Ἐκ τοῦ Κατὰ Ματθαῖον 10:1, 5-8 Εὐαγγελίου τὸ Ἀνάγνωσμα
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ᾿Ιησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Έἰκών ©
Greek Orthodox Archdiocese of America
Περισσότερα Αναγνώσματα Ιουλίου 1, 2014
Ἀνάγνωσις Ἐπιστολῆς – Πρὸς Κορινθίους α' 12:27-31, 13:1-8
Ἀδελφοί, ὑμεῖς ἐστε σῶμα Χριστοῦ
Read More
Online Chapel