COVID-19

COVID-19 Relief Fund

Make a Donation

Personal and Devotional Prayers

Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἡμῶν, ὁ διά τήν πολλήν σου ἀγαθότητα ποιήσας τόν ἄνθρωπον, ὁ ἰατρός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, πρόσχες νῦν ἐπί τήν δέησιν τῶν τέκνων σου, καί ῥῦσαι ἡμᾶς τῆς ἐπελθούσης τῷ κόσμῳ σου ἀπειλῆς· ὅτι νόσος ἐνέσκηψε δεινή, καί φόβος θανάτου ἐκύκλωσεν ἡμᾶς. Πλεῖστοι ἠσΘένησαν, καί ἱκανοί ἐκ τοῦ λοιμοῦ ἐκοιμήθησαν, καί οὔκ ἐστιν ὁ λυτρούμενος μλήν σου, Κύριε.

Οἴδαμεν, Ἀγαθέ, ὅτι πρός νουΘεσίαν ἡμῶν ἐπήγαγες ταῦτα ἐφ᾽ἡμᾶς· ἀλλά νῦν ἐπιστρέφοντες, ἐν μετανοίᾳ κραυγάζομεν· τήν νομήν τοῦ λοιμοῦ ἀνάστειλον, καί πάντας ώς οἰκτίρμων θεράπευσον· τούσ δέ Θανόντας ἀδελφούς ἡμῶν ἐν ταῖς σκηναῖς σου ἀνάπαυσον. Εἰρήνην τῇ οἰκουμένῃ δώρησαι, καί γνώτωσαν πάντες ὅτι Σύ εἶ Θεός μόνος, καί οἱ πιστεύοντες εἰς Σέ οὐ δεδοίκασι Θάνατον.

Ὅτι σύ εἶ ἡ ἐλπίς ἡμῶν, καί εἰς χεῖρας σου ἠ ζωή ἡμῶν ἄπασα, καί σοί τήν δόξαν ἀναπέμπομεν, σύν τῷ Πατρί καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

(Ἀφορμή διά τήν σύνταξι τῆς ἀνωτέρω προσευχῆς ὑπῆρξε ἡ ἐπιδημία τοῦ κορονοϊοῦ.)


The Fruits of True Prayer

Prayer is doxology, praise, thanksgiving, confession, supplication and intercession to God. "When I prayed I was new," wrote a great theologian of Christian antiquity, "but when I stopped praying I became old." Prayer is the way to renewal and spiritual life. Prayer is aliveness to God. Read More