Liturgical Texts of the Orthodox Church

Α. Πληροφόρησις τοῦ τοπικοῦ Ἱεράρχου.

Ἐπὶ τῇ πρὸς Κύριον ἐκδημίᾳ ἱερέως ἡ οἰκογένεια πληροφορεῖ ἀμέσως τὸν τοπικὸν Μητροπολίτην. Ἐπὶ πλέον ἡ οἰκογένεια πληροφορεῖ τὸ Γραφεῖον τοῦ Ἀρχιεπισκόπου εἰς περίπτωσιν καθ’ ἣν ὁ ἱερεὺς δὲν ἀνῆκε εἰς τὴν Ἂμεσον Ἀρχιεπισκοπικὴν Περιφέρειαν. Ἡ οἰκογένεια δέον νὰ ἀποστείλῃ εἰς τὸ Γραφεῖον τοῦ Ἀρχιεπισκόπου σύντομον βιογραφικὸν σημείωμα περὶ τοῦ κοιμηθέντος ἱερέως, ὡς ἐπίσης καὶ τὰς λεπτομερείας περὶ τῆς κηδείας, ὅπως συμπεριληφθοῦν εἰς τὰ σχετικὰ ἀνακοινωθέντα τῆς Ἀρχιεπισκοπῆς. Ἐπὶ πλέον, ὁ τοπικὸς Ἱεράρχης θὰ ὁρίσῃ, εἰ δυνατόν, τρεῖς ἱερεῖς διὰ νὰ ἐποπτεύσουν εἰς τὴν διαδικασίαν τῆς ἑτοιμασίας τοῦ σκηνώματος τοῦ ἐκδημήσαντος ἀδελφοῦ των καὶ τῆς ἐνδύσεώς του διὰ τῶν ἀμφίων αὐτοῦ.

Β. Ἑτοιμασία τοῦ σώματος πρὸ τῆς κηδείας.

Πρὸ τῆς μεταφορᾶς τοῦ ἐκδημήσαντος ἱερέως εἰς τὸ γραφεῖον τελετῶν, οἱ καθορισμένοι ἱερεῖς ψάλλουν τὴν ἀκολουθίαν τοῦ Τρισαγίου ὑπὲρ τοῦ ἐν Χριστῷ ἀδελφοῦ αὐτῶν εἰς τὸν τόπον ὅπου ἀπεβίωσεν (π.χ. οἰκία, νοσοκομεῖον). Μετὰ τὸ Τρισάγιον τὸ σκήνωμα τοῦ ἱερέως μεταφέρεται εἰς τὸ γραφεῖον τελετῶν.

Ἡ οἰκογένεια τοῦ κοιμηθέντος ἱερέως δέον νὰ προμηθεύσῃ τὸν διευθυντὴν τοῦ γραφείου τελετῶν μὲ πλήρη καθαρὰν ἐνδυμασίαν (ἐσώρουχα, ὑποδήματα, παντελόνιον, κάλτσαι, ὑπουκάμισον, κλπ.), ὡς ἐπίσης καὶ λευκὴν ἢ χρυσὴν ἱερατικὴν στολὴν, συμπεριλαμβανομένων καί «Ἀέρος» καὶ ἐπιστηθίου σταυροῦ ἢ ἐπιγονατίου (ἐάν ὁ ἱερεὺς ἦτο ὀφφικιάλιος).

Μετὰ τὴν ἑτοιμασίαν τοῦ σκηνώματος ὑπὸ τοῦ γραφείου τελετῶν, οἱ ἱερεῖς τελοῦν τὴν πλύσιν καὶ χρῖσιν αὐτοῦ καθὼς τοῦτο καθορίζεται ὑπὸ τοῦ Μεγάλου Εὐχολογίου καὶ περιγράφεται εἰς τὸ κείμενον τὸ ὁποῖον ἀκολουθεῖ κατωτέρω. Ὁ διευθυντὴς γραφείου τελετῶν δέον νὰ ἑτοιμάσῃ τὸ σκήνωμα τοῦ νεκροῦ καὶ νὰ ἐνδύσῃ τοῦτο διὰ τῶν ἐσωρούχων, παντελονίου καὶ ὑπουκαμίσου, ἄνευ τῶν ὑποδημάτων καὶ καλτσῶν, ὥστε οἱ πόδες νά εἶναι γυμνοὶ διὰ τὴν χρῖσιν. Ὅταν συμπληρωθῆ ἡ χρῖσις καὶ ἡ ἔνδυσις καὶ ψαλῆ τὸ Τρισάγιον, τὸ σκήνωμα τοῦ ἱερέως μεταφέρεται εἰς τὴν Ἐκκλησίαν ὅπου θὰ τελεσθῇ ἡ ἐξόδιος ἀκολουθία (κηδεία).

Γ. Τρισάγιον

Τὸ πρῶτον Τρισάγιον ψάλλεται, εἰ δυνατόν, ἀμέσως μετὰ τὴν πρὸς Κύριον ἐκδημίαν τοῦ ἱερέως εἰς τὸν τόπον ὅπου ἐκοιμήθη (οἰκία, νοσοκομεῖον). Τὸ δεύτερον Τρισάγιον ψάλλεται μετὰ τὴν ἔνδυσιν τοῦ ἱερέως διὰ τῆς ἱερατικῆς στολῆς ὅπως αὓτη περιγράφεται κατωτέρω. Ὁ χρόνος τοῦ τρίτου Τρισαγίου διευθετεῖται ἐν συνεννοήσει μετὰ τοῦ τοπικοῦ Ἱεράρχου.

Δ. Τοποθέτησις καὶ ἑτοιμασία τοῦ σκηνώματος τοῦ Ἱερέως ἐντὸς τοῦ ναοῦ.

Μετὰ τὴν μεταφορὰν τοῦ σκηνώματος τοῦ ἱερέως εἰς τὸν ναὸν ὑπὸ τῶν ἱερέων ὅπως ἐκτεθῇ εἰς λαϊκὸν προσκύνημα, τὸ φέρετρον ἀνοίγεται καὶ τὸ Ἱερὸν Εὐαγγέλιον τοποθετεῖται ἐπὶ τοῦ στήθους τοῦ ἐκλιπόντος ἱερέως (μέ τὴν παράστασιν τῆς Ἀναστάσεως εἰς τὸ ἄνω μέρος), ἐνῶ τὸ πρόσωπον τοῦ νεκροῦ εἶναι ἐστραμμένον πρὸς τὸ Ἅγιον Βῆμα (πρὸς Ἀνατολάς). Ἡ δεξιὰ χεὶρ τοῦ ἱερέως ἐπαναπαύεται εἰς σχῆμα εὐλογίας ἐπὶ τοῦ Εὐαγγελίου πρὸς ἀπόδοσιν τιμῆς ὑπὸ τῶν πιστῶν δι’ ἀσπασμοῦ.

Ε. Θεία Λειτουργία καὶ ἐξόδιος ἀκολουθία (κηδεία).

Ὁ τοπικὸς Ἱεράρχης ὁρίζει τὸν ἱερέα ἢ τοὺς ἱερεῖς, οἱ ὁποῖοι θὰ τελέσουν τὴν Θείαν Λειτουργίαν τὴν ἡμέραν τῆς κηδείας. Ὅταν συμπληρωθῇ ἡ ἐξόδιος ἀκολουθία (κηδεία), προτοῦ κλεισθῇ τὸ φέρετρον, ἀφαιρεῖται ὁ ἐπιστήθιος σταυρὸς καὶ τὸ Ἱερὸν Εὐαγγέλιον.

Η ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΧΡΙΣΕΩΣ

Ἀπαραίτητα ἀντικείμενα

1) Μικρὰ λεκάνη∙ 2) Ἐλαιόλαδον∙ 3) Σπόγγος∙ 4) Ὕδωρ.

Κατ’ ἀρχὴν τὸ ὕδωρ ἀναμείγνυται μετὰ τοῦ ἐλαιολάδου εἰς τὴν μικρὰν λεκάνην. Οἱ ἱερεῖς φέροντες ράσον καὶ ἐπιτραχήλιον, χρίουν τὰς χεῖρας, τοὺς πόδας, καὶ τὸ μέτωπον τοῦ ἐκδημήσαντος ἱερέως ἐνῶ ἀναγινώσκουν τὸν 50ὸν Ψαλμόν. Εἴθισται νὰ σχηματίζεται ὁ τύπος τοῦ σταυροῦ μετὰ τοῦ σπόγγου ὅταν χρίεται ὁ ἱερεύς.

Ψαλμός 50

ΕΛΕΗΣΟΝ με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἰς τὸ τέλος τῆς χρίσεως, οἱ ἱερεῖς, λέγοντες τὰς εὐχὰς τῆς ἐνδύσεως τῶν ἱερατικῶν ἀμφίων, ἐνδύουν τὸν ἀδελφὸν αὐτῶν μέ πλήρη ἱερατικὴν στολήν.

ΕΝΔΥΣΙΣ ΤΟΥ ΙΕΡΕΩΣ

(Ἡ ἔνδυσις γίνεται εἰς τὸ Γραφεῖον Τελετῶν)

Οἱ ἱερεῖς, προτοῦ ἐνδύσουν τὸν ἐκδημήσαντα ἀδελφὸν αὐτῶν, εὐλογοῦν καὶ ἀσπάζονται ἕκαστον ἄμφιον.

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰς τὸ στιχάριον·

Ἀγαλλιάσεται ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γὰρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ με· ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ.

Εἰς τὸ ἐπιτραχήλιον·

Εὐλογητὸς ὁ Θεός, ὁ ἐκχέων τὴν χάριν αὐτοῦ ἐπὶ τοὺς ἱερεῖς αὐτοῦ· ὡς μῦρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ.

Εἰς τὴν ζώνην·

Εὐλογητὸς ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν καὶ ἔθετο ἄμωμον τὴν ὁδὸν μου.

Εἰς τὰ ἐπιμάνικα, ἐν μὲν τῷ δεξιῷ·

Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύι· ἡ δεξιά σου χείρ, Κύριε, ἔθραυσεν ἐχθρούς· καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους.

Ἐν δὲ τῷ ἀριστερῷ·

Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου.

Εἰς τὸ ἐπιγονάτιον (ἐάν ἔχει)·

Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου· καὶ ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε, ἔνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης· καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.

Εἰς τὸ φελόνιον·

Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Ἐὰν ὁ κεκοιμημένος ἱερεὺς ἔχῃ ἐκκλησιαστικὸν ὀφφίκιον ἵνα φέρῃ ἐπιστήθιον σταυρόν, ὁ πρῶτος τῶν ἱερέων τοποθετεῖ αὐτὸν (μέ κομμένην τὴν ἁλυσίδα εἰς τὸ ἄνω ἄκρον, ὣστε ὁ σταυρὸς νὰ δύναται νὰ ἀφαιρεθῇ εὐκόλως πρὸ τῆς ταφῆς) λέγων∙

Εἰς τὸν Σταυρόν·

Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.

Εἶτα, οἱ ἱερεῖς ποιοῦσιν τὸ Τρισάγιον ὑπὲρ αἰωνίου ἀναπαύσεως τοῦ κεκοιμειμένου ἀδελφοῦ.

ΤΡΙΣΑΓΙΟΝ

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἡμᾶς. (γ’) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.

Κύριε ἐλέησον. (γ´)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ πνευμάτων δικαίων τετελειωμένων τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον, φυλάττων αὐτὴν εἰς τὴν μακαρίαν ζωήν, τὴν παρὰ σοί, φιλάνθρωπε.

Εἰς τὴν κατάπαυσίν σου, Κύριε, ὅπου πάντες οἱ ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ καταβὰς εἰς Ἅδην καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένωv, αὐτὸς καὶ τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀφράστως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ ἐλεηθῆναι καὶ συγχωρηθῆναι τὴν ψυχὴν τοῦ δούλου σου.

Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Κύριε ἐλέησον. (γ´)

Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ (δεῖνα) ἱερέως, ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν γενομένου, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Κύριε ἐλέησον. (γ´)

Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ ἔνθα οἱ δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

Παράσχου, Κύριε.

Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.

Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας τὸν δὲ διάβολον καταργήσας καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος∙ αὐτός, Κύριε, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου σου (δεῖνα) ἱερέως, ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν γενομένου, ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος, Κύριε, ἐκτὸς ἁμαρτίας ὑπάρχεις, ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου ἀλήθεια.

Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.

Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ μακαρία ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου (δεῖνα) ἱερέως, ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν γενομένου, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΑΠΟΛΥΣΙΣ

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Ὁ καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων ἐνδόξων Προπατόρων Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, τοῦ ὁσίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημέρου, καὶ πάντων των Ἁγίων, τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου αὐτοῦ (δεῖνα) ἱερέως, ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν γενομένου ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις Ἀβραὰμ ἀναπαύσαι, καὶ μετὰ δικαίων συναριθμήσαι ἡμᾶς δ’ ἐλεήσαι καὶ σώσαι ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Αἰωνία σου ἡ μνήμη ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφὲ ἡμῶν. (γ)

Ψάλλεται τό∙

Αἰωνία ἡ μνήμη. (γ)

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.


Orthodox Worship

The Orthodox Christians inhabit and measure time by a calendar itself touched by the Incarnate Word of God. The recurring rhythms of the year, the months, the weeks, and the days alternating with nights mean much more than the simple passage of time. Read More