Ἐκ τοῦ Κατὰ Μᾶρκον 9:10-15 Εὐαγγελίου τὸ Ἀνάγνωσμα
Τῷ καιρῷ ἐκείνῳ, ἐκράτησαν οἰ μαθηταὶ τὸν λόγον ἐκράτησαν, πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστι τὸ ἐκ νεκρῶν ἀναστῆναι. καὶ ἐπηρώτων αὐτὸν λέγοντες, ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι ᾿Ηλίαν δεῖ ἐλθεῖν πρῶτον. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ᾿Ηλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ; ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ ᾿Ηλίας ἐλήλυθε, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν, καθὼς γέγραπται ἐπ᾿ αὐτόν. Καὶ ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν ὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς. καὶ εὐθέως πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.
Έἰκών ©
Greek Orthodox Archdiocese of America
Περισσότερα Αναγνώσματα Δεκεμβρίου 13, 2012
Online Chapel