Skip to content. Skip to navigation
Personal tools

Μεγάλη Δευτέρα

Document Actions

Apolytikion in the Plagal of the Fourth Tone

Ιδοὺ, ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός· καὶ μακάριος ὁ δοῦλος ὄν εὐρήσει γρηγοροῦντα· ἀνάξιος δέ πάλιν, ὄν εὑρήσει ῥαθυμοῦντα βλέπε οὗν, ψυχή μου, μὴ τῷ ὔπνῳ κατενεχθῇς, ἴνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς· ἀλλὰ ἀνάνηψον κράζουσα· Ἄγιος, Ἄγιος, Ἄγιος εἶ ὁ Θεός ἡμῶν· προστασίαις τῶν Ἀσωμάτων σῶσον ἡμᾶς.

Kontakion in the Plagal of the Fourth Tone

Ὁ Ἰακὼβ ὠδύρετο, τοῦ Ἰωσὴφ τὴν στέρησιν, καὶ ὁ γενναῖος ἐκάθητο ἅρματι, ὡς βασιλεὺς τιμώμενος· τῆς Αἰγυπτίας γὰρ τότε ταῖς ἡδοναῖς μὴ δουλεύσας, ἀντεδοξάζετο παρὰ τοῦ βλέποντος τὰς τῶν ἀνθρώπων καρδίας, καὶ νέμοντος στέφος ἄφθαρτον.