Liturgical Texts of the Orthodox Church

Ποιεῖ Εὐλογητόν. Καὶ εὐθὺς τὸ Τρισάγιον. «Παναγία Τριάς... Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...» Εἶτα τὴν παροῦσαν Εὐχήν.

Ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Αρχιερεύς: Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ τῶ Πέτρω, καὶ τοῖς λοιποῖς ἕνδεκα Μαθηταῖς, ἀποστολικὴν καὶ πνευματικὴν διακονίαν χαρισάμενος, λύειν καὶ δεσμεύειν τὰ τῶν ἀνθρώπων πταίσματα ἐντειλάμενος, αὐτὸς καὶ νῦν τὸν δοῦλόν σου (τὸν δεῖνα), τὸν παρ’ ἐμοῦ μὲν ψηφισθέντα, πάσης δὲ χάριτος τελειωθέντα, ἄξιον καῖ αὐτὸν τῆς ἀποστολικῆς καὶ πνευματικῆς σου διακονίας, διὰ τῆς ἐμῆς ἐλεεινότητος ἀνάδειξον, εἰς τὸ λύειν καὶ δεσμεύειν δεσμεύειν τὰ τῶν ἀναξίων πταίσματα. Ὅτι σὺ εἶ ὁ δοτὴρ τῶν ἀγαθῶν, καὶ σοὶ τῆν δόξαν ἀναπέμπομεν, τῶ Πατρί,...

Καὶ μετὰ ταύτην, τὸ Εὐαγγέλιον.

Ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ὁ Αρχιερεύς: Εἰρήνη πᾶσι. Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

Ὁ Διάκονος: Πρόσχωμεν.

Καὶ ὁ Αρχιερεύς:

Ὁ Αρχιερεύς: Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν Ζαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων, ὅπου ἦσαν οἱ Μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπών, ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ Μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλκέ με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται.

Πάλιν ὁ Ἀρχιερεύς:

Ὀ Ἀρχιερεύς: Ἡμετριότης (ἢ ἡ ταπεινότης) ἡμῶν, διὰ τῆς χάριτος τοῦ παναγίου καὶ τελεταρχικοῦ Πνεύματος, προχειρίζεταί σε τὸν εὐλαβέστατον (τὸν δεῖνα) Πνευματικόν, εἰς τὸ τῆς πνευματικῆς πατρότητος λειτούργημα, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Καὶ Ἀπόλυσις.


Orthodox Worship

The Orthodox Christians inhabit and measure time by a calendar itself touched by the Incarnate Word of God. The recurring rhythms of the year, the months, the weeks, and the days alternating with nights mean much more than the simple passage of time. Read More