Πρὸς Γαλάτας 5:22-26, 6:1-2

ΨΑΛΜΟΙ 149.5,1
Καυχήσονται ὅσιοι ἐν δόξῃ
Στίχ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.
Πρὸς Γαλάτας 5:22-26, 6:1-2 τὸ ἀνάγνωσμα
Ἀδελφοί, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
Περισσότερα Αναγνώσματα Ιουλίου 5, 2015

Ἀνάγνωσις Εὐαγγελίου Ὄρθρου – Κατὰ Λουκᾶν 24:12-35
Τῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ
Read More
Ἀνάγνωσις Εὐαγγελίου – Κατὰ Ματθαῖον 8:28-34, 9:1
Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντος τῷ Ἰησοῦ εἰς τὸ πέραν
Read More