Πρὸς Γαλάτας 5:22-26, 6:1-2
Προκείμενον.
Ήχος πλ. δ'
ΨΑΛΜΟΙ 149.5,6
ΨΑΛΜΟΙ 149.5,6
Καυχήσονται ὅσιοι ἐν δόξῃ.
Στίχ. Αἱ υψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν.
Πρὸς Γαλάτας 5:22-26, 6:1-2 τὸ ἀνάγνωσμα
Ἀδελφοί, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
Έἰκών ©
Greek Orthodox Archdiocese of America
Περισσότερα Αναγνώσματα Μαρτίου 14, 1959
Ἀνάγνωσις Εὐαγγελίου – Κατὰ Ματθαῖον 6:1-13
Εἶπεν ὁ Κύριος· Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν
Read More
Online Chapel