Liturgical Texts of the Orthodox Church

Ελληνικά English

Μετὰ τὸ εἰπεῖν τὸυ Ἀρχιερέα τήν ἐκφώνησιν, τό:

Ἀρχιερέας:  Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.

Ἐξελθόντες δύο Διάκονοι, ἐκ τοῦ ἁγίου Βήματος ἀπὸ τῆς βορείας Πύλης, λαμβάνουσι τὸν μέλλοντα χειροτονεῖσθαι Διάκονον ἐξ ἑκατέρου μέρους καὶ φέρουσιν αὐτὸν ἄχρι τῶν ἁγίων Θυρῶν. Καὶ τοῦ Ἀρχιερέως ἱσταμένου πρὸ τῆς ὡραίας Πύλης, ἐκφωνεῖ ὁ πρῶτος τῶν Διακόνων.

Πρῶτος Διάκονος:  Κέλευσον.

Δεύτερος Διάκονος:  Κελεύσατε. 

Καὶ πάλιν ὁ πρῶτος: 

Πρῶτος Διάκονος:  Κέλευσον, Δέσποτα ἅγιε, τὸν νῦν προσφερόμενόν σοι.

Καὶ πάλιν ὁ Ἀρχιερεὺς ὑποδέχεται αὐτὸν καὶ σφραγίζων τρὶς τὴν κεφαλὴν αὐτοῦ, λέγει:

Ἀρχιερεὺς:  Eἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος (τρίς)

Καὶ εἰσάγουσιν αὐτὸν εἰς τὸ ἅγιον Βῆμα, κυκλοῦντες τὴν ἁγίαν Τράπεζαν τρὶς ἀπὸ τῶν δεξιῶν πρὸς τὰ ἀριστερὰ καὶ ψάλλοντες.

Ἦχος βαρύς

Ψάλτης:  Ἅγιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες καὶ στεφανωθέντες, προσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ψάλτης:  Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὦν τὸ κήρυγμα.  Τριὰς ἡ ὁμοούσιος. 

Ἦχος πλ. α᾿. 

Ψάλτης:  Ἡσαΐα χόρευε.  ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν Υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον.  Ἀνατολὴ ὄνομα αὐτῷ.  ὅν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.

Ἰστεόν ὅτι, ὅταν ψάλλωσι τὰ τροπάρια, κάθηται ἔμπροσθεν τῆς ἁγίας Τραπέζης ὁ Ἀρχιερεὺς εἰς θρονίον μικρὸν καὶ ἐκεῖ ὅπου κυκλοῦσι γύρωθεν, ἀσπάζεται ὀ χειροτονούμενος τὰ τέσσερα κέρατα τῆς ἁγίας Τραπέζης.  Καὶ ὅταν ἔρχωνται πρὸ τοῦ Ἀρχιερέως, ποιοῦσι μετάνοιαν καὶ ἀσπάζεται ὁ χειροτονούμενος τὴν χεῖρα καὶ τὸ ἐπιγονάτιον αὐτοῦ, μετὰ δὲ τὴν τρίτην περιφορὰν ἐξέρχονται τοῦ Βήματος καὶ ἀσπάζεται ὁ χειροτονούμενος τὰς ἁγίας εἱκόνας κατὰ τάξιν.

Εἶτα προσέρχεται ὁ χειροτονούμενος τῷ Ἀρχιερεῖ, καὶ ἵσταται κατὰ τὸ δεξιὸν μέρος αὐτοῦ, καὶ θέτει τὰς χεῖρας ἐπὶ τῆς ἁγίας Τραπέζης σταυροειδῶς, καὶ ἐρείδει τὸ μέτωπον αὐτοῦ τῇ ἁγίᾳ Τραπέζῃ, καὶ κλίνει τὸ γόνυ τὸ δεξίον καὶ ἐκφωνεῖ ὁ Ἀρχιδιάκονος:

Ἀρχιδιάκονος:  Πρόσχωμεν.

Ὁ δε Ἀρχιερεὺς θέτει τὸ ἄκρον τοῦ Ὠμοφορίου καὶ τὴν δεξιὰν αὐτοῦ χεῖρα ἐπὶ τῆς κεφαλῆς τοῦ χειροτονουμένου καὶ ἐκφωνεῖ εἰς ἐπήκοον πάντων:

Ἀρχιερεὺς:  Ἡ Θεία Χάρις, ἡ πάντοτε τὰ ἀσθενῆ θεραπεύουσα καὶ τὰ ἐλλείποντα ἀναπληροῦσα, προχειρίζεται (τὸν δεῖνα) τὸν εὐλαβέστατον Ὑποδιάκονον εἰς Διάκονον· εὐξώμεθα οὖν ὑπερ αὐτοῦ, ἵνα ἔλθη ἐπ᾽ αὐτὸν ἡ χάρις τοῦ Παναγίου Πνεύματος.

Καὶ ψάλλεται παρατεταμένως καὶ ἴσον τῷ ἀκούεσθαι τό Κύριε ἐλέησον (γ΄) παρὰ τῶν ἐν τῷ Βήματι καὶ παρὰ τῶν ἐκτός.

Ὁ Διάκονος:  Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἀρχιερεὺς ἔχων τὴν χεῖρα ἐπικειμένην, εὔχεται οὕτω χαμηλοφώνως.

Ἀρχιερεὺς:  Κύριε ὁ Θεὸς ἡμων, ὁ τῇ προγνώσει τῇ σῇ τὴν τοῦ Ἁγίου σου Πνεύματος χορηγίαν καταπέμπων ἐπὶ τοὺς ὡρισμένους ὑπὸ τῆς σῆς ἀνεξιχνιάστου δυνάμεως, λειτουργοὺς γενέσθαι, καὶ ἐξυπηρετεῖσθαι τοῖς ἀχράντοις σου Μυστηρίοις· αὐτός, Δέσποτα, καὶ τοῦτον, ὃν εὐδόκησας προχειρισθῆναι παρ’ ἑμοῦ εἰς τὴν τῆς Διακονίας λειτουργίαν, ἐν πάσῃ σεμνότητι διατήρησον, ἔχοντα τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.  Δώρησαι δὲ αὐτῷ τὴν χάριν, ἣν ἐδωρήσω Στεφάνω τῷ Πρωτομάρτυρί σου, ὃν καὶ ἐκάλεσας πρῶτον εἰς τὸ ἔργον τῆς διακονίας σου· καὶ καταξίωσον αὐτόν, κατὰ τὸ σοὶ εὐάρεστον, οἰκονομῆσαι τὸν παρὰ τῆς σῆς ἀγαθότητος δεδωρημένον αὐτῷ βαθμόν· οἱ γὰρ καλῶς διακονήσαντες, βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται· καὶ τέλειον ἀνάδειξον δοῦλόν σου. Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱου καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν.

Καὶ μετὰ τὸ Ἀμήν, λέγει ὁ Διάκονος λεπτῇ τῇ φωνῇ, ὅσον ἀκούειν καὶ ἀποκρίνεσθαι τοὺς συμπαρόντας Διακόνους καὶ Ἱερεῖς τὸ Κύριε ἐλέησον, τὰ διακονικὰ ταῦτα:

Ὁ Διάκονος:  Ἐν εἰρήνη, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡνῶν....

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου....

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), ἱερωσύνης, ἀντιλήψεως, διαμονῆς, εἰρήνης, ὑγείας, καὶ σωτηρίας αὐτοῦ, καὶ τοῦ ἔργου τῶν χειρῶν αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ δούλου τοῦ Θεοῦ (τοὺ δεῖνος), τοῦ νυνὶ προχειριζομένου Διακόνου, καὶ τῆς σωτηρίας αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν , ἄσπιλον καὶ ἀμώμητον αὐτῷ τὴν Διακονίαν χαρίσηται, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς πόλεως, ταύτης, πάσης πόλεως, χώρας...

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως...

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης...

Καὶ τούτον ῥηθέντων, ὁ Ἀρχιερεὺς ἔχων τὴν χεῖρα ἐπικειμένην, ἐπεύχεται καὶ αὖθις οὕτως:

Ἀρχιερεὺς:  Ὁ Θεὸς Σωτὴρ ἡμῶν, ὁ τῇ ἀφθάρτῳ σου φωνῇ τοῖς Ἀποστόλοις σου θεσπίσας τὸν τῆς Διακονίας νόμον καὶ τὸν Πρωτομάρτυρα Στέφανον τοιοῦτον ἀναδείξας, καὶ πρῶτον αὐτὸν κηρύξας τὸ τοῦ Διακόνου πληροῦντα ἔργον, καθὼς γέγραπται ἐν τῷ Ἁγίω Εὐαγγελίῳ σου· «Ὅστις θέλει ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω ὑμῶν διάκονος»·  Σὺ Δέσποτα τῶν ἁπάντων, καὶ τὸν δοῦλόν σου τοῦτον, ὃν κατηξίωσας τὴν τοῦ Διακόνου ὑπεισελθεῖν λειτουργίαν, πλήρωσον πάσης πίστεως, καὶ ἀγάπης, καὶ δυνάμεως, καὶ ἁγιασμοῦ, τῇ ἐπιφοιτήσει τοῦ ἁγίου καὶ ζωοποιοῦ σου Πνεύματος· οὐ γὰρ ἐν τῇ ἐπιθέσει τῶν ἐμῶν χειρῶν, ἀλλ’  έν τῇ ἐπισκοπῇ τῶν πλουσίων σου οἰκτιρμῶν δίδοται χάρις τοῖς ἀξίοις σου· ἵνα καὶ οὖτος, πάσης ἁμαρτίας ἐκτὸς γενόμενος, ἐν τῇ φοβερᾷ ἡμέρα τῆς κρίσεώς σου ἀμέμπτως σοι παραστῇ, καὶ τὸν μισθὸν τὸν ἀδιάψευστον τῆς σῆς ἐπαγγελίας κομίσηται.  Σὺ γὰρ εἶ ὸ Θεὸς ὴμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ Υὶῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ μετὰ τὸ Ἀμήν, ἀνισταμένου τοῦ χειροτονουμένου ἐμφανίζει τοῦτον ὁ Ἀρχιερεὺς τῷ λαῷ καὶ περιτίθησι τὸ Ὀράριον τὸν άριστερὸν αὐτοῦ ὦμον, λέγων ἐκφώνως  «Ἄξιος»

Καὶ ψάλλεται τὸ «Ἄξιος» τρὶς παρὰ τῶν τοῦ Βήματος.  Εἶτα ἐπιτίθησιν ὁ Ἀρχιερεὺς ἑκατέρα χειρὶ τοῦ τὰ ἐπιμάνικα, λέγων ἐκφώνως «Ἄξιος»

Καὶ ψάλλεται τὸ «Ἄξιος» τρὶς παρὰ τοῦ α΄ χοροῦ.

Εἶτα στρέφων ὁ Ἀρχιερεὺς τὸν χειροτονηθέντα κατ᾽ ενώπιον τοῦ Λαοῦ, λέγει ἐκφώνως «Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.»  Καὶ ψάλλεται τρίς, ἅπαξ παρὰ τῶν ἐν τῷ Βήματι καὶ παρ᾽ ἑκατέρου τῶν χορῶν, «Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.»

Εἶτα ὁ Ἀρχιερεὺς δίδωσιν αὐτῷ ἀγάπην, ἤτοι ἀσπάζεται αὐτὸν εἰς τὸ μέτωπον, ὁ δὲ χειροτονούμενος ἀσπάζεται τὴν χεῖρα τοῦ Ἀρχιερέως.

Εἶθ’ οὕτως συνεχίζεται ἡ θεία Λειτουργία. 

Εἰς δὲ τὸν τῆς Μεταλήψεως καιρόν, πρῶτος τῶν ἄλλων Διακόνων ὁ χειροτονηθεὶς μετὲχει τῶν θείων Μυστηρίων, καὶ λέγει τὰ διακονικὰ εἰς τὸν τόπον αὐτῶν, ἤγουν τό, «Ὀρθοί Μεταλαβόντες...»

Ταῦτα δὲ γίνονται, ὅταν γίνηται Λειτουργία τελεία.  Ἐπεὶ δὲ καὶ ἐν ταῖς Προηγιασμέναις γίνεται χειροτονία Διακόνου, ἰστέον ὅτι μετὰ τὸ ἀποτεθῆναι τὰ Προηγιασμένα ἐν τῇ ἁγίᾳ Τραπέζῃ, πρὶν εἰπεῖν τὸν Διάκονον «Πληρώσωμεν τὴν δέησιν...», προσάγεται ὁ μέλλων χειροτονεῖσθαι, καὶ γίνεται ἡ τάξις τῆς Χειροτονίας, ὡς ἀνωτέρω.

Digital Chant Stand

Orthodox Worship

The Orthodox Christians inhabit and measure time by a calendar itself touched by the Incarnate Word of God. The recurring rhythms of the year, the months, the weeks, and the days alternating with nights mean much more than the simple passage of time. Read More
Online Chapel