῦναι, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Ὃς ἐλθὼν καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας, τῇ νυκτὶ ᾗ παρεδίδοτο, μᾶλλον δὲ ἑαυτὸν παρεδίδου ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσίν, εὐχαριστήσας καὶ εὐλογήσας, ἁγιάσας, κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, εἰπών·

Ὁ Ἱερεὺς λέγει ἐκφώνως·

Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Λαός· Ἀμήν.

Εἶτα ὁ Ἱερεὺς λέγει πρᾳείᾳ τῇ φωνῇ· Ὁμοίως καὶ τὸ Ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων·

Καὶ αὖθις ὁ Ἱερεὺς λέγει ἐκφώνως·

Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Λαός· Ἀμήν.

Εἶτα ὁ Ἱερεὺς λέγει πρᾳείᾳ τῇ φωνῇ·

Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γεγενημένων, τοῦ Σταυροῦ, τοῦ τάφου, τῆς τριημέρου ἀναστάσεως, τῆς εἰς οὐρανοὺς ἀναβάσεως, τῆς ἐκ δεξιῶν καθέδρας, τῆς δευτέρας καὶ ἐνδόξου πάλιν παρουσίας,

Καὶ ἐκφωνεῖ·

Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.

Λαός· Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.

Ἱερεὺς (χαμηλοφώνως)· Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· κατάπεμψον τὸ Πνεῦμά σου τὸ Ἅγιον ἐφ’ ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα.

Ὁ Διάκονος δεικνύων διὰ τοῦ ὀραρίου τὸν ἅγιον Ἄρτον λέγει· Εὐλόγησον, Δέσποτα, τὸν ἅγιον Ἄρτον.

Καὶ ὁ Ἱερεὺς ἐπάνω τοῦ ἁγίου Ἄρτου εὐλογῶν λέγει· Καὶ ποίησον τὸν μὲν Ἄρτον τοῦτον τίμιον σῶμα τοῦ Χριστοῦ σου.

Ὁ Διάκονος δεικνύων διὰ τοῦ ὀραρίου τὸ ἅγιον Ποτήριον λέγει· Ἀμήν. Εὐλόγησον, Δέσποτα, τὸ ἅγιον Ποτήριον.

Ὁ Ἱερεὺς εὐλογῶν ἐπάνω τοῦ ἁγίου Ποτηρίου λέγει· Τὸ δὲ ἐν τῷ Ποτηρίῳ τούτῳ, τίμιον αἷμα τοῦ Χριστοῦ σου.

Ὁ Διάκονος δεικνύων διὰ τοῦ ὀραρίου ἀμφότερα τὰ Ἅγια λέγει· Ἀμήν. Εὐλόγησον, Δέσποτα, ἀμφότερα τὰ Ἅγια.

Ὁ δὲ Ἱερεὺς εὐλογῶν τόν τε ἅγιον Ἄρτον καὶ τὸ ἅγιον Ποτήριον λέγει· Μεταβαλὼν τῷ Πνεύματί σου τῷ Ἁγίῳ.

Ὁ Διάκονος· Ἀμήν. Ἀμήν. Ἀμήν.

Ὁ Ἱερεὺς λέγει πρᾳείᾳ τῇ φωνῇ· Ὥστε γενέσθαι τοῖς μεταλαμβάνουσιν εἰς νῆψιν ψυχῆς, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινωνίαν τοῦ Ἁγίου σου Πνεύματος, εἰς βασιλείας οὐρανῶν πλήρωμα, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων προπατόρων, πατέρων, πατριαρχῶν, προφητῶν, ἀποστό-λων, κηρύκων, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν, ἐγκρατευτῶν καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.

Καὶ ἐκφωνεῖ· Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Λαός· Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ· τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Εἶτα ὁ Ἱερεὺς λέγει πρᾳείᾳ τῇ φωνῇ·

Τοῦ ἁγίου Ἰωάννου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τοῦ ἁγίου (τοῦ δεῖνος), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου (καὶ μνημονεύει ἐνταῦθα ὁ ἱερουργῶν ὀνομαστὶ ὧν βούλεται τεθνεώτων) καὶ ἀνάπαυσον αὐτούς, ὁ Θεὸς ἡμῶν, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι παρακαλοῦμέν σε· μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας, παντὸς τοῦ πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῆς οἰκουμένης· ὑπὲρ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· ὑπὲρ τῶν ἐν ἁγνείᾳ καὶ σεμνῇ πολιτείᾳ διαγόντων· ὑπὲρ τῶν ἀρχόντων καὶ τοῦ στρατοῦ ἡμῶν. Δὸς αὐτοῖς, Κύριε, εἰρηνικὸν τὸ πολίτευμα, ἵνα καὶ ἡμεῖς ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.

Καὶ ἐκφωνεῖ·

Ἐν πρώτοις μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.

Λαός· Κύριε, ἐλέησον.

Ὁ δὲ Διάκονος πρὸς τὸν Λαὸν ἐκφωνεῖ· Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει καὶ πάντων καὶ πασῶν.

Λαός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς ἐπεύχεται πρᾳείᾳ τῇ φωνῇ·

Μνήσθητι, Κύριε, τῆς πόλεως ταύτης, ἐν ᾗ παροικοῦμεν καὶ πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς. Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων, καὶ ἐπὶ πάντας ἡμᾶς τὰ ἐλέη σου ἐξαπόστειλον.

Καὶ ἐκφωνεῖ·

Καὶ δὸς ἡμῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Ἱερεύς· Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.

Λαός· Καὶ μετὰ τοῦ πνεύματός σου.

Ὁ Διάκονοςἄρχεται τῆς δεήσεως· Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Λαὸς μεθ’ ἑκάστην αἴτησιν· Κύριε, ἐλέησον.

Διάκονος· Ὑπὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων Δώρων τοῦ Κυρίου δεηθῶμεν.

Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος δεηθῶμεν.

Ὑπὲρ τοῦ ρυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Ὁ Λαός, μεθ’ ἑκάστην αἴτησιν· Παράσχου, Κύριε.

Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

Διάκονος· Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Λαός· Σοί, Κύριε.

Ἱερεὺς (χαμηλοφώνως)· Σοὶ παρακατατιθέμεθα τὴν ζωὴν ἡμῶν ἅπασαν καὶ τὴν ἐλπίδα, Δέσποτα φιλάνθρωπε, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· καταξίωσον ἡμᾶς μεταλαβεῖν τῶν ἐπουρανίων σου καὶ φρικτῶν μυστηρίων ταύτης τῆς ἱερᾶς καὶ πνευματικῆς τραπέζης μετὰ καθαροῦ συνειδότος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς συγχώρησιν πλημμελημάτων, εἰς Πνεύματος Ἁγίου κοινωνίαν, εἰς βασιλείας οὐρανῶν κληρονομίαν, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.

Καὶ ἐκφωνεῖ·

Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν·

Ὁ Κλῆρος καὶ ὁ Λαός·

Η ΚΥΡΙΑΚΗ ΠΡΟΣΕΥΧΗ

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ἱερεὺς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Ἱερεὺς· Εἰρήνη πᾶσι.

Λαός· Καὶ τῷ πνεύματί σου.

Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Λαός· Σοί, Κύριε.

Ἱερεὺς (χαμηλοφώνως)· Eὐχαριστοῦμέν σοι, βασιλεῦ ἀόρατε, ὁ τῇ ἀμετρήτῳ σου δυνάμει τὰ πάντα δημιουργήσας καὶ τῷ πλήθει τοῦ ἐλέους σου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών. Αὐτός, Δέσποτα, οὐρανόθεν ἔπιδε ἐπὶ τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλάς· οὐ γὰρ ἔκλιναν σαρκὶ καὶ αἵματι, ἀλλὰ σοὶ τῶ φοβερῷ Θεῷ. Σὺ οὖν, Δέσποτα, τὰ προκείμενα πᾶσιν ἡμῖν εἰς ἀγαθὸν ἐξομάλισον κατὰ τὴν ἑκάστου ἰδίαν χρείαν· τοῖς πλέουσι σύμπλευσον, τοῖς ὁδοιποροῦσι συνόδευσον, τοὺς νοσοῦντας ἴασαι, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.

Καὶ ἐκφωνεῖ·

Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Η ΘΕΙΑ ΚΟΙΝΟΝΙΑ

Ἱερεύς (χαμηλοφώνως)· Πρόσχες, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου σώματός σου καὶ τοῦ τιμίου αἵματος καὶ δι’ ἡμῶν παντὶ τῷ λαῷ.

Διάκονος· Πρόσχωμεν.

Ἱερεὺς· Τὰ Ἅγια τοῖς ἁγίοις.

Λαός· Εἷς Ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

Εἶτα ψάλλει τὸ Κοινωνικόν.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα (3).

Μετὰ τὸ ἐκφωνῆσαι τοῦ Διακόνου τὸ Πρόσχωμεν<, εἰσέρχεται διὰ τῆς νοτίας Πύλης ἐν τῷ ἱερῷ Βήματι. Στὰς δὲ ἐκ δεξιῶν τοῦ Ἱερέως λέγει πρὸς αὐτόν·

Μέλισον, Δέσποτα, τὸν ἅγιον Ἄρτον.

Ὁ Ἱερεύς, μελίζων αὐτὸν εἰς μερίδας τέσσαρας, λέγει·

Μελίζεται καὶ διαμερίζεται ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος, ὁ πάντοτε ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος, ἀλλὰ τοὺς μετέχοντας ἁγιάζων.

Καὶ ὁ Διάκονος, δεικνύων τὸ ἅγιον Ποτήριον, λέγει·

Πλήρωσον, Δέσποτα, τὸ ἅγιον Ποτήριον.

Ὁ δὲ Ἱερεύς, λαβὼν τὴν ἄνω κειμένην μερίδα τοῦ Ἀμνοῦ (ΙΣ), ποιεῖ σὺν αὐτῇ σταυρὸν ἐπάνω τοῦ ἁγίου Ποτηρίου λέγων·

Πλήρωμα Πνεύματος Ἁγίου.

Καὶ οὕτως ἐμβάλλει αὐτὴν εἰς τὸ ἅγιον Ποτήριον.

Διάκονος· Ἀμήν.

Καὶ λαβὼν ὁ Διάκονος τὸ ζέον λέγει πρὸς τὸν Ἱερέα·

Εὐλόγησον, Δέσποτα, τὸ ζέον.

Ὁ δὲ Ἱερεύς εὐλογεῖ λέγων·

Εὐλογημένη ἡ ζέσις τῶν Ἁγίων σου πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Διάκονος· Ἀμήν.

Καὶ ὁ Διάκονος ἐγχέει ἐκ τοῦ ζέοντος τὸ ἀρκοῦν σταυροειδῶς ἐν τῷ ἁγίῳ Ποτηρίῳ λέγων·

Ζέσις Πνεύματος Ἁγίου. Ἀμήν.

Εἴθισται ὅπως λέγωνται ἐνταῦθα ὑπὸ τοῦ Ἱερέως καὶ τοῦ Διακόνου τὰ κάτωθι ἐκ τῆς Ἀκολουθίας τῆς Θείας Μεταλήψεως.

Πιστεύω, Κύριε, καὶ ὁμολογῶ ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον αἷμά σου. Δέομαι οὖν σου· ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ· καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.

Ἰδοὺ βαδίζω πρὸς θείαν κοινωνίαν.
Πλαστουργέ, μὴ φλέξῃς με τῇ μετουσίᾳ.
Πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον.
Ἀλλ’ οὖν κάθαρον ἐκ πάσης με κηλίδος.

Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ’ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.

Θεουργὸν αἷμα φρῖξον, ἄνθρωπε, βλέπων·
Ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων·
Θεοῦ τὸ σῶμα καὶ θεοῖ με καὶ τρέφει·
Θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.

Ἔθελξας πόθῳ με, Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι· ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, Ἀγαθέ, παρουσίας σου.

Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων. Καθάρισον, Κύριε, τὸν ρύπον τῆς ψυχῆς μου καὶ σῶσόν με ὡς φιλάνθρωπος.

Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ Ἅγια ταῦτα, διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ’ εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀρραβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.

Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ’ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.

Ὁ Ἱερεὺς ἐτοιμάζεται ἲνα μεταλάβῃ τῶν ἀχράντων Μυστηρίων·

Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μεταδίδοταί μοι (δεῖνι) τῷ ἀναξίῳ πρεσβυτέρῳ τὸ τίμιον καὶ πανάγιον σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Καὶ μεταλαμβάνει τοῦ ἁγίου Ἄρτου μετὰ φόβου καὶ πάσης ἀσφαλείας. Εἶτα λέγει πρὸς τὸν Διάκονον· Διάκονε, πρόσελθε.

Καὶ προσελθὼν ὁ Διάκονος ἐκ δεξιῶν τοῦ Ἱερέως καὶ ἁπλώσας τὰς παλάμας σταυροειδῶς λέγει·

Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μετάδος μοι, Δέσποτα, (δεῖνι) τῷ ἀναξίῳ Διακόνῳ τὸ τίμιον καὶ πανάγιον σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Καὶ ὁ Ἱερεὺς μεταδίδει αὐτῷ ἐν τῇ δεξιᾷ παλάμῃ τὸ ἕτερον μέρος τῆς μερίδος τοῦ ἁγίου Ἄρτου λέγων·

Μεταδίδοταί σοι (δεῖνι) τῷ εὐλαβεστάτῳ Διακόνῳ τὸ τίμιον καὶ πανάγιον σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄφεσίν σου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Καὶ ὁ Διάκονος ἀσπασάμενος τὴν χεῖρα τοῦ Ἱερέως ἀπέρχεται ὄπισθεν τῆς ἁγίας Τραπέζης καὶ μεταλαμβάνει.

Εἶτα ὁ Ἱερεὺς λαβὼν τὸ ἅγιον Ποτήριον μετὰ τοῦ μάκτρου λέγει· Ἔτι μεταδίδοταί μοι (δεῖνι) τῷ ἀναξίῳ πρεσβυτέρῳ τὸ τίμιον καὶ πανάγιον καὶ ζωηρὸν αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Καὶ μεταλαβὼν ἅπαξ ἐξ αὐτοῦ, καὶ λέγων·

Τοῦτο ἥψατο τῶν χειλέων μου καὶ ἀφελεῖ Κύριος πάσας τὰς ἀνομίας μου καὶ τὰς ἁμαρτίας μου περικαθαριεῖ.

Εἶτα καλεῖ καὶ πάλιν τὸν Διάκονον λέγων·

Διάκονε, ἔτι πρόσελθε.

Ὁ Διάκονος, προσερχόμενος ἐξ ἀριστερῶν τοῦ Ἱερέως, λέγει·

Ἔτι προσερχομένῳ μετάδος μοι, Δέσποτα, (δεῖνι) τῷ ἀναξίῳ Διακόνῳ, τὸ τίμιον καὶ πανάγιον καὶ ζωηρὸν αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Καὶ ὁ Ἱερεὺς μεταδίδει εἰς αὐτὸν ἐκ τοῦ ἁγίου Ποτηρίου λέγων·

Ἔτι μεταδίδοταί σοι (δεῖνι) τῷ εὐλαβεστάτῳ Διακόνῳ τὸ τίμιον καὶ πανάγιον καὶ ζωηρὸν αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄφεσίν σου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Ὁ δὲ Διάκονος ἀποσπογγίζει διὰ τοῦ μάκτρου τὰ ἴδια χείλη καὶ τὸ ἅγιον Ποτήριον καὶ ἀσπάζεται αὐτὸ καὶ τὴν χεῖρα τοῦ Ἱερέως, ὅστις λέγει·

Τοῦτο ἥψατο τῶν χειλέων σου καὶ ἀφελεῖ Κύριος πάσας τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.

Εἶτα λαβὼν ὁ Διάκονος εἰς χεῖρας τόν τε ἅγιον Δίσκον καὶ τὴν μοῦσαν εἰσκομίζει τὸ ἅγιον σῶμα καὶ ἅπαντα ἐν τῷ ἁγίῳ Ποτηρίῳ μετὰ προσοχῆς καὶ εὐλαβείας.

Ἐπίσης τὰ κατὰ τὴν συστολὴν τῶν Ἁγίων λεγόμενα·

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ· διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Ὤ θείας, ὤ φίλης, ὤ γλυκυτάτης σου φωνῆς· μεθ’ ἡμῶν ἀψευδῶς γὰρ ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος, Χριστέ· ἣν οἱ πιστοὶ ἄγκυραν ἐλπίδος κατέχοντες ἀγαλλόμεθα.

Ὤ Πάσχα τὸ μέγα καὶ ἱερώτατον, Χριστέ· ὤ σοφία καὶ Λόγε τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.

Μετὰ τὸ «Κοινωνικόν» ὁ Διάκονος ἐκφωνεῖ· Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.

Καὶ γίνεται ἡ μετάληψις τοῦ Λαοῦ.

Λαμβάνει ὁ Ἱερεὺς ἀπὸ τῶν τοῦ Διακόνου χειρῶν τὸ ἅγιον Ποτήριον καὶ μεταδίδωσιν αὐτοῖς λέγων·

Μεταλαμβάνει ὁ δοῦλος τοῦ Θεοῦ (δεῖνα) σῶμα καὶ αἷμα Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.

Καὶ μετὰ τὸ πάντας μεταλαβεῖν, ὁ Ἱερεὺς εὐλογῶν τοὺς πιστοὺς, λέγει·

Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

Λαὸς· Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Ἱερεύς (χαμηλοφώνως)· Ἀπόπλυνον, Κύριε, τὰ ἁμαρτήματα τῶν ἐνθάδε μνημονευθέντων δούλων σου τῷ αἵματί σου τῷ ἁγίῳ· πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

Διάκονος (χαμηλοφώνως)· Ὕψωσον, Δέσποτα.

Ἱερεύς (χαμηλοφώνως)·

Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου (3).

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,

ἐκφώνως δὲ στρεφόμενος πρὸς τὸν Λαόν·

Πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεως, Κύριε, ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου· ὅτι ἠξίωσας ἡμᾶς τῶν ἁγίων σου μετασχεῖν Μυστηρίων· τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετῶντας τὴν δικαιοσύνην σου. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Διάκονος· Ὀρθοί· μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Λαός· Κύριε, ἐλέησον.

Διάκονος·

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Λαός· Σοί, Κύριε.

Η ΕΥΧΑΡΙΣΤΗΡΙΟΣ ΕΥΧΗ

Ἱερεύς (χαμηλοφώνως)· Εὐχαριστοῦμέν σοι, Δέσποτα φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν, ὅτι καὶ τῇ παρούσῃ ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων σου καὶ ἀθανάτων Μυστηρίων. Ὀρθοτόμησον ἡμῶν τὴν ὁδόν, στήριξον ἡμᾶς ἐν τῷ φόβῳ σου τοὺς πάντας, φρούρησον ἡμῶν τὴν ζωήν, ἀσφάλισαι ἡμῶν τὰ διαβήματα· εὐχαῖς καὶ ἱκεσίαις τῆς ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν ἁγίων σου.

Καὶ ἐκφωνεῖ·

Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Ἱερεύς· Ἐν εἰρήνῃ προέλθωμεν.

Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Λαός· Κύριε, ἐλέησον.

Η ΟΠΙΣΘΑΜΒΩΝΟΣ ΕΥΧΗ

Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε, καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς ἄρχουσιν ἡμῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου· ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων· καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος (3).

Ἱερεύς (χαμηλοφώνως)· Τὸ πλήρωμα τοῦ Νόμου καὶ τῶν Προφητῶν αὐτὸς ὑπάρχων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πληρώσας πᾶσαν τὴν πατρικὴν οἰκονομίαν, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Λαός· Κύριε, ἐλέησον.

Ἱερεὺς· Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ’ ὑμᾶς, τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Ἱερεὺς·

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὁ ἀναστὰς ἐκ νεκρῶν (εἴ πέρ ἐστι Κυριακὴ ἢ ἡμέρα ἢ περίοδος τοῦ Πάσχα, ἢ τὸ χαρακτηριστικὸν τῆς Δεσποτικῆς ἑορτῆς, εἰ δὲ μή, ἁπλῶς·) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν (τοῦ ἁγίου τοῦ ναοῦ)· τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ ἁγίου τῆς ἡμέρας) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Λαὸς· Τὸν εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς, Κύριε, φύλαττε εἰς πολλὰ ἔτη.

Ἱερεύς· Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.

Λαός· Ἀμήν.

Ὁ Ἱερεύς, εὐλογῶν τὸν Λαόν, λέγει· Ἡ Ἁγία Τριὰς διαφυλάξαι πάντας ὑμᾶς.

Προσφερομένου δὲ τοῦ Ἀντιδώρου εἰς ἕνα ἕκαστον πιστὸν ὁ μὲν Λειτουργὸς λέγει· Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφ’ ὑμᾶς.

Εἰς δὲ τὸν τελευταίως λαβόντα ἐπιλέγει·

Τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

ΕΥΧΑΡΙΣΤΙΑ ΜΕΤΑ ΤΗΝ ΘΕΙΑΝ ΜΕΤΑΛΗΨΙΝ

 

Στίχοι προτρεπτικοί

Ἐπὰν δὲ τύχῃς τῆς καλῆς μετουσίας
Τῶν ζωοποιῶν μυστικῶν δωρημάτων,
Ὕμνησον εὐθύς, εὐχαρίστησον μέγα,
Καί τάδε θερμῶς ἐκ ψυχῆς Θεῷ λέγε·
Δόξα σοι, ὁ Θεός. Δόξα σοι, ὁ Θεός. Δόξα σοι, ὁ Θεός.

Καί εὐθὺς τὰς ἑξῆς εὐχαριστηρίους εὐχάς

Ἀνωνύμου

Εὐχαριστῶ σοι, Κύριε ὁ Θεός μου, ὅτι οὐκ ἀπώσω με τὸν ἁμαρτωλόν, ἀλλὰ κοινωνόν με γενέσθαι τῶν ἁγιασμάτων σου κατηξίωσας. Εὐχαριστῶ σοι, ὅτι με τὸν ἀνάξιον μεταλαβεῖν τῶν ἀχράντων σου καὶ ἐπουρανίων δωρεῶν κατηξίωσας. Ἀλλά, Δέσποτα φιλάνθρωπε, ὁ ὑπὲρ ἡμῶν ἀποθανών τε καὶ ἀναστάς, καὶ χαρισάμενος ἡμῖν τὰ φρικτὰ ταῦτα καὶ ζωοποιά σου Μυστήρια, ἐπ’ εὐεργεσίᾳ καὶ ἁγιασμῷ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, δὸς γενέσθαι ταῦτα κἀμοὶ εἰς ἴασιν ψυχῆς τε καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς φωτισμὸν τῶν ὀφθαλμῶν τῆς καρδίας μου, εἰς εἰρήνην τῶν ψυχικῶν μου δυνάμεων, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς προσθήκην τῆς θείας σου χάριτος καὶ τῆς σῆς βασιλείας οἰκείωσιν· ἵνα ἐν τῷ ἁγιασμῷ σου δι’ αὐτῶν φυλαττόμενος, τῆς σῆς χάριτος μνημονεύω διαπαντὸς καὶ μηκέτι ἐμαυτῷ ζῷ, ἀλλὰ σοὶ τῷ ἡμετέρῳ Δεσπότῃ καὶ εὐεργέτῃ. Καὶ οὕτω τοῦ τῇδε βίου ἀπάρας ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, εἰς τὴν ἀΐδιον καταντήσω ἀνάπαυσιν, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος καὶ ἡ ἀπέραντος ἡδονὴ τῶν καθορώντων τοῦ σοῦ προσώπου τὸ κάλλος τὸ ἄρρητον. Σὺ γὰρ εἶ τὸ ὄντως ἐφετὸν καὶ ἡ ἀνέκφραστος εὐφροσύνη τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σὲ ὑμνεῖ πᾶσα ἡ κτίσις εἰς τοὺς αἰῶνας. Ἀμήν.

Τοῦ Μεγάλου Βασιλείου

Δέσποτα Χριστὲ ὁ Θεός, βασιλεῦ τῶν αἰώνων καὶ Δημιουργὲ τῶν ἁπάντων, εὐχαριστῶ σοι ἐπὶ πᾶσιν, οἷς παρέσχου μοι ἀγαθοῖς, καὶ ἐπὶ τῇ Μεταλήψει τῶν ἀχράντων καὶ ζωοποιῶν σου Μυστηρίων. Δέομαι οὖν σου, ἀγαθὲ καὶ φιλάνθρωπε· φύλαξόν με ὑπὸ τὴν σκέπην σου καὶ ἐν τῇ τῶν πτερύγων σου σκιᾷ· καὶ δώρησαί μοι ἐν καθαρῷ συνειδότι, μέχρις ἐσχάτης μου ἀναπνοῆς, ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Σὺ γὰρ εἶ ὁ ἄρτος τῆς ζωῆς, ἡ πηγὴ τοῦ ἁγιασμοῦ, ὁ δοτὴρ τῶν ἀγαθῶν· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Συμεὼν τοῦ Μεταφραστοῦ

Ὁ δοὺς τροφήν μοι σάρκα σὴν ἑκουσίως,
ὁ πῦρ ὑπάρχων καὶ φλέγων ἀναξίους,
μὴ δὴ καταφλέξῃς με, μή, πλαστουργέ μου·
μᾶλλον δίελθε πρὸς μελῶν μου συνθέσεις,
εἰς πάντας ἁρμούς, εἰς νεφρούς, εἰς καρδίαν.
Φλέξον δ’ ἀκάνθας τῶν ὅλων μου πταισμάτων·
ψυχὴν κάθαρον, ἁγίασον τὰς φρένας·
τὰς ἰγνύας στήριξον ὀστέοις ἅμα·
αἰσθήσεων φώτισον ἁπλῆν πεντάδα·
ὅλον με τῷ σῷ συγκαθήλωσον φόβῳ.
Ἀεὶ σκέπε, φρούρει τε καὶ φύλαττέ με
ἐκ παντὸς ἔργου καὶ λόγου ψυχοφθόρου.
Ἅγνιζε καὶ κάθαρε καὶ ρύθμιζέ με·
κάλλυνε, συνέτιζε καὶ φώτιζέ με·
δεῖξόν με σὸν σκήνωμα Πνεύματος μόνου
καὶ μηκέτι σκήνωμα τῆς ἁμαρτίας·
ἵν’ ὡς σὸν οἶκον, εἰσόδῳ κοινωνίας,
ὡς πῦρ με φεύγῃ πᾶς κακοῦργος, πᾶν πάθος.
Πρέσβεις φέρω σοι πάντας ἡγιασμένους,
τὰς ταξιαρχίας τε τῶν Ἀσωμάτων,
τὸν Πρόδρομόν σου, τοὺς σοφοὺς Ἀποστόλους,
πρὸς τοῖς δέ, σὴν ἄχραντον ἁγνὴν Μητέρα·
ὧν τὰς λιτάς, εὔσπλαγχνε, δέξαι, Χριστέ μου,
καὶ φωτὸς παῖδα τὸν σὸν ἔργασαι λάτριν.
Σὺ γὰρ ὑπάρχεις ἁγιασμὸς καὶ μόνος
ἡμῶν, ἀγαθέ, τῶν ψυχῶν καὶ λαμπρότης,
καὶ σοὶ πρεπόντως, ὡς Θεῷ καὶ Δεσπότῃ,
δόξαν ἅπαντες πέμπομεν καθ’ ἡμέραν.

Ἀνωνύμου

Τὸ σῶμά σου τὸ ἅγιον, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, γένοιτό μοι εἰς ζωὴν αἰώνιον, καὶ τὸ αἷμά σου τὸ τίμιον εἰς ἄφεσιν ἁμαρτιῶν. Γένοιτο δέ μοι ἡ εὐχαριστία αὕτη εἰς χαράν, ὑγείαν καί εὐφροσύνην· καὶ ἐν τῇ φοβερᾷ καὶ δευτέρᾳ ἐλεύσει σου ἀξίωσόν με τὸν ἁμαρτωλὸν στῆναι ἐκ δεξιῶν τῆς σῆς δόξης, πρεσβείαις τῆς παναχράντου σου Μητρὸς καὶ πάντων σου τῶν ἁγίων. Ἀμήν.

Ἀνωνύμου. Εἰς τὴν ὑπεραγίαν Θεοτόκον

Παναγία Δέσποινα Θεοτόκε, τὸ φῶς τῆς ἐσκοτισμένης μου ψυχῆς, ἡ ἐλπίς, ἡ σκέπη, ἡ καταφυγή, ἡ παραμυθία, τὸ ἀγαλλίαμά μου, εὐχαριστῶ σοι, ὅτι ἠξίωσάς με τὸν ἀνάξιον κοινωνὸν γενέσθαι τοῦ ἀχράντου Σώματος καὶ τοῦ τιμίου Αἵματος τοῦ Υἱοῦ σου. Ἀλλ’ ἡ τεκοῦσα τὸ ἀληθινὸν φῶς, φώτισόν μου τοὺς νοητοὺς ὀφθαλμοὺς τῆς καρδίας· ἡ τὴν πηγὴν τῆς ἀθανασίας κυήσασα, ζωοποίησόν με τὸν τεθανατωμένον τῇ ἁμαρτίᾳ· ἡ τοῦ ἐλεήμονος Θεοῦ φιλεύσπλαγχνος Μήτηρ, ἐλέησόν με καὶ δὸς κατάνυξιν καὶ συντριβὴν ἐν τῇ καρδίᾳ μου καὶ ταπείνωσιν ἐν τοῖς διανοήμασί μου καὶ ἀνάκλησιν ἐν ταῖς αἰχμαλωσίαις τῶν λογισμῶν μου. Καὶ ἀξίωσόν με, μέχρι τελευταίας μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τῶν ἀχράντων Μυστηρίων τὸν ἁγιασμόν, εἰς ἴασιν ψυχῆς τε καὶ σώματος· καὶ παράσχου μοι δάκρυα μετανοίας καὶ ἐξομολογήσεως, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ὅτι εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις εἰς τοὺς αἰῶνας. Ἀμήν.

Εἶτα ὁ Ἱερεὺς λέγει τό·

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ρῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον τῆς ἡμέρας καὶ τὸ τοῦ Χρυσοστόμου

Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις τὴν οἰκουμένην ἐφώτισεν· ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο· τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὸ Κοντάκιον τῆς ἡμέρας καὶ τὸ τοῦ Χρυσοστόμου

Ἐκ τῶν οὐρανῶν ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν χειλέων πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν, Ἰωάννη Χρυσόστομε, παμμακάριστε ὅσιε. Ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν.

Καὶ τό·

Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία ἀνεδείχθη, ἅπαντας φωταγωγοῦσα τοὺς πιστούς, ἐν ᾧ ἑστῶτες κραυγάζομεν· Τοῦτον τὸν οἶκον στερέωσον, Κύριε.

Καὶ ποιεῖ ὁ Ἱερεὺς τὴν ἀπόλυσιν·

Ὁ ἀναστὰς ἐκ νεκρῶν (εἴ πέρ ἐστι Κυριακὴ ἢ ἡμέρα ἢ περίοδος τοῦ Πάσχα, ἢ τὸ χαρακτηριστικὸν τῆς Δεσποτικῆς ἑορτῆς, εἰ δὲ μή, ἁπλῶς) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· (τοῦ ἁγίου τοῦ ναοῦ)· τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.

Ὁ Διάκονος· Ἀμήν.

Εἶτα ἀπονίπτονται ἀμφότεροι τὰς χεῖρας καὶ τὰ χείλη αὐτῶν ἐν τῷ χωνευτηρίῳ καὶ ἀπεκδυσάμενοι τὰς ἱερατικὰς στολὰς αὐτῶν καὶ προσκυνήσαντες καὶ ἀσπασάμενοι τὴν ἁγίαν Τράπεζαν ἀπέρχονται εὐχαριστοῦντες τῷ Θεῷ.

ΤΕΛΟΣ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ


[1] Μὴ ὑπάρχοντος Διακόνου, λέγει ἅπαντα ὁ Ἱερεὺς ἔσωθεν τοῦ ἱεροῦ Βήματος, παραλειπομένων τῶν πρὸς τὸν Ἱερέα παρακελεύσεων τοῦ Διακόνου· «Εὐλόγησον Δέσποτα», «Κέλευσον Δέσποτα», κ.τ.λ. καὶ τῶν μεταξὺ Διακόνου καὶ Ἱερέως διαλόγων.

[2] Ὁ Λαὸς συμψάλλει μετὰ τῆς χορῳδίας ἢ τοῦ ψάλτου.

[3] Καὶ ἐν συλλειτούργῳ, διδόασιν οἱ Ἱερεῖς τὸν ἀσπασμὸν τῆς εἰρήνης, ἀσπαζόμενοι ἀλλήλους, ἀρχόμενοι ἐξ ἀριστερῶν πρὸς τὰ δεξιά, καὶ τέλος τὴν τοῦ ἑτέρου δεξιὰν χεῖρα, λέγοντες διαλογικῶς ὁ εἷς· Ὁ Χριστὸς ἐν τῷ μέσῳ ἡμῶν· καὶ ὁ ἕτερος· Καὶ ἔστι καὶ ἔσται.

Digital Chant Stand

Orthodox Worship

The Orthodox Christians inhabit and measure time by a calendar itself touched by the Incarnate Word of God. The recurring rhythms of the year, the months, the weeks, and the days alternating with nights mean much more than the simple passage of time. Read More
Μενού περιήγησης