Πρὸς Ἑβραίους 6:9-12
Προκείμενον.
Ήχος δ'
ΨΑΛΜΟΙ 67.35,26
ΨΑΛΜΟΙ 67.35,26
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν.
Πρὸς Ἑβραίους 6:9-12 τὸ ἀνάγνωσμα
Ἀδελφοί, πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν· οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες. Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους· ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.
Έἰκών ©
Greek Orthodox Archdiocese of America
Περισσότερα Αναγνώσματα Αυγούστου 26, 2015
Ἀνάγνωσις Ἐπιστολῆς – Πρὸς Ἑβραίους 10:32-38
Ἀδελφοί, ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας
Read More
Online Chapel