Πρὸς ῾Ρωμαίους 13:11-14, 14:1-4
ΨΑΛΜΟΙ 63.11,1
Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.
Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.
Πρὸς ῾Ρωμαίους 13:11-14, 14:1-4 τὸ ἀνάγνωσμα
Ἀδελφοί, νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καί ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. Ὡς ἐν ἡμέρᾳ, εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ. Ἀλλʼ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε, εἰς ἐπιθυμίας. Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. Σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ θεὸς στῆσαι αὐτόν.
Περισσότερα Αναγνώσματα Ιουνίου 24, 2028
Ἀνάγνωσις Εὐαγγελίου Ὄρθρου – Κατὰ Λουκᾶν 1:24-25, 57-68, 76, 80
Ἐν ταῖς ἡμέραις ἐκείναις συνέλαβεν ᾽Ελισάβετ ἡ γυνὴ αὐτοῦ
Read MoreἈνάγνωσις Εὐαγγελίου – Λουκ. α' 1-25, 57-68, 76, 80
Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι
Read More