Liturgical Texts of the Orthodox Church

Ελληνικά English

Ἀρχιερεύς· Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Αναγνώστης· Ἀμήν.

Ψαλμὸς ΡΜΒʹ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Διάκονος· Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

(Κύριε, ἐλέησον.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

(Κύριε, ἐλέησον.)

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

(Σοί, Κύριε.)

Ἀρχιερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(Ἀμήν.)

Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

(Κύριε, ἐλέησον.)

Ἀρχιερεύς· Κύριε ὁ Θεὸς ἡμῶν, ὁ πιστὸς ἐν τοῖς λόγοις σου καὶ ἀψευδὴς ἐν ταῖς ἐπαγγελίαις σου· ὁ χαρισάμενος τοῖς ἁγίοις σου μάρτυσι τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίσασθαι καὶ τὸν δρόμον τῆς εὐσεβείας τελέσαι καὶ τὴν πίστιν τῆς ἀληθοῦς ὁμολογίας φυλάξαι· αὐτός, Δέσποτα πανάγιε, ταῖς αὐτῶν ἱκεσίαις παρακλήθητι, καὶ χάρισαι ἡμῖν τοῖς ἀναξίοις δούλοις σου μέρος καὶ κλῆρον ἔχειν μετ᾽ αὐτῶν· ἵνα, μιμηταὶ αὐτῶν γενόμενοι, καταξιωθῶμεν τῶν ἀποκειμένων αὐτοῖς ἀγαθῶν.

Ἐλέει καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾽ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(Ἀμήν.)

Εἰρήνη πᾶσι.

(Καὶ τῷ πνεύματί σου.)

Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

(Σοί, Κύριε.)

Ἀρχιερεύς· Κύριε ὁ Θεὸς ἡμῶν, πρεσβείαις τῆς ἁγίας δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου, τὰ ἔργα τῶν χειρῶν ἡμῶν τῶν ἀναξίων δούλων σου κατεύθυνον καὶ ἐν πᾶσιν εὐαρεστεῖν ἡμᾶς τῇ σῇ ἀγαθότητι καταξίωσον.

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεἰ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(Ἀμήν.)

ΛΙΤΑΝΕΙΑ ΚΥΚΛΩ ΤΟΥ ΝΑΟΥ

Καὶ μετὰ τὸ Ἀμὴν αἴρει ὁ Ἀρχιερεὺς ἐπὶ τῆς κεφαλῆς αὐτοῦ τὸν ἄγιον δίσκον μετὰ τῶν ἁγίων λειψάνων καὶ προπορευομένου τοῦ ἱεροῦ κλήρου μετὰ τοῦ τιμίου Σταυροῦ καὶ τοῦ ἱεροῦ Εὐαγγελίου καὶ ἑπομένου παντὸς τοῦ λαοῦ, ἐξέρχονται τοῦ ναοῦ, μετὰ προπομπῆς καὶ θυμιαμάτων καὶ φώτων. Κυκλοῦσι τὸν ναὸν ἀπὸ τοῦ δεξιοῦ μέρους πρὸς τὸ ἀριστερόν.

Ἐν τῷ πορεύεσθαι δὲ ψάλλουσι ἐκ τοῦ κανόνος τῶν ἐγκαινίων τὴν α´ καὶ γ´ ᾠδήν.

Χορός·

Κανὼν τῶν Ἐγκαινίων.

Ὠδὴ αʹ. Ἦχος δʹ. Θαλάσσης τὸ ἐρυθραῖον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὁ στύλῳ, καθοδηγῶν τὸ πρότερον, τὸν ἐκλεκτὸν Ἰσραήλ, διὰ λουτροῦ βαπτίσματος Χριστέ, ἐν Σιὼν κατεφύτευσας, τὴν Ἐκκλησίαν κράζουσαν· ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Σήμερον, τῆς ἀπροσίτου δόξης σου, ἡ ἐπιφοίτησις, τὸν ἐπὶ γῆς παγέντα σοι ναόν, οὐρανὸν κατεσκεύασεν, ἐν ᾧ συμφώνως ψάλλομεν· ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν.

Δόξα.

Οὐ νόμῳ, ἡ Ἐκκλησία Κύριε, ἐγκαλλωπίζεται, οὐ δουλικῶν ἐκτάσεσι χειρῶν, τοῦ Σταυροῦ δὲ τῇ χάριτι, ἐγκαυχωμένη ψάλλει σοι· ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι᾽ ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

Ὠδὴ γʹ. Εὐφραίνεται ἐπὶ σοί.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἡγίασας ἐπὶ γῆς, τὴν Ἐκκλησίαν σου Χριστὲ Πνεύματι, χρίσας αὐτὴν σήμερον, σῆς ἀγαλλιάσεως ἔλαιον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Θεμέλιόν σε Χριστέ, ἡ Ἐκκλησία ἀῤῥαγὲς ἔχουσα, τῷ σῷ Σταυρῷ στέφεται, ὡς βασιλικῷ διαδήματι.

Δόξα.

Ἀνέδειξας Ἀγαθέ, τὴν χειροποίητον σκηνὴν σήμερον, τῆς ὑπὲρ νοῦν δόξης σου, οἰκονομικῶς οἰκητήριον.

Καὶ νῦν. Θεοτοκίον.

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε προσάγομεν.

Κυκλώσαντες τὸν ναόν, ἵστανται πρὸ τῶν πυλῶν αὐτοῦ, ψάλλοντες τὸ τροπάριον·

Ἦχος βαρύς.

Ἅγιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες, καὶ στεφανωθέντες, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀποθέτει δ᾽ ὁ Ἀρχιερεὺς τὰ ἅγια λείψαν ἐπὶ προευτρεπισθέντος τετραποδίου πρὸ τῆς μεγάλης πύλης τοῦ ναοῦ, κεκλεισμένης, ὡς εἴρηται, οὔσης, καὶ εὐθὺς τὰ Ἀναγνώσματα.

ΑΝΑΓΝΩΣΜΑΤΑ

Αʹ Ἀπόστολος

Διάκονος· Πρόσχωμεν.

Αναγνώστης·

Προκείμενον. Ἦχος αʹ. Ψαλμὸς 26.
Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι;
Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω;

Διάκονος· Σοφία.

Αναγνώστης· Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. (2:11-18)

Διάκονος· Πρόσχωμεν.

Αναγνώστης·

Ἀδελφοί, ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι᾽ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε»· καὶ πάλιν· «Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾽ αὐτῷ»· καὶ πάλιν· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός». Ἐπεὶ οὖν «τὰ παιδία» κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ᾿ ἔστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ «σπέρματος Ἀβραὰμ» ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

Ἀρχιερεύς· Εἰρήνη σοι τῷ ἀναγνόντι.

Αʹ Εὐαγγέλιον

Χορός· Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Διάκονος· Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ἀρχιερεύς· Εἰρήνη πᾶσι.

(Καὶ τῷ πνεύματί σου.)

Ἀρχιερεύς· Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα (16:13-19).

Διάκονος· Πρόσχωμεν.

(Δόξα σοι, Κύριε, δόξα σοι.)

Ἀρχιερεύς·

Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; οἱ δὲ εἶπον· Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν. λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.

Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Εἶθ᾽ οὕτως λαμβάνει ὁ Ἀρχιερεὺς τὸν δίσκον καὶ τίθησιν αὐτὸν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. Λιτανεύουσι δὲ τὸ δεύτερον περὶ τὸν ναὸν ἐκ δεξιῶν ἐπὶ τὰ ἀριστερά, ψάλλοντες ἐκ τῆς δʹ, εʹ, καὶ ςʹ ᾠδῆς τοῦ κανόνος τῶν ἐγκαινίων τὸ ἀρκοῦν, οὕτως·

Χορός·

Ὠδὴ δʹ. Ἐπαρθέντα σε ἰδοῦσα.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Οὐκ ἐν θύμασιν ἀλόγων ἡ Ἐκκλησία, ἀλλὰ τῷ σῷ τιμίῳ, ἐκ πλευρᾶς ζωηφόρου, αἵματι ῥαντίζεται, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τὰ σκηνώματα Κυρίου ἠγαπημένα, τοῖς κατιδεῖν ποθοῦσιν ἀνακεκαλυμμένως, τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, συμφώνως κραυγάζουσι· Δόξα τῇ δυνάμει σου Κύριε.

Δόξα.

Εἰκονίζουσα τὴν χρῖσιν ἡ Ἐκκλησία, τοῦ ἐκλεκτοῦ λαοῦ σου τὸ πολύτιμον μύρον, σήμερον ἀλείφεται, τὴν θείαν τοῦ Πνεύματος, χάριν ἀοράτως λαμβάνουσα.

Καὶ νῦν. Θεοτοκίον.

Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

Ὠδὴ εʹ. Σὺ Κύριέ μου φῶς.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Σὺ πάλαι ἐν Σινᾷ, σκηνὴν ἀχειροποίητον, ὑπέδειξας τῷ θεόπτῃ, Μωϋσῇ διαγράφων, Χριστὲ τὴν Ἐκκλησίαν σου.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Σὺ Κύριε σκηνήν, ἐπὶ γῆς κατεσκεύασας· σὺ τάξεσιν οὐρανίαις, τῶν βροτῶν τὰς χορείας, συνάπτεις τῇ δυνάμει σου.

Δόξα.

Σὲ Κύριε πηγήν, τῆς ζωῆς ἐπιστάμεθα· σὺ Ἅγιε τὴν εἰρήνην, ἐλθὼν εὐηγγελίσω, Χριστὲ τῇ Ἐκκλησίᾳ σου.

Καὶ νῦν. Θεοτοκίον.

Σὲ ὅπλον ἀῤῥαγές, κατ᾽ ἐχθρῶν προβαλλόμεθα· σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

Ὠδὴ ςʹ. Θύσω σοι, μετὰ φωνῆς.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τοῦ κάλλους, ὁ Βασιλεὺς Χριστὸς ἐπεθύμησε, νῦν τῆς σεπτῆς Ἐκκλησίας, καὶ ἐθνῶν μητέρα ἀπέδειξεν, ἐκ δουλείας, υἱοθετουμένων διὰ τοῦ Πνεύματος.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Φρίττουσι, τῶν δυσμενῶν δαιμόνων αἱ φάλαγγες, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, τοῦ Σταυροῦ τῷ τύπῳ σημειουμένην, καὶ σκιάζει, ἁγιαστικὴ τοῦ Πνεύματος ἔλλαμψις.

Δόξα.

Οὐ ψάμμον, ἀλλὰ Χριστὸν θεμέλιον ἔχουσα, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, στεφανοῦται κάλλει τῷ ἀπροσίτῳ, καὶ διαδήματι, τῆς βασιλείας ἐγκαλλωπίζεται.

Καὶ νῦν. Θεοτοκίον.

Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως συλλαβοῦσα, οὐκ ἐστενοχώρησε.

Καὶ πάλιν ἵστανται πρὸ τῶν πυλῶν τοῦ ναοῦ κατὰ τὸν ἀνωτέρω τύπον καὶ ψάλλουσι τὸ τροπάριον·

Ἦχος βαρύς.

Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα, Τριὰς ἡ ὁμοούσιος.

ΑΝΑΓΝΩΣΜΑΤΑ

Βʹ Ἀπόστολος

Διάκονος· Πρόσχωμεν.

Αναγνώστης·

Προκείμενον. Ἦχος γʹ. Ψαλμὸς 44.
Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς.
Στίχ. Αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.

Διάκονος· Σοφία.

Αναγνώστης· Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα (9:1-7).

Διάκονος· Πρόσχωμεν.

Αναγνώστης·

Ἀδελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ῞Αγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτῃ ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ῞Αγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ῞Αγια Ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

Ἀρχιερεύς· Εἰρήνη σοι τῷ ἀναγνόντι.

Βʹ Εὐαγγέλιον

Χορός· Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Διάκονος· Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ἀρχιερεύς· Εἰρήνη πᾶσι.

(Καὶ τῷ πνεύματί σου.)

Ἀρχιερεύς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα (10:38-42; 11:27-28).

Διάκονος· Πρόσχωμεν.

(Δόξα σοι, Κύριε, δόξα σοι.)

Ἀρχιερεύς·

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Kαὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Αἴρει δὲ πάλιν ὁ Ἀρχιερεὺς τὸν δίσκον καὶ τίθησιν αὐτὸν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ λιτανεύουσι τὸ τρίτον κατὰ τὸν αὐτὸν τρόπον, κυκλοῦντες τὸν ναὸν καὶ ψάλλοντες τὰ ἐπίλοιπα τοῦ κανόνος τῶν ἐγκαινίων, οὕτως·

Χορός·

Ὠδὴ ζʹ. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Δροσοβόλος μέν, ἡ καμινιαία φλὸξ ἐδείχθη ποτέ· νῦν δὲ ἐξ ἐλαίου χρῖσμα πνευματικόν, ἁγιάζει τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ ἐν τῷ ναῷ, τῆς δόξης σου Κύριε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὡς ἐν καμίνῳ, τῇ θεοδόχῃ νέᾳ σκηνῇ, πάντες οἱ ἐξ Ἰσραὴλ τοῦ πνευματικοῦ, δροσιζόμενοι βοήσωμεν· Εὐλογημένος εἶ ἐν τῷ ναῷ, τῆς δόξης σου Κύριε.

Δόξα.

Οἱ τετρωμένοι, τῷ γλυκυτάτῳ θείῳ ἔρωτι, δεῦτε ἐν παστάδι ταύτῃ τῇ μυστικῇ, συναφθῶμεν τῷ νυμφίῳ Χριστῷ· Εὐλογημένος εἶ ἐκβοῶντες, τῆς δόξης ὁ Κύριος.

Καὶ νῦν. Θεοτοκίον.

Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε Δέσποινα.

Ὠδὴ ηʹ. Χεῖρας ἐκπετάσας Δανιήλ.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Σήμερον χιτῶνα νοητόν, τὸν ἄνωθεν ὑφαντὸν ἐκ θείας χάριτος, ἡ Ἐκκλησία σου Κύριε, ὥσπερ νύμφη ἐστολίσατο, καὶ τοὺς οἰκείους συγκαλεῖ πρὸς εὐφροσύνην λαούς, εἰς τὸ μέλπειν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Σήμερον ὁ δεύτερος Ἀδάμ, Χριστὸς ἀνέδειξε, παράδεισον νοητόν, τὴν νέαν ταύτην σκηνήν, φέρουσαν κατὰ ξύλου τοῦ τῆς γνώσεως, τὸ ζωηφόρον τοῦ Σταυροῦ, ὅπλον τοῖς ψάλλουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Δόξα.

Πατρὸς ἐξ ἀνάρχου σε Υἱόν, καὶ Πνεῦμα Ἅγιον μίαν Θεότητα, τελείαν ἄναρχον ἄτμητον, ὁμοούσιον ἀσύγχυτον, ἐν ὑποστάσεσι τρισὶ σέβοντες ψάλλομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Καὶ νῦν. Θεοτοκίον.

Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρὶ τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.

Ὠδὴ θʹ. Λίθος ἀχειρότμητος.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Δεῦτε καθαρᾷ τῇ καρδίᾳ καὶ νηφαλέοις ὄμμασι νοός, τῆς τοῦ Βασιλέως θυγατρός, τῆς Ἐκκληοίας τὴν ὡραιότητα, ὑπὲρ χρυσίον λάμπουσαν, κατανοοῦντες μεγαλύνωμεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Χαῖρε καὶ εὐφραίνου ἡ νύμφη, τοῦ Βασιλέως τοῦ μεγάλου, κατοπτριζομένη τηλαυγῶς, τοῦ σοῦ Νυμφίου τὴν ὡραιότητα, σὺν τῷ λαῷ σου κράζουσα· Σὲ Ζωοδότα μεγαλύνομεν.

Δόξα.

Τὴν ἐξ ὕψους ἄμυναν Σῶτερ, τῇ Ἐκκλησίᾳ σου παράσχου· ἄλλον γὰρ οὐκ οἶδεν, εἰ μὴ σέ, τὸν ὑπὲρ ταύτης τὴν σὴν φιλάνθρωπε, πάλαι ψυχὴν προθέμενον, ἐν ἐπιγνώσει μεγαλύνουσα.

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε κεχαριτωμένη ἡ Νύμφη, τοῦ Βασιλέως τοῦ μεγάλου· διὰ σοῦ τῆς κατάρας, τῆς Εὔας πάντες Ἁγνὴ ἐῤῥύσθημεν, καὶ τὴν ζωὴν εὑράμεθα, ἐν τῇ κυήσει σου ἀνύμφευτε.

Φθάσαντες δὲ πρὸ τῆς πύλης τοῦ ναοῦ, ὁ μὲν Ἀρχιερεὺς ἀποτίθησι τὸν δίσκον μετὰ τῶν ἁγίων λειψάνων ἐπὶ τοῦ προευτρεπισθέντος τετραποδίου, ὁ δὲ χορὸς ψάλλει τὸ ἰδιόμελον·

Ἦχος γʹ.

Ὁ ἐν τῇ πέτρᾳ τῆς πίστεως οἰκοδομήσας τὴν Ἐκκλησίαν σου, Χριστὲ ὁ Θεός, ἐν αὐτῇ κατεύθυνον τὰς ἱκεσίας ἡμῶν, καὶ πρόσδεξαι λαὸν ἐν πίστει βοῶντά σοι· Σῶσον ἡμᾶς, ὁ Θεὸς ἡμῶν.

Καὶ εὐθὺς ὁ Ἀρχιερεὺς ἐκφωνεῖ·

Ἀρχιερεύς· Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς τοὺς αἰῶνας.

Χορός· Ἀμήν.

Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

(Κύριε, ἐλέησον.)

Ἀρχιερεύς· Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ὁ διὰ τοῦ καταπετάσματος τῆς σαρκὸς αὐτοῦ ἐγκαινίσας ἡμῖν τῆς τῶν προπατόρων Ἐκκλησίας, τῶν ἐν οὐρανοῖς ἀπογεγραμμένων, τὴν εἴσοδον, ἔνθα ἦχος καθαρὸς ἑορταζόντων καὶ φωνὴ ἀγαλλιάσεως· αὐτός, φιλάνθρωπε Δέσποτα, ἐπίβλεψον ἐφ᾽ ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ ἀναξίους δούλους σου, τοὺς τὸν ἐγκαινισμὸν ἐπιτελοῦντας τοῦ σεβασμίου ναοῦ τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικολάου ἐπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ, εἰς σύμβολον τῆς ἁγιωτάτης σου Ἐκκλησίας, τοὐτέστιν αὐτοῦ τοῦ σκήνους ἡμῶν, ὅπερ καὶ ναόν σου καὶ μέλη Χριστοῦ σου διὰ τοῦ πανευφήμου ἀποστόλου Παύλου, ὀνομάσαι κατηξίωσας· καὶ τοῦτον στερέωσον μέχρι τῆς συντελείας τοῦ αἰῶνος ἀσάλευτον καὶ δεδοξασμένον ἐν σοί· καὶ ἀξίωσον ἡμᾶς ἐν αὐτῷ αἰνέσεις καὶ δοξολογίας ἀκαταγνώστους προσάγειν τῇ δόξῃ σου καὶ τῷ μονογενεῖ σου Υἱῷ, τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, καὶ τῷ ἁγίῳ σου Πνεύματι, ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει· καὶ προσκυνοῦντάς σε ἐν φόβῳ σου, τῶν θείων δειχθῆναι ἀξίους οἰκτιρμῶν, εὐπροσδέκτους τε τῇ σῇ ἀγαθότητι γενέσθαι τὰς δεήσεις ταύτας, ἃς ὑπὲρ ἡμῶν καὶ παντὸς τοῦ λαοῦ σου τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ προσάγομεν, πρεσβείαις τῆς ἀχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(Ἀμήν.)

Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

(Κύριε, ἐλέησον.)

Ἀρχιερεύς· Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς ἀγγέλων καὶ ἀρχαγγέλων εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν εἴσοδον ἁγίων ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα.

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(Ἀμήν.)

ΔΙΑΛΟΓΟΣ ΕΚ ΤΟΥ ΚΓʹ ΨΑΛΜΟΥ - ΕΙΣΟΔΟΣ ΕΙΣ ΤΟΝ ΝΑΟΝ

Ἱστάμενος πρὸ τῶν θυρῶν τοῦ ναοῦ, ὁ Ἀρχιερεὺς ἄρχεται τὸν διάλογον ἐκ του κγ´ Ψαλμοῦ, συμβολίζων τὸν Βασιλέα Χριστόν, ὅστις εἰσέρχεται εἰς τὸν ναὸν κυριεύων αὐτόν, κατανικήσας τὸ κράτος τοῦ διαβόλου. Εἶτα, κρούων μετὰ τῆς βακτηρίας τὴν θύρα, λέγει μεγάλῃ τῇ φωνῇ ὁ Ἀρχιερεύς·

Ἀρχιερεύς· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης.

Καὶ ἀντιφωνεῖ τις ἔσωθεν τοῦ ναοῦ, ὄπισθεν τῶν κεκλεισμένων πυλῶν ἱστάμενος·

Ἀντιφώνων· Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης;

Ὁ Ἀρχιερεὺς πάλιν κρούει τὴν θύρα καὶ λέγει·

Ἀρχιερεύς· Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ.

Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης.

Ἀντιφώνων· Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης;

Ἀρχιερεύς· Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ.

Ὁ Ἀρχιερεὺς πάλιν κρούει τὴν θύρα καὶ λέγει·

Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης.

Ἀντιφώνων· Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης;

Ἀρχιερεύς· Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης.

Τούτου λεγομένου, αἴρει τὰ ἅγια λείψανα ὁ Ἀρχιερεὺς καὶ σφραγίζων σταυροειδῶς τὰς πύλας τρίτον, ἀνοίγει αὐτὰς καὶ εἰσέρχεται αὐτός τε καὶ ὁ ἱερὸς κλῆρος καὶ ὁ λαὸς εἰς τὸν ναόν, ψάλλοντες τὸ ἀπολυτίκιον τῶν ἐγκαινίων·

Χορός·

Ἀπολυτίκιον τῶν Ἐγκαινίων.Ἦχος δʹ.

Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, τοῦ ἁγίου σκηνώματος τῆς δόξης σου Κύριε. Κραταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος, καὶ πρόσδεξαι ἡμῶν, τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις, πρεσβείαις τῆς Θεοτόκου, ἡ πάντων ζωὴ καὶ ἀνάστασις.

ΑΠΟΘΕΣΙΣ ΤΩΝ ΑΓΙΩΝ ΛΕΙΨΑΝΩΝ

Εἰσελθὼν δ᾽ ὁ Ἀρχιερεὺς μετὰ τοῦ κλήρου εἰς τὸ ἅγιον βῆμα, ἀποτίθησιν τὰ ἅγια λείψανα ἐπὶ τῆς ἁγίας τραπέζης, καὶ ἀνεωχθείσης τῆς λειψανοθήκης, ἐπιχέει τρὶς ἅγιον μύρον ἐπὶ τῶν ἁγίων λειψάνων καὶ ἐπιλέγει τό·

Ἀρχιερεύς· Αἰωνία ἡ μνήμη τῶν κτιτόρων τοῦ ἁγίου οἴκου τούτου.

Λαός· Αἰωνία ἡ μνήμη αὐτῶν.

Εἶθ᾽ οὕτως ὁ Ἀρχιερεὺς ἐπιτίθησι τὸ πῶμα τῇ θήκῃ καὶ καταθέτει αὐτὴν ἐν σκάμματι ἐν τῷ βωμῷ, καὶ ἐπεύχεται·

Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

(Κύριε, ἐλέησον.)

Ἀρχιερεύς· Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καὶ ταύτην τὴν δόξαν τοῖς ὑπὲρ σοῦ ἀθλήσασιν ἁγίοις μάρτυσι δωρησάμενος, τὸ σπείρεσθαι ἐν πάσῃ τῇ γῇ τὰ λείψανα αὐτῶν ἐν τοῖς ἁγίοις οἴκοις σου καὶ καρποὺς ἰαμάτων βλαστάνειν· αὐτὸς Δέσποτα, ὁ πάντων τῶν ἀγαθῶν χορηγὸς ὑπάρχων, πρεσβείαις τοῦ ἁγίου ἐνδόξου ἱερομάρτυρος Χαραλάμπους, τοῦ ἁγίου ἐνδόξου μεγαλομάρτυρος Παντελεήμονος, καὶ τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος Βαρβάρας, ὧν εὐδόκησας τὴν ἀπόθεσιν τῶν λειψάνων ἐν τῷ σεπτῷ οἴκῳ γενέσθαι, ἀξίωσον ἡμᾶς ἀκατακρίτως τὴν ἀναίμακτόν σοι προσενεγκεῖν ἐν αὐτῷ θυσίαν· καὶ δώρησαι ἡμῖν πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, ἀντάμειψιν παρέχων καὶ ἐν τούτῳ τοῖς ἀθλήσασιν ὑπὲρ τοῦ ἁγίου ὀνόματος σου, τὸ θαυματουργεῖν δι᾽ αὐτῶν, πρὸς ἡμετέραν σωτηρίαν.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(Ἀμήν.)

Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

(Κύριε, ἐλέησον.)

Ἀρχιερεύς· Κύριε ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ὁ πάντα ποιῶν καὶ πραγματευόμενος ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, πρόσδεξαι ἡμῶν τῶν ἀναξίων δούλων σου τὰς δεήσεις καὶ ἱκάνωσον ἡμᾶς ἐπὶ τῆς παρούσης ὥρας εἰς τὸ ἀκατακρίτως τὸν ἐγκαινισμὸν ἐπιτελέσαι τοῦ ναοῦ τούτου, τοῦ πρὸς σωτηρίαν ἡμῶν καὶ τὴν σὴν δοξολογίαν οἰκοδομηθέντος, ἐπ᾽ ὀνόματι τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικολάου ἐπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ, καὶ τὴν ἔγερσιν τῆς ἐν αὐτῷ ποιῆσαι τραπέζης.

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(Ἀμήν.)

Καὶ ἄρχονται οἱ ψάλται ψάλλειν κατ᾽ ἀντιφωνίαν.

Χορός·

Ψαλμὸς ΡΜΔʹ (144)

Ὑψώσω σε, ὁ Θεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καθ᾽ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. Τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι καὶ τὰ θαυμάσιά σου διηγήσονται. Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. Δόξαν τῆς βασιλείας σου ἐροῦσι καὶ τὴν δυναστείαν σου λαλήσουσι τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους. Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Ἀνοίγεις σὺ τὰς χεῖράς σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας. Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς. Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου· καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Ψαλμὸς ΚΒʹ (22).

Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει. Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψεν. Ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾽ ἐμοῦ εἶ· ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.

Τῶν ψαλμῶν ὑπὸ τῶν χορῶν ψαλλομένων, ὁ Ἀρχιερεύς, λαβὼν τὸ ἀγγεῖον μετὰ τῆς κηρομαστίχης καὶ τῶν ἀρωμάτων, οἷον σμύρνης καὶ ἀλόης καὶ τῶν λοιπῶν, ἐπιχέει ἐξ αὐτῆς τῇ προητοιμασμένῃ ὀπῇ εἰς τὸ κέντρον τῆς πλακός. Ἐκεῖ μετὰ τὴν ἀπόθεσιν τῶν ἁγίων λειψάνων ἐπιχέεται ἡ κηρομαστίχη καὶ ἡ ὀπὴ ἀσφαλίζεται διὰ τεμαχίου μαρμάρου.

ΚΑΘΑΡΜΟΣ ΤΗΣ ΑΓΙΑΣ ΤΡΑΠΕΖΗΣ

Τούτων πάντων οὕτω γενομένων ὁ Ἀρχιερεὺς περιβάλλεται ἐπάνω τῶν ἀμφίων αὐτοῦ καὶ τοῦ ὠμοφορίου λευκὴν σινδόνα.

Ἀρχιερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(Ἀμήν.)

Ὁ Ἀρχιερεὺς ἐξέρχεται εἰς τὸν σωλέα.

Διάκονος· Ἔτι καὶ ἔτι κλίναντες τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν.

(Κύριε, ἐλέησον.)

Καὶ ὁ Ἀρχιερεύς, κλίνας τὰ γόνατα ἐπὶ προσκεφαλαίου, καὶ βλέπων κατὰ ἀνατολάς, πάντων δὲ ὁμοίως κλινάντων τὰ γόνατα καὶ τὸν αὐχένα, ἐπεύχεται οὕτως·

Ἀρχιερεύς· Ὁ Θεὸς ὁ ἄναρχος καὶ ἀΐδιος, ὁ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών· ὁ φῶς οἰκῶν ἀπρόσιτον καὶ θρόνον ἔχων τὸν οὐρανόν, τὴν δὲ γῆν ὑποπόδιον· ὁ τῷ Μωϋσῇ πρόσταγμα δοὺς καὶ ὑπογραμμόν, τῷ δὲ Βεσελεὴλ πνεῦμα σοφίας ἐνθεὶς καὶ ἱκανώσας αὐτοὺς πρὸς ἀπαρτισμὸν τῆς τοῦ μαρτυρίου σκηνῆς, ἐν ᾗ λατρείας δικαιώματα ἦν, τῆς ἀληθείας εἰκόνες καὶ προχαράγματα· ὁ τῷ Σολομῶντι πλάτος καὶ χῦμα καρδίας δωρησάμενος καὶ δι᾽ αὐτοῦ τὸ πάλαι ναὸν ἀναστήσας· τοῖς ἁγίοις δὲ πανευφήμοις σου ἀποστόλοις τὴν ἐν Πνεύματι λατρείαν καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς ἐγκαινίσας τὴν χάριν καὶ δι᾽ αὐτῶν τὰς ἁγίας σου Ἐκκλησίας καὶ τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ἐν πάσῃ καταφυτεύσας τῇ γῇ εἰς τὸ προσάγεσθαί σοι τὰς ἱερὰς καὶ ἀναιμάκτους θυσίας· ὁ καὶ τοῦτον νῦν τὸν ναὸν εὐδοκήσας ἐπ᾽ ὀνόματι οἰκοδομηθῆναι τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικολάου ἐπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ, πρὸς δόξαν σὴν καὶ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ τοῦ ἁγίου σου Πνεύματος· αὐτός, ἀθάνατε καὶ μεγαλόδωρε Βασιλεῦ, μνήσθητι τῶν οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσι· καὶ μὴ βδελύξῃ ἡμᾶς, πλήθει μεμολυσμένους ἁμαρτιῶν, μηδὲ βεβηλώσῃς τὴν διαθήκην σου διὰ τὴν ἡμετέραν ἀκαθαρσίαν· ἀλλὰ πάριδε καὶ νῦν τὰ παραπτώματα ἡμῶν καὶ ἐνίσχυσον ἡμᾶς καὶ ἱκάνωσον τῇ χάριτι καὶ ἐπιφοιτήσει τοῦ ἁγίου καὶ ζωοποιοῦ σου Πνεύματος, ἐκτελέσαι ἀκατακρίτως τὸν ἐγκαινισμὸν τοῦ ναοῦ τούτου καὶ τοῦ ἐν αὐτῷ θυσιαστηρίου ποιήσασθαι τὴν καθιέρωσιν· ἵνα, καὶ ἐν τούτῳ εὐλογοῦντές σε ψαλμοῖς καὶ ὕμνοις καὶ μυστικαῖς λειτουργίαις, τὴν σὴν εὐσπλαγχνίαν διὰ παντὸς μεγαλύνωμεν.

Ναί, Δέσποτα Κύριε, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ κατάπεμψον τὸ πανάγιόν σου καὶ προσκυνητὸν καὶ παντοδύναμον Πνεῦμα καὶ ἁγίασον τὸν οἶκον τοῦτον. Πλήρωσον αὐτὸν φωτὸς ἀϊδίου· αἱρέτισον αὐτὸν εἰς κατοικίαν σήν· ποίησον αὐτὸν τόπον σκηνώματος δόξης σου· κατακόσμησον αὐτὸν τοῖς θείοις σου καὶ ὑπερκοσμίοις χαρίσμασι· κατάστησον αὐτὸν λιμένα χειμαζομένων, ἰατρεῖον παθῶν, καταφύγιον ἀσθενῶν, δαιμόνων φυγαδευτήριον, ἐν τῷ εἶναι τοὺς ὀφθαλμούς σου ἀνεῳγμένους ἐπ᾽ αὐτὸν ἡμέρας καὶ νυκτὸς καὶ τὰ ὦτά σου προσέχοντα εἰς τὴν δέησιν τῶν ἐν φόβῳ σου καὶ εὐλαβείᾳ ἐν αὐτῷ εἰσιόντων καὶ ἐπικαλουμένων τὸ πάντιμον καὶ προσκυνητὸν ὄνομά σου· ὅσα ἂν αἰτήσωνταί σε, καὶ σὺ ἀκούσῃ ἐν τῷ οὐρανῷ ἄνω καὶ ποιήσεις ἔλεος καὶ ἵλεως ἔσῃ αὐτοῖς. Φύλαξον αὐτὸν ἕως τῆς συντελείας τοῦ αἰῶνος ἀσάλευτον καὶ τὸ ἐν αὐτῷ θυσιαστήριον ἅγιον ἁγίων ἀνάδειξον τῇ δυνάμει καὶ ἐνεργείᾳ τοῦ ἁγίου σου Πνεύματος· δόξασον αὐτὸν ὑπὲρ τὸ κατὰ νόμον ἱλαστήριον, ὥστε τὰς ἐν αὐτῷ τελουμένας ἱερουργίας εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερόν σου θυσιαστήριον καταντᾶν καὶ τὴν χάριν ἡμῖν κομίζειν τῆς σῆς ἀχράντου ἐπισκιάσεως. Θαρροῦμεν γὰρ οὐκ εἰς τὴν τῶν ἡμετέρων ἀναξίων χειρῶν ὑπουργίαν, ἀλλ᾽ εἰς τὴν σὴν ἄφατον ἀγαθότητα.

Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον, καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

(Κύριε, ἐλέησον.)

Καὶ πάντων ἐγερθέντων, συνάπτει ὁ Διάκονος τὴν μεγάλην συναπτήν, ἤτοι τὰ εἰρηνικά, τοῦ χοροῦ ἀποκρινομένου ἐν ἑκάστῳ τούτων τὸ «Κύριε, ἐλέησον».

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), ἱερωσύνης, δικαιοσύνης, ὑγείας καὶ σωτηρίας αὐτοῦ καὶ τοῦ ἔργου τῶν χειρῶν αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ἐκτενέστερον ὑπὲρ αὐτοῦ καὶ τῶν συμπαρόντων αὐτῷ ἀρχιερέων, ἱερέων, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸν οἶκον τοῦτον καὶ τὸ ἐν αὐτῷ θυσιαστήριον τῇ ἐπιφοιτήσει καὶ δυνάμει καὶ ἐνεργείᾳ τοῦ ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ προέδρου καὶ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

Καὶ ὑπὲρ πάντων τῶν χρῃζόντων τῆς παρὰ Θεοῦ βοηθείας, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικολάου ἐπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

(Σοί, Κύριε.)

Ἀρχιερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις τοῖς ὑπὲρ σοῦ ἀθλήσασι τιμίοις Μάρτυσιν ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(Ἀμήν.)

Κομίζεται δὲ καὶ δοχεῖον ὕδατος χλιαροῦ καὶ σφραγίζει αὐτὸ τρίτον, ἐπιλέγων·

Ἀρχιερεύς· Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Καὶ προσάγονται αὐτῷ νίτρα λευκὰ τρία, πρὸς εὐλογίαν.

Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

(Κύριε, ἐλέησον.)

Ὁ δὲ Ἀρχιερεὺς ἐπικλίνων τῷ ὕδατι τὴν κεφαλὴν εὔχεται·

Ἀρχιερεύς· Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἁγιάσας τὰ ῥεῖθρα τοῦ Ἰορδάνου διὰ τῆς σωτηριώδους σου ἐπιφανείας, αὐτὸς καὶ νῦν κατάπεμψον τὴν χάριν τοῦ ἁγίου σου Πνεύματος καὶ εὐλόγησον τὸ ὕδωρ τοῦτο πρὸς ἁγιασμὸν καὶ τελείωσιν τοῦ ἁγίου σου θυσιαστηρίου τούτου.

Ὅτι εὐλογητὸς ὑπάρχεις εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(Ἀμήν.)

Λαβὼν δ᾽ ὁ Ἀρχιερεὺς ἐκ τοῦ ὕδατος τούτου, ἐπιχέει σταυροειδῶς τρὶς ἐπὶ τῆς πλακὸς τῆς ἁγίας τραπέζης τὸ ἀρκοῦν, ἐπιλέγων·

Ἀρχιερεύς· Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(Ἀμήν.)

Καὶ ψάλλουσιν οἱ χοροὶ κατ᾽ ἀντιφωνίαν.

Χορός·

Ψαλμὸς ΠΓʹ (83)

Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὐ θήσει τὰ νοσσία ἑαυτῆς. τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. Μακάριος ἀνήρ, ᾧ ἐστιν ἡ ἀντίληψις αὐτοῦ παρὰ σοί· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον, ὃν ἔθετο· καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν. Πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν, ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεός, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ χριστοῦ σου. Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός, χάριν καὶ δόξαν δώσει· Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.

Καὶ ἐκπλύνει ὁ Ἀρχιερεὺς τὴν ἁγίαν τράπεζαν καὶ τὸν κίονα διὰ τῶν νίτρων καὶ ἐκμάσσει αὐτὴν καλῶς διὰ σπόγγων καινῶν ἢ λινῶν καθαρῶν ὑφασμάτων. Μετὰ δὲ καὶ τὴν τελείαν ἀπόσμηξιν, ἐκφωνεῖ ὁ·

Ἀρχιερεύς· Δόξα τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας.

(Ἀμήν.)

ΧΡΙΣΙΣ ΤΗΣ ΑΓΙΑΣ ΤΡΑΠΕΖΗΣ

Εἶτα λαμβάνει ὁ Ἀρχιερεὺς ἀγγεῖον, πλῆρες οἰνάνθης καὶ ῥοδοστάγματος καὶ ἐπιχέει τρὶς ἐπὶ τῆς ἁγίας τραπέζης, ποιῶν σταυροὺς τρεῖς καὶ λέγων τοὺς ἐκ τοῦ Ν´ ψαλμοῦ κάτωθι στίχους·

Ἀρχιερεύς· Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Καὶ ψάλλουσιν οἱ χοροὶ κατ᾽ ἀντιφωνίαν τὸ λοιπὸν τοῦ Ν´ ψαλμοῦ.

Χορός·

Ἦχος βαρύς.

Ψαλμὸς Νʹ (50)

Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ἀρχιερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(Ἀμήν.)

Τότε λαβὼν τὸ δοχεῖον τοῦ ἁγίου μύρου, ἐπιχέει ἐξ αὐτοῦ τρίς, ποιῶν σταυροὺς τρεῖς ἐξ αὐτοῦ ἐπὶ τῆς πλακός, ἐν ᾧ ἐν ἑκάστῳ τούτων ἐκφωνεῖ ὁ Διάκονος·

Διάκονος· Πρόσχωμεν.

Καὶ πάντων ψαλλόντων τὸ· Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Διάκονος· Πρόσχωμεν.

Καὶ πάντων ψαλλόντων τὸ· Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Διάκονος· Πρόσχωμεν.

Καὶ πάντων ψαλλόντων τὸ· Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Χορός·

Ψαλμὸς ΡΛΒʹ (132)

Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ. Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.

Ψαλλομένου δὲ τοῦ ψαλμοῦ τούτου ἅπαξ ἢ καὶ δίς, εἰ δεήσει, ὁ Ἀρχιερεὺς ἐφαπλοῖ διὰ τῶν παλαμῶν τὸ ἅγιον μύρον ἐπὶ πάσης τῆς πλακὸς τῆς ἁγίας τραπέζης, ποιεῖ δὲ καὶ σταυροὺς δι᾽ αὐτοῦ ἐπὶ τοῦ ἀνέχοντος αὐτὴν κίονος ἢ τῶν κιόνων ἢ τοῦ βωμοῦ, ἐκμάσσει δὲ αὐτὴν διὰ τῶν ἀντιμηνσίων.

Χορός· Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀρχιερεύς· Δόξα σοι, ἁγία Τριὰς ὁ Θεὸς ἡμῶν, δόξα σοι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(Ἀμήν.)

Καὶ εὐθὺς οἱ ψάλται ἄρχονται ψάλλειν ἀντιφωνικῶς.

Χορός·

Ψαλμὸς ΡΛΑʹ (131)

Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ, ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εὐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· εἰσελευσώμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου· οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. ἕνεκεν Δαυῒδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου· ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν· τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων, τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται· ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.

ΑΜΦΙΑΣΙΣ ΤΗΣ ΑΓΙΑΣ ΤΡΑΠΕΖΗΣ

Τοῦ ψαλμοῦ τούτου ψαλλομένου ἐπικολλᾷ ὁ Ἀρχιερεὺς διὰ κηρομαστίχης ἐπὶ τὰς τέσσαρας γωνίας τῆς ἁγίας τραπέζης τὰ ὀνόματα ἢ καὶ τὰς εἰκόνας τῶν τεσσάρων Εὐαγγελιστῶν ἐπὶ πανίων ἢ χαρτίων καὶ ἐπιλαβόμενος τὸ λινοῦν λευκὸν κατασάρκιον ἐφαπλοῖ ἐπὶ τῆς πλακός, δεσμοῦσι δὲ τοῦτο ἐπὶ τοῦ κίονος σταυροειδῶς διὰ σχοινίων.

Καὶ τοῦ ἔργου τούτου περατωθέντος, ἀπονίπτεται καλῶς τὰς χεῖρας ὁ Ἀρχιερεὺς καὶ ἐκμάσσει μανδηλίῳ καινῷ, καὶ ἐκφωνεῖ·

Ἀρχιερεύς· Δόξα τῷ Θεῷ, εἰς τοὺς αἰῶνας.

(Ἀμήν.)

Εἶθ᾽ οὕτως οἱ χοροὶ ψάλλουσιν ἀντιφωνικῶς.

Χορός·

Ψαλμὸς ϞΒʹ (92)

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο· καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. ἐπῆραν οἱ ποταμοί, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν, ἀπὸ φωνῶν ὑδάτων πολλῶν. θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Ψαλλομένου τούτου τοῦ ψαλμοῦ, λαβὼν ὁ Ἀρχιερεὺς τὴν ἐνδυτὴν ἐφαπλοῖ ἐπὶ τῆς ἁγίας τραπέζης, ἐπ᾽ αὐτῆς δὲ τὰ ἀντιμήνσια, ἓν πρὸς ἕν, θάτερον θατέρῳ ἐπιτιθέμενος, καὶ ἐπάνω τούτων τὸ τῆς Ἐκκλησίας ἀντιμήνσιον, τίθησιν ἐπ᾽ αὐτοῦ τὸ ἱερὸν Εὐαγγέλιον καὶ ἀσπάζεται τὴν ἁγίαν τράπεζαν καὶ ἐπιλέγει·

Ἀρχιερεύς· Δόξα σοι, ἁγία Τριὰς ὁ Θεὸς ἡμῶν, δόξα σοι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(Ἀμήν.)

Χορός·

Ψαλμὸς ΚΕʹ (25)

Κρίνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων, οὐ μὴ ἀσθενήσω. Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου. Ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστι, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου. Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω· ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. Νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, τοῦ ἀκοῦσαί με φωνῆς αἰνέσεώς σου καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου. Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, ὧν ἐν χερσὶν ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με καὶ ἐλέησόν με. Ὁ πούς μου ἔστη ἐν εὐθύτητι· ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε.

ΧΡΙΣΙΣ ΤΟΥ ΝΑΟΥ

Καὶ τοῦ ψαλμοῦ τούτου ψαλλομένου, ὅσον ἐγχωρεῖ, ἅπαξ ἢ καὶ δίς, προσφέρουσι τῷ Ἀρχιεπισκόπῳ τὸ θυμιατήριον καί, βαλὼν θυμίαμα καὶ εὐλογήσας συνήθως, θυμιᾷ τὴν ἁγίαν τράπεζαν κύκλῳ καὶ τὸ ἱερατεῖον καὶ τὸν ναὸν ἅπαντα καὶ πάντας τοὺς ἐν αὐτῷ. Εἶτα ἔχων ἀγγεῖον μύρου καὶ κάλαμον μετὰ σπόγγου χρίει σταυροειδῶς τὸν ναὸν κατὰ ἀνατολάς, ἄνωθεν τῆς κόγχης τοῦ ἱεροῦ βήματος, πρὸς δυσμάς, ἄνωθεν τῆς πύλης, βορρᾶν καὶ νότον καὶ εἰς ἕκαστον κίονα ἢ πεσσόν, χαράσσων σταυρὸν ἢ τὸ μονόγραμμα τοῦ Χριστοῦ (ΧΡ).

Πληρωθείσης δὲ τῆς θυμιάσεως καὶ τῆς χρίσεως τοῦ ναοῦ, ἐπιστρέφει ὁ Ἀρχιερεὺς καὶ οἱ μετ᾽ αὐτοῦ εἰς τὸ ἅγιον βῆμα καὶ ἀποτίθησι τὸν θυμιατόν.

Προσφέρουσι δὲ τῷ Ἀρχιεπισκόπῳ λυχνίαν καινὴν καὶ ἔλαιον καὶ φῶς. Καὶ ἐπιχέας ἔλαιον τῇ λυχνίᾳ ὁ Ἀρχιερεύς, προσκαλεῖ τοὺς δωρητὰς τοῦ ναοῦ καὶ τοὺς ἄρχοντας τῆς κοινότητος ἵνα καὶ οὗτοι προσθέτουσιν ἔλαιον τῇ λυχνίᾳ· εἶτα ἀνάπτει αὐτὴν ὁ Ἀρχιερεύς.

Αὐτὸς δὲ ὁ Ἀρχιερεὺς ἀποτίθησι τὴν σινδόνα καὶ ἐκφωνεῖ·

Ἀρχιερεύς· Δόξα τῇ ἁγίᾳ καὶ παντοδυνάμῳ καὶ ζωοποιῷ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός· Ἀμήν.

Τελειωθέντων τούτων ἁπάντων λέγει ὁ Διάκονος τὴν μικρὰν συναπτήν·

Διάκονος· Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

(Κύριε, ἐλέησον.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

 

(Κύριε, ἐλέησον.)

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

 

(Σοί, Κύριε.)

Ἀρχιερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(Ἀμήν.)

Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

(Κύριε, ἐλέησον.)

Ὁ δὲ Ἀρχιερεὺς πρὸ τῆς ἁγίας τραπέζης ἑστώς, λέγει μεγαλοφώνως τὴν εὐχὴν ταύτην·

Ἀρχιερεύς· Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ τοῦ οὐρανοῦ καὶ τῆς γῆς ποιητής, ὀ τὴν ἁγίαν σου Ἐκκλησίαν ἀῤῥήτῳ σοφίᾳ θεμελιώσας καὶ ἀντίτυπον τῆς ἀγγελικῆς ἐν οὐρανῷ λειτουργίας τὴν τῆς ἱερωσύνης τάξιν ἐπὶ τῆς γῆς συστησάμενος· σὺ Δέσποτα μεγαλόδωρε, πρόσδεξαι καὶ νῦν δεομένους ἡμᾶς, οὐχ ὡς ἀξίους ὄντας περὶ τηλικούτων αἰτεῖν, ἀλλ᾽ ἵνα τὸ ὑπερβάλλον δειχθῇ τῆς σῆς ἀγαθότητος· οὐ γὰρ ἐπαύσω τὸ ἀνθρώπινον γένος πολυτρόπως εὐεργετῶν, κεφάλαιον δὲ ἡμῖν τῶν σῶν εὐεργεσιῶν ἐδωρήσω τὴν ἐν σαρκὶ τοῦ μονογενοῦς σου Υἱοῦ παρουσίαν. Ὃς ἐπὶ γῆς ὀφθεὶς καὶ λάμψας τοῖς ἐν σκότει φῶς σωτηρίας, ἀνήνεγκεν ἑαυτὸν ὑπὲρ ἡμῶν θυσίαν καὶ γέγονε τοῦ κόσμου παντὸς ἱλαστήριον, κοινωνοὺς ἡμᾶς τῆς ἰδίας ἀναστάσεως ποιησάμενος· καὶ ἀναληφθεὶς εἰς τοὺς οὐρανούς, ἐνέδυσε τοὺς ἑαυτοῦ μαθητὰς καὶ ἀποστόλους, καθὼς ἐπηγγείλατο, δύναμιν ἐξ ὕψους, ἥτις ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ προσκυνητὸν καὶ παντοδύναμον, τὸ ἐκ σοῦ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορευόμενον· δι᾽ οὗ γενόμενοι δυνατοὶ ἐν ἔργῳ καὶ λόγῳ, βάπτισμα παρέδωκαν υἱοθεσίας, ἐκκλησίας ἀνέστησαν, ἵδρυσαν θυσιαστήρια, ἱερωσύνης ἔθεντο κανόνας καὶ νόμους· ὧν ἡμεῖς οἱ ἁμαρτωλοὶ κατέχοντες τὴν παράδοσιν, προσπίπτομέν σοι τῷ αἰωνίῳ Θεῷ καὶ δεόμεθά σου, εὔσπλαγχνε· Τὸν πρὸς τὴν σὴν ὑμνῳδίαν οἰκοδομηθέντα τοῦτον ναόν τῆς θείας σου πλήρωσον δόξης καὶ τὸ ἐν αὐτῷ παγὲν θυσιαστήριον ἅγιον ἁγίων ἀνάδειξον· ὥστε ἡμᾶς, παρεστῶτας αὐτῷ, ὡς τῷ φρικτῷ τῆς βασιλείας σου θρόνῳ, ἀκατακρίτως λατρεύειν σοι, δεήσεις ὑπὲρ ἡμῶν καὶ τοῦ λαοῦ σου παντὸς ἀναπέμποντας καὶ τὴν ἀναίμακτον θυσίαν τῇ σῇ προσφέροντας ἀγαθότητι, εἰς ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων συγχώρησιν, εἰς κυβέρνησιν βίου, εἰς ἀγαθῆς πολιτείας κατόρθωσιν, εἰς ἐκπλήρωσιν πάσης δικαιοσύνης.

Ὅτι ηὐλόγηταί σου τὸ πανάγιον ὄνομα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(Ἀμήν.)

Εἰρήνη πᾶσι.

(Καὶ τῷ πνεύματί σου.)

Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

(Σοί, Κύριε.)

Καὶ ὁ Ἀρχιερεύς, πάντων κλινόντων τὰς κεφαλάς, ἐπεύχεται τὴν τελευταίαν ἐπὶ τῇ καθιερώσει τοῦ θείου ναοῦ εὐχήν·

Ἀρχιερεύς· Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ὅτι, ἣν ἐξέχεας χάριν ἐπὶ τοὺς ἁγίους σου ἀποστόλους καὶ ἐπὶ τοὺς ὁσίους ἡμῶν πατέρας, ἠξίωσας, διὰ τὴν πολλήν σου φιλανθρωπίαν μέχρις ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου ἐκτεῖναι. Διὸ δεόμεθά σου, Δέσποτα πολυέλεε· πλήρωσον δόξης καὶ ἁγιασμοῦ καὶ χάριτος τὸ θυσιαστήριόν σου τοῦτο εἰς τὸ μεταποιεῖσθαι τὰς ἐν αὐτῷ προσφερομένας σοι ἀναιμάκτους θυσίας εἰς τὸ ἄχραντον σῶμα καὶ τὸ τίμιον αἷμα τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, πρὸς σωτηρίαν παντὸς τοῦ λαοῦ σου καὶ τῆς ἡμῶν ἀναξιότητος.

Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(Ἀμήν.)

Ὁ Ἀρχιερεὺς καὶ οἱ κληρικοὶ ἕτοιμοι ὄντες, συνεχίζουσι τὴν Θ. Λειτουγίαν ἀπὸ τοῦ Τρισαγίου.

ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

(Κύριε, ἐλέησον.)

Ἀρχιερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί…

Διάκονος· …καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός· Ἀμήν.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Ἀρχιερεύς· Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Χορός· Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Ἀρχιερεύς· Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Χορός· Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Κλύρος (τοῦ βήματος)· Ἅγιος ὁ Θεός.

Ἀρχιερεύς· Κύριε, Κύριε, ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου.

Χορός· Ἀμήν.

Κλύρος (τοῦ βήματος)· Ἅγιος Ἰσχυρός.

Ἀρχιερεύς· Κύριε, Κύριε, ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου.

Χορός· Ἀμήν.

Κλύρος (τοῦ βήματος)· Ἅγιος Ἀθάνατος.

Ἀρχιερεύς· Κύριε, Κύριε, ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου.

Χορός· Ἀμήν.

Κλύρος (τοῦ βήματος)· Ἐλέησον ἡμᾶς.

Διάκονος· Δύναμις.

Διάκονος· (χαμηλοφώνως) Κέλευσον, Δέσποτα.

Ἀρχιερεύς· (χαμηλοφώνως) Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Διάκονος· (χαμηλοφώνως) Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν.

Ἀρχιερεύς· (χαμηλοφώνως) Εὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Χορός· Δύναμις. Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Διάκονος· Κύριε, σῶσον τοὺς εὐσεβεῖς.

Ἀρχιερεύς· Κύριε, σῶσον τοὺς εὐσεβεῖς.

Διάκονος· Κύριε, σῶσον τοὺς εὐσεβεῖς.

Χορός· Κύριε, σῶσον τοὺς εὐσεβεῖς.

Διάκονος· Κύριε, σῶσον τοὺς εὐσεβεῖς.

Χορός· Κύριε, σῶσον τοὺς εὐσεβεῖς.

Διάκονος· Καὶ ἐπάκουσον ἡμῶν.

Ἀρχιερεύς· Καὶ ἐπάκουσον ἡμῶν.

Διάκονος· Βαρθολομαίου τοῦ Παναγιωτάτου καὶ Οἰκουμενικοῦ Πατριάρχου, πολλὰ τὰ ἔτη.

Κλύρος· Βαρθολομαίου τοῦ Παναγιωτάτου καὶ Οἰκουμενικοῦ Πατριάρχου, πολλὰ τὰ ἔτη.

Χορός· Βαρθολομαίου τοῦ Παναγιωτάτου καὶ Οἰκουμενικοῦ Πατριάρχου, πολλὰ τὰ ἔτη.

Χορός· Βαρθολομαίου τοῦ Παναγιωτάτου καὶ Οἰκουμενικοῦ Πατριάρχου, πολλὰ τὰ ἔτη.

Διάκονος· (δεῖνος), τοῦ Σεβασμιωτάτου καὶ Θεοπροβλήτου Ἀρχιεπισκόπου τῆς Ἁγιωτάτης Ἀρχιεπισκοπῆς Ἀμερικῆς, Ὑπερτίμου καὶ Ἐξάρχου Ὠκεανῶν, Ἀτλαντικοῦ τε καὶ Εἰρηνικοῦ, ἡμῶν δὲ Πατρὸς καὶ Ποιμενάρχου, πολλὰ τὰ ἔτη.

Χορός· (δεῖνος), τοῦ Σεβασμιωτάτου καὶ Θεοπροβλήτου Ἀρχιεπισκόπου τῆς Ἁγιωτάτης Ἀρχιεπισκοπῆς Ἀμερικῆς, Ὑπερτίμου καὶ Ἐξάρχου Ὠκεανῶν, Ἀτλαντικοῦ τε καὶ Εἰρηνικοῦ, ἡμῶν δὲ Πατρὸς καὶ Ποιμενάρχου, πολλὰ τὰ ἔτη.

ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ

Ὁ Ἀπόστολος

Διάκονος· Πρόσχωμεν.

Αναγνώστης· Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 92.
Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Διάκονος· Σοφία.

Αναγνώστης· Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. (3:1-4)

Διάκονος· Πρόσχωμεν.

Αναγνώστης·

Ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστόν, «πιστὸν» ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς «καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ». Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωϋσῆν ἠξίωται, καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ τὰ πάντα κατασκευάσας Θεός.

Ἀρχιερεύς· Εἰρήνη σοι τῷ ἀναγνόντι.

Χορός· Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Τὸ Θεῖον Εὐαγγέλιον

ΕΥΧΗ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

Ἀρχιερεύς· (χαμηλοφώνως) Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς καὶ τοὺς τῆς διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα, τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Διάκονος· Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ἀρχιερεύς· Εἰρήνη πᾶσι.

(Καὶ τῷ πνεύματί σου.)

Διάκονος· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

Διάκονος· Πρόσχωμεν.

(Δόξα σοι, Κύριε, δόξα σοι.)

Διάκονος· (10:22-27)

Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο τὰ ἐγκαίνια ἐν τοῖς Ἱεροσολύμοις, καὶ χειμὼν ἦν· καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶντος. ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παῤῥησίᾳ. ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· ἀλλ᾽ ὑμεῖς οὐ πιστεύετε· οὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, καθὼς εἶπον ὑμῖν. τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς.

Ἀρχιερεύς· Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ καὶ παντὶ τῷ λαῷ.

Χορός· (χῦμα) Δόξα σοι, Κύριε, δόξα σοι.

Χορός· (ἀργῶς) Εἰς πολλὰ ἔτη, Δέσποτα.

ΕΥΧΗ ΤΩΝ ΠΙΣΤΩΝ Bʹ

Ἀρχιερεύς· (χαμηλοφώνως) Πάλιν καὶ πολλάκις σοὶ προσπίπτομεν καὶ σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως, ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς· δὸς αὐτοῖς πάντοτε, μετὰ φόβου καὶ ἀγάπης λατρεύειν σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων σου μυστηρίων καὶ τῆς ἐπουρανίου σου βασιλείας ἀξιωθῆναι.

Ἀρχιερεύς· (ἐκφώνως) Ὅπως ὑπὸ τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός· Ἀμήν.

Τὸ Χερουβικόν

Σιγησάτω πᾶσα σὰρξ βροτεία, καὶ στήτω μετὰ φόβου καὶ τρόμου, καὶ μηδὲν γήϊνον ἐν ἑαυτῇ λογιζέσθω· ὁ γὰρ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, προσέρχεται σφαγιασθῆναι, καὶ δοθῆναι εἰς βρῶσιν τοῖς πιστοῖς· προηγοῦνται δὲ τούτου οἱ χοροὶ τῶν ἀγγέλων μετὰ πάσης ἀρχῆς καὶ ἐξουσίας.

ΕΥΧΗ ΤΟΥ ΧΕΡΟΥΒΙΚΟΥ ΥΜΝΟΥ

Ἀρχιερεύς· (χαμηλοφώνως) Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν ἢ λειτουργεῖν σοι, βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερὸν καὶ αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσιν. Ἀλλ᾽ ὅμως διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας καὶ τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφεὶμ Κύριος καὶ βασιλεὺς τοῦ Ἰσραήλ, ὁ μόνος ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος. Σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον· ἐπίβλεψον ἐπ᾽ ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν σου καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς· καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ ἁγίου σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν σου Σῶμα καὶ τὸ τίμιον Αἷμα. Σοὶ γὰρ προσέρχομαι κλίνας τὸν ἐμαυτοῦ αὐχένα καὶ δέομαί σου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου, ἀλλ᾽ ἀξίωσον προσενεχθῆναί σοι ὑπ᾽ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Σιγησάτω πᾶσα σὰρξ βροτεία, καὶ στήτω μετὰ φόβου καὶ τρόμου, καὶ μηδὲν γήϊνον ἐν ἑαυτῇ λογιζέσθω· ὁ γὰρ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων προσέρχεται σφαγιασθῆναι καὶ δοθῆναι εἰς βρῶσιν τοῖς πιστοῖς· προηγοῦνται δὲ τούτου οἱ χοροὶ τῶν ἀγγέλων μετὰ πάσης ἀρχῆς καὶ ἐξουσίας.

Διάκονος· (χαμηλοφώνως) Τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ, τὰς ὄψεις καλύπτοντα, καὶ βοῶντα τὸν ὕμνον· Ἀλληλούϊα.

Η ΜΕΓΑΛΗ ΕΙΣΟΔΟΣ

Διάκονος· Πάντων ὑμῶν μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ ἱερεὺς ἐπαναλαμβάνει τὸ αὐτό.

Χορός· Ἀμήν.

Διάκονος· Τῆς ἀρχιερωσύνης ὑμῶν μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός· Ἀμήν.

Ὁ Ἀρχιερεὺς μνημονεύει τοὺς ζῶντας.

Χορός· Ἀμήν.

Ἱερεύς· Τῆς ἀρχιερωσύνης ὑμῶν μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός· Ἀμήν.

Ὁ Ἀρχιερεὺς μνημονεύει τοὺς κεκοιμημένους.

Χορός· Ἀμήν.

Τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ, τὰς ὄψεις καλύπτοντα, καὶ βοῶντα τὸν ὕμνον· Ἀλληλούϊα.

Ὁ Ἀρχιερεὺς εὐλογεῖ μετὰ δικηρίου τοὺς πιστοὺς καὶ ὁ χορὸς ψάλλει τό, Εἰς πολλά ἔτη Δέσποτα.

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

Διάκονος· Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Χορός· Κύριε, ἐλέησον.

Διάκονος· Ὑπὲρ τῶν προτεθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.

(Κύριε, ἐλέησον.)

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

(Κύριε, ἐλέησον.)

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

(Κύριε, ἐλέησον.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

(Κύριε, ἐλέησον.)

Διάκονος· Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Χορός· Παράσχου, Κύριε.

Διάκονος· Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

(Παράσχου, Κύριε.)

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

(Παράσχου, Κύριε.)

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

(Παράσχου, Κύριε.)

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

(Παράσχου, Κύριε.)

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

(Παράσχου, Κύριε.)

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Χορός· Σοί, Κύριε.

Η ΕΥΧΗ ΤΗΣ ΠΡΟΣΚΟΜΙΔΗΣ

Ἀρχιερεύς· (χαμηλοφώνως) Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος ἅγιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρὰ τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν καὶ προσάγαγε τῷ ἁγίῳ σου θυσιαστηρίῳ· καὶ ἱκάνωσον ἡμᾶς προσενεγκεῖν σοι δῶρά τε καὶ θυσίας πνευματικὰς ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ καταξίωσον ἡμᾶς εὑρεῖν χάριν ἐνώπιόν σου, τοῦ γενέσθαι σοι εὐπρόσδεκτον τὴν θυσίαν ἡμῶν καὶ ἐπισκηνῶσαι τὸ Πνεῦμα τῆς χάριτός σου τὸ ἀγαθὸν ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα καὶ ἐπὶ πάντα τὸν λαόν σου.

(ἐκφώνως) Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾽ οὗ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός· Ἀμήν.

Ἀρχιερεύς· Εἰρήνη πᾶσι.

Χορός· Καὶ τῷ πνεύματί σου.

Διάκονος· Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.

Χορός· Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου· Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου.

Διάκονος· Τὰς θύρας, τὰς θύρας· ἐν σοφίᾳ πρόσχωμεν.

Λαός·

 

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾽ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.

 

Χορός· Ἀμήν.

Η ΑΓΙΑ ΑΝΑΦΟΡΑ

Διάκονος· Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου· πρόσχωμεν τὴν ἁγίαν ἀναφορὰν ἐν εἰρήνῃ προσφέρειν.

Χορός· Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.

Ἀρχιερεύς· (εὐλογῶν μετὰ τοῦ σταυροῦ) Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.

Χορός· Καὶ μετὰ τοῦ πνεύματός σου.

Ἀρχιερεύς· Ἄνω σχῶμεν τὰς καρδίας.

Χορός· Ἔχομεν πρὸς τὸν Κύριον.

Ἀρχιερεύς· Εὐχαριστήσωμεν τῷ Κυρίῳ.

Χορός· Ἄξιον καὶ δίκαιον.

Ἀρχιερεύς· (χαμηλοφώνως) Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ αἰνεῖν, σοὶ εὐχαριστεῖν, σὲ προσκυνεῖν ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Σὺ γὰρ εἶ Θεὸς ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὤν, ὡσαύτως ὤν· σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον. Σὺ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παρήγαγες καὶ παραπεσόντας ἀνέστησας πάλιν καὶ οὐκ ἀπέστης πάντα ποιῶν, ἕως ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγες καὶ τὴν βασιλείαν σου ἐχαρίσω τὴν μέλλουσαν. Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμέν σοι καὶ τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ Πνεύματί σου τῷ ἁγίῳ· ὑπὲρ πάντων, ὧν ἴσμεν καὶ ὧν οὐκ ἴσμεν, τῶν φανερῶν καὶ ἀφανῶν εὐεργεσιῶν τῶν εἰς ἡμᾶς γεγενημένων. Εὐχαριστοῦμέν σοι καὶ ὑπὲρ τῆς λειτουργίας ταύτης, ἣν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι κατηξίωσας, καίτοι σοι παρεστήκασι χιλιάδες ἀρχαγγέλων καὶ μυριάδες ἀγγέλων, τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, ἑξαπτέρυγα, πολυόμματα, μετάρσια, πτερωτά,

Ἀρχιερεύς· Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα καὶ λέγοντα.

Χορός· Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ· πλήρης, ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννά, ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννά, ἐν τοῖς ὑψίστοις.

Ἀρχιερεύς· (χαμηλοφώνως) Μετὰ τούτων καὶ ἡμεῖς τῶν μακαρίων δυνάμεων, Δέσποτα φιλάνθρωπε, βοῶμεν καὶ λέγομεν· Ἅγιος εἶ καὶ πανάγιος, σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον. Ἅγιος εἶ καὶ πανάγιος καὶ μεγαλοπρεπὴς ἡ δόξα σου· ὃς τὸν κόσμον σου οὕτως ἠγάπησας, ὥστε τὸν Υἱόν σου τὸν μονογενῆ δοῦναι, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλλυται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. Ὃς ἐλθὼν καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας, τῇ νυκτὶ ᾗ παρεδίδοτο, μᾶλλον δὲ ἑαυτὸν παρεδίδου ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσίν, εὐχαριστήσας καὶ εὐλογήσας, ἁγιάσας, κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, εἰπών·

(ἐκφώνως) Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Χορός· Ἀμήν.

Ἀρχιερεύς· (χαμηλοφώνως) Ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων·

(ἐκφώνως) Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Χορός· Ἀμήν.

Ἀρχιερεύς· (χαμηλοφώνως) Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γεγενημένων, τοῦ σταυροῦ, τοῦ τάφου, τῆς τριημέρου ἀναστάσεως, τῆς εἰς οὐρανοὺς ἀναβάσεως, τῆς ἐκ δεξιῶν καθέδρας, τῆς δευτέρας καὶ ἐνδόξου πάλιν παρουσίας·

(ἐκφώνως) Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.

Χορός· Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.

Ἀρχιερεύς· (χαμηλοφώνως) Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· κατάπεμψον τὸ Πνεῦμά σου τὸ ἅγιον ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα.

Καὶ ποίησον τὸν μὲν ἄρτον τοῦτον τίμιον Σῶμα τοῦ Χριστοῦ σου.

Διάκονος· Ἀμήν.

Ἀρχιερεύς· Τὸ δὲ ἐν τῷ ποτηρίῳ τούτῳ τίμιον Αἷμα τοῦ Χριστοῦ σου.

Διάκονος· Ἀμήν.

Ἀρχιερεύς· Μεταβαλὼν τῷ Πνεύματί σου τῷ ἁγίῳ.

Διάκονος· Ἀμήν. Ἀμήν. Ἀμήν.

Ἀρχιερεύς· Ὥστε γενέσθαι τοῖς μεταλαμβάνουσιν εἰς νῆψιν ψυχῆς, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινωνίαν τοῦ ἁγίου σου Πνεύματος, εἰς Βασιλείας οὐρανῶν πλήρωμα, εἰς παῤῥησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων προπατόρων, πατέρων, πατριαρχῶν, προφητῶν, ἀποστόλων, κηρύκων, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν, ἐγκρατευτῶν καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.

Ἀρχιερεύς· (ἐκφώνως) Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Χορός· Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ἀρχιερεύς· (χαμηλοφώνως) Τοῦ ἁγίου Ἰωάννου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τοῦ ἁγίου ἐνδόξου ἀποστόλου Στάχυος, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων ἐπ᾽ ἐλπίδι ἀναστάσεως, ζωῆς αἰωνίου [ὧδε λέγονται τὰ ὀνόματα τῶν κεκοιμημένων] καὶ ἀνάπαυσον αὐτούς, ὁ Θεὸς ἡμῶν, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι παρακαλοῦμέν σε· μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας, παντὸς τοῦ πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῆς οἰκουμένης· ὑπὲρ τῆς ἁγίας σου καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· ὑπὲρ τῶν ἐν ἁγνείᾳ καὶ σεμνῇ πολιτείᾳ διαγόντων· ὑπὲρ τῶν πιστοτάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων, παντὸς τοῦ παλατίου καὶ τοῦ στρατοπέδου αὐτῶν. Δὸς αὐτοῖς, Κύριε, εἰρηνικὸν τὸ βασίλειον, ἵνα καὶ ἡμεῖς ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.

Ἀρχιερεύς· Ἐν πρώτοις, μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου καὶ Πατριάρχου ἡμῶν Βαρθολομαίου, ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.

Μητροπολῖται· Ἐν πρώτοις, μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου καὶ Πατριάρχου ἡμῶν Βαρθολομαίου, ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.

Χορός· Κύριε, ἐλέησον.

Ἱερεῖς· Ἐν πρώτοις, μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.

Χορός· Κύριε, ἐλέησον.

Διάκονος· Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.

Χορός· Κύριε, ἐλέησον.

Ἀρχιερεύς· (χαμηλοφώνως) Μνήσθητι, Κύριε, τῆς Ἁγίας σου Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, τῆς πόλεως ταύτης, ἐν ᾗ παροικοῦμεν καὶ πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς. Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων, καὶ ἐπὶ πάντας ἡμᾶς τὰ ἐλέη σου ἐξαπόστειλον.

Ἀρχιερεύς· (ἐκφώνως) Καὶ δὸς ἡμῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός· Ἀμήν.

Ἀρχιερεύς· Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.

Χορός· Καὶ μετὰ τοῦ πνεύματός σου.

Διάκονος· Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Χορός· Κύριε, ἐλέησον.

Διάκονος· Ὑπὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.

(Κύριε, ἐλέησον.)

Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος, δεηθῶμεν.

(Κύριε, ἐλέησον.)

Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Χορός· Σοί, Κύριε.

Ἀρχιερεύς· (χαμηλοφώνως) Σοὶ παρακατατιθέμεθα τὴν ζωὴν ἡμῶν ἅπασαν καὶ τὴν ἐλπίδα, Δέσποτα φιλάνθρωπε, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· καταξίωσον ἡμᾶς μεταλαβεῖν τῶν ἐπουρανίων σου καὶ φρικτῶν μυστηρίων ταύτης τῆς ἱερᾶς καὶ πνευματικῆς τραπέζης μετὰ καθαροῦ συνειδότος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς συγχώρησιν πλημμελημάτων, εἰς Πνεύματος ἁγίου κοινωνίαν, εἰς βασιλείας οὐρανῶν κληρονομίαν, εἰς παῤῥησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.

Ἀρχιερεύς· (ἐκφώνως) Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας ἀκατακρίτως τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν·

Λαός· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ἀρχιερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός· Ἀμήν.

Ἀρχιερεύς· Εἰρήνη πᾶσι.

Χορός· Καὶ τῷ πνεύματί σου.

Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Χορός· Σοί, Κύριε.

Ἀρχιερεύς· (χαμηλοφώνως) Εὐχαριστοῦμέν σοι, βασιλεῦ ἀόρατε, ὁ τῇ ἀμετρήτῳ σου δυνάμει τὰ πάντα δημιούργησας καὶ τῷ πλήθει τοῦ ἐλέους σου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών. Αὐτός, Δέσποτα, οὐρανόθεν ἔπιδε ἐπὶ τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλάς· οὐ γὰρ ἔκλιναν σαρκὶ καὶ αἵματι, ἀλλὰ σοί, τῷ φοβερῷ Θεῷ. Σὺ οὖν, Δέσποτα, τὰ προκείμενα πᾶσιν ἡμῖν εἰς ἀγαθὸν ἐξομάλισον κατὰ τὴν ἑκάστου ἰδίαν χρείαν· τοῖς πλέουσι σύμπλευσον· τοῖς ὁδοιποροῦσι συνόδευσον· τοὺς νοσοῦντας ἴασαι, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.

Ἀρχιερεύς· (ἐκφώνως) Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾽ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός· Ἀμήν.

Ἀρχιερεύς· (χαμηλοφώνως) Πρόσχες, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καὶ τοῦ τιμίου Αἵματος, καὶ δι᾽ ἡμῶν παντὶ τῷ λαῷ.

Διάκονος· Πρόσχωμεν·

Ἀρχιερεύς· Τὰ ἅγια τοῖς ἁγίοις.

Χορός· Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ΘΕΙΑ ΜΕΤΑΛΗΨΙΣ

Τὸ Κοινωνικόν

Χορός· Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.

Μετὰ τὸ ἐκφωνῆσαι τοῦ Διακόνου τὸ Πρόσχωμεν, εἰσέρχεται διὰ τῆς νοτίας Πύλης ἐν τῷ ἱερῷ Βήματι. Στὰς δὲ ἐκ δεξιῶν τοῦ Ἀρχιερέως λέγει πρὸς αὐτόν·

Μέλισον, Δέσποτα, τὸν ἅγιον Ἄρτον.

Ὁ Ἀρχιερεύς, μελίζων αὐτὸν εἰς μερίδας τέσσαρας, λέγει·

Μελίζεται καὶ διαμερίζεται ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος, ὁ πάντοτε ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος, ἀλλὰ τοὺς μετέχοντας ἁγιάζων.

Καὶ ὁ Διάκονος, δεικνύων τὸ ἅγιον Ποτήριον, λέγει·

Πλήρωσον, Δέσποτα, τὸ ἅγιον Ποτήριον.

Ὁ δὲ Ἀρχιερεύς, λαβὼν τὴν ἄνω κειμένην μερίδα τοῦ Ἀμνοῦ (ΙΣ), ποιεῖ σὺν αὐτῇ σταυρὸν ἐπάνω τοῦ ἁγίου Ποτηρίου λέγων·

Πλήρωμα Πνεύματος Ἁγίου.

Καὶ οὕτως ἐμβάλλει αὐτὴν εἰς τὸ ἅγιον Ποτήριον. Ὁ δὲ Διάκονος λέγει·

Ἀμήν.

Καὶ λαβὼν ὁ Διάκονος τὸ ζέον λέγει πρὸς τὸν Ἀρχιερέα·

Εὐλόγησον, Δέσποτα, τὸ ζέον.

Ὁ δὲ Ἀρχιερεὺς εὐλογεῖ λέγων·

Εὐλογημένη ἡ ζέσις τῶν Ἁγίων σου πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Διάκονος λέγει·

Ἀμήν.

Καὶ ὁ Διάκονος ἐγχέει ἐκ τοῦ ζέοντος τὸ ἀρκοῦν σταυροειδῶς ἐν τῷ ἁγίῳ Ποτηρίῳ λέγων·

Ζέσις Πνεύματος Ἁγίου. Ἀμήν.

Εἴθισται ὅπως λέγωνται ἐνταῦθα ὑπὸ τοῦ Ἀρχιερέως καὶ τοῦ κλήρου τὰ κάτωθι ἐκ τῆς Ἀκολουθίας τῆς Θείας Μεταλήψεως.

Πιστεύω, Κύριε, καὶ ὁμολογῶ ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον αἷμά σου. Δέομαι οὖν σου· ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ· καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.

Ἰδοὺ βαδίζω πρὸς θείαν κοινωνίαν. Πλαστουργέ, μὴ φλέξῃς με τῇ μετουσίᾳ. Πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον. Ἀλλ’ οὖν κάθαρον ἐκ πάσης με κηλίδος.

Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ’ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.

Θεουργὸν αἷμα φρῖξον, ἄνθρωπε, βλέπων· Ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων· Θεοῦ τὸ σῶμα καὶ θεοῖ με καὶ τρέφει· Θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.

Ἔθελξας πόθῳ με, Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι· ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, ἀγαθέ, παρουσίας σου.

Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων. Καθάρισον, Κύριε, τὸν ρύπον τῆς ψυχῆς μου καὶ σῶσόν με ὡς φιλάνθρωπος.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Κύριε ἐλέησον.

Ὁ Ἀρχιερεύς· Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ Ἅγια ταῦτα, διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ’ εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀρραβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.

Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ’ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.

Ὁ Ἀρχιερεὺς ἑτοιμάζεται ἵνα μεταλάβῃ τῶν ἀχράντων Μυστηρίων·

Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μεταδίδοταί μοι (δεῖνος) τῷ ἀναξίῳ ἀρχιερεῖ τὸ τίμιον καὶ πανάγιον σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Καὶ μεταλαμβάνει τοῦ ἁγίου Ἄρτου μετὰ φόβου καὶ πάσης ἀσφαλείας.

Εἶτα λαβὼν τὸ ἅγιον ποτήριον μετὰ τοῦ μάκτρου λέγει·

  Ἔτι μεταδίδοταί μοι (δεῖνος) τῷ ἀναξίῳ ἀρχιερεῖ τὸ τίμιον καὶ πανάγιον καὶ ζωηρὸν αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

 

Καὶ μεταλαβὼν ἅπαξ ἐξ αὐτοῦ, λέγει·

Τοῦτο ἥψατο τῶν χειλέων μου καὶ ἀφελεῖ τὰς ἀνομίας μου καὶ τὰς ἁμαρτίας μου περικαθαριεῖ.

Οἱ συλλειτουργοῦντες Ἀρχιερεῖς κατὰ σειράν μεταλαμβάνουσιν ὁμοίως.

Εἶτα λέγει ὁ Ἀρχιερεὺς πρὸς τοὺς Ἱερεῖς·

Ἱερεῖς τοῦ Θεοῦ τοῦ Ὑψίστου προσέλθετε.

Καὶ προσελθὼν εἷς ἕκαστος τῶν Ἱερέων κατὰ σειρὰν ἐκ δεξιῶν τοῦ Ἀρχιερέως καὶ ἁπλώσας τὰς παλάμας σταυροειδῶς λέγει·

Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μετάδος μοι, δέσποτα, (δεῖνι) τῷ ἀναξίῳ πρεσβυτέρῳ τὸ τίμιον καὶ πανάγιον σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

 

Καὶ ὁ Ἀρχιερεὺς μεταδίδωσιν αὐτῷ ἐν τῇ δεξιᾷ παλάμῃ μέρος τῆς μερίδος τοῦ ἁγίου Ἄρτου λέγων·

Μεταδίδοταί σοι (δεῖνι) τῷ εὐλαβεστάτῳ πρεσβυτέρῳ τὸ τίμιον καὶ πανάγιον σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄφεσίν σου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

 

Ὁ δὲ Ἱερεὺς, ἀσπασάμενος τὴν μεταδιδοῦσαν αὐτῷ χεῖρα, ἀπέρχεται ὄπισθεν τῆς ἁγίας Τραπέζης καὶ μεταλαμβάνει τοῦ ἐν τῇ παλάμῃ αὐτοῦ ἁγίου Ἄρτου.

Εἶτα λέγει ὁ Ἀρχιερεὺς πρὸς τοὺς Διακόνους·

Διάκονοι τοῦ Θεοῦ τοῦ Ὑψίστου, προσέλθετε.

Καὶ προσελθὼν εἷς ἕκαστος τῶν Διακόνων κατὰ σειρὰν ἐκ δεξιῶν τοῦ Ἀρχιερέως καὶ ἁπλώσας τὰς παλάμας σταυροειδῶς λέγει·

Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μετάδος μοι, δέσποτα, (δεῖνι) τῷ ἀναξίῳ διακόνῳ τὸ τίμιον καὶ πανάγιον σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

 

Καὶ ὁ Ἀρχιερεὺς μεταδίδωσιν αὐτῷ ἐν τῇ δεξιᾷ παλάμῃ μέρος τῆς μερίδος τοῦ ἁγίου Ἄρτου λέγων·

Μεταδίδοταί σοι (δεῖνι) τῷ εὐλαβεστάτῳ διακόνῳ τὸ τίμιον καὶ πανάγιον σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄφεσίν σου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

 

Ὁ δὲ Διάκονος, ἀσπασάμενος τὴν μεταδιδοῦσαν αὐτῷ χεῖρα, ἀπέρχεται ὄπισθεν τῆς ἁγίας Τραπέζης καὶ μεταλαμβάνει τοῦ ἐν τῇ παλάμῃ αὐτοῦ ἁγίου Ἄρτου.

Εἶτα ὁ Ἀρχιερεὺς καλεῖ καὶ πάλιν τοὺς Ἱερεῖς λέγων·

Ἱερεῖς τοῦ Θεοῦ τοῦ Ὑψίστου, ἔτι προσέλθετε.

Καὶ ἐλθὼν εἷς ἕκαστος τῶν Ἱερέων κατὰ σειρὰν ἐξ ἀριστερῶν τοῦ Ἀρχιερέως, ἔμπροσθεν τῆς ἁγίας Τραπέζης, ἀποσπογγίζει μετὰ τῆς μούσης τὴν παλάμην αὐτοῦ ἐπὶ τοῦ ἁγίου δίσκου μετὰ προσοχῆς καὶ λέγει·

Ἔτι προσερχομένῳ μετάδος μοι, δέσποτα, (δεῖνι) τῷ ἀναξίῳ πρεσβυτέρῳ, τὸ τίμιον καὶ πανάγιον καὶ ζωηρὸν αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Καὶ ὁ Ἀρχιερεὺς μεταδίδωσιν αὐτῷ ἐκ τοῦ ἁγίου ποτηρίου καὶ λέγει·

Ἔτι μεταδίδοταί σοι (δεῖνι) τῷ εὐλαβεστάτῳ πρεσβυτέρῳ τὸ τίμιον καὶ πανάγιον καὶ ζωηρὸν αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄφεσίν σου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Ὁ δὲ Ἱερεὺς ἀποσπογγίζει διὰ τοῦ μάκτρου τὰ ἴδια χείλη καὶ τὸ ἅγιον ποτήριον, τοῦ Ἀρχιερέως λέγοντος·

Τοῦτο ἥψατο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.

Εἶτα ὁ Ἀρχιερεὺς καλεῖ καὶ πάλιν τοὺς Διακόνους λέγων·

Διάκονοι τοῦ Θεοῦ τοῦ Ὑψίστου, ἔτι προσέλθετε.

Καὶ ἐλθὼν εἷς ἕκαστος τῶν Διακόνων κατὰ σειρὰν ἐξ ἀριστερῶν τοῦ Ἀρχιερέως, ἔμπροσθεν τῆς ἁγίας Τραπέζης, ἀποσπογγίζει μετὰ τῆς μούσης τὴν παλάμην αὐτοῦ ἐπὶ τοῦ ἁγίου δίσκου μετὰ προσοχῆς καὶ λέγει·

Ἔτι προσερχομένῳ μετάδος μοι, δέσποτα, (δεῖνι) τῷ ἀναξίῳ διακόνῳ, τὸ τίμιον καὶ πανάγιον καὶ ζωηρὸν αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

 

Καὶ ὁ Ἀρχιερεὺς μεταδίδωσιν αὐτῷ ἐκ τοῦ ἁγίου ποτηρίου καὶ λέγει·

Ἔτι μεταδίδοταί σοι (δεῖνι) τῷ εὐλαβεστάτῳ διακόνῳ τὸ τίμιον καὶ πανάγιον καὶ ζωηρὸν αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄφεσίν σου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

 

Ὁ δὲ Διάκονος ἀποσπογγίζει διὰ τοῦ μάκτρου τὰ ἴδια χείλη καὶ τὸ ἅγιον ποτήριον, τοῦ Ἀρχιερέως λέγοντος·

Τοῦτο ἥψατο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.

 

Εἶτα λαβὼν ὁ Διάκονος εἰς χεῖρας τόν τε ἅγιον δίσκον καὶ τὴν μοῦσαν εἰσκομίζει τὸ ἅγιον σῶμα καὶ ἅπαντα ἐν τῷ ἁγίῳ ποτηρίῳ μετὰ προσοχῆς καὶ εὐλαβείας.

Ὁ δὲ Ἀρχιερεύς, τὴν ἁγίαν λαβίδα ἐμβαλὼν τῷ ἁγίῳ ποτηρίῳ, ἐπαίρει καὶ δίδωσι τοῦτο κεκαλυμμένον τῷ Διακόνῳ, ὅστις ἔρχεται εἰς τὴν Ὡραίαν Πύλην καὶ δείκνυσιν αὐτὸ τῷ λαῷ λέγων·

Διάκονος· Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.

Ὁ Ἀρχιερεὺς αἴρει ἀπὸ τῶν χειρῶν τοῦ Διακόνου τὸ ἅγιον ποτήριον καὶ μεταδίδωσιν ἑνὶ ἑκάστῳ τῶν προσελθόντων διὰ τῆς λαβίδος λέγων·

Ἀρχιερεύς· Σῶμα καὶ Αἷμα Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Μετὰ δὲ τὴν Θείαν Κοινωνίαν τῶν πιστῶν, ὁ Ἀρχιερεὺς στραφεὶς πρὸς τὸν λαὸν εὐλογεῖ αὐτὸν καὶ λέγει ἐκφώνως·

Ἀρχιερεύς· Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

Χορός· Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Καὶ εἰσελθόντες, ὁ μὲν Ἀρχιερεὺς ἀποτίθησι τὸ ἅγιον ποτήριον ἐν τῇ ἁγία Τραπέζῃ καὶ εὐθέως λαμβάνει τὸ θυμιατήριον, ὁ δὲ Διάκονος λέγει πρὸς τὸν Ἀρχιερέα·

Διάκονος· (χαμηλοφώνως) Ὕψωσον, Δέσποτα.

Ὁ δὲ Ἀρχιερεὺς θυμιᾷ τρὶς λέγων·

Ἀρχιερεύς· (χαμηλοφώνως) Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ Θεὸς καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. (ἐκ γʹ)

Εἶτα τὸν μὲν ἅγιον δίσκον μετὰ τῶν καλυμμάτων καὶ τοῦ ἀστερίσκου ἐπιδίδωσι τῷ Διακόνῳ, ὅστις κύκλῳ τῆς ἁγίας Τραπέζης ἐρχόμενος μεταφέρει καὶ ἀποτίθησιν αὐτὰ εἰς τὴν Πρόθεσιν. Ὁ δὲ Ἀρχιερεὺς ἐπιδίδωσι τῷ Ἱερεῖ τὸ ἅγιον ποτήριον καὶ λέγει ἡσύχως·

Ἀρχιερεύς· (χαμηλοφώνως) Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.

Ὁ Ἱερεὺς στρεφόμενος πρὸς τὸν λαόν, λέγει ἐκφώνως·

Ἱερεύς· (ἐκφώνως) Πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καὶ οὕτως ἀπέρχεται ο Ἱερεὺς εἰς τὴν Πρόθεσιν καὶ ἀποτίθησι τὸ ἅγιον ποτήριον.

Χορός· Ἀμήν.

Ὁ Διάκονος ἐξέρχεται καὶ στὰς πρὸ τῶν βημοθύρων λέγει·

Διάκονος· Ὀρθοί· μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.

Χορός· Κύριε, ἐλέησον.

Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Χορός· Κύριε, ἐλέησον.

Διάκονος· Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Χορός· Σοί, Κύριε.

Ὁ Ἀρχιερεὺς διπλώσας τὸ εἰλητόν, ἐπεύχεται τὴν εὐχαριστήριον εὐχήν·

Η ΕΥΧΑΡΙΣΤΗΡΙΟΣ ΕΥΧΗ

Ἀρχιερεύς· (χαμηλοφώνως) Εὐχαριστοῦμέν σοι, Δέσποτα φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν, ὅτι καὶ τῇ παρούσῃ ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων σου καὶ ἀθανάτων μυστηρίων. Ὀρθοτόμησον ἡμῶν τὴν ὁδόν· στήριξον ἡμᾶς ἐν τῷ φόβῳ σου τοὺς πάντας· φρούρησον ἡμῶν τὴν ζωήν· ἀσφάλισαι ἡμῶν τὰ διαβήματα, εὐχαῖς καὶ ἱκεσίαις τῆς ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν ἁγίων σου.

Ἀρχιερεὺς· (ἐκφώνως) Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός· Ἀμήν.

Ταύτης τῆς ἐκφωνήσεως λεγομένης, λαμβάνει ὁ Ἀρχιερεὺς τὸ ἱερὸν Εὐαγγέλιον καὶ ποιήσας δι᾽ αὐτοῦ τὸ σημεῖον τοῦ σταυροῦ ἐπὶ τοῦ διπλωθέντος ἤδη εἰλητοῦ καὶ ἀσπασάμενος ἐπιτίθησιν αὐτὸ ἐπ᾽ αὐτοῦ. Στραφεὶς δὲ πρὸς τὸν λαὸν ἐκφωνεῖ·

Ἀρχιερεύς· Ἐν εἰρήνῃ προέλθωμεν.

Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Χορός· Κύριε, ἐλέησον.

Ὁ πρῶτος τῶν Ἱερέων, ἐξελθὼν τῆς Ὡραίας Πύλης, ἔχων κεκαλυμμένην τὴν κεφαλὴν καὶ προσβλέπων πρὸς ἀνατολάς, ἀναγινώσκει εἰς ἐπήκοον πάντων τὴν εὐχήν·

ΕΥΧΗ ΟΠΙΣΘΑΜΒΩΝΟΣ

Ἱερεύς· Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε, καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς βασιλεῦσιν ἡμῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου· ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον, ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων· καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός· Ἀμήν.

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γʹ)

Εἰσελθόντος τοῦ Ἱερέως διὰ τῆς Ὡραίας Πύλης, ὁ Ἀρχιερεὺς ἔρχεται εἰς τὴν Πρόθεσιν καὶ λέγει τὴν εὐχὴν ταύτην·

Ἀρχιερεύς· (χαμηλοφώνως) Τὸ πλήρωμα τοῦ νόμου καὶ τῶν προφητῶν αὐτὸς ὑπάρχων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πληρώσας πᾶσαν τὴν πατρικὴν οἰκονομίαν, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα ὁ Διάκονος ἐκφωνεῖ·

Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Χορός· Κύριε, ἐλέησον.

Ἀρχιερεύς· Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφ᾽ ὑμᾶς τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός· Ἀμήν.

ΑΠΟΛΥΣΙΣ

Τὴν μεγάλην ἀπόλυσιν ποιεῖ ὁ Ἀρχιερεὺς ἀπὸ τοῦ θρόνου περιστοιχιζόμενος ὑπὸ τῶν ἱερέων καὶ τῶν διακόνων. Περὶ τὸ τέλος δὲ αὐτῆς, μετὰ τὴν μνημόνευσιν τοῦ ἁγίου τῆς ἡμέρας, ἐκεῖνος μὲν εὐλογεῖ τὸν λαὸν διὰ τοῦ τρικήρου, οἱ δὲ χοροὶ ψάλλουσι· «Τὸν δεσπότην καὶ ἀρχιερέα ἡμῶν...».

Ἀρχιερεύς· Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου· τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικολάου ἐπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεῆσαι καὶ σῶσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Χορός· Τὸν δεσπότην καὶ ἀρχιερέα ἡμῶν, Κύριε, φύλαττε. Εἰς πολλὰ ἔτη, δέσποτα. Εἰς πολλὰ ἔτη, δέσποτα. Εἰς πολλὰ ἔτη, δέσποτα.

Ἀρχιερεύς· Δι᾽ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Χορός· Ἀμήν.

Κλύρος· Δι᾽ εὐχῶν τοῦ ἁγίου δεσπότου ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Χορός· Ἀμήν.

Digital Chant Stand

Orthodox Worship

The Orthodox Christians inhabit and measure time by a calendar itself touched by the Incarnate Word of God. The recurring rhythms of the year, the months, the weeks, and the days alternating with nights mean much more than the simple passage of time. Read More
Online Chapel