Κωνσταντῖνος καὶ Ἑλένη Ἰσαπόστολοι

English Ελληνικά Print

Μαίου 21

Ἀπολυτίκιον Κωνσταντίνου και Ελένης Ισαποστόλων

Plagal of the Fourth Tone

Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλήσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεύσιν, Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τὴ χειρί σου παρέθετο ἣν περίσωζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

Κοντάκιον Κωνσταντίνου και Ελένης Ισαποστόλων

Third Tone

Κωνσταντῖνος σήμερον, σὺν τὴ μητρὶ τὴ Ἑλένη, τὸν Σταυρὸν ἐμφαίνουσι, τὸ πανσεβάσμιον ξύλον, πάντων μὲν τῶν Ἰουδαίων αἰσχύνην ὄντα, ὅπλον δὲ πιστῶν, Ἀνάκτων κατ' ἐναντίων, δι' ἡμᾶς γὰρ ἀνεδείχθη, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν.

Blessed Feast Day

Share the feast of Κωνσταντῖνος καὶ Ἑλένη Ἰσαπόστολοι with an icon greeting ecard.