Ἐκ τοῦ Κατὰ Ματθαῖον 28:16-20 Εὐαγγελίου τὸ Ἀνάγνωσμα
Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ Ὄρος, οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. Καὶ ἰδόντες αὐτόν, προσεκύνησαν αὐτῷ· οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ Ἰησοῦς, ἐλάλησεν αὐτοῖς, λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Πορευθέντες οὖν, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Καὶ ἰδού, ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.
Έἰκών ©
Greek Orthodox Archdiocese of America
Περισσότερα Αναγνώσματα Μαΐου 24, 2020
Ἀνάγνωσις Εὐαγγελίου Ὄρθρου – Κατὰ Ἰωάννην 20:11-18
Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον
Read MoreἈνάγνωσις Ἐπιστολῆς – Πράξεις Ἀποστόλων 16:16-34
Ἐν ταῖς ἡμεραῖς ἐκείναις, ἐγένετο δὲ πορευομένων ἡμῶν
Read MoreἈνάγνωσις Εὐαγγελίου – Κατὰ Ἰωάννην 9:1-38
Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ Ἰησοῦς, εἶδεν ἄνθρωπον
Read More
Online Chapel