Ἐκ τοῦ Κατὰ Ματθαῖον 28:16-20 Εὐαγγελίου τὸ Ἀνάγνωσμα
Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ Ὄρος, οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. Καὶ ἰδόντες αὐτόν, προσεκύνησαν αὐτῷ· οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ Ἰησοῦς, ἐλάλησεν αὐτοῖς, λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Πορευθέντες οὖν, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Καὶ ἰδού, ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.
Έἰκών ©
Greek Orthodox Archdiocese of America
Περισσότερα Αναγνώσματα Ιανουαρίου 27, 2013
Ἀνάγνωσις Ἐπιστολῆς – Πρὸς Ἑβραίους 7:26-28, 8:1-2
Ἀδελφοί, τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς
Read More
Online Chapel