Liturgical Texts of the Orthodox Church

Οἱ Ἱερεῖς καὶ Διάκονοι, παρὰ τοῦ πρώτου τῶν Ἀρχιερέων εὐλογίαν λαβόντες, εἰσέρχονται ἐν τῷ Βήματι καὶ ἐνδύονται τὰς ἱερατικὰς αὐτῶν στολάς.  Ἑνὸς δὲ τῶν Ἱερέων Προσκομιδὴν ποιουμένου, ἐξέρχονται οἱ Διάκονοι μετὰ τοῦ τρικηρίου, ποιοῦντες μετάνοιαν τῷ πρώτῳ τῷ τάξει Ἀρχιερεῖ.  Ὁ δὲ Ἀρχιερεὺς κατερχόμενος τοῦ θρόνου, ἵσταται ἔμπροσθεν τῶν ἁγίων Πυλῶν, λαμβάνων καιρὸν ὡς σύνηθες.  Ἐρχομένου δὲ ἐν τῷ μέσῳ τοῦ Ναοῦ, καὶ ἐν τῷ ἑτοιμασθέντι τόπῳ καθεζομένου, ἔρχονται οἱ δύο συλλειτουργοὶ Ἀρχιερεῖς, ποιοῦντες ἔμπροσθεν αὐτοῦ σχῆμα μετανοίας· καὶ οὕτως εἰσέρχονται ἐν τῷ Βήματι καὶ ἐνδύονται τὰ Ἀρχιερατικὰ αὐτῶν ἄμφια.  Ἔρχεται δὲ καὶ ὁ Ὑποψήφιος, λαμβάνων παρὰ τοῦ Ἀρχιερέως εὐλογίαν καὶ εἰσερχόμενος ἐν τῷ Βήματι, ἐνδύεται καὶ αὐτὸς Ἐπιτραχήλιον καὶ Φελόνιον.  Τότε ὁ Ἀρχιερεὺς ἀνιστάμενος, ἐνδύεται ἅπασαν τὴν Ἀρχιερατικὴν στολήν.  Εἶθ’ οὕτω προσκαλοῦνται οἱ Διάκονοι τοὺς Ἀρχιερεῖς καὶ Ἱερεῖς, ἐξελθεῖν τοῦ Βήματος, τρὶς ἐκφωνοῦντες ἀμοιβαδὸν τό

 

Ὁ Διάκονος:  Ἀρχιερεῖς, ἐξέλθετε.

Οὗτοι δὲ ἐξερχόμενοι, ἵστανται κατὰ τὴν τάξιν αὐτῶν ἔνθεν καὶ ἔνθεν, πλησίον τοῦ α΄ Ἀρχιερέως.  Τοῦ δὲ Ἐψηφισμένου ἐν τῷ Βήματι ὄντος, καὶ τοῦ Ἀετοῦ προετοιμασθέντος, καὶ ἔμπροσθεν τῶν ἁγίων Πυλῶν τεθέντος, εἰσέρχονται δύο Διάκονοι διὰ τῆς μέσης Πύλης, ποιοῦντες μετάνοιαν, καὶ ἐξάγοντες τὸν Ὑποψήφιον, τὸ Ἱερὸν Εὐαγγέλιον ἐν ταῖς χερσὶ κρατοῦντα, αὐτὸν μὲν ἱστῶσιν ἐπάνω τοῦ Ἀετοῦ, τῶν δὲ Διακόνων τὸ, Πρόσχωμεν ἐκφωνούντων, ὁ Ὑποψήφιος ἀνοίγων τὸ ἱερὸν Εὐαγγέλιον, λέγει, ἀπὸ χειρογράφου, μεγάλη τῇ φωνῇ.

Ὁ Ἐψηφισμένος Επίσκοπος:  Ὁ (δεῖνα) ἐλέῳ Θεοῦ, ἐψηφισμένος τῆς ἁγιωτάτης Μητροπόλεως (τῆς δεῖνος) οἰκείᾳ χειρὶ προέταξα.

Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα Παντοκράτορα, ποιητήν οὐρανοῦ καὶ Γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.  Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, Φῶς ἐκ φωτός, Θεὸν ἀληθινόν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο.  Τὸν δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατέλθόντα ἐκ τῶν οὐρανων καὶ σακρωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.  Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα, Καὶ ἀναστάντα τῇ Τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφὰς, Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.  Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς Βασιλείας οὐκ ἔσται τέλος.  Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον , τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν.  Εἰς μίαν Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν, Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν, Προσδοκῶ ἀνάστασιν νεκρῶν, Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.  Ἀμήν.

Πρὸς δὲ τούτοις στέργω καὶ ἀποδέχομαι τὰς ἁγίας ἑπτὰ Οἰκουμενικὰς Συνόδους, καὶ τῶν Τοπικῶν, ἅς ἐκεῖναι άποδεξάμεναι ἐκύρωσαν, ἐπὶ φυλακῆ τῶν Ὀρθοδόξων τῆς Ἐκκλησίας δογμάτων ἀθροισθεῖσαι.  Ὁμολογῶ πάντας τοὺς ὑπ’ αὐτῶν, ὡς ὑποφωτιστικῆς Χάριτος τοῦ Παναγίου Πνεύματος ὁδηγουμένων, ἐκτεθέντας ὅρους τῆς ὀρθῆς Πίστεως, καὶ τοὺς Ἰεροὺς Κανόνας, οὕς οἱ Μακάροι ἐκεῖνοι, πρὸς τὴν τῆς Ἁγίας τοῦ Χριστοῦ Ἐκκλησίας διακόσμησιν καὶ τὴν διάνοιαν τῆς Εὐαγγελικῆς θείας διδασκαλίας συντάξαντες, παρέδωκαν τῇ Ἐκκλησιᾳ, ἐνστερνίζομαι, καὶ κατ᾽ αὐτούς, ἰθύνειν ἐπιμελήσομαι τὴν Θείῳ βουλήματι κληρωθεῖσάν μοι διακονίαν καὶ κατ’ αὐτοὺς διατελέσω διδάσκων πάντα τὸν τῇ πνευματικῇ μοι ποιμαντορία πεπιστευμένον Ἱερὸν Κλῆρον καὶ τὸν περιούσιον Λαὸν τοῦ Κυρίου.

Προὐργιαίτατα δέ μοι ὁμολογεῖται, ἵνα τηρῶ τὴν ἑνότητα τῆς Πίστεως ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης, πάντα μέν, ὅσα ἡ Μία, Ἁγία, Καθολικὴ καἰ Ἀποστολικὴ Ἐκκλησία τῶν Ὀρθοδόξων πρεσβεύουσα δογματίζει, ταῦτα πρεσβεύων κἀγὼ καὶ πιστεύων, μηδὲν προστιθεὶς, μηδὲν ἀφαιρῶν, μηδὲν μεταβάλλων, μήτε τῶν δογμάτων, μήτε τῶν Παραδόσεων, ἀλλὰ τούτοις ἐμμένων καὶ ταῦτα μετὰ φόβου Θεοῦ καὶ ἀγαθῆς συνειδήσεως διδάσκων καὶ κηρύττων, πάντα δὲ ὅσα Ἐκείνη κατακρίνουσα ὡς ἑτεροδιδασκαλίας ἀποδοκιμάζει, ταῦτα κἀγὼ ἀποδοκιμάζων καὶ ἀποδιοπομπούμενος διὰ παντός.

Πείσομαι δ’ ἐσαεὶ προθύμως ἐν τοῖς Ἐκκλησιαστικοῖς καὶ τῇ Ἱερᾷ Συνόδῳ, ὡς Ἀνωτάτη Ἀρχή τῆς Ἐκκληδίας τῆς Ἀμερικης, σεβόμενος καὶ τηρῶν τὰς δωρηθείσας Αὐτῇ προνομίας, πρὸς καταρτισμόν τε καὶ στηριγμὸν τῆς παρ’ ἡμῖν Ὀρθοδόξου Ἐκκλησίας καὶ ἐπιμελήσομαι ὅση μοι δύναμις περίεστι ὀρθοτομεῖν τὸν λόγον τῆς ἀληθείας εἰς δόξαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ τοὺ Ἀγίου Πνεύματος τῆς Μιᾶς Ὑπερουσίου καὶ ἀδιαιρέτου Τριάδος, τοῦ ἐνὸς καὶ Μόνου ἀληθινοῦ Θεοῦ, καὶ πρὸς σωτηρίαν τῶν πιστῶν.

Πιστεύω εἰς ἕνα Θεόν, ἐν τρισὶ Προσώποις μεριζόμενον, Πατέρα φημί, καὶ Υἱόν, καὶ Ἁγιον Πνεῦμα· μεριζόμενον λέγω, κατὰ τὸν τῆς ἰδιότητος λόγον· ἀμέριστον δέ, κατὰ τήν οὐσίαν, καὶ ὅλη Τριὰς ἡ αὐτή, καὶ ὅλη Μονὰς ἡ αὐτή.  Μονάς, κατὰ τὴν οὐσίαν, καὶ φύσιν, καὶ ἄναρχος· οὐ γὰρ ἐστιν αὐτοῦ τι πρεσβύτερονʹ ἦν γὰρ ἐκεῖνος, καὶ πάντως ἦν Θεός· ἄναρχος δέ, ὅτι μὴ ἔκτινος ἔχει τὸ εἶναι, ἤ ἐξ ἑαυτοῦ.  Πιστεύω δέ, ὅτι ὁ Πατὴρ αἰτία ἐστὶν Υἱοῦ, καὶ Πνεύματος· τοῦ μὲν Υἱοῦ, γεννητῶς, τοῦ δὲ Ἁγίου Πνεύματος, ἐκπορευτῶς· μηδεμιᾶς διαστάσεως μηδὲ ἀλλοτριώσεως, ἐν τούτοις θεωρουμένης, ἤ μόνον τῆς διαφορᾶς τῶν ὑποστατικῶν ἰδιωμάτων· ὅτι ὁ μὲν Πατὴρ γεννᾶ τὸν Υἱόν, καὶ προβάλλει τὸ Πνεῦμα τὸ Ἅγιον· ἐπιγινώσκω, τὸν Πατέρα, Υἱοῦ, καὶ Πνεύματος· λέγω δὲ τὸν Υἱόν, ἀρχὴν ὑπέρχρονον καὶ ἀόριστον ·οὐχ’ ὡς ἀρχὴν τῶν κτισμάτων, οἱονεὶ πρωτόκτιστον ὄντα, ἵνα μὴ παραδεχθῶσι δύω ἀρχαὶ· μετὰ τῆς ἀρχῆς δὲ ἐπὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ Ἅγιον· ἐπειδὴ καὶ ἄμα καὶ ὁμοῦ τὸ εἶναι ἔχουσιν ἐκ Πατρός, ὅ τε Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· ὁ μὲν γεννητῶς, τὸ δὲ ἐκπορευτῶς, ὡς εἴρηται.  Καὶ οὔθ’ ὁ Πατὴρ διῄρηται τοῦ Υἱοῦ, οὔθ’ ὁ Υἱὸς τοῦ Πνεύματος, οὔτε τὸ Πνεῦμα τὸ Ἅγιον, Πατρὸς καὶ Υἱοῦ ἀλλ᾽  ὅλος ἐστὶν ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, καὶ ὅλος ὁ Υἱὸς ἐν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεὐματι, καὶ ὅλον τὸ Πνεῦμα τὸ Ἅγιον ἐν τῷ Πατρὶ καὶ τῷ Υἱῷ· ἥνωνται γὰρ διῃρημένως, καὶ διῄρηνται ἡνωμένως.  Ὁμολογῶ δὲ, ὅτι ὁ τοῦ Θεοῦ Λόγος συναΐδιος τῷ Πατρί, ὁ ὑπέρχρονος, ὁ ἀπερίληπτος, ὁ ἀπεριόριστος, κάτεισι μέχρι τῆς φύσεως, καὶ παρθενικῶν αἱμάτων τῆς μόνης παναμώμου καὶ καθαρᾶς Παρθένου· ἵνα ὅλῳ τῷ κόσμῳ τὴν σωτηρίαν καὶ χάριν, ἕνεκα τῆς ἰδίας εὐσπλαγχνίας χαρίσηται· καὶ γέγονεν ἡ καθ’ ὑπόστασιν τῶν φύσεων ἕνωσις, οὐ ταῖς κατὰ μικρὸν προσθήκας τελειουμένου τοῦ βρέφους, οὐδὲ κατὰ φυρμόν, ἤ σύγχυσιν, ἤ ἀνάκρασιν, ἑνωθεισῶν τῶν συνεληλυθυιῶν φύσεων· οὐδὲ ἄνουν καὶ ἄψυχον, κατᾶ τὸν θεοστυγῆ καὶ Ἰουδαιόφρονα Νεστόριον οὐδὲ ἄνουν καῖ ἄψυχον, κατὰ τὸν ἄνουν ὄντως Ἀπολλινάριον· ἐκεῖνος γὰρ ἐλήρει ἀρκεῖν τὴν Θεότητα, ἀντὶ τοῦ νοός· ἐγὼ  δὲ Θεόν τέλειον αὐτὸν ὁμολογῶ, καὶ τέλειον Ἄνθρωπον τὸν αὐτόν· ὅς ἅμα σὰρξ καὶ ἅμα Θεοῦ Λόγος· σὰρξ ἔμψυχος λογικῇ τε καὶ νοερᾷ ψυχῇ, σώζοντά τε πάντα τὰ τῆς αὑτοῦ Θεότητος φυσικὰ αὐχήματα καὶ μετὰ τὴν ἕνωσιν, καὶ μὴ τραπέντα τὰ τῆς Θεὀτητος αὑτοῦ, ἤ τῆς ἀνθρωπότητος, διὰ τὴν πρὸς τὸν Λόγον ἀκραιφνεστάτην συνάφειαν, φέροντα τὸν αὐτὸν μίαν ὑπόστασιν σύνθετον, δύο τὰς φύσεις καὶ ἐνεργείας, σώζουσαν τὰ ἐξ ὦν, καὶ ἐν οἶς ἦν ὁ αὐτὸς εἶς Ἰησοῦς Χριστός, ὁ Θεὸς ἡμῶν· ἔχοντά τε δύο θελήσεις φυσικάς, οὐ γνωμικάς.  Ἰστέον δέ, ὡς ἔπαθε μέν, ὡς Θεὸς, λέγω σαρκί· Θεότητα παθητήν, ἤ παθοῦσαν σαρκί, οὐδαμῶς.  Ἔτι ὁμολογῶ αὐτὸν ἀναλαβεῖν πάντα τὰ ἡμέτερα ἀδιάβλητα πάθη.  Τὰ συνόντα τῇ φύσει ἡμῶν δίχα τῆς ἁμαρτίας, οἶον τὴν πεῖναν, τὴν δίψαν, τὸν κόπον, τὰ δάκρυα, καὶ τὰ τοιαῦτα, ἐνεργοῦντα δὲ έν αὐτῷ οὐκ ἠναγκασμένως, ὥσπερ καὶ ἐν ἡμῖν, ἀλλὰ τῆς ἀνθρωπίνης θελήσεως ἀκολουθούσης τῇ θείᾳ αὐτοῦ θελήσει· θέλων γὰρ ἐπείνασε, θέλων ἐδίψησε, θέλων ἐκοπίασε, θέλων ἀπέθανε.  Θνήσκει τοίνυν, τὸν ὑπὲρ ἡμῶν ἀπεκδεχόμενος θάνατον, ἀπαθοῦς μενούσης τῆς αὐτοῦ Θεότητος· αὐτὸς γὰρ οὐχ ὑπέκειτο θανάτῳ, ὁ τὴν ἁμαρτίαν αἴρων τοῦ κόσμου, ἀλλ’ ἵνα πάντας ἡμᾶς ἐξάξη τῆς παμφάγου χειρὸς τοῦ θανάτου, καὶ τῷ οἰκείῳ αὐτοῦ Αἵματι προσάξῃ τῷ οἰκείῳ Πατρί, καὶ σώματι προσβαλὼν ὁ θάνατος ἀνθρωπίνω, δυνάμει Θεότητος καταρράσσεται, καὶ ἀνάγονται ἐκεῖθειν αἱ ἀπ᾽ αἰῶνος τῶν δικαίων πεπεδημέναι ψυχαί.  Μετὰ δὲ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν, τεσσαράκοντα ἡμέρας ἐν τῇ γῇ μετὰ τῶν Μαθητῶν ἐπιφαινόμενος, ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐν τῇ δεξιᾷ τοῦ Πατρός· δεξιὰν δὲ τοῦ Πατρὸς λέγω, οὐ τοπικήν, ἤ περιγραπτήν· ἀλλὰ λέγω δεξιὰν τοῦ Θεοῦ εἶναι, τὴν ἄναρχον καὶ ἐνανθρώπησιν ταύτην ἔσχηκε συμπροσκυνεῖται γὰρ ἡ ἁγία αὐτοῦ Σὰρξ τῇ αὐτοῦ Θεότητι τιμίᾳ προσκυνήσει, οὐ προσθήκην δεξαμένης τῆς ἁγίας Τριάδος· μὴ γένοιτο!  Τριὰς γὰρ ἔμεινεν ἡ Τριὰς καὶ μετὰ τὴν ἕνωσιν τοῦ Μονογενοῦς, ἀχωρίστου μεινάσης τῆς ἁγίας αὐτοῦ Σαρκός, καὶ ἔτι μετ’ αὐτοῦ μενούσης καὶ εἰς τὸν αἰῶνα· μετ’ αὐτῆς γὰρ ἐλεύσεται κρῖναι ζῶντας καὶ νεκρούς, δικαίους τε, καὶ ἀμαρτωλούς· καὶ τοῖς μὲν δικαίοις, ἀποδώσων τὰ ἔργα τῆς ἀρετῆς, καὶ τὴν Βασιλείαν τῶν οὐρανῶν, ἀνθ’ ὦν ἐνταῦθα ἐκοπίασαν· τοῖς δὲ ἁμαρτωλοῖς, αἰώνιον ἀνταμειψόμενος βάσανον, καὶ τὸ τῆς γεέννης ἀτελεύτητον πῦρ· οὗ γένοιτο πάντας ἡμᾶς τὴν πεῖραν ἐκφυγεῖν, καὶ τῶν ἐπηγγελμένων καὶ ἀκηράτων ἐπιτυχεῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.  Ἀμήν.

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, ποιητήν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων· ἄναρχον μέν, καὶ ἀγέννητον, καὶ ἀναίτιον ἀρχὴν δὲ φυσικήν, καὶ αἰτίαν Υἱοῦ, καὶ Πνεύματος.  Πιστεύω καὶ εἰς τὸν μονογενῆ αὐτοῦ Υἱόν, ἀῤῥεύστως, καὶ ἀχρόνως ἐξ αὐτοῦ γεννηθέντα, ὁμοούσιον αὐτῷ, δι’ οὖ τὰ πάντα ἐγένετο.  Πιστεύω καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον τὸ ἐξ αὐτοῦ τοῦ Πατρὸς ἐκπορευόμενον, και συνδοξαζόμενον, ὡς συναῒδιον, καὶ σύνθρονον, καὶ ὁμοούσιον, καὶ ὁμόδοξον, καὶ τῆς κτίσεως δημιουργόν.  Πιστεύω τὸν ἕνα τῆς αὐτῆς ὑπερουσίου, καὶ ζωαρχικῆς Τριάδος, τὸν μονογενῆ Λόγον, κατελθόντα ἐκ τῶν οὐρανῶν δι’ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμῶν σωτηρίαν, σακρωθῆναι ἐκ Πνεύματος Ἁγίου, καἰ Μαρίας τῆς Παρθένου ἐνανθρωπῆσαι, τουτέστι τέλειον ἄνθρωπον γενέσθαι, μένοντα Θεόν, καὶ μηδὲν μεταβαλόντα τῆς θείας οὐσίας, διὰ τὴν πρὸς τὴν σάρκα κοινωνίαν, ἤ ἀλλοιώσαντα· ἀλλ’ ἄνευ τροπῆς προσειληφότα τὸν ἄνθρωτον, ἐν αὐτῷ τὸ πάθος καὶ τὸν σταυρὸν ὑπομεῖναι, παντὸς πάθους, κατὰ τὴν θείαν φύσιν, ἐλεύθερον καὶ ἀναστῆναι τῇ Τρίτῃ ἡμέρᾳ ἐκ τῶν νεκρῶν· καὶ εἰς τοὺς οὐρανοὺς ἀνεληλυθότα, ἐκ δεξιῶν καθίσαι τοῦ Θεοῦ καὶ Πατρός.  Πιστεύω καὶ περὶ Θεοῦ, καὶ τῶν Θείων παραδόσεις τε καὶ ἐξηγήσεις τῆς μιᾶς Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας. Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν, Προσδοκῶ ἀνάστασιν νεκρῶν, Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.  Ἔτι δὲ τοῦ ἐνανθρωπήσαντος Λόγου μίαν ὑπόστασιν ὁμολογῶ· καὶ ἕνα πιστεύω τὸν αὐτόν, καὶ φύσεσι, τὰ ἐν οἷς, καὶ ἐξ ὧν πέφυκε σώζοντα· ἀκολούθως δὲ καὶ δύο θελήματα πρεσβεύω, τῆς ἑκάστης φύσεως τὸ ἴδιον θέλημα, καὶ τὴν ἰδίαν σωζούσης ἐνέργειαν.  Προσκυνητής εἰμι σχετικῶς, ἀλλ’ αὐ λατρευτικῶς τῶν θείων καὶ σεπτῶν Εἰκόνων, αὐτοῦ τε τοῦ Χριστοῦ, καὶ τῆς πανάγνου Θεομήτορος, καὶ πάντων τῶν Ἁγίων καὶ ἐπὶ τὰ πρωτότυπα τὴν πρὸς ταύτας διαβιβάζω τιμήν· τοὺς δὲ ἄλλως, ἤ οὕτω φρονοῦντας, ὡς ἀλλοτρίοφρονας ἀποβάλλομαι.  Ἀναθεματίζω Ἄρειον, καὶ τοὺς σὺν αὐτῷ σύμφρονας καὶ κοινωνοὺς τῆς αὐτοῦ μανιώδους κακοδοξίας· Μακεδόνιον καὶ τοὺς περὶ αὐτόν, καλῶς ὀνομασθέντας Πνευματομάχους, ὡσαύτως Νεστόριον καὶ τοὺς λοιποὺς αἱρεσιάρχας, καὶ τοὺς τούτον ὁμόφρονας ἀποβάλλομαι, καὶ ἀναθεματίζω.  Καὶ τρανῶς ἀνακηρύττω μεγίστῃ φωνῇ Πᾶσι τοῖς αἱρετικοῖς ἀνάθεμα· Ὅλοις τοῖς αἱρετικοῖς ἀνάθεμα.  Τὴν δὲ Δέσποιναν ἡμῶν, τὴν Θεοτόκον Μαρίαν, κυρίως καὶ ἀληθῶς ὁμολογῶ καὶ κηρύττω ὡς τεκοῦσαν σαρκὶ τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἥτις γενείη μοι βοηθός, σκέπη, καὶ ἀντίληψις πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.  Ἀμήν.

Ὁ (δεῖνα) ἐλέω Θεοῦ, Ἐψηφισμένος τῆς ἁγιωτάτης Μητροπόλεως (τῆς δεῖνος), οἰκείᾳ χειρὶ ὑπέταξα.

Καὶ λαμβάνουσι τὸ Εὐαγγέλιον παρ᾽ αὐτοῦ, καὶ τιθέασιν αὐτὸ ἐπὶ τῆς ἁγίας Τραπέζης.  Οἱ δὲ Διάκονοι ποιοῦντες μετάνοιαν, προσφέρουσιν αὐτὸν ἔμπροσθεν τοῦ πρώτου τῇ τάξει Ἀρχιερέως, λέγοντες τὸ:

1ος Διάκονος:  Κέλευσον

2ος Διάκονος:   Κελεύσατε

1ος Διάκονος:  Κέλευσον Δέσποτα Ἅγιε, τὸν νῦν προσφερόμενόν σοι.

Κατὰ τὴν τάξιν.  Ὁ δὲ Ἀρχιερεὺς εὐλογῶν αὐτόν, λέγει:

Ἀρχιερεὺς:  Η Χάρις τοῦ παναγίου καὶ ζωοποιοῦ Πνεύματος, διὰ τῆς ἡμῶν ταπεινότητος, προχειρίζεταί σε Μητροπολίτην τῆς ἁγιωτάτης Μητροπόλεως (τῆς δεῖνος).

Οἱ δὲ Ψάλται λέγουσιν «Εἰς πολλὰ ἔτη.»

Καὶ ἀσπάζεται αυτὸς μὲν τὴν χεῖρα αὐτοῦ· ὁ δὲ Ἀρχιερεὺς τοῦτον ἐν τῷ μετώπῳ, καὶ τοῖς ὤμοις· ὡσαύτως καὶ οἱ δύο Συλλειτουργοί.  Εἶτα πάλιν στρέφεται, καὶ ἵσταται ἐν τῷ Ἀετῷ· δύο δὲ τῶν πρώτων Ἱερέων λαμβάνουσιν αὐτόν, καὶ προσφέρουσι τῷ Ἀρχιερεῖ, λέγοντες τό:

Ἀρχιερεὺς:  Κελεῦσατε ὡς καὶ οἱ Διάκονοι.  Ὁ δὲ Ἀρχιερεὺς πάλιν εὐλογῶν αὐτὸν λέγει:

Ἀρχιερεὺς:  Η Χάρις τοῦ παναγίου καὶ ζωοποιοῦ Πνεύματος ἔστω μετὰ σοῦ, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Οἱ Ψάλται «Εἰς πολλὰ ἔτη.»

Καὶ πάλιν ἀσπάζονται α᾽τὸν οἱ τρεῖς Ἀρχιερεῖς, καὶ πρότερον.  Εἶτα εἰσέρχεται ἐν τῷ Βήματι καὶ ἐνδύεται ἅπασαν τὴν ἱερατικὴν στολήν.  Ἄρχονται δὲ τῆς ἱερᾶς Λειτουργίας καὶ αὐτὸς οὐκ ἐξέρχεται ἐν τῇ Εἰσόδω.  Δίδονται δὲ κηρία πᾶσι τοῖς ἐν τῷ Ναῷ ἱερωμένοις τε καὶ λαϊκοῖς.  Μετὰ δὲ τὸν Τρισάγιον καὶ τὰς φήμας, λαμβάνουσιν αὐτὸν δύο Ἱερεῖς παρ’ ἑκατέρα, καὶ ἀγαγόντες αὐτὸν διὰ τοῦ βορείου κλίτους, ἵστανται ἐν τῷ μέσῳ τοῦ Ναοῦ, καὶ κελεύουσιν αὐτόν, λέγοντες τὸ: 

1ος Πρεσβύτερος:  Κέλευσον

2ος Πρεσβύτερος:  Κελεῦσατε

1ος Πρεσβύτερος:  Κέλευσον, Δέσποτα ἅγιε.

Φθασάντων δὲ αὐτῶν εἰς τὴν Ὡραίαν Πύλην, λαμβάνουσιν αὐτὸν ἐκ τῶν χειρῶν οἱ συλλειτουργοῦντες τῷ πρώτῳ τῆ τάξει  Ἀρχιερεῖ  Ἐπίσκοποι, καὶ περιάγουσιν αὐτόν, κυκλοῦντες τὴν ἁγίαν Τράπεζαν τρίς, καὶ ψάλλοντες τὰ συνήθη Τροπάρια, «Ἅγιοι Μάρτυρες, Δόξα σοι Χριστὲ ὁ Θεός,» καὶ τὸ «Ἡσαΐα χόρευε.» Μετὰ δὲ ταῦτα, ὁ πρῶτος Ἀρχιερεὺς ἄνεισιν εἰς τὴν κρηπῖδα τὴν πρὸ τῆς ἁγίας Τραπέζης καὶ προσάγεται τούτῳ παρὰ τῶν προειρημένων Ἀρχιερέων ὁ χειροτονεῖσθαι μέλλων ἐκ τοῦ δεξιοῦ μέρους, καὶ κλίνει ἀμφότερα τὰ γόνατα, καὶ τίθησι τὰς χεῖρας αὑτοῦ ἐπὶ τῆς ἁγίας Τραπέζης συνηρμοσμένας ἐπ᾽ ἀλλήλας, ἐφ’ αἷς καὶ τὸ μέτωπον αὐτοῦ ἐπερείδει μετ᾽ εὐλαβείας.  Τοῦ δὲ Ἀρχιερέως ἐπιθέντος ἐπὶ τῆς κεφαλῆς τοῦ χειροτονεῖσθαι μέλλοντος τό τε Ὠμοφόριον, καὶ τὸ ἅγιον Εὐαγγέλιον, ἔρχεται ὁ Χαρτοφύλαξ ἐκ τοῦ ἀριστεροῦ μέρους, καὶ δίδωσιν αύτῷ χάρτην, ἐν ᾧ γέγραπται, εἰ μὲν Πατριάρχης ἐστὶν ὁ Χειροτονῶν, ταῦτα.

Ὁ Ἐψηφισμένος Επίσκοπος:  Ψήφῳ, καὶ δοκιμασίᾳ τῶν ἱερωτάτων Μητροπολιτῶν, καὶ Ἀρχιεπισκόπων, καὶ Ἐπισκόπων.

Εἰ δὲ Μητροπολίτης ταῦτα.

Ὁ Ἐψηφισμένος Μητροπολίτης:  Ψήφῳ, καὶ δοκιμασίᾳ τῶν Θεοφιλεστάτων Ἐπισκόπων καὶ τῶν ὁσιωτάτων Πρεσβυτέρων.

Ἀρχιερεὺς:  Η θεία Χάρις, ἡ πάντοτε τὰ ἀσθενῆ θεραπεύουσα, καὶ τὰ ἐλλείποντα ἀναπληροῦσα, προχειρίζεται (τὸν δεῖνα) τὸν Θεοφιλὲστατον Πρεσβύτερον Ἐπίσκοπον τῆς Θεοσώστου Πόλεως (τῆς δε)· εὐξώμεθα οὖν ὑπὲρ αὐτοῦ, ἵνα ἔλθη ἐπ’ αὐτὸν ἡ χάρις τοῦ Παναγίου Πνεύματος.

Καὶ ψάλλεται παρατεταμένως καὶ ἴσον τῶ ἀκούεσθαι τὸ «Κύριε, ἐλέησον» (γ’) παρὰ τῶν ἐν τῶ Βήματι καὶ παρὰ τῶν ἐκτός.

Ἐπιδιδομένου τοίνυν τοῦ τοιούτου χάρτου τῷ Ἀρχιερεῖ, καὶ τοῦ Χαρτοφύλακος, ἤ τοῦ Ἀρχιδιακόνου λέγοντος, τὸ «Πρόσχωμεν», ὁ Ἀρχιερεὺς ἀναγινώσκει τὰ γεγραμμένα εἰς ἐπήκοον τῶν παρεστώτων· καὶ πάντων φωνούντων, τό «Κύριε, ἐλέησον», ὡς προδεδήλωται, ἀναπτύσσει τὸ Εὐαγγέλιον ὁ Ἀρχιερεύς, καὶ ἐπιτίθησι τῇ κεφαλῇ, καὶ τῷ τραχήλῳ τοῦ χειροτονουμένου, συνεφαπτομένων καὶ τῶν ἄλλων Ἀρχιερέων.  Εἶτα ποιῶν Σταυροὺς τρεῖς ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ ἔχων ἐπικειμένην αὐτῷ τὴν χεῖρα τὴν δεξιάν, εὔχεται οὕτω χαμηλοφώνως.

Ἀρχιερεὺς:  Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ νομοθετήσας ἡμῖν διὰ τοῦ πανευφήμου σου Ἀποστόλου Παύλου, βαθμῶν καὶ ταγμάτων τάξιν, εἰς τὸ ἐξυπηρετεῖσθαι, καὶ λειτουργεῖν τοῖς σεπτοῖς, καὶ ἀχράντοις σου Μυστηρίοις ἐν τῷ ἁγίῳ σου Θυσιαστηρίῳ, πρῶτον Ἀποστόλους, δεύτερον Προφήτας, τρίτον Διδασκάλους.  Αὐτός, Δέσποτα τῶν ἁπάντων, καὶ τοῦτον τὸν ψηφισθέντα, καὶ ἀξιωθέντα ὑπεισελθεῖν τὸν Εὐαγγελικὸν ζυγόν, καὶ τὴν Ἀρχιερατικὴν ἀξίαν, διὰ τῆς χειρὸς ἐμοῦ τοῦ ἁμαρτωλοῦ, καὶ τῶν συμπαρόντων Λειτουργῶν καὶ Συνεπισκόπων, τῷ ἐπιφοιτήσει καὶ δυνάμει, καὶ χάριτι τοῦ Ἁγίου σου Πνεύματος, ἐνίσχυσον, ὡς ἐνίσχυσας τοὺς ἁγίους σου Ἀποστόλους, καὶ Προφήτας· ὡς ἔχρισας τοὺς Βασιλεῖς· ὡς ἡγίασας τοὺς Ἀρχιερεῖς· καὶ ἀνεπίληπτον αὐτοῦ τὴν Ἀρχιερωσύνην ἀπόδειξον, καὶ πάση σεμνότητι κατακοσμῶν, ἅγιον ἀνάδειξον, εἰς τὸ ἄξιον γενέσθαι, τοῦ αἰτεῖν αὐτὸν τὰ πρὸς σωτηρίαν τοῦ λαοῦ, καὶ ἐπακούειν σε αὐτοῦ.  Ὄτι ἡγίασταί σου τὸ ὄνομα καὶ δεδόξασταί σου ἡ Βασιλεία, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καὶ μετὰ τό, «’Αμήν,» λέγει εἶς τῶν συγχειροτονούντων Ἀρχιερέων λεπτῇ φωνῇ, ὅσον ἀκούειν τοὺς συνόντας Ἀρχιερεῖς, καὶ ἀποκρίνεσθαι, τὰ Διακονικὰ ταῦτα:

Συγχειροτονούμενων Ἀρχιερέων:  Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν. 

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ημῶν....

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου....

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), ἱερωσύνης, ἀντιλήψεως, διαμονῆς, εἰρήνης, ὑγείας, καὶ σωτηρίας αὐτοῦ, καὶ τοῦ ἔργου τῶν χειρῶν αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ δούλου τοῦ Θεοῦ (τοὺ δεῖνος), τοῦ νυνὶ προχειριζομένου Ἐπισκόπου, καὶ τῆς σωτηρίας αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ἄσπιλον καὶ ἀμώμητον αὐτῷ τὴν Ἀρχιερωσύνην χαρίσηται, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς πόλεως, ταύτης, πάσης πόλεως, χώρας...

Καὶ ὑπὲρ πάντων τῶν χρηζόντων τῆς παρὰ τοῦ Θεοῦ βοηθείας καὶ ἀντιλήψεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως...

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης...

Καὶ τούτων λεγομένων, ὁ Ἀρχιερεὺς ἔχων ὡσαύτως τῇ τοῦ χειροτονουμένου κορυφῇ τὴν χεῖρα ἐπικειμένην, εὔχεται οὕτω μυστικῶς:

Ἀρχιερεὺς:  Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ διὰ τὸ μὴ δύνασθαι τὴν ἀνθρώπου φύσιν τὴν τῆς Θεότητος ὑπενεγκεῖν οὐσίαν, τῇ σῇ οἰκονομίᾳ ὁμοιοπαθεῖς διδασκάλους καταστήσας, τὸν σὸν ἐπέχοντας θρόνον, εἰς τὸ ἀναφέρειν σοι θυσίαν, καὶ προσφορὰν ὑπὲρ παντὸς τοῦ λαοῦ σου· σύ, Χριστέ, καὶ τοῦτον τὸν ἀναδειχθέντα οἰκονόμον τῆς ἀρχιερατικῆς χάριτος, ποίησον μιμητὴν σοῦ τοῦ ἀληθινοῦ Ποιμένος, τιθέντα τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων σου· ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, φωστῆρα ἐν κόσμῳ· ἵνα, καταρτίσας τὰς ψυχὰς τὰς ἐμπιστευθείσας αὐτῷ ἐπὶ τῆς παρούσης ζωῆς, παραστῇ τῷ Βήματί σου ἀκαταισχύντως, καὶ τὸν μέγαν μισθὸν λάβῃ, ὅν ἡτοίμασας τοῖς ἀθλήσασιν ὑπὲρ τοῦ κηρύγματος τοῦ Εὐαγγελίου σου.  Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς καὶ σοὶ τὴν δόξαν ἁναπέμπομεν, σὺν τῷ ἁνάρχῳ σου Πατρί, καὶ τῷ Πᾳναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Μετὰ τὸ «’Αμήν» αἴρει τὸ Εὐαγγέλιον καὶ τίθησιν ἐπὶ τῆς ἁγίας Τραπέζης.  Εἶτα ἐνδύει τὸν χειροτονηθέντα τὸν Σάκκον, λέγων μεγαλοφώνως «Ἄξιος».  Ψάλλει δὲ τοῦτο τρὶς ὁ ἱερὸς Κλῆρος.  Εἶτα ἐπιτίθησι τῷ χειροτονηθέντι τὸ Ὠμοφόριον, λέγων καὶ ἐπὶ τούτῳ μεγαλοφώνως τό «Ἄξιος,» καὶ ψάλλει τοῦτο τρὶς ὁ α΄ Χορός.  Εἶθ’ οὕτως περιτίθησι τῷ τραχήλῳ τοῦ χειροτονηθέντος τὸ Ἐγκόλπιον, λέγων μεγαλοφώνως τό «Ἄξιος,» καὶ ψάλλει τοῦτο τρὶς ὁ β΄ Χορός.  Εἶτα τίθησιν ἐπὶ τὴν κεφαλὴν τοῦ χειροτονηθέντος τὴν Μίτραν, λέγων τὸ «Αξιος,» ὅπερ ἐπαναλαμβάνεται ψαλλόμενον τρὶς ὑπὸ τοῦ α΄ Χοροῦ.  Τελευταῖον ἐπιδίδωσι τῷ χειρουονηθέντι τὴν Ράβδον, λέγων:

Χειροτονηθέντος Επίσκοπος:  Λάβε τὴν Ράβδον, ἵνα ποιμαίνης τὸ ἐμπιστευθέν, ἔστω αὐτοῖς ὑπὸ σοῦ βακτηρία, καὶ ὑποστηριγμός, τοῖς δὲ ἀπειθέσι, καὶ εὐτραπέλοις, χρῷ αὐτῇ, ράβδῳ ἐπιστυπτικῇ, ράβδῳ παιδεύσεως.

Ἐπιπροστίθησι δὲ ἅμα τῷ ἐπιδοῦναι τὴν Ράβδον τὸ «Ἄξιος» ὅπερ ἐπαναλαμβάνεται ψαλλόμενον τρὶς ὑπὸ τοῦ β’ Χοροῦ.

Επιδοὺς δὲ ὁ χειροτονηθεὶς τὴν Ράβδον ἑνὶ τῶν Διακόνων, λαμβάνει τὰ Δικηροτρίκηρα καὶ εὐλογεῖ ἀπὸ τοῦ Σολέα τὸν λαόν, τῶν Χορῶν ψαλλόντων τό, «Εἰς πολλὰ ἔτη, Δέσποτα».

Εἶτα τὸν Χειροτονηθέντα ἀσπάζεται ὁ Χειροτονήσας καὶ οἱ λοιποὶ Ἐπίσκοποι καὶ τῆς συνήθους εὐφημίας τελουμένης, ἀνέρχονται εἰς τὸ Σύνθρονον καὶ πρῶτος τῶν ἄλλων τοῦ τιμίου Σώματος, καὶ Αἵματος τοῦ Χριστοῦ μεταλαμβάνει.

Digital Chant Stand

Orthodox Worship

The Orthodox Christians inhabit and measure time by a calendar itself touched by the Incarnate Word of God. The recurring rhythms of the year, the months, the weeks, and the days alternating with nights mean much more than the simple passage of time. Read More
Online Chapel