Liturgical Texts of the Orthodox Church

Λαός· Εὐλογητός εἶ, Κύριε δίδαξόν με τά δικαιώματά σου.

Τῶν ἁγίων ὁ χορός εὗρε πηγήν τῆς ζωῆς καί θύραν παραδείσου· εὕρω κἀγώ, τήν ὁδόν διά τῆς μετανοίας· τό ἀπολωλός πρόβατον ἐγώ εἰμί· ἀνακάλεσαί με Σωτήρ, καί σῶσον με.

Λαός· Εὐλογητός εἶ, Κύριε δίδαξόν με τά δικαιώματά σου.

Ὁ πάλαι μέν, ἐκ μη ὄντων πλάσας με, καί εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δέ πᾶλιν με ἐπιστρέψας, εἰς γῆν ἐξ ἧς ἐλήφθην· ἐις τό καθ᾿ ὁμοίωσιν ἐπανάγαγε, τό ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.

Λαός· Εὐλογητός εἶ, Κύριε δίδαξόν με τά δικαιώματά σου.

Εἰκών ἐιμί τῆς ἀρρήτου δόξης σου, εἰ καί στίγματα φέρω πταισμάτων· οἰκτείρησον τό σόν πλάσμα Δέσποτα, καί καθάρισον σῇ΄εὐσπλαχνίᾳ· καί τήν ποθεινήν πατρίδα παράσχου μοι, Παραδείσου πᾶλιν ποιῶν πολίτην μέ.

Λαός· Εὐλογητός εἶ, Κύριε δίδαξόν με τά δικαιώματά σου.

Ἀνάπαυσον ὁ Θεός, τόν δοῦλον (τήν δούλην, τούς δούλους σου) σου καί κατάξον αὐτόν (αὐτήν, αυτούς) ἐν παραδείσῳ, ὅπου χοροί τῶν ἁγίων, Κύριε καί οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες· (τους κεκοιμημένους δούλους σου), τόν κεκοιμημένον δοῦλον (τήν κεκοιμημένην δούλην) σου ἀνάπαυσον, παρορῶν, αὐτοῦ (αὐτῆς, αυτών) πάντα τά ἐγκλήματα.

Λαός· Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.

Τό Τριλαμπές, τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· ἅγιος εἶ, ὁ Πατήρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱός καί θεῖον Πνεῦμα· φώτισον ἡμᾶς πίστει σοί λατρεύοντας καί τοῦ αἰωνίου πυρός ἐξάρπασον.

Λαός· Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν ἀιώνων. Ἀμήν.

Χαῖρε σεμνή, ἡ Θεόν σαρκί τεκοῦσα εἰς πάντων σωτηρίαν, δι ἧς γένος τῶν ἀνθρώπων εὕρατο τήν σωτηρίαν· διά σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε ἀγνή εὐλογημένη.

Λαός· Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός (γ’).

Ἦχος πλ. δ’

Μετὰ πνευμάτων δικαίων τετελειωμένων, τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης, τάς ψυχάς τῶν δούλων) σου, Σῶτερ, ἀνάπαυσον, φυλάττων αὐτὴν (αὐτούς), εἰς τὴν μακαρίαν ζωὴν, τὴν παρὰ σοί, φιλάνθρωπε.

Λαός· Εἰς τὴν κατάπαυσίν σου, Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου (τας ψυχάς των δούλων σου), ὅτι μόνος ὑπάρχεις ἀθάνατος.

Λαός· Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς Ἅδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων· αὐτὸς καὶ τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου (τας ψυχάς των δούλων σου), Σῶτερ, ἀνάπαυσον.

Λαός· Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεόν ἀφράστως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ ἐλεηθήναι και συγχωρηθήναι τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου (τάς ψυχάς τῶν δούλων σου).

Ἱερεύς· Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Λαός· Κύριε, ἐλέησον (γ’).

Ἱερεύς· Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) (των κεκοιμημένων δούλων), τοῦ Θεοῦ καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ (αὐτῇ, αὐτοῖς) πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Λαός· Κύριε, ἐλέησον (γ’).

Ἱερεύς· Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ (αὐτῆς, τὰς ψυχᾶς) ἔνθα οἱ δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ (αὐτῆς, αὐτῶν) ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

Λαός· Παράσχου Κύριε.

Ἱερεύς· Τοῦ Κυρίου δεηθῶμεν.

Λαός· Κύριε ἐλέησον.

Ἱερεύς· Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος· αὐτός, Κύριε, ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) σου (τας ψυχάς των κεκοιμημένων δούλων σου), ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ (αὐτῆς, αὐτῶν), πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις, ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου ἀλήθεια.

Ἱερεύς· Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) σου (των κεκοιμημένων δούλων σου), Χριστέ ὁ Θεός ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων.

Λαός· Ἀμήν.

Ἱερεύς· Δόξα σοι ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἱερεύς· Ὁ καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων, ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστάς ἐκ νεκρῶν Χριστὸς, ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τῶν ἁγίων ἐνδόξων προπατόρων Ἀβραάμ, Ἰσαάκ καὶ Ἰακώβ, τοῦ ἁγίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημέρου, καὶ πάντων τῶν Ἁγίων, τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου (τῆς μεταστάσης δούλης) (τας ψυχάς τῶν ἐξ ἡμῶν μεταστάντων δούλων), αὐτοῦ ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις Ἀβραάμ ἀναπαύσαι, καὶ μετὰ ἁγίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλεῆσαι ὡς ἀγαθός καὶ φιλάνθρωπος.

Ἱερεύς· Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφέ ἡμῶν. (γ΄)

Ἐπί δέ γυναικός

Ἱερεύς· Αἰωνία σου ἡ μνήμη ἀξιομακάριστος καί ἀείμνηστος ἀδελφή ἡμῶν. (γ΄)

Ἐπί δέ πολλούς

Ἱερεύς· Αἰωνία σας ἡ μνήμη, ἀξιομακάριστοι καὶ ἀείμνηστοι ἀδελφοί ἡμῶν)

Λαός· Αἰωνία ἡ μνήμη, αἰωνία ἡ μνήμη, αἰωνία αὐτοῦ (αὐτῆς, αὐτῶν), ἡ μνήμη. (γ΄)

Ἱερεύς· Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Λαός· Ἀμήν.


Orthodox Worship

The Orthodox Christians inhabit and measure time by a calendar itself touched by the Incarnate Word of God. The recurring rhythms of the year, the months, the weeks, and the days alternating with nights mean much more than the simple passage of time. Read More