Πρὸς Κορινθίους α' 5:6-8

English Ελληνικά Print
Προκείμενον. Ήχος πλ. β'.
ΨΑΛΜΟΙ 9.20,1

Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, κριθήτωσαν ἔθνη ἐνώπιόν σου.
Στίχ. Ἐξομολογήσομαί, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου

Πρὸς Κορινθίους α' 5:6-8 τὸ ἀνάγνωσμα είναι απο

Ἀδελφοί, μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός· ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλʼ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.