Παροιμίαι 15:20-16:9

English Ελληνικά Print

Υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ. ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται. ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή. οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ, οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ. ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ. οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἐστήρισε δὲ ὅριον χήρας. βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος, ἁγνῶν δὲ ρήσεις σεμναί. ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης, ὁ δὲ μισῶν δώρων λήψεις σώζεται. θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν, φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ. ὃς ἀπωθεῖται παιδείαν, μισεῖ ἑαυτόν, ὁ δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ ψυχὴν αὐτοῦ. φόβος Θεοῦ παιδεία καὶ σοφία, καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ. πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ παρὰ τῷ Θεῷ, οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται. ἀκάθαρτος παρὰ Θεῷ πᾶς ὑψηλοκάρδιος, χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθῳωθήσεται. ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια, δεκτὰ δὲ παρὰ Θεῷ μᾶλλον ἢ θύειν θυσίας. ὁ ζητῶν τὸν Κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην.