Πρὸς Κορινθίους α' 8:8-13, 9:1-2
ΨΑΛΜΟΙ 146.5;134.3
Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς ἀὐτοῦ.
Στίχ. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθός.
Πρὸς Κορινθίους α' 8:8-13, 9:1-2 τὸ ἀνάγνωσμα
Ἀδελφοί, βρῶμα ἡμᾶς οὐ παρίστησιν τῷ θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα. Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, διʼ ὃν Χριστὸς ἀπέθανεν; Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφούς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Οὐκ εἰμὶ ἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος; Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν κύριον ἡμῶν ἑώρακα; Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ; Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ.
Περισσότερα Αναγνώσματα Φεβρουαρίου 19, 2023
Ἀνάγνωσις Εὐαγγελίου Ὄρθρου – Κατὰ Μᾶρκον 16:9-20
Ἀναστὰς ὁ Ἰησοῦς πρωῒ πρώτῃ Σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ
Read MoreἈνάγνωσις Εὐαγγελίου – Κατὰ Ματθαῖον 25:31-46
Εἶπεν ὁ Κύριος· Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου
Read More