Πρὸς Κορινθίους α' 4:1-5
Προκείμενον.
Ήχος βαρύς
ΨΑΛΜΟΙ 63.11,1
ΨΑΛΜΟΙ 63.11,1
Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.
Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.
Πρὸς Κορινθίους α' 4:1-5 τὸ ἀνάγνωσμα
Ἀδελφοί, οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ. Ὃ δὲ λοιπόν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφʼ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλʼ οὐδὲ ἐμαυτὸν ἀνακρίνω. Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλʼ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν. Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ.
Έἰκών ©
Greek Orthodox Archdiocese of America
Περισσότερα Αναγνώσματα Σεπτεμβρίου 5, 2015
Ἀνάγνωσις Εὐαγγελίου – Κατὰ Ματθαῖον 23:29-39
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους·
Read More
Online Chapel