Κυριακή Ε' τῶν Νηστειών - Ὁσίας Μητρός ἡμῶν Μαρίας τῆς Αἰγυπτίας

English Ελληνικά Print

Απριλίου 21

Ήχος της Εβδομάδας

Ηχος πλ. α'

Εωθινόν

Εωθ. Β'

Resurrectional Apolytikion

Plagal of the First Tone

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Apolytikion of Sun. of St. Mary of Egypt

Plagal of the Fourth Tone

Εν σοί Μήτερ ακριβώς διεσώθη τό κατ' εικόνα, λαβών γάρ τόν σταυρόν, ηκολούθησας τώ Χριστώ, καί πράττων εδίδασκες, υπεροράν μέν σαρκός, παρέρχεται γάρ επιμελείσθαι δέ ψυχής, πράγματος αθανάτου, διό καί μετά Αγγέλων συναγάλλεται, οσία Μαρία τό πνεύμά σου.

Seasonal Kontakion

Second Tone

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε. Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.