Personal and Devotional Prayers

Ελληνικά English

 

ΙΕΡΕΥΣ 
Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

ΑΝΑΓΝΩΣΤΗΣ 
Ἀμήν. 

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. 

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 

ΙΕΡΕΥΣ 
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

ΑΝΑΓΝΩΣΤΗΣ 
Ἀμήν. 

Τροπἀριον, Ήχος Α᾽ 

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. 

ΙΕΡΕΥΣ 
Τοῦ Κυρίου δεηθῶμεν. 

ΑΝΑΓΝΩΣΤΗΣ 
Κύριε ἐλέησον. 

ΙΕΡΕΥΣ 
Ὁ Θεὀς, ὁ Σωτὴρ ἡμῶν, τὸ Φῶς τὸ ἀληθινόν, ὃς ἐβαπτίσθης ἐν τῷ Ἰορδάνῃ ὑπὸ Ἰωάννου τοῦ Προδρόμου, καὶ ὁ καταξιὠσας ὑπὀ τὴν σκηνἠν Ζακχαίου εἰσελθεῖν, και σωτηρία αὐτῷ καὶ πανί τῷ οἴκῳ αὐτοῦ γενόμενος, αὐτὸς καὶ νῦν τούς ἐνταῦθα οἰκειν βουληθἐντας, και δι ἡμῶν τῶν ἀναξἰον τἀς Δεήσεις σοι καἰ ὶκεσἰας προσἀγοντας, ἀπό πάσης βλάβης τἠρησον ἀτρὠτους, εύλογων αὐτών καἰ τἠν ἐνταύθα κατοικἰαν, καἰ ἀνεπιβοὐλευτον ἀυτών τἠν ζωἠν διαφυλἀττων.  

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

(Καὶ ὁ ἱερεὺς ἁγιάσει τὴν πᾶσαν οἰκίαν ὕδατι ἁγίῳ, εἰπών) 

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. 

Ἀπόλυσις 

Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος, διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Μητρός αὐτοῦ τῆς Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. 

Ὁ Ἱερεὺς προκηρύττει: 

Χάρισαι, Κύριε, ζωὴν εὐπρόσεδρον καὶ εἰρηνικὴν, ὑγίειαν καὶ σωτηρίαν, καὶ πρόκοψιν πάντων τῶν ἀγαθῶν τοῖς δούλοις Σου (ὀνόματα) τοῖς ἐνθάδε κατοικοῦσι, καὶ διατηρήσαι αὐτοὺς ἐπὶ πολλὰ ἔτη. 

ΑΝΑΓΝΩΣΤΗΣ 
Πολλὰ ἔτη! (3) 

Related Assets
Online Chapel

The Fruits of True Prayer

Prayer is doxology, praise, thanksgiving, confession, supplication and intercession to God. "When I prayed I was new," wrote a great theologian of Christian antiquity, "but when I stopped praying I became old." Prayer is the way to renewal and spiritual life. Prayer is aliveness to God. Read More