Ἐκ τοῦ Κατὰ Ματθαῖον 3:13-17 Εὐαγγελίου τὸ Ἀνάγνωσμα
Τῷ καιρῷ ἐκείνῳ, παραγίνεται ὁ ᾿Ιησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν ᾿Ιορδάνην πρὸς τὸν ᾿Ιωάννην τοῦ βαπτισθῆναι ὑπ᾿ αὐτοῦ. ὁ δὲ ᾿Ιωάννης διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπε πρὸς αὐτόν· ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην· τότε ἀφίησιν αὐτόν· καὶ βαπτισθεὶς ὁ ᾿Ιησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν· καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
Έἰκών ©
Greek Orthodox Archdiocese of America
Περισσότερα Αναγνώσματα Ιανουαρίου 6, 2013
Ἀνάγνωσις Εὐαγγελίου Ὄρθρου – Κατὰ Μᾶρκον 1:9-11
Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ ᾿Ιησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας
Read More
Online Chapel