Πρὸς Ἐφεσίους 5:8-19
Δανιήλ 3.26-27
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν.
Πρὸς Ἐφεσίους 5:8-19 τὸ ἀνάγνωσμα
Ἀδελφοί, ὡς τέκνα φωτὸς περιπατεῖτε - ὁ γὰρ καρπὸς τοῦ πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ - δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ· καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῆ γινόμενα ὑπʼ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν. Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν. Διὸ λέγει, Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλʼ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστὶν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ.
Περισσότερα Αναγνώσματα Δεκεμβρίου 18, 2016
Ἀνάγνωσις Εὐαγγελίου Ὄρθρου – Κατὰ Λουκᾶν 24:1-12
Τῇ μιᾷ τῶν Σαββάτων, ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα
Read MoreἈνάγνωσις Ἐπιστολῆς – Πρὸς Ἑβραίους 11:9-10, 32-40
Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας
Read MoreἈνάγνωσις Εὐαγγελίου – Κατὰ Ματθαῖον 1:1-25
Βίβλος γενέσεως ᾿Ιησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ υἱοῦ ᾿Αβραάμ.
Read More