Πρὸς Κορινθίους β' 6:16-18, 7:1
Προκείμενον.
Ήχος πλ. δ'
ΨΑΛΜΟΙ 18.4,1
ΨΑΛΜΟΙ 18.4,1
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
Πρὸς Κορινθίους β' 6:16-18, 7:1 τὸ ἀνάγνωσμα
Ἀδελφοί, ὑμεῖς ἐστε ναὸς Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ θεός ὅτι Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ, Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.
Έἰκών ©
Greek Orthodox Archdiocese of America
Περισσότερα Αναγνώσματα Οκτωβρίου 9, 2011
Ἀνάγνωσις Εὐαγγελίου Ὄρθρου – Κατὰ Λουκᾶν 24:36-53
Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν
Read MoreἈνάγνωσις Εὐαγγελίου – Κατὰ Λουκᾶν 7:11-16
Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν·
Read More
Online Chapel