Liturgical Texts of the Orthodox Church

Ο ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΜΥΡΩΝ ΤΗΣ ΛΥΚΙΑΣ
ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ

Ἱερεύς·  Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού· καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα· γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού· ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού· τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Ἦχος δ΄.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος ἅ΄.
Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β΄.
Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ΄.
Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄.
Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τοῦ Ἱεράρχου τή πανσέπτω Εἰκόνι, πιστοί προσπέσωμεν αὐτῶ ἐκβοῶντες, οἱ ἁμαρτίαις πολλαῖς ἐγκυλινδούμενοι, σπεῦσον ὤ Νικόλαε, Ἱεράρχα Κυρίου, σαῖς πρός τόν Φιλάνθρωπον, ἱεραῖς ἰκεσίαις, παντός κινδύνου, λύπης καί φθορᾶς, καί δεινῶν νόσων, ἁπάλλαξον ἅπαντας.

Δόξα… Καί νῦν…

Θεοτοκίον

Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι· εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού· σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου·επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου·αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν·ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

Ὠδή ἅ΄.
Ἦχος πλ. δ΄.
Ἀρματηλάτην Φαραώ.

Ἄγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ταῖς προσευχαίς σου Ἱερέ Νικόλαε, ἐκδυσωπῶν τόν Θεόν, τό σκοτεινόν νέφος, τό τῆς ἀθυμίας μου, Παμμάκαρ διασκέδασον, θυμηδίας ὑπάρχων, καί εὐθυμίας ἀνάπλεως, τῷ Παμβασιλεῖ παριστάμενος.

Ἄγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ταῖς τῶν παθῶν μέ τρικυμίαις πάντοθεν, περικυκλούμενον, καί λογισμῶν σάλω, τήν ψυχήν δονούμενον, ἐπί λιμένα εὔδιον, τῶν Χριστοῦ θελημάτων, ταῖς προσευχαίς σου κυβέρνησον, ὅπως σέ δοξάζω, Νικόλαε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Τῶν Ἀποστόλων καί Ὁσίων σύσκηνος, ἀποδεικνύμενος, καί Θεϊκῆς αἴγλης, πάντοτε πληρούμενος, τούς τήν σεπτήν σου σήμερον, προσκυνοῦντας Εἰκόνα, φωτός μετόχους ἀνάδειξον, εὐχαίς σου Παμμάκαρ Νικόλαε.

Θεοτοκίον

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Σέ τήν ἐν σπλάγχνοις δεξαμένην Ἄχραντε, τό πῦρ τό ἄστεκτον, ἐκδυσωπῶ πίστει, τῆς γεέννης ρύσαι μέ, καί τῆς ἀποκειμένης μοί, διά πλῆθος πταισμάτων, κολάσεως ἐλευθέρωσον, σού ταῖς εὐπροσδέκτοις δεήσεσι.

Ὠδή γ΄.
Σύ εἰ τό στερέωμα

Ἄγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἴνα σέ δοξάζωμεν, καί σέ πρεπόντως γεραίρωμεν, δίδου ἠμίν, Νικόλαε Μάκαρ, τήν εἰρήνην πρεσβείαις σου.

Ἄγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κόπασον, Νικόλαε, ταῖς σαῖς θερμαῖς παρακλήσεσι, τάς καθ’ ἠμῶν, ἐπανισταμένας, ἀσθενείας δεόμεθα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ρύσαι μέ Νικόλαε, περικυκλούμενον πάθεσι, καί πειρασμοῖς, καί κινδύνοις πλείστοις, ταῖς λιταίς σου καί σῶσον μέ.

Θεοτοκίον

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἔχω σέ Πανάσπιλε, βίου προστάτιν καί τεῖχος ἄρρηκτον διό δεινῶν, τοῦ ματαίου βίου, οὗ πτοοῦμαι τήν ἕφοδον.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ὁ Ἱερεύς μνημονεύει.

Ὠδή δ΄.
Εἰσακήκοα Κύριε

Λαός·

Ἄγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νόσοις πλείστοις Νικόλαε, καί πολλοῖς τοῖς πταίσμασι περιπέπτωκα, πρόφθασαν μέ ρύσαι Πάνσεπτε, ταῖς πρός τόν Δεσπότην ἰκεσίαις σου.

Ἄγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ ἀθώους τυγχάνοντας, νέους τρεῖς θανάτου ἁπαλλαξάμενος, σπεῦσον ρύσαι μέ Νικόλαε, τῆς αἰωνιζούσης κατακρίσεως.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Κατακρίσεως ἄξιος, ζῶν ἐν ἀμελεία εἰμί ὁ ἄθλιος, ταῖς λιταίς σου ἅγιε Νικόλαε, μετανοίας ὅρμω μέ ὁδήγησον.

Θεοτοκίον

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ρυπωθέντα μέ κάθαρον, καί νενεκρωμένον μέ σύ ἀναστησον, Θεοτόκε ἀειπάρθενε, τόν νεκρούς ζωώσαντα κυήσασα.

Ὠδή ἐ΄.
Ἴνα τί μέ ἀπώσω

Ἄγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀκλινεῖ διανοία, πρός τόν Ἐπουράνιον ἀνῆλθες Κύριον, παρ’ οὐ καί τήν χάριν, τῶν μεγίστων θαυμάτων ἀπείληφας, Νικόλαε Μάκαρ· διό ἠμᾶς τούς σούς οἰκέτας, τῶν δεινῶν καί τῶν νόσων ἁπάλλαξον.

Ἄγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐν τή θεία σου Μνήμη, Ἱερέων Νικόλαε σύλλογος τέρπεται, καί Πιστῶν χορεῖαι, τῶν θαυμάτων τῶν σῶν ἀπολαύουσαι, ἐν χαρά τρυφῶσι, καί ὡς εἰκός σέ ἀνυμνούσι, καί προστάτην καλούσι σέ μέγιστον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Λαμπρυνθεῖς θεία αἴγλη, ὤφθη ἡ καρδία σου ὄντως Παράδεισος, τῆς ζωῆς τό ξύλον, κεκτημένη ἐν μέσω τόν Κύριον ὄν δυσώπει Πάτερ, τοῦ Παραδείσου ἀπολαυσαι, τῆς τρυφῆς καί τῆς δόξης τούς δούλους σου.

Θεοτοκίον

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἀνατίθημι, Κόρη, πάσας ἐπί Σοῖ τάς ἐλπίδας τῆς σωτηρίας μου διό δυσωπῶ Σέ, μή παρίδης δεινῶς μέ ποντούμενον, συμφορῶν πελάγει, ἀλλά τήν σήν δίδου μοί χείρα, ὡς τῷ Πέτρω ὁ Υἱός σου, καί σῶσον μέ.

Ὠδή στ΄.
Τήν δέησιν ἐκχεῶ

Ἄγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Χειμάζει μέν τῶν κίνδυνων ὁ σάλος, οὐκ ἰσχύει δέ βυθίσαι μέ Μάκαρ· σέ γάρ ἀεί Κυβερνήτην πλουτήσας, πρός γαληνόν τόν λιμένα ἠδύνομαι, καί φθάνω μέχρις οὐρανοῦ, διά σου Ἱεράρχα Νικόλαε.

Ἄγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰλάσθητι τοῖς σοῖς δούλοις, Παμμάκαρ, καί ὑγείας τήν ἀντίληψιν δίδου ὡς ἀγαθός καί φιλάδελφος φύσει, καί τῶν δεινῶν καί τῶν θλίψεων λύτρωσαι, ταῖς θείαις σου πρός τόν Θεόν, μεσιτείαις, θεοφρον Νικόλαε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Λυτρούμενος ἐκ θανάτου ὡς ὤφθης, τοῖς ἀθώους πρίν, ὤ Πάτερ στρατηλάτα, οὕτω καί νῦν περιστάσεως πάσης, ἠμᾶς καί νόσων Νικόλαε λύτρωσαι, πρεσβείαις σου ταῖς ἱεραῖς, ἴνα πόθω τιμῶμεν τήν Μνήμην σου.

Θεοτοκίον

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Φιλάγαθε, νυσταγμῶ βαρούμενον, ραθυμίας μέ θερμή σου ἱκεσία, ἔγειρον νῦν καί μή δώης ὑπνῶσαι, τῆς ἁμαρτίας σόν δοῦλον εἰς θάνατον, προστάτιν γάρ καί ὁδηγόν, τῆς ἐμῆς σέ ζωῆς ἐπιγράφομαι.

Ἐπιβλεψον μετ’ εὐμενείας, Νικόλαε Μάκαρ, καί πάσαν θλίψιν λιταίς σου ἀπέλασον, ἐκ τῶν ψυχῶν ἠμῶν τῶν οἰκετῶν σου.

Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμήνευτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα Μητρικήν παρρησίαν.

Ὁ Ἱερεύς μνημονεύει…

Κοντάκιον.
Ἦχος δ΄.

Λαός·

Ταῖς τῶν θαυμάτων ἀκτίσι, Νικόλαε, καταφαιδρύνεις ὑφήλιον ἅπασαν, καί λύεις τόν ζόφον τῶν θλίψεων, καί τῶν κινδύνων ἐλαύνεις τήν ἕφοδον, προστάτης ὑπάρχουν θερμοτατος.

Προκείμενον.
Ἦχος δ΄.

Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καί οἱ Ὅσιοί σου ἀγαλλιάσονται (2x).

Στίχος.

Καυχήσονται Ὅσιοι ἐν δόξη, καί ἀγαλλιάσονται ἐπί τῶν κοιτών αὐτῶν.
Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καί οἱ Ὅσιοί σου ἀγαλλιάσονται.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατά Ἰωάννην (ἰ΄ 1-9).

Ἱερεύς·

Εἶπεν ὁ Κύριος πρός τούς ἐληλυθότας πρός αὐτόν Ἰουδαίους. Ἀμήν ἀμήν λέγω ὑμίν. Ὁ μή εἰσερχόμενος διά τῆς θύρας εἰς τήν αὐλήν τῶν προβάτων, ἀλλά ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστι καί ληστής ὁ δέ εἰσερχόμενος διά τῆς θύρας, ποιμήν ἔστι τῶν προβάτων. Τούτω ὁ θυρωρός ἀνοίγει, καί τά πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καί τά ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα, καί ἐξάγει αὐτά. Καί ὅταν τά ἴδια πρόβατα ἐκβάλη, ἔμπροσθεν αὐτῶν πορεύεται, καί τά πρόβατα αὐτῶ ἀκολουθεῖ, ὅτι οἴδασι τήν φωνήν αὐτοῦ. Ἀλλοτρίω δέ οὐ μή ἀκολουθήσωσιν, ἀλλά φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τήν φωνήν. Ταύτην τήν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς ἐκεῖνοι δέ οὐκ ἔγνωσαν τίνα ἤν ἅ ἐλάλει αὐτοῖς. Εἶπεν οὔν πάλιν αὐτοῖς ὁ Ἰησοῦς. Ἀμήν ἀμήν λέγω ὑμίν, ὅτι ἐγώ εἰμί ἡ θύρα τῶν προβάτων. Πάντες, ὅσοι ἦλθον πρό ἐμοῦ, κλέπται εἰσί καί λησταί ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τά πρόβατα. Ἐγώ εἰμί ἡ θύρα δί’ ἐμοῦ ἐάν τίς εἰσέλθη, σωθήσεται, καί εἰσελεύσεται, καί ἐξελεύσεται, καί νομήν εὐρήσει.

Λαός·

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον, ἁπάλλαξον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος:

Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. β΄.
Ὅλην ἀποθεμένοι

Ἅπαντα τόν βίον μου ἐν ἀμελεία διάγων, καί πρό τέλους ἔφθασα, ἄκαρπος ὁ δείλαιος, Ὑπεράγαθε, πονηρῶν πράξεων, ἐπιφέρων μόνον, νῦν φορτία τά δυσβάστακτα ἄπερ Φιλάνθρωπε, σκόρπισον ροπή τοῦ ἐλέους σου, καί δίδου μοί κατάνυξιν, καί ἐπιστροφήν τήν σωτήριον, ταῖς τοῦ Νικολάου, πρεσβείαις εὐπροσδέκτοις ὁ Θεός, ὄν εἰς πρεσβείαν προσάγω σοί, καί τήν σέ κυήσασαν.

Ἱερεύς·

Σῶσον ὁ Θεός τόν λαόν σου…

Ὠδή ζ΄.
Παῖδες Ἑβραίων

Λαός·

Ἄγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ρύστης πλεόντων ἀνεδείχθης, ὤ Νικόλαε, καί τῶν χηρῶν προστάτης, ὀρφανῶν τέ λιμήν, καί πλουτιστῆς πενήτων διό καί ἠμᾶς λύτρωσαι ἐκ κινδύνων σαῖς πρεσβείαις.

Ἄγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ξένα Νικόλαε ἐργάζη, ἐν θαλάσση μακράν καί πάση ὑφηλίω, ταχυδρόμους ἀεί, καί πάσχοντας προφθάνων, καί τούτους ἐκλυτρούμενος, ἐκ τῶν νόσων καί κινδύνων.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Νόσων παντοίων καί κινδύνων, Ἰατρός φανεῖς, Νικόλαε τρισμάκαρ τῆς ψυχῆς μου διό, θεράπευσον τήν νόσον, καί εὐρωστίαν δώρησαι, ταῖς ἐνθέοις σου πρεσβείαις.

Θεοτοκίον

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἐπαρον χείρας σου, Παρθένε, πρός τόν εὔσπλαγχνον Θεόν καί Βασιλέα, καί δεινῶν συμφορῶν, καί νόσων καί κινδύνων, τή κραταιά πρεσβεία σου, ἐξελού τούς σούς οἰκέτας.

Ὠδή ἡ΄.
Τόν Βασιλέα

Ἄγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τούς πειρασμῶν νῦν, περισχεθέντας τῷ βάθει, σούς οἰκέτας Νικόλαε σῶσον, δούς ἠμίν τήν λύσιν, αὐτῶν σαῖς ἰκεσίαις.

Ἄγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς ἐν τρυφή, αὐλιζόμενος Μάκαρ, Οὐρανῶν τέ δόξης ἀπολαύων, τούς σέ ἀνυμνοῦντας, διάσωζε εὐχαίς σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τῷ ἀπροσίτω, ἑλλαμφθεῖς φωτί Πάτερ, τάς ψυχᾶς τῶν ἐν θλίψει αὐγάζεις, διαλύων πάντα, τῶν πειρασμῶν τόν ζόφον.

Θεοτοκίον

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἰσχύεις Κόρη, τόν ἐν ἰσχύι τεκοῦσα, εὐσυμπάθητον Σωτήρα τοῦ Κόσμου διό τή θερμή σου, προστρέχω βοήθεια.

Ὠδή θ΄.
Κυρίως Θεοτοκίον

Ἄγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Γνωρίζει πάσα Κτίσις, Νικόλαε Μάκαρ, σῶν ἀρετῶν καί θαυμάτων τό πέλαγος διό καί χαίρει, προστάτην σέ ὀνομάζουσα.

Ἄγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νικόλαε Παμμάκαρ, σῶζε ἐκ κινδύνων, τούς σούς οἰκέτας πιστῶς σέ δοξάζοντας, ὡς μιμητής τοῦ Σωτῆρος, ἀξιοθαύμαστος.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τρυφῶν ταῖς Οὐρανίαις, θείαις λαμπηδόσι, Θεομακάριστε Πάτερ Νικόλαε, τή προστασία σου σῶσον, ἠμᾶς καί σκέπασον.

Θεοτοκίον

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Μαρία Θεοτόκε, τήν κεκακωμένην, τή ἁμαρτία ψυχήν μου ἀγάθυνον, καί ἀγαθῶν αἰωνίων, μέτοχον ποίησον.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Μεγαλυνάρια

Νικόλαε Μάκαρ πάρεσο νῦν, προστάτης καί φύλαξ, καί ἐκ βλάβης παντοδαπῆς, ἠμᾶς ρύσαι πάντας, ἐν γῆ καί ἐν θαλάσση, τούς σέ θερμῶς φωνούντας, καί μεγαλύνοντας.

Χαίροις τῶν Πατέρων κλέος στερρόν, καί τό τῆς Τριάδος, ἐνδιαίτημα καθαρόν, τῶν πιστῶν προστάτης, καί καταπονουμένων, βοήθεια καί σκέπη, Πάτερ Νικόλαε.

Ἐν νόσοις σέ ἔχομεν Ἰατρόν, ἐν κινδύνοις ρύστης. κηδεμόνα ἐν ὀρφανοῖς, ἐν πένησι πλοῦτον, ἐν θαλάσση σωτήρα, καί χαρμονήν ἐν θλίψει, σοφέ Νικόλαε.

Ὀρφανῶν προστάτην σέ καί χηρῶν, πεινόντων τροφέα, πενομένων τέ πλουτιστήν, αἰχμαλώτων ρύστην, πλεόντων τέ σωτήρα, κεκτήμεθα Παμμάκαρ, σοφέ Νικόλαε.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον

Τροπάριον.
Ἦχος δ΄.

Κανόνα πίστεως, καί εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σέ τή ποίμνη σου, ἡ τῶν πραγμάτων ἀλήθεια διά τοῦτο ἐκτήσω τή ταπεινώσει τά ὑψηλά, τή πτωχεία τά πλούσια. Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῶ, σωθῆναι τάς ψυχᾶς ἠμῶν.

Ὁ Ἱερεύς μνημονεύει.

Ἦχος β΄.
Ὄτε ἐκ τοῦ ξύλου Σέ νεκρόν

Λαός·

Χάριν εἰληφῶς παρά Θεοῦ, πάσι χορηγεῖς τάς ἰάσεις, ὑπό τήν σκέπην σου, ’γιε Νικόλαε, τοῖς σοί προστρέχουσι, φυγαδεύεις δαιμόνων γάρ, ἀνίατα πάθη, πάντας θεραπεύεις δέ, τή προστασία σου. Ὅθεν καί ἠμεῖς δυσωποῦμεν, πρέσβευε πρός Κύριον πάσης, λυτρωθῆναι βλάβης τούς ὑμνοῦντας σέ.

Ἦχος πλ. δ΄.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ἱερεύς·

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.


Orthodox Worship

The Orthodox Christians inhabit and measure time by a calendar itself touched by the Incarnate Word of God. The recurring rhythms of the year, the months, the weeks, and the days alternating with nights mean much more than the simple passage of time. Read More