Liturgical Texts of the Orthodox Church

Ἐπὶ δὲ ΠΡΩΤΟΠΡΕΣΒΥΤΕΡΟΥ λεγέτω ταύτην:

Ἀρχιερεὺς:  Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὴν Ἱερωσύνην  χαρισάμενος τῷ γένει ἡμῶν, καὶ τῆς τοιαύτης δωρεᾶς καὶ τιμῆς τῆν χάριν ἡμᾶς ἐνδυσάμενος, καὶ αὐτοὺς ἱκανοὺς εὐλαβεῖς καθιστάμενος, τοῦ ἰερατικῶς διατάττειν, καὶ διακονεῖν τοὺς ὑποβεβηκότας λειτουργοὺς τῶν Μυστηρίων σου.  Αὐτὸς ἔνδυσον τὸν ἀδελφὸν ἡμῶν (τὸν δεῖνα) καὶ τῄ σεμνότητι κατακόσμησον  αὐτόν, τοῦ ἐν ἀρχῇ ἴστασθαι τῶν Πρεσβυτέρων τοῦ λαοῦ σου, καὶ καλὸν ὑπόδειγμα τοῖς μετ’ αὐτὸν γενέσθαι καταξίωσον καὶ μετ’ εὐλαβείας καὶ αἰδοῦς ἐν γήρει καλῷ τελέσαι τὸν βίον εὐδόκησον καὶ πάντας ἡμᾶς ὡς ἀγαθὸς Θεὸς ἐλέησον.  Ὅτι σὺ εἶ ὁ δοτὴρ τῆς σοφίας καὶ σὲ ὑμνεῖ πᾶσα ἡ Κτίσις, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν.

 

Digital Chant Stand

Orthodox Worship

The Orthodox Christians inhabit and measure time by a calendar itself touched by the Incarnate Word of God. The recurring rhythms of the year, the months, the weeks, and the days alternating with nights mean much more than the simple passage of time. Read More
Online Chapel