Liturgical Texts of the Orthodox Church

Αὖται αἱ χειροθεσίαι, αἱ ἔξω τοῦ Βήματος, γίνονται οὕτω.

Προσφέρεται ὁ χειροτονούμενος, τοῦ Διακόνου κελεύοντες αὐτόν, καὶ λέγοντος τό:

Διάκονος:  Κέλευσον, κελεύσατε.  Κέλευσον Δέσποτα ἅγιε τὸν σοὶ προσφερόμενον.

Ὁ Πατριάρχης φορῶν Ἐπιτραχήλιον καὶ Ὠμοφόριον, λέγει: 

Πατριάρχης:  Η μετριότης ἡμῶν διὰ τῆς χάριτος τοῦ παναγίου καὶ τελεταρχικοῦ Πνεύματος προχειρίζεταί σε Ἀρχιδιάκονον τῆς καθ΄ ἡμᾶς τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας.  (ἥ μέγαν Οἰκονόμον ἤ ἄλλο τι).

Καὶ εὐλογεῖ αὐτόν, λεγόντων τό «Εἰς πολλὰ ἔτη Δέσποτα»

Εἰ δὲ Μητροπολίτης ἐστὶν ὁ χειροτονῶν, λέγει:

Μητροπολίτης:  Η ταπεινότης ἡμῶν διὰ τῆς χάριτος τοῦ παναγίου καὶ τελεταρχικοῦ Πνεύματος προχειρίζεταί σε Ἁρχιδιάκονον τῆς καθ΄ ἡμᾶς Μητροπόλεως, (ἥ Οἰκονόμον ἤ ἄλλο τι). 

Καὶ εὐλογεῖ αὐτὸν ἐπὶ τῆς κεφαλῆς, καὶ οὐδέν τι πλέον.  Εἰ βούλεται δὲ ὁ Ἀρχιερεύς, λεγέτω καὶ τὰς εὐχὰς μόνον, ἐπιθεὶς αὐτῶ τὴν χεῖρα. Καὶ ἐπὶ μὲν τοῦ ΑΡΧΙΔΙΑΚΟΝΟΥ, εὐχέσθω μεγαλοφώνως.

Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν Ἀρχιδιακονίαν τῷ γένει ἡμῶν τῇ ἀγάτῳ σου προμηθεία δωρησάμενος, τοῦ αὐτὴν ἐνδυσάμενος διατάττειν, καὶ διακονεῖν ἐν τοῖς ὑποβεβηκόσιν ὑπουργοῖς τῶν Θείων σου Μυστηρίων.  Αὐτὸς ἔνδυσον τὴν ψάριν ταύτην τῆς Ἀρχιδιακονίας τὸν παρόντα δοῦλον σου τὸν ἀδελφὸν ἡμῶν, καὶ κατακόσμησον αὐτὸν τῇ σεμνότητί σου, ἐν ἀρχῇ ἵστασθαι τῶν Διακόνων τοῦ λαοῦ σου, καὶ ὑπόδειγμα καλὸν αὐτὸν γενέσθαι τοῖς μετ΄ ἔπειτα ποίησον ἐν γήρει πίονι φθάσαι καὶ δοξάζειν τὸ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν.

Digital Chant Stand

Orthodox Worship

The Orthodox Christians inhabit and measure time by a calendar itself touched by the Incarnate Word of God. The recurring rhythms of the year, the months, the weeks, and the days alternating with nights mean much more than the simple passage of time. Read More
Online Chapel