BEGIN:VCALENDAR
PRODID:-//Greek Orthodox Archdiocese of America//Planner 2019-//EN
CALSCALE:GREGORIAN
VERSION:2.0
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190901
DTEND;VALUE=DATE:20190902
SUMMARY:Ἀρχή τῆς Ἰνδίκτου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 1 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἀρχή τῆς Ἰνδίκτου; Συμεών ὁ Στυλίτης; Σύναξις τής Υπεραγίας Θεοτόκου τών Μιασηνών; 40 Μάρτυρες παρθένοι ἀσκητρίοι καί Ἀμμοῦν Διάκονος καί διδάσκαλος αὐτῶν; Μάρτυς Καλλίστη; Μελέτιος ; Ιησού τού Ναυή; Νικόλαος ὁ Κουρταλιώτης\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 21:14-25\nΤῷ καιρῷ ἐκείνῳ\, ἐφανερώθη ὁ ᾿Ιησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν\, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων ᾿Ιωνᾶ\, ἀγαπᾷς με πλεῖον τούτων; λέγει αὐτῷ· ναί\, Κύριε\, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ᾿Ιωνᾶ\, ἀγαπᾷς με; λέγει αὐτῷ· ναί\, Κύριε\, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον· Σίμων ᾿Ιωνᾶ\, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον\, φιλεῖς με\, καὶ εἶπεν αὐτῷ· Κύριε\, σὺ πάντα οἶδας\, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· βόσκε τὰ πρόβατά μου. ἀμὴν ἀμὴν λέγω σοι\, ὅτε ἦς νεώτερος\, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς\, ἐκτενεῖς τὰς χεῖράς σου\, καὶ ἄλλος σε ζώσει\, καὶ οἴσει ὅπου οὐ θέλεις. τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· ἀκολούθει μοι. ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ ᾿Ιησοῦς ἀκολουθοῦντα\, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε\, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ ᾿Ιησοῦ· Κύριε\, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι\, τί πρὸς σέ; σὺ ἀκολούθει μοι. ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς ὅτι οὐκ ἀποθνήσκει\, ἀλλ᾽ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι\, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα\, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς\, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν\, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἀμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 2:1-7\nΤέκνον Τιμόθεε\, παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις\, προσευχάς\, ἐντεύξεις\, εὐχαριστίας\, ὑπὲρ πάντων ἀνθρώπων\, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων\, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Θεοῦ\, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἷς γὰρ Θεός\, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων\, ἄνθρωπος Χριστὸς ᾿Ιησοῦς\, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων\, τὸ μαρτύριον καιροῖς ἰδίοις\, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος\,- ἀλήθειαν λέγω ἐν Χριστῷ\, οὐ ψεύδομαι\,- διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθεία.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 4:16-22\nΤῷ καιρῷ ἐκείνῳ\, ἦλθεν ὁ Ἰησοῦς εἰς Ναζαρά\, οὗ ἦν τεθραμμένος\, καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν\, καὶ ἀνέστη ἀναγνῶναι. καὶ ἐπεδόθη αὐτῷ βιβλίον ῾Ησαΐου τοῦ προφήτου\, καὶ ἀναπτύξας τὸ βιβλίον εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον· Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ\, οὗ εἵνεκεν ἔχρισέ με\, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με\, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν\, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν\, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει\, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτόν. καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ. ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190902
DTEND;VALUE=DATE:20190903
SUMMARY:Μάμας Μάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 2 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Μάμας Μάρτυς; Ἰωάννης Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως; Παύλος\, Πατριάρης τοῦ Κωνστατινουπόλεως; Μαρτύρων: Ἀειθαλά\, Ἀμμούν ; Κοσμᾶς ὁ Ἐρημίτης\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 8:28-39\nἈδελφοί\, οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν\, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Ὅτι οὓς προέγνω\, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ\, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· οὓς δὲ προώρισεν\, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν\, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν\, τούτους καὶ ἐδόξασεν. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν\, τίς καθʼ ἡμῶν; Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο\, ἀλλʼ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν\, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων; Χριστὸς ὁ ἀποθανών\, μᾶλλον δὲ καί ἐγερθείς\, ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ θεοῦ\, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλῖψις\, ἢ στενοχωρία\, ἢ διωγμός\, ἢ λιμός\, ἢ γυμνότης\, ἢ κίνδυνος\, ἢ μάχαιρα; Καθὼς γέγραπται ὅτι Ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἀλλʼ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 1:9-15\nἘν ἐκείναις ταῖς ἡμέραις ἦλθεν ὁ ᾿Ιησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ ᾿Ιωάννου εἰς τὸν ᾿Ιορδάνην. καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡς περιστερὰν καταβαῖνον ἐπ᾿ αὐτόν· καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός\, ἐν σοὶ ηὐδόκησα. Καὶ εὐθέως τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον· καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ σατανᾶ\, καὶ ἦν μετὰ τῶν θηρίων\, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. Μετὰ δὲ τὸ παραδοθῆναι ᾿Ιωάννην ἦλθεν ὁ ᾿Ιησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦκαὶ λέγων ὅτι πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190903
DTEND;VALUE=DATE:20190904
SUMMARY:Ἄνθιμος Ἱερομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 3 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἄνθιμος Ἱερομάρτυς; Θεόκτιστος καί Εὐθύμιος; Πολυδώρου Μάρτυρος; Λείψανων τοῦ Ἀγίου Νεκταρίου; Χαρίτων ὁ Μάρτυρας; Φοίβη ἡ διακόνισσα\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 5:15-21\nἈδελφοί\, Χριστός ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν\, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν\, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Ὥστε εἴ τις ἐν Χριστῷ\, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν\, ἰδού\, γέγονεν καινὰ τὰ πάντα. Τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ\, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Ἰησοῦ Χριστοῦ\, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς· ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ\, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν\, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν\, ὡς τοῦ θεοῦ παρακαλοῦντος διʼ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ\, καταλλάγητε τῷ θεῷ. Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν\, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν\, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 1:16-22\nΤῷ καιρῷ ἐκείνῳ\, περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ τοῦ Σίμωνος\, βάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς· καὶ εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· δεῦτε ὀπίσω μου\, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. καὶ εὐθέως ἀφέντες τὰ δίκτυα αὐτῶν ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν ὀλίγον εἶδεν ᾿Ιάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν αὐτοῦ\, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα\, καὶ εὐθέως ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ. Καὶ εἰσπορεύονται εἰς Καπερναούμ· καὶ εὐθέως τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκε.καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων\, καὶ οὐχ ὡς οἱ γραμματεῖς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190904
DTEND;VALUE=DATE:20190905
SUMMARY:Βαβύλας Ἱερομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 4 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Βαβύλας Ἱερομάρτυς; Μωϋσῆς Προφήτης; Ἐρμιόνης\, Μάρτυς; Ανθίμου Οσίου; Ἄνθιμος ὁ νέος ἀσκητής\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 6:11-16\nἈδελφοί\, τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς\, Κορίνθιοι\, ἡ καρδία ἡμῶν πεπλάτυνται. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν\, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν - ὡς τέκνοις λέγω - πλατύνθητε καὶ ὑμεῖς. Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; Τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; Ὑμεῖς γὰρ ναὸς θεοῦ ἐστε ζῶντος\, καθὼς εἶπεν ὁ θεός.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 1:23-28\nΤῷ καιρῷ ἐκείνῳ\, ἄνθρωπος τις ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ\, καὶ ἀνέκραξελέγων· ἔα\, τί ἡμῖν καὶ σοί\, ᾿Ιησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ\, ὁ ἅγιος τοῦ Θεοῦ. καὶ ἐπετίμησεν αὐτῷ ὁ ᾿Ιησοῦς λέγων· φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ κράξαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. καὶ ἐθαμβήθησαν πάντες\, ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας· τί ἐστι τοῦτο; τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη\, ὅτι κατ᾿ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει\, καὶ ὑπακούουσιν αὐτῷ; καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190905
DTEND;VALUE=DATE:20190906
SUMMARY:Ζαχαρίας καὶ Ἐλισάβετ\, γονέις τοῦ Προδρόμου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 5 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ζαχαρίας καὶ Ἐλισάβετ\, γονέις τοῦ Προδρόμου; Μέδιμνος\, Ὀυρβανός\, Θεόδωρος\, καὶ ὁι 77 σὺν αυτοίς \n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 7:1-10\nἈδελφοί\, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος\, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ. Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν\, οὐδένα ἐφθείραμεν\, οὐδένα ἐπλεονεκτήσαμεν. Οὐ πρὸς κατάκρισιν λέγω· προείρηκα γάρ\, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστὲ εἰς τὸ συναποθανεῖν καὶ συζῇν. Πολλή μοι παρρησία πρὸς ὑμᾶς\, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει\, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν\, ἀλλʼ ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι\, ἔσωθεν φόβοι. Ἀλλʼ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς\, ὁ θεός\, ἐν τῇ παρουσίᾳ Τίτου· οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ\, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφʼ ὑμῖν\, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν\, τὸν ὑμῶν ὀδυρμόν\, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ\, ὥστε με μᾶλλον χαρῆναι. Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ\, οὐ μεταμέλομαι\, εἰ καὶ μετεμελόμην· βλέπω γὰρ ὅτι ἡ ἐπιστολὴ ἐκείνη\, εἰ καὶ πρὸς ὥραν\, ἐλύπησεν ὑμᾶς. Νῦν χαίρω\, οὐχ ὅτι ἐλυπήθητε\, ἀλλʼ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ θεόν\, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. Ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 23:29-39\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Οὐαὶ ὑμῖν\, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί\, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων\,καὶ λέγετε· εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν\, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. ὄφεις\, γεννήματα ἐχιδνῶν! πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; Διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς\, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε\, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν\, ὅπως ἔλθῃ ἐφ᾿ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος ῎Αβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου\, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. ἀμὴν λέγω ὑμῖν ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην. ῾Ιερουσαλὴμ ῾Ιερουσαλήμ\, ἡ ἀποκτέννουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν! ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας\, καὶ οὐκ ἠθελήσατε. ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. λέγω γὰρ ὑμῖν\, οὐ μή με ἴδητε ἀπ᾿ ἄρτι ἕως ἂν εἴπητε\, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190906
DTEND;VALUE=DATE:20190907
SUMMARY:θαῦμα ἐν Χώναις\, παρά τοῦ Άρχιστρατῆγου Μιχαὴλ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 6 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: θαῦμα ἐν Χώναις\, παρά τοῦ Άρχιστρατῆγου Μιχαὴλ; Καλοδότη Μάρτυς\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 2:2-10\nἈδελφοί\, εἰ ὁ δι΄ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος\, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν\, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις\, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου\, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη\, συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν\, καὶ ποικίλαις δυνάμεσιν\, καὶ πνεύματος ἁγίου μερισμοῖς\, κατὰ τὴν αὐτοῦ θέλησιν. Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν\, περὶ ἧς λαλοῦμεν. Διεμαρτύρατο δέ πού τις λέγων\, Τί ἐστιν ἄνθρωπος\, ὅτι μιμνήσκῃ αὐτοῦ; Ἢ υἱὸς ἀνθρώπου\, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα\, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. Τὸν δὲ βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν\, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον\, ὅπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Ἔπρεπεν γὰρ αὐτῷ\, διʼ ὃν τὰ πάντα\, καὶ διʼ οὗ τὰ πάντα\, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα\, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10:16-21\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Ο ἀκούων ὑμῶν ἐμοῦ ἀκούει\, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. ῾Υπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε\, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ\, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε\, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. ᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι\, πάτερ\, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς\, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν\, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί\, ὁ πατήρ\, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190907
DTEND;VALUE=DATE:20190908
SUMMARY:Προεόρτια τῆς Γεννήσεως τῆς Θεοτόκου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 7 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Προεόρτια τῆς Γεννήσεως τῆς Θεοτόκου; Σώζων Μάρτυς; Κασσιανή ; Αποστόλων Ευόδου καί Ονησιφόρου; Ἰωάννου του Θαυματουργού του Νόβγκοροντ; Ἐπίσκοποι Λέρνης Ἰωάννης καί Σέργιος\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 2:6-9\nἈδελφοί\, σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου\, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου\, τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν σοφίαν θεοῦ ἐν μυστηρίῳ\, τὴν ἀποκεκρυμμένην\, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν\, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν· ἀλλὰ καθὼς γέγραπται\, Ἃ ὀφθαλμὸς οὐκ εἶδεν\, καὶ οὖς οὐκ ἤκουσεν\, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη\, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 10:37-42\, 11:1\nΕἶπεν ὁ Κύριος· ῾Ο φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου\, οὐκ ἔστι μου ἄξιος. ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν\, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. ῾Ο δεχόμενος ὑμᾶς ἐμὲ δέχεται\, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται\, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται. καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ\, ἀμὴν λέγω ὑμῖν\, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ᾿Ιησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190908
DTEND;VALUE=DATE:20190909
SUMMARY:Κυριακή πρό τῆς Ὑψώσεως
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 8 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Κυριακή πρό τῆς Ὑψώσεως; Γενέθλιον τῆς Θεοτόκου; Σωφρόνιος Ἰβηρίας\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 1:39-49\, 56\nἘν ταῖς ἡμέρας ἐκείνας\, ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾿Ιούδα\, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. καὶ ἐγένετο ὡς ἤκουσεν ἡ ᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας\, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ῾Αγίου ἡ ᾿Ελισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου\, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου\, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. ῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 6:11-18\nἈδελφοί\, ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί\, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι\, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν\, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι\, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· διʼ οὗ ἐμοὶ κόσμος ἐσταύρωται\, κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει\, οὔτε ἀκροβυστία\, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν\, εἰρήνη ἐπʼ αὐτούς\, καὶ ἔλεος\, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ. Τοῦ λοιποῦ\, κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν\, ἀδελφοί. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 3:13-17\nΕἶπεν ὁ Κύριος· καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς\, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὤν ἐν τῷ οὐρανῷ. καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ\, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου\, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον\, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν\, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον\, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190909
DTEND;VALUE=DATE:20190910
SUMMARY:Σύναξις Ἰωακείμ καὶ Ἄννης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 9 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Σύναξις Ἰωακείμ καὶ Ἄννης; Σεβηριανός Μάρτυς; Θεοφάνης ὁ Ὀμολογητής; Μεθεόρτια τοῦ Γενεθλίου τῆς Θεοτόκου; Μνήμη τῆς Γ Ἁγίας Οἰκουμενικῆς Συνόδου\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 4:22-27\nἈδελφοί\, Ἀβραὰμ δύο υἱοὺς ἔσχεν· ἕνα ἐκ τῆς παιδίσκης\, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλʼ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται\, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. Ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ\, εἰς δουλείαν γεννῶσα\, ἥτις ἐστὶν Ἅγαρ. Τὸ γὰρ Ἅγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ\, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ\, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς. Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν\, ἥτις ἐστὶν μήτηρ πάντων ἡμῶν· γέγραπται γάρ\, Εὐφράνθητι\, στεῖρα\, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον\, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 8:16-21\nΕἶπεν ὁ Κύριος· Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν\, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν\, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται\, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἐὰν ἔχῃ\, δοθήσεται αὐτῷ\, καὶ ὃς ἐὰν μὴ ἔχῃ\, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ. Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ\, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. καὶ ἀπηγγέλη αὐτῷ λεγόντων· ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες. ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190910
DTEND;VALUE=DATE:20190911
SUMMARY:Μηνοδώρα\, Μητροδώρα\, Νυμφοδώρα Μάρτυρες
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 10 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Μηνοδώρα\, Μητροδώρα\, Νυμφοδώρα Μάρτυρες; Πουλχερία\, ἡ Βασίλισσα; Μεθεόρτια τοῦ Γενεθλίου τῆς Θεοτόκου\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 8:16-24\, 9:1-5\nἈδελφοί\, χάρις δὲ τῷ θεῷ τῷ διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου. Ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο\, σπουδαιότερος δὲ ὑπάρχων\, αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς. Συνεπέμψαμεν δὲ μετʼ αὐτοῦ τὸν ἀδελφόν\, οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν· οὐ μόνον δέ\, ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφʼ ἡμῶν πρὸς τὴν αὐτοῦ τοῦ κυρίου δόξαν καὶ προθυμίαν ἡμῶν· στελλόμενοι τοῦτο\, μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφʼ ἡμῶν· προνοούμενοι καλὰ οὐ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν\, ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα\, νυνὶ δὲ πολὺ σπουδαιότερον\, πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς. Εἴτε ὑπὲρ Τίτου\, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν\, ἀπόστολοι ἐκκλησιῶν\, δόξα Χριστοῦ. Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν\, καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν\, εἰς αὐτοὺς ἐνδείξασθε εἰς πρόσωπον τῶν ἐκκλησιῶν. Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν· οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν\, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν\, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι· καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισεν τοὺς πλείονας. Ἔπεμψα δὲ τοὺς ἀδελφούς\, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ· ἵνα\, καθὼς ἔλεγον\, παρεσκευασμένοι ἦτε· μήπως\, ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους\, καταισχυνθῶμεν ἡμεῖς - ἵνα μὴ λέγωμεν ὑμεῖς - ἐν τῇ ὑποστάσει ταύτῃ τῆς καυχήσεως. Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφούς\, ἵνα προέλθωσιν εἰς ὑμᾶς\, καὶ προκαταρτίσωσιν τὴν προκατηγγελμένην εὐλογίαν ὑμῶν\, ταύτην ἑτοίμην εἶναι\, οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 3:16-21\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Οὕτω ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον\, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν\, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται\, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον\, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ. Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται\, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται\, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ. Αὕτη δέ ἐστιν ἡ κρίσις\, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον\, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα. Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς\, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς\, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα\, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190911
DTEND;VALUE=DATE:20190912
SUMMARY:Θεοδώρα Μάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 11 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Θεοδώρα Μάρτυς; Ὅσιος Εὐφρόσυνος; Ευανθίας Μάρτυρος; Σέργιος καί Γερμανός τοῦ Βαλαάμ\, Φινλανδία; Μεθεόρτια τοῦ Γενεθλίου τῆς Θεοτόκου; Δανιὴλ Ἐπίσκοπος Μπάνγκορ\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 9:12-15\, 10:1-7\nἈδελφοί\, ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων\, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ· διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ\, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας· καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφʼ ὑμῖν. Χάρις δὲ τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πρᾳότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ\, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν\, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς· δέομαι δέ\, τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας. Ἐν σαρκὶ γὰρ περιπατοῦντες\, οὐ κατὰ σάρκα στρατευόμεθα - τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά\, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων - λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ\, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ\, καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν\, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. Τὰ κατὰ πρόσωπον βλέπετε; Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι\, τοῦτο λογιζέσθω πάλιν ἀφʼ ἑαυτοῦ\, ὅτι καθὼς αὐτὸς Χριστοῦ\, οὕτως καὶ ἡμεῖς Χριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 12:19-36\nΤῷ καιρῷ ἐκείνῳ\, οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. ῏Ησαν δέ τινες ῞Ελληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας\, καὶ ἠρώτων αὐτὸν λέγοντες· κύριε\, θέλομεν τὸν ᾿Ιησοῦν ἰδεῖν. ἔρχεται Φίλιππος καὶ λέγει τῷ ᾿Ανδρέᾳ\, καὶ πάλιν ᾿Ανδρέας καὶ Φίλιππος λέγουσι τῷ ᾿Ιησοῦ· ὁ δὲ ᾿Ιησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ\, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ\, πολὺν καρπὸν φέρει. ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν\, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ\, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. ἐὰν ἐμοὶ διακονῇ τις\, ἐμοὶ ἀκολουθείτω\, καὶ ὅπου εἰμὶ ἐγώ\, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ\, τιμήσει αὐτὸν ὁ πατήρ.\n\nΝῦν ἡ ψυχή μου τετάρακται\, καὶ τί εἴπω; πάτερ\, σῶσον με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διά τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. πάτερ\, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· ἄγγελος αὐτῷ λελάληκεν. ἀπεκρίθη ὁ ᾿Ιησοῦς καὶ εἶπεν· οὐ δι᾽ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν\, ἀλλὰ δι᾽ ὑμᾶς. νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου\, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς\, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. τοῦτο δὲ ἔλεγε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα\, καὶ πῶς σὺ λέγεις\, δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾽ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε\, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. ἕως τὸ φῶς ἔχετε\, πιστεύετε εἰς τὸ φῶς\, ἵνα υἱοὶ φωτὸς γένησθε.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190912
DTEND;VALUE=DATE:20190913
SUMMARY:Ἀπόδοσις τῆς ἑορτῆς τοῦ Γενεθλίου τῆς Θεοτόκου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 12 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἀπόδοσις τῆς ἑορτῆς τοῦ Γενεθλίου τῆς Θεοτόκου; Ἱερομάρτυς Αὐτόνομος; Ἰερομάρτυς Κορνάτος; Ἰερομάρτυς Ἄγιρος τοῦ Κορνούτου ; Δανιήλ τοῦ Θάσσου; Ἰουλιανός ὁ Μάρτυς; Θεόδωρος ὁ Ἱερομάρτυρας Ἐπίσκοπος Ἀλεξανδρείας\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 10:7-18\nἈδελφοί\, εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι\, τοῦτο λογιζέσθω πάλιν ἀφʼ ἑαυτοῦ\, ὅτι καθὼς αὐτὸς Χριστοῦ\, οὕτως καὶ ἡμεῖς Χριστοῦ. Ἐάν τε γὰρ καὶ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν - ἧς ἔδωκεν ὁ κύριος ἡμῖν εἰς οἰκοδομήν\, καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν - οὐκ αἰσχυνθήσομαι· ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν. Ὅτι\, Αἱ μὲν ἐπιστολαί\, φησίν\, βαρεῖαι καὶ ἰσχυραί· ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενής\, καὶ ὁ λόγος ἐξουθενημένος. Τοῦτο λογιζέσθω ὁ τοιοῦτος\, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ διʼ ἐπιστολῶν ἀπόντες\, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες\, καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς\, οὐ συνιοῦσιν. Ἡμεῖς δὲ οὐχὶ εἰς τὰ ἄμετρα καυχησόμεθα\, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ θεός\, μέτρου\, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν. Οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς· ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ· οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι\, ἐν ἀλλοτρίοις κόποις\, ἐλπίδα δὲ ἔχοντες\, αὐξανομένης τῆς πίστεως ὑμῶν\, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν\, εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι\, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι. Ὁ δὲ καυχώμενος\, ἐν κυρίῳ καυχάσθω. Οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν\, ἐκεῖνός ἐστιν δόκιμος\, ἀλλʼ ὃν ὁ κύριος συνίστησιν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 11:47-54\nΤῷ καιρῷ ἐκείνῳ\, συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον καὶ ἔλεγον· τί ποιοῦμεν\, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ; ἐὰν ἀφῶμεν αὐτὸν οὕτω\, πάντες πιστεύσουσιν εἰς αὐτόν\, καὶ ἐλεύσονται οἱ ῾Ρωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας\, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου\, εἶπεν αὐτοῖς· ὑμεῖς οὐκ οἴδατε οὐδέν\, οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν\, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἔμελλεν ὁ ᾿Ιησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους\, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον\, ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν. ᾿Ιησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς ᾿Ιουδαίοις\, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου\, εἰς ᾿Εφραὶμ λεγομένην πόλιν\, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190913
DTEND;VALUE=DATE:20190914
SUMMARY:Προεόρτια Ὑψώσεως
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 13 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Προεόρτια Ὑψώσεως; Μνήμη τών ἐγκαινίων τοῦ ναοῦ τῆς Ἁγίας τοῦ Χριστού ημῶν Ἀναστάσεως; Κορνηλίου Μάρτυρος; Ἀριστείδης ὁ Φιλόσοφος; Οσίου Ιεροθέου του νέου Ιβηρίτου\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 3:1-4\nἈδελφοὶ ἅγιοι\, κλήσεως ἐπουρανίου μέτοχοι\, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστόν\, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν\, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωϋσῆν ἠξίωται\, καθʼ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ τὰ πάντα κατασκευάσας θεός.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 12:19-36\nΤῷ καιρῷ ἐκείνῳ\, οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. ῏Ησαν δέ τινες ῞Ελληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας\, καὶ ἠρώτων αὐτὸν λέγοντες· κύριε\, θέλομεν τὸν ᾿Ιησοῦν ἰδεῖν. ἔρχεται Φίλιππος καὶ λέγει τῷ ᾿Ανδρέᾳ\, καὶ πάλιν ᾿Ανδρέας καὶ Φίλιππος λέγουσι τῷ ᾿Ιησοῦ· ὁ δὲ ᾿Ιησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ\, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ\, πολὺν καρπὸν φέρει. ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν\, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ\, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. ἐὰν ἐμοὶ διακονῇ τις\, ἐμοὶ ἀκολουθείτω\, καὶ ὅπου εἰμὶ ἐγώ\, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ\, τιμήσει αὐτὸν ὁ πατήρ.\n\nΝῦν ἡ ψυχή μου τετάρακται\, καὶ τί εἴπω; πάτερ\, σῶσον με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διά τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. πάτερ\, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· ἄγγελος αὐτῷ λελάληκεν. ἀπεκρίθη ὁ ᾿Ιησοῦς καὶ εἶπεν· οὐ δι᾽ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν\, ἀλλὰ δι᾽ ὑμᾶς. νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου\, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς\, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. τοῦτο δὲ ἔλεγε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα\, καὶ πῶς σὺ λέγεις\, δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾽ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε\, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. ἕως τὸ φῶς ἔχετε\, πιστεύετε εἰς τὸ φῶς\, ἵνα υἱοὶ φωτὸς γένησθε.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190914
DTEND;VALUE=DATE:20190915
SUMMARY:Ἡ Ύψωσις τοῦ Τιμίου Σταυροῦ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 14 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἡ Ύψωσις τοῦ Τιμίου Σταυροῦ; Μνήμη της ΣΤ΄ Οικουμενικής Συνόδου εν Τρούλλω\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 12:28-36\nΕἶπεν ὁ Κύριος· Πάτερ\, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· ἄγγελος αὐτῷ λελάληκεν. ἀπεκρίθη ὁ ᾿Ιησοῦς καὶ εἶπεν· οὐ δι᾽ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν\, ἀλλὰ δι᾽ ὑμᾶς. νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου\, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς\, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. τοῦτο δὲ ἔλεγε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα\, καὶ πῶς σὺ λέγεις\, δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾽ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε\, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. ἕως τὸ φῶς ἔχετε\, πιστεύετε εἰς τὸ φῶς\, ἵνα υἱοὶ φωτὸς γένησθε.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 1:18-24\nἈδελφοί\, ό λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν\, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. Γέγραπται γάρ\, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν\, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμὼρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν\, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσιν\, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον\, Ἰουδαίοις μὲν σκάνδαλον\, Ἕλλησιν δὲ μωρίαν· αὐτοῖς δὲ τοῖς κλητοῖς\, Ἰουδαίοις τε καὶ Ἕλλησιν\, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 19:6-11\, 13-20\, 25-28\, 30\nΤῷ καιρῷ ἐκείνῳ\, συμβούιον ἐποίησαν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται\, ἐκραύγασαν λέγοντες· σταύρωσον σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. ἀπεκρίθησαν αὐτῷ οἱ ᾿Ιουδαῖοι· ἡμεῖς νόμον ἔχομεν\, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν\, ὅτι ἑαυτὸν Θεοῦ υἱὸν ἐποίησεν. \n\n῞Οτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον\, μᾶλλον ἐφοβήθη\, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ ᾿Ιησοῦ· πόθεν εἶ σύ; ὁ δὲ ᾿Ιησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; ἀπεκρίθη ᾿Ιησοῦς· οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾽ ἐμοῦ\, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει. ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν ᾿Ιησοῦν\, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον\, ἑβραϊστὶ δὲ Γαββαθᾶ· \n\nἦν δὲ παρασκευὴ τοῦ πάσχα\, ὥρα δὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς ᾿Ιουδαίοις· ἴδε ὁ βασιλεὺς ὑμῶν. οἱ δὲ ἐκραύγασαν· ἆρον ἆρον\, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Παρέλαβον δὲ τὸν ᾿Ιησοῦν καὶ ἤγαγον· καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον\, ὃς λέγεται ἑβραϊστὶ Γολγοθᾶ\, ὅπου αὐτὸν ἐσταύρωσαν\, καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν\, μέσον δὲ τὸν ᾿Ιησοῦν. ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· ᾿Ιησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων. τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν ᾿Ιουδαίων\, ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὁ τόπος ὅπου ἐσταυρώθη ὁ ᾿Ιησοῦς· καὶ ἦν γεγραμμένον ῾Εβραϊστί\, ῾Ελληνιστί\, ῾Ρωμαϊστί. \n\nΟἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ ᾿Ιησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ\, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. ᾿Ιησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα\, λέγει τῇ μητρὶ αὐτοῦ· γύναι\, ἴδε ὁ υἱός σου. εἶτα λέγει τῷ μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Μετὰ τοῦτο εἰδὼς ὁ ᾿Ιησοῦς ὅτι πάντα ἤδη τετέλεσται\, ἵνα τελειωθῇ ἡ γραφή\, λέγει· διψῶ. ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ ᾿Ιησοῦς εἶπε\, τετέλεσται\, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190915
DTEND;VALUE=DATE:20190916
SUMMARY:Κυριακή μετά τήν Ύψωσιν
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 15 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Κυριακή μετά τήν Ύψωσιν ; Νικήτας Μεγαλομάρτυς; Φιλόθεος Θαυματουργός; Βησσαρίωνος εν Λαρίση; Συμεών\, αρχιεπισκόπου Θεσ/κης; Νεομάρτυρος Ιωάννου του Κρητός; Μεθεόρτια τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ; Πορφύριος ὁ μίμος\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Μᾶρκον 16:1-8\nΚαὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον\, ἀνατείλαντος τοῦ ἡλίου. καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς\, περιβεβλημένον στολὴν λευκήν\, καὶ ἐξεθαμβήθησαν. ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· ᾿Ιησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη\, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. ἀλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε\, καθὼς εἶπεν ὑμῖν. καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις\, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 2:16-20\nἈδελφοί\, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου\, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ\, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν\, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ\, καὶ οὐκ ἐξ ἔργων νόμου· διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. Εἰ δέ\, ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ\, εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί\, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο. Εἰ γὰρ ἃ κατέλυσα\, ταῦτα πάλιν οἰκοδομῶ\, παραβάτην ἐμαυτὸν συνίστημι. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον\, ἵνα θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δέ\, οὐκέτι ἐγώ\, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί\, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ\, τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 8:34-38\, 9:1\nΕἶπεν ὁ Κύριος· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν\, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ\, καὶ ἀκολουθείτω μοι. ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι\, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου\, οὗτος σώσει αὐτήν. τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον\, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ\, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων\, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190916
DTEND;VALUE=DATE:20190917
SUMMARY:Εὐφημία Μεγαλομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 16 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Εὐφημία Μεγαλομάρτυς; Σεβαστιάνα\, ἀποστολή τοῦ Παῦλου; Δωρόθεος τῆς Αἰγύπτου ; Μάρτυς Μελιτηνή; Μεθεόρτια τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ; Νινιάν; Ἐντὶθ τῆς Μονῆς Οὐίλτον\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 6:1-10\nἈδελφοί\, συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς - λέγει γάρ\, Καιρῷ δεκτῷ ἐπήκουσά σου\, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδού\, νῦν καιρὸς εὐπρόσδεκτος\, ἰδού\, νῦν ἡμέρα σωτηρίας - μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν\, ἵνα μὴ μωμηθῇ ἡ διακονία· ἀλλʼ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι\, ἐν ὑπομονῇ πολλῇ\, ἐν θλίψεσιν\, ἐν ἀνάγκαις\, ἐν στενοχωρίαις\, ἐν πληγαῖς\, ἐν φυλακαῖς\, ἐν ἀκαταστασίαις\, ἐν κόποις\, ἐν ἀγρυπνίαις\, ἐν νηστείαις\, ἐν ἁγνότητι\, ἐν γνώσει\, ἐν μακροθυμίᾳ\, ἐν χρηστότητι\, ἐν πνεύματι ἁγίῳ\, ἐν ἀγάπῃ ἀνυποκρίτῳ\, ἐν λόγῳ ἀληθείας\, ἐν δυνάμει θεοῦ\, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν\, διὰ δόξης καὶ ἀτιμίας\, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς· ὡς ἀγνοούμενοι\, καὶ ἐπιγινωσκόμενοι· ὡς ἀποθνῄσκοντες\, καὶ ἰδού\, ζῶμεν· ὡς παιδευόμενοι\, καὶ μὴ θανατούμενοι· ὡς λυπούμενοι\, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοί\, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες\, καὶ πάντα κατέχοντες.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 7:36-50\nΤῷ καιρῷ ἐκείνῳ\, ᾿Ηρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾿ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη. καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός\, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου\, κομίσασα ἀλάβαστρον μύρουκαὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα\, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε\, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ. ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· οὗτος εἰ ἦν προφήτης\, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ\, ὅτι ἁμαρτωλός ἐστι. καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπε πρὸς αὐτόν· Σίμων\, ἔχω σοί τι εἰπεῖν. ὁ δέ φησι· διδάσκαλε\, εἰπέ. δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια\, ὁ δὲ ἕτερος πεντήκοντα. μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι\, ἀμφοτέροις ἐχαρίσατο· τίς οὖν αὐτῶν\, εἰπέ\, πλεῖον αὐτὸν ἀγαπήσει; ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας. καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν\, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε. φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾿ ἧς εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας. οὗ χάριν λέγω σοι\, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί\, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται\, ὀλίγον ἀγαπᾷ. εἶπε δὲ αὐτῇ· ἀφέωνταί σου αἱ ἁμαρτίαι. καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; εἶπε δὲ πρὸς τὴν γυναῖκα· ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. \n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190917
DTEND;VALUE=DATE:20190918
SUMMARY:Σοφία\, Πίστις\, Ἐλπὶς καὶ Αγάπη Μάρτυρες
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 17 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Σοφία\, Πίστις\, Ἐλπὶς καὶ Αγάπη Μάρτυρες; Ἡρακλείδης καί Μύρων; Μεθεόρτια τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 12:20-21\, 13:1-2\nἈδελφοί\, φοβοῦμαι γάρ μήπως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς\, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε· μήπως ἔρεις\, ζῆλοι\, θυμοί\, ἐριθεῖαι\, καταλαλιαί\, ψιθυρισμοί\, φυσιώσεις\, ἀκαταστασίαι· μὴ πάλιν ἐλθόντα με ταπεινώσει ὁ θεός μου πρὸς ὑμᾶς\, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων\, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν. Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. Προείρηκα καὶ προλέγω\, ὡς παρὼν τὸ δεύτερον\, καὶ ἀπὼν νῦν γράφω τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν\, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν\, οὐ φείσομαι·\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 3:23-38\, 4:1\nΤῷ καιρῷ ἐκείνῳ\, ἦν ὁ ᾿Ιησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος\, ὤν\, ὡς ἐνομίζετο\, υἱὸς ᾿Ιωσήφ\, τοῦ ῾Ηλί\, τοῦ Ματθάν\, τοῦ Λευΐ\, τοῦ Μελχί\, τοῦ ᾿Ιωαννᾶ\, τοῦ ᾿Ιωσήφ\, τοῦ Ματταθίου\, τοῦ ᾿Αμώς\, τοῦ Ναούμ\, τοῦ ᾿Εσλίμ\, τοῦ Ναγγαί\, τοῦ Μαάθ\, τοῦ Ματταθίου\, τοῦ Σεμεΰ\, τοῦ ᾿Ιωσήχ\, τοῦ ᾿Ιωδᾶ\, τοῦ ᾿Ιωαννάν\, τοῦ ῾Ρησᾶ\, τοῦ Ζοροβάβελ\, τοῦ Σαλαθιήλ\, τοῦ Νηρί\, τοῦ Μελχί\, τοῦ ᾿Αδδί\, τοῦ Κωσάμ\, τοῦ ᾿Ελμωδάμ\, τοῦ ῎Ηρ\, τοῦ ᾿Ιωσῆ\, τοῦ ᾿Ελιέζερ\, τοῦ ᾿Ιωρείμ\, τοῦ Ματθάτ\, τοῦ Λευΐ\, τοῦ Συμεών\, τοῦ ᾿Ιούδα\, τοῦ ᾿Ιωσήφ\, τοῦ ᾿Ιωνᾶ\, τοῦ ᾿Ελιακείμ\, τοῦ Μελεᾶ\, τοῦ Μαϊνάν\, τοῦ Ματταθᾶ\, τοῦ Νάθαν\, τοῦ Δαυΐδ\, τοῦ ᾿Ιεσσαί\, τοῦ ᾿Ωβήδ\, τοῦ Βοόζ\, τοῦ Σαλμών\, τοῦ Ναασσών\, τοῦ ᾿Αμιναδάβ\, τοῦ ᾿Αράμ\, τοῦ ᾿Ιωράμ\, τοῦ ᾿Εσρώμ\, τοῦ Φαρές\, τοῦ ᾿Ιούδα\, τοῦ ᾿Ιακώβ\, τοῦ ᾿Ισαάκ\, τοῦ ᾿Αβραάμ\, τοῦ Θάρα\, τοῦ Ναχώρ\, τοῦ Σερούχ\, τοῦ ῾Ραγαῦ\, τοῦ Φάλεκ\, τοῦ ῎Εβερ\, τοῦ Σαλᾶ\, τοῦ Καϊνάν\, τοῦ ᾿Αρφαξάδ\, τοῦ Σήμ\, τοῦ Νῶε\, τοῦ Λάμεχ\, τοῦ Μαθουσάλα\, τοῦ ᾿Ενώχ\, τοῦ ᾿Ιάρεδ\, τοῦ Μαλελεήλ\, τοῦ Καϊνάν\, τοῦ ᾿Ενώς\, τοῦ Σήθ\, τοῦ ᾿Αδάμ\, τοῦ Θεοῦ. Ἰησοῦς δὲ πλήρης Πνεύματος ῾Αγίου ὑπέστρεψεν ἀπὸ τοῦ ᾿Ιορδάνου\, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημονἡ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190918
DTEND;VALUE=DATE:20190919
SUMMARY:Εὐμένιος Ἐπίσκοπος Γορτύνης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 18 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Εὐμένιος Ἐπίσκοπος Γορτύνης; Μάρτυς Ἀριάδνη; Μεθεόρτια τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 13:3-13\nἈδελφοί\, ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ\, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ\, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν· καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας\, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ\, ἀλλὰ ζησόμεθα σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς. Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει\, ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτούς\, ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν ἐστίν; εἰ μή τι ἀδόκιμοί ἐστε. Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Εὐχόμαι δὲ πρὸς τὸν θεόν\, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν\, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν\, ἀλλʼ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε\, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας\, ἀλλʼ ὑπὲρ τῆς ἀληθείας. Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν\, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο δὲ καὶ εὐχόμεθα\, τὴν ὑμῶν κατάρτισιν. Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω\, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι\, κατὰ τὴν ἐξουσίαν ἣν ἔδωκέν μοι ὁ κύριος εἰς οἰκοδομήν\, καὶ οὐκ εἰς καθαίρεσιν. Λοιπόν\, ἀδελφοί\, χαίρετε· καταρτίζεσθε\, παρακαλεῖσθε\, τὸ αὐτὸ φρονεῖτε\, εἰρηνεύετε· καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθʼ ὑμῶν. Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες. Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ\, καὶ ἡ ἀγάπη τοῦ θεοῦ\, καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 4:1-15\nΤῷ καιρῷ ἐκείνῳ\, ὑπέστρεψεν ὁ Ἰησοῦς ἀπὸ τοῦ ᾽Ιορδάνου\, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημονἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου\, καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν ὕστερον ἐπείνασε. καὶ εἶπεν αὐτῷ ὁ διάβολος· εἰ υἱὸς εἶ τοῦ Θεοῦ\, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. καὶ ἀπεκρίθη ὁ ᾿Ιησοῦς πρὸς αὐτὸν λέγων· γέγραπται ὅτι οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος\, ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου\, καὶ εἶπεν αὐτῷ ὁ διάβολος· σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν\, ὅτι ἐμοὶ παραδέδοται\, καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν. σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιόν μου\, ἔσται σου πᾶσα. καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ ᾿Ιησοῦς· ὕπαγε ὀπίσω μου\, σατανᾶ· γέγραπται γάρ\, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ ἤγαγεν αὐτὸν εἰς ῾Ιεροσόλυμα\, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ\, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε\, καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσί σε\, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς ὅτι εἴρηται\, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾿ αὐτοῦ ἄχρι καιροῦ. Καὶ ὑπέστρεψεν ὁ ᾿Ιησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθε καθ᾿ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190919
DTEND;VALUE=DATE:20190920
SUMMARY:Μάρτυρες Τρόφιμος\, Σαββάτιος\, καί Δορυμέδων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 19 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Μάρτυρες Τρόφιμος\, Σαββάτιος\, καί Δορυμέδων; Μεθεόρτια τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ; Νέος Ἱερομάρτυρος Πλάτων ἐκ Πάτμου; Θεόδωρος ἐκ Ταρασοῦ Ἀρχιεπίσκοπος Καντουαρίας\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 1:1-3\, 20-24\, 2:1-5\nΠαῦλος ἀπόστολος οὐκ ἀπʼ ἀνθρώπων\, οὐδὲ διʼ ἀνθρώπου\, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ\, καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν\, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί\, ταῖς ἐκκλησίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρός\, καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἃ δὲ γράφω ὑμῖν\, ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι. Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας. Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ· μόνον δὲ ἀκούοντες ἦσαν ὅτι Ὁ διώκων ἡμᾶς ποτέ\, νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει. Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν. Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα\, συμπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν\, καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν\, κατʼ ἰδίαν δὲ τοῖς δοκοῦσιν\, μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον. Ἀλλʼ οὐδὲ Τίτος ὁ σὺν ἐμοί\, Ἕλλην ὤν\, ἠναγκάσθη περιτμηθῆναι· διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους\, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ\, ἵνα ἡμᾶς καταδουλώσωνται· οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ\, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 4:16-22\nΤῷ καιρῷ ἐκείνῳ\, ἦλθεν ὁ Ἰησοῦς εἰς Ναζαρά\, οὗ ἦν τεθραμμένος\, καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν\, καὶ ἀνέστη ἀναγνῶναι. καὶ ἐπεδόθη αὐτῷ βιβλίον ῾Ησαΐου τοῦ προφήτου\, καὶ ἀναπτύξας τὸ βιβλίον εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον· Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ\, οὗ εἵνεκεν ἔχρισέ με\, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με\, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν\, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν\, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει\, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτόν. καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ. ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190920
DTEND;VALUE=DATE:20190921
SUMMARY:Μάρτυς Εὐστάθιος καί οἱ σὺν αὐτῶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 20 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Μάρτυς Εὐστάθιος καί οἱ σὺν αὐτῶ; Εὐστάθιος\, Ἀρχιεπίσκοπος Θεσσαλονίκης; Ιλαρίωνος Κρητός; Μεθεόρτια τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ; Ἰωάννης ὁ Ξένος\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 6:10-17\nἈδελφοί\, ἐνδυναμοῦσθε ἐν κυρίῳ\, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ\, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα\, ἀλλὰ πρὸς τὰς ἀρχάς\, πρὸς τὰς ἐξουσίας\, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου\, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ\, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ\, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ\, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης\, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης· ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως\, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι\, καὶ τὴν μάχαιραν τοῦ πνεύματος\, ὅ ἐστιν ῥῆμα θεοῦ·\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 21:12-19\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι\, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς\, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν\, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν\, καὶ θανατώσουσιν ἐξ ὑμῶν\, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190921
DTEND;VALUE=DATE:20190922
SUMMARY:Σάββατον μετὰ τὴν Ὕψωσιν
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 21 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Σάββατον μετὰ τὴν Ὕψωσιν; Ἀπόδοσις Ὑψώσεως Τιμίου Σταυροῦ; Κοδρᾶτος Ἀπόστολος; Ιωνά Προδρόμου; Οσίων Ισαακίου και Μελετίου\, επισκόπων Σίτης\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 1:26-31\, 2:1-5\nἈδελφοί\, βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν\, ἀδελφοί\, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα\, οὐ πολλοὶ δυνατοί\, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός\, ἵνα τοὺς σοφοὺς καταισχύνῃ· καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεός\, ἵνα καταισχύνῃ τὰ ἰσχυρά· καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός\, καὶ τὰ μὴ ὄντα\, ἵνα τὰ ὄντα καταργήσῃ· ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ. Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ\, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ\, δικαιοσύνη τε καὶ ἁγιασμός\, καὶ ἀπολύτρωσις· ἵνα\, καθὼς γέγραπται\, Ὁ καυχώμενος\, ἐν κυρίῳ καυχάσθω. Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς\, ἀδελφοί\, ἦλθον οὐ καθʼ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ θεοῦ. Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν\, εἰ μὴ Ἰησοῦν Χριστόν\, καὶ τοῦτον ἐσταυρωμένον. Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις\, ἀλλʼ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων\, ἀλλʼ ἐν δυνάμει θεοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 8:21-30\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με\, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω\, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτόν\, ὅτι λέγει\, ὅπου ἐγὼ ὑπάγω\, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; Καὶ εἶπεν αὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ\, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ\, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι\, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; Καὶ εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν. Πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ᾽ ὁ πέμψας με ἀληθής ἐστι\, κἀγὼ ἃ ἤκουσα παρ᾽ αὐτοῦ\, ταῦτα λέγω εἰς τὸν κόσμον. Οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου\, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι\, καὶ ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν\, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατήρ μου\, ταῦτα λαλῶ. Καὶ ὁ πέμψας με μετ᾽ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέ με μόνον ὁ Πατήρ\, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190922
DTEND;VALUE=DATE:20190923
SUMMARY:Α΄ Λουκᾶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 22 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Α΄ Λουκᾶ; Φωκᾶς Ἱερομάρτυς; Φωκᾶς ὁ Κηπουρός; Αγίου Μάρτυρος Ισαάκ\, καί τού Αγίου Μαρτίνου\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Μᾶρκον 16:9-20\n᾿Αναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ\, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις\, πενθοῦσι καὶ κλαίουσι. κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς\, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ\, πορευομένοις εἰς ἀγρόν. κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. ῞Υστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη\, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν\, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται\, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν\, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι\, καὶ καλῶς ἕξουσιν. ῾Ο μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ\, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. ἀμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 1:21-24\, 2:1-4\nἈδελφοί\, ὁ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστόν\, καὶ χρίσας ἡμᾶς\, θεός\, ὁ καὶ σφραγισάμενος ἡμᾶς\, καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν\, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως\, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε. Ἔκρινα δὲ ἐμαυτῷ τοῦτο\, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν. Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς\, καὶ τίς ἐστιν ὁ εὐφραίνων με\, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτό\, ἵνα μὴ ἐλθὼν λύπην ἔχω ἀφʼ ὧν ἔδει με χαίρειν\, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς\, ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστίν. Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων\, οὐχ ἵνα λυπηθῆτε\, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 5:1-11\nΤῷ καιρῷ ἐκείνῳ\, ἑστὼς ὁ Ἰησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ\, καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων\, ὃ ἦν τοῦ Σίμωνος\, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. ὡς δὲ ἐπαύσατο λαλῶν\, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα\, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα\, ὥστε βυθίζεσθαι αὐτά. ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν ᾿Ιησοῦ λέγων· ἔξελθε ἀπ᾿ ἐμοῦ\, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι\, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον\, ὁμοίως δὲ καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην\, υἱοὺς Ζεβεδαίου\, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ ᾿Ιησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν\, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190923
DTEND;VALUE=DATE:20190924
SUMMARY:Σύλληψις Προδρόμου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 23 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Σύλληψις Προδρόμου; Ξανθίππη καὶ Πολυξένη ἁι αὐτάδελφαι; Νεομάρτυρος Ιωάννου; Νεομαρτύρος Νικολάου\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 4:22-27\nἈδελφοί\, Ἀβραὰμ δύο υἱοὺς ἔσχεν· ἕνα ἐκ τῆς παιδίσκης\, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλʼ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται\, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. Ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ\, εἰς δουλείαν γεννῶσα\, ἥτις ἐστὶν Ἅγαρ. Τὸ γὰρ Ἅγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ\, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ\, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς. Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν\, ἥτις ἐστὶν μήτηρ πάντων ἡμῶν· γέγραπται γάρ\, Εὐφράνθητι\, στεῖρα\, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον\, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 1:5-25\nΤῷ καιρῷ ἐκείνῳ\, ἐγένετο ἐν ταῖς ἡμέραις ῾Ηρῴδου τοῦ βασιλέως τῆς ᾿Ιουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας ᾿Αβιά\, καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων ᾿Ααρών\, καὶ τὸ ὄνομα αὐτῆς ᾿Ελισάβετ. ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ\, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι. καὶ οὐκ ἦν αὐτοῖς τέκνον\, καθότι ἡ ᾿Ελισάβετ ἦν στεῖρα\, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.᾿Εγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ\, κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου· καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. καὶ ἐταράχθη Ζαχαρίας ἰδών\, καὶ φόβος ἐπέπεσεν ἐπ᾿ αὐτόν. εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· μὴ φοβοῦ\, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου\, καὶ ἡ γυνή σου ᾿Ελισάβετ γεννήσει υἱόν σοι\, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ιωάννην· καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις\, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου\, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ καὶ Πνεύματος ῾Αγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ\, καὶ πολλοὺς τῶν υἱῶν ᾿Ισραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει ᾿Ηλιού\, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων\, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ\, καὶ ἀπεστάλην λαλῆσαι πρός σε καὶ εὐαγγελίσασθαί σοι ταῦτα. καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα\, ἀνθ᾿ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου\, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν\, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτὸν ἐν τῷ ναῷ. ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς\, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς\, καὶ διέμενε κωφός. καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ\, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν ᾿Ελισάβετ ἡ γυνὴ αὐτοῦ\, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε\, λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190924
DTEND;VALUE=DATE:20190925
SUMMARY:Ἀνάμνησις τοῦ ἐν Κυθήροις θαύματος τῆς Θεοτόκου τῆς Μυρτιδιωτίσσης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 24 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἀνάμνησις τοῦ ἐν Κυθήροις θαύματος τῆς Θεοτόκου τῆς Μυρτιδιωτίσσης; Θέκλα Πρωτομάρτυς; Σιλουανός ὁ Ἀθωνίτης; Μάρτυρος Στέφανος; Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τῆς Παληανῆς; Ὅσιος Κόπριος; Ἰουβενάλιος καί Πέτρος \n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 1:39-49\, 56\nἘν ταῖς ἡμέρας ἐκείνας\, ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾿Ιούδα\, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. καὶ ἐγένετο ὡς ἤκουσεν ἡ ᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας\, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ῾Αγίου ἡ ᾿Ελισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου\, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου\, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. ῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 3:10-15\nΤέκνον Τιμόθεε\, παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ\, τῇ ἀγωγῇ\, τῇ προθέσει\, τῇ πίστει\, τῇ μακροθυμίᾳ\, τῇ ἀγάπῃ\, τῇ ὑπομονῇ\, τοῖς διωγμοῖς\, τοῖς παθήμασιν\, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ\, ἐν Ἰκονίῳ\, ἐν Λύστροις\, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος. Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον\, πλανῶντες καὶ πλανώμενοι. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης\, εἰδὼς παρὰ τίνος ἔμαθες\, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας\, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 5:12-16\nΤῷ καιρῷ ἐκείνῳ\, ἦν ὁ Ἰησοῦς ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν ᾿Ιησοῦν\, πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε\, ἐὰν θέλῃς\, δύνασαί με καθαρίσαι. καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ εἰπών· θέλω\, καθαρίσθητι. καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾿ αὐτοῦ. καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν\, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ\, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ὑπ᾿ αὐτοῦ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν· αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190925
DTEND;VALUE=DATE:20190926
SUMMARY:Εὐφροσύνη Ἀλεξανδρείας
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 25 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Εὐφροσύνη Ἀλεξανδρείας; Παφνούτιος καί οἱ 546 σύν αὐτῶ; Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τῆς Εὐαγγελιστρίας\, Μοχός; Σεργίου θαυματουργού\, του Ρώσου; Φίνμπαρ ὁ Ὁμολογητής\, πρῶτος Ἐπίσκοπος τοῦ Κόρκ\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 3:15-22\nἈδελφοί\, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. Τῷ δὲ Ἀβραὰμ ἐρρήθησαν αἱ ἐπαγγελίαι\, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει\, Καὶ τοῖς σπέρμασιν\, ὡς ἐπὶ πολλῶν\, ἀλλʼ ὡς ἐφʼ ἑνός\, Καὶ τῷ σπέρματί σου\, ὅς ἐστιν Χριστός. Τοῦτο δὲ λέγω\, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ εἰς Χριστὸν ὁ μετὰ ἔτη τετρακόσια καὶ τριάκοντα γεγονὼς νόμος οὐκ ἀκυροῖ\, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία\, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ διʼ ἐπαγγελίας κεχάρισται ὁ θεός. Τί οὖν ὁ νόμος; Τῶν παραβάσεων χάριν προσετέθη\, ἄχρι οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται\, διαταγεὶς διʼ ἀγγέλων ἐν χειρὶ μεσίτου. Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν\, ὁ δὲ θεὸς εἷς ἐστιν. Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ; Μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι\, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη. Ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν\, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 5:33-39\nΤῷ καιρῷ ἐκείνῳ\, Οἱ δὲ εἶπον πρὸς αὐτόν· διατί οἱ μαθηταὶ ᾿Ιωάννου νηστεύουσι πυκνὰ καὶ δεήσεις ποιοῦνται\, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων\, οἱ δὲ σοὶ ἐσθίουσι καὶ πίνουσιν; ὁ δὲ εἶπε πρὸς αὐτούς· μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος\, ἐν ᾧ ὁ νυμφίος μετ᾿ αὐτῶν ἐστι\, ποιῆσαι νηστεύειν; ἐλεύσονται δὲ ἡμέραι\, καὶ ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος\, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. ἔλεγε δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι οὐδεὶς ἐπίβλημα ἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε\, καὶ τὸ καινὸν σχίσει καὶ τῷ παλαιῷ οὐ συμφωνεῖ τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ. καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε\, ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς\, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον\, καὶ ἀμφότεροι συντηροῦνται. καὶ οὐδεὶς πιὼν παλαιὸν εὐθέως θέλει νέον· λέγει γάρ· ὁ παλαιὸς χρηστότερός ἐστιν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190926
DTEND;VALUE=DATE:20190927
SUMMARY:Ἡ Μετάστασις τοῦ Ἰωάννου τοῦ Θεολόγου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 26 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἡ Μετάστασις τοῦ Ἰωάννου τοῦ Θεολόγου; Ἀνακομιδὴ Τιμίας Κάρας τοῦ Πρωτοκλήτου Ἀποστόλου Ἀνδρέου\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 21:14-25\nΤῷ καιρῷ ἐκείνῳ\, ἐφανερώθη ὁ ᾿Ιησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν\, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων ᾿Ιωνᾶ\, ἀγαπᾷς με πλεῖον τούτων; λέγει αὐτῷ· ναί\, Κύριε\, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ᾿Ιωνᾶ\, ἀγαπᾷς με; λέγει αὐτῷ· ναί\, Κύριε\, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον· Σίμων ᾿Ιωνᾶ\, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον\, φιλεῖς με\, καὶ εἶπεν αὐτῷ· Κύριε\, σὺ πάντα οἶδας\, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· βόσκε τὰ πρόβατά μου. ἀμὴν ἀμὴν λέγω σοι\, ὅτε ἦς νεώτερος\, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς\, ἐκτενεῖς τὰς χεῖράς σου\, καὶ ἄλλος σε ζώσει\, καὶ οἴσει ὅπου οὐ θέλεις. τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· ἀκολούθει μοι. ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ ᾿Ιησοῦς ἀκολουθοῦντα\, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε\, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ ᾿Ιησοῦ· Κύριε\, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι\, τί πρὸς σέ; σὺ ἀκολούθει μοι. ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς ὅτι οὐκ ἀποθνήσκει\, ἀλλ᾽ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι\, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα\, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς\, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν\, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἀμήν.\n\n \n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰωάννου α' 4:12-19\nθεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους\, ὁ θεὸς ἐν ἡμῖν μένει\, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστιν ἐν ἡμῖν. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν\, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. Ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ\, ὁ θεὸς ἐν αὐτῷ μένει\, καὶ αὐτὸς ἐν τῷ θεῷ. Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν. Ὁ θεὸς ἀγάπη ἐστίν\, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ\, ἐν τῷ θεῷ μένει\, καὶ ὁ θεὸς ἐν αὐτῷ μένει. Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθʼ ἡμῶν\, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως\, ὅτι καθὼς ἐκεῖνός ἐστιν\, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ. Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ\, ἀλλʼ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον\, ὅτι ὁ φόβος κόλασιν ἔχει· ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. Ἡμεῖς ἀγαπῶμεν αὐτόν\, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 19:25-27\, 21:24-25\nΤῷ καιρῷ ἐκείνῳ\, εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ ᾿Ιησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ\, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. ᾿Ιησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα\, λέγει τῇ μητρὶ αὐτοῦ· γύναι\, ἴδε ὁ υἱός σου. εἶτα λέγει τῷ μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα\, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς\, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν\, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἀμήν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190927
DTEND;VALUE=DATE:20190928
SUMMARY:Καλλίστρατος Μάρτυς καί οἱ 49 σύν αὐτῶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 27 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Καλλίστρατος Μάρτυς καί οἱ 49 σύν αὐτῶ; Ἀρίσταρχος\, Ἀπόστολος; Νεομάρτυρος Ακυλίνης της Θεσσαλονίκης; Γεδεών ὁ δίκαιος \n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 4:8-21\nἈδελφοί\, τότε μέν\, οὐκ εἰδότες θεόν\, ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσιν θεοῖς· νῦν δέ\, γνόντες θεόν\, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ\, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα\, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; Ἡμέρας παρατηρεῖσθε\, καὶ μῆνας\, καὶ καιρούς\, καὶ ἐνιαυτούς. Φοβοῦμαι ὑμᾶς\, μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Γίνεσθε ὡς ἐγώ\, ὅτι κἀγὼ ὡς ὑμεῖς\, ἀδελφοί\, δέομαι ὑμῶν. Οὐδέν με ἠδικήσατε· οἴδατε δὲ ὅτι διʼ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον. Καὶ τὸν πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε\, ἀλλʼ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με\, ὡς Χριστὸν Ἰησοῦν. Τίς οὖν ἦν ὁ μακαρισμὸς ὑμῶν; Μαρτυρῶ γὰρ ὑμῖν ὅτι\, εἰ δυνατόν\, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. Ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς\, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν\, ἵνα αὐτοὺς ζηλοῦτε. Καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε\, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς. Τεκνία μου\, οὓς πάλιν ὠδίνω\, ἄχρι οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν\, ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι\, καὶ ἀλλάξαι τὴν φωνήν μου\, ὅτι ἀποροῦμαι ἐν ὑμῖν. Λέγετέ μοι\, οἱ ὑπὸ νόμον θέλοντες εἶναι\, τὸν νόμον οὐκ ἀκούετε;\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6:17-23\nΤῷ καιρῷ ἐκείνῳ\, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ\, καὶ ὄχλος μαθητῶν αὐτοῦ\, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος\, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν\, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων\, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ\, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Mακάριοι οἱ πτωχοί\, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν\, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν\, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι\, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190928
DTEND;VALUE=DATE:20190929
SUMMARY:Χαρίτων ὁ Ὁμολογητής
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 28 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Χαρίτων ὁ Ὁμολογητής; Ἀλκίσων Νικοπόλεως; Βαροὺχ Προφήτης; Αυξεντίου και Νεοφύτου του Εγκλείστου των εν Κύπρω; Οὐένσεσλαυς τῶν Τσέχων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 4:6-15\nἈδελφοί\, ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι\, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν\, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ\, καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι\, ἀλλʼ οὐ στενοχωρούμενοι· ἀπορούμενοι\, ἀλλʼ οὐκ ἐξαπορούμενοι· διωκόμενοι\, ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι\, ἀλλʼ οὐκ ἀπολλύμενοι· πάντοτε τὴν νέκρωσιν τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται\, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως\, κατὰ τὸ γεγραμμένον\, Ἐπίστευσα\, διὸ ἐλάλησα\, καὶ ἡμεῖς πιστεύομεν\, διὸ καὶ λαλοῦμεν· εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ\, καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα διʼ ὑμᾶς\, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6:17-23\nΤῷ καιρῷ ἐκείνῳ\, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ\, καὶ ὄχλος μαθητῶν αὐτοῦ\, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος\, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν\, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων\, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ\, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Mακάριοι οἱ πτωχοί\, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν\, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν\, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι\, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190929
DTEND;VALUE=DATE:20190930
SUMMARY:Β΄ Λουκᾶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 29 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Β΄ Λουκᾶ; Κυριακός Ἀναχωρητὴς; Μάρτυς Πετρωνία; Θεοφάνης τῆς Γάζα; Διονυσίου Α` πατριάρχου Κωνσταντινοπόλεως; Νέος Ὁσιομάρτυρος Μαλαχίας ἐκ Λίνδου\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 24:1-12\nΚαὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν\, Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα\, καί τινες σὺν αὐταῖς. εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου\, καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου ᾿Ιησοῦ. καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε\, ἀλλ᾿ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ\, λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι\, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ\, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ ᾿Ιωάννα καὶ Μαρία ᾿Ιακώβου καὶ οἱ λοιπαὶ σὺν αὐταῖς\, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν\, καὶ ἠπίστουν αὐταῖς. ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον\, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα\, καὶ ἀπῆλθε πρὸς ἑαυτόν\, θαυμάζων τὸ γεγονός.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 4:6-15\nἈδελφοί\, ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι\, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν\, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ\, καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι\, ἀλλʼ οὐ στενοχωρούμενοι· ἀπορούμενοι\, ἀλλʼ οὐκ ἐξαπορούμενοι· διωκόμενοι\, ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι\, ἀλλʼ οὐκ ἀπολλύμενοι· πάντοτε τὴν νέκρωσιν τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται\, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως\, κατὰ τὸ γεγραμμένον\, Ἐπίστευσα\, διὸ ἐλάλησα\, καὶ ἡμεῖς πιστεύομεν\, διὸ καὶ λαλοῦμεν· εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ\, καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα διʼ ὑμᾶς\, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6:31-36\nΕἶπεν ὁ Κύριος· καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι\, ποιεῖτε αὐτοῖς ὁμοίως. καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς\, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς\, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν\, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα. πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες\, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς\, καὶ ἔσεσθε υἱοὶ ὑψίστου\, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. Γίνεσθε οὖν οἰκτίρμονες\, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20190930
DTEND;VALUE=DATE:20191001
SUMMARY:Γρηγόριος Ἐπίσκοπος Ἀρμενίας
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 30 Σεπτεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Γρηγόριος Ἐπίσκοπος Ἀρμενίας; Μάρτυρες Μαρδόνιος καί Στρατόνικος\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 16:13-24\nἈδελφοί\, γρηγορεῖτε\, στήκετε ἐν τῇ πίστει\, ἀνδρίζεσθε\, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς\, ἀδελφοί - οἴδατε τὴν οἰκίαν Στεφανᾶ\, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας\, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς - ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις\, καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ\, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν. Ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν· ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας· ἀσπάζονται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα\, σὺν τῇ κατʼ οἶκον αὐτῶν ἐκκλησίᾳ. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Εἴ τις οὐ φιλεῖ τὸν κύριον Ἰησοῦν Χριστόν\, ἤτω ἀνάθεμα. Μαρὰν ἀθά. Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μεθʼ ὑμῶν. Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 24:42-47\nΕἶπεν ὁ Κύριος· Γρηγορεῖτε οὖν\, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. ᾿Εκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται\, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι\, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος\, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191001
DTEND;VALUE=DATE:20191002
SUMMARY:Ἁγία Σκέπη τῆς Θεοτόκου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 1 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἁγία Σκέπη τῆς Θεοτόκου; Ανανίας ἐκ τῶν 70; Ρωμανός ὁ Μελωδός; Ἰωάννης ὁ ψάλτης ὁ καλούμενος Κουκουζέλης\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 9:10-19\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας\, καὶ εἶπεν πρὸς αὐτὸν ὁ κύριος ἐν ὁράματι\, Ἀνανία. Ὁ δὲ εἶπεν\, Ἰδοὺ ἐγώ\, κύριε. Ὁ δὲ κύριος πρὸς αὐτόν\, Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν\, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι\, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται\, καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα\, ὅπως ἀναβλέψῃ. Ἀπεκρίθη δὲ Ἀνανίας\, Κύριε\, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου\, ὅσα κακὰ ἐποίησεν τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ· καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων\, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. Εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος\, Πορεύου\, ὅτι σκεῦος ἐκλογῆς μοι ἐστὶν οὗτος\, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων\, υἱῶν τε Ἰσραήλ· ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. Ἀπῆλθεν δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν\, καὶ ἐπιθεὶς ἐπʼ αὐτὸν τὰς χεῖρας εἶπεν\, Σαοὺλ ἀδελφέ\, ὁ κύριος ἀπέσταλκέν με\, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου\, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου. Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες\, ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη\, καὶ λαβὼν τροφὴν ἐνίσχυσεν. Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς.\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6:37-45\nΕἶπεν ὁ Κύριος· Μὴ κρίνετε\, καὶ οὐ μὴ κριθῆτε· μὴ καταδικάζετε\, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε\, καὶ ἀπολυθήσεσθε· δίδοτε\, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν\, πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· τῷ γὰρ αὐτῷ μέτρῳ\, ᾧ μετρεῖτε\, ἀντιμετρηθήσεται ὑμῖν. Εἶπε δὲ παραβολὴν αὐτοῖς· μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται; οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ· κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ. Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου\, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; ἢ πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου\, ἀδελφέ\, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου\, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; ὑποκριτά\, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου\, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου.\n\nΟὐ γάρ ἐστι δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν\, οὐδὲ δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν· ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσι σῦκα\, οὐδὲ ἐκ βάτου τρυγῶσι σταφυλήν. ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν\, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191002
DTEND;VALUE=DATE:20191003
SUMMARY:Κυπριανός καὶ Ἰουστίνα
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 2 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Κυπριανός καὶ Ἰουστίνα; Οσίου Θεοφίλου\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 1:12-17\nΤέκνον Τιμόθεε\, χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν\, ὅτι πιστόν με ἡγήσατο\, θέμενος εἰς διακονίαν\, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλὰ ἠλεήθην\, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος\, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι\, ὧν πρῶτός εἰμι ἐγώ· ἀλλὰ διὰ τοῦτο ἠλεήθην\, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν\, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπʼ αὐτῷ εἰς ζωὴν αἰώνιον. Τῷ δὲ βασιλεῖ τῶν αἰώνων\, ἀφθάρτῳ\, ἀοράτῳ\, μόνῳ σοφῶ θεῷ\, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6:46-49\, 7:1\nΕἶπεν ὁ Κύριος· Τί δέ με καλεῖτε Κύριε Κύριε\, καὶ οὐ ποιεῖτε ἃ λέγω; πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς\, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος· ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν\, ὃς καὶ ἔσκαψε καὶ ἐβάθυνε καὶ ἔθηκε θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρας δὲ γενομένης προσέρρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ\, καὶ οὐκ ἴσχυσε σαλεῦσαι αὐτήν· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου· ᾗ προσέρρηξεν ὁ ποταμός\, καὶ εὐθὺς ἔπεσε\, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα. Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ\, εἰσῆλθεν εἰς Καπερναούμ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191003
DTEND;VALUE=DATE:20191004
SUMMARY:Διονύσιος ὁ Αρεοπαγίτης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 3 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Διονύσιος ὁ Αρεοπαγίτης; Ἰωάννης ὁ Χοζεβίτης; Μάρτυρες Ρουστίκος καί Ἐλευθέριος\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 17:16-34\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου\, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ\, θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις\, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. Τινὲς δὲ καὶ τῶν Ἐπικουρείων καὶ τῶν Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ. Καί τινες ἔλεγον\, Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; Οἱ δέ\, Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. Ἐπιλαβόμενοί τε αὐτοῦ\, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον λέγοντες\, Δυνάμεθα γνῶναι\, τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι\, τί ἂν θέλοι ταῦτα εἶναι - Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν\, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη\, Ἄνδρες Ἀθηναῖοι\, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν\, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο\, Ἀγνώστῳ θεῷ. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε\, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ\, οὗτος\, οὐρανοῦ καὶ γῆς κύριος ὑπάρχων\, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ\, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται\, προσδεόμενός τινος\, αὐτὸς διδοὺς πᾶσιν ζωὴν καὶ πνοὴν κατὰ πάντα· ἐποίησέν τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων\, κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς\, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν· ζητεῖν τὸν κύριον\, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν\, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμεν· ὡς καί τινες τῶν καθʼ ὑμᾶς ποιητῶν εἰρήκασιν\, Τοῦ γὰρ καὶ γένος ἐσμέν. Γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ\, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ\, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου\, τὸ θεῖον εἶναι ὅμοιον. Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεός\, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσιν πανταχοῦ μετανοεῖν· διότι ἔστησεν ἡμέραν\, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ\, ἐν ἀνδρὶ ᾧ ὥρισεν\, πίστιν παρασχὼν πᾶσιν\, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν\, οἱ μὲν ἐχλεύαζον· οἱ δὲ εἶπον\, Ἀκουσόμεθά σου πάλιν περὶ τούτου. Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ\, ἐπίστευσαν· ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης\, καὶ γυνὴ ὀνόματι Δάμαρις\, καὶ ἕτεροι σὺν αὐτοῖς.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 7:17-30\nΤῷ καιρῷ ἐκείνῳ\, ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ ᾿Ιουδαίᾳ περὶ αὐτοῦ καὶ ἐν πάσῃ τῇ περιχώρῳ. Καὶ ἀπήγγειλαν ᾿Ιωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ ᾿Ιωάννης ἔπεμψε πρὸς τὸν ᾿Ιησοῦν λέγων· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον· ᾿Ιωάννης ὁ βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρός σε λέγων· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν\, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν.καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε ᾿Ιωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι\, λεπροὶ καθαρίζονται\, κωφοὶ ἀκούουσι\, νεκροὶ ἐγείρονται\, πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. ἀπελθόντων δὲ τῶν μαθητῶν ᾿Ιωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ ᾿Ιωάννου· τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν\, καὶ περισσότερον προφήτου. οὗτός ἐστι περὶ οὗ γέγραπται\, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου\, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· λέγω γὰρ ὑμῖν\, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης ᾿Ιωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστι. καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεόν\, βαπτισθέντες τὸ βάπτισμα ᾿Ιωάννου· οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς\, μὴ βαπτισθέντες ὑπ᾿ αὐτοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191004
DTEND;VALUE=DATE:20191005
SUMMARY:Ἱερόθεος Ἐπίσκοπος Ἀθηνῶν
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 4 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἱερόθεος Ἐπίσκοπος Ἀθηνῶν; Δομνίνα\, Βερίνη καὶ Προσδόκη; Ιωάννης Ερημίτης\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 1:7-17\nἈδελφοί\, ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ\, τὴν ἄφεσιν τῶν παραπτωμάτων\, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ\, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει\, γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ\, κατὰ τὴν εὐδοκίαν αὐτοῦ\, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν\, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ\, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· ἐν αὐτῷ\, ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ\, εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ\, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ· ἐν ᾧ καὶ ὑμεῖς\, ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας\, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν\, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ\, ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν\, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως\, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. Διὰ τοῦτο κἀγώ ἀκούσας τὴν καθʼ ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους\, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν\, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου· ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, ὁ πατὴρ τῆς δόξης\, δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως\, ἐν ἐπιγνώσει αὐτοῦ·\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 7:31-35\nΕἶπεν ὁ Κύριος· Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης\, καὶ τίνι εἰσὶν ὅμοιοι; ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν· ηὐλήσαμεν ὑμῖν\, καὶ οὐκ ὠρχήσασθε\, ἐθρηνήσαμεν ὑμῖν\, καὶ οὐκ ἐκλαύσατε. ἐλήλυθε γὰρ ᾿Ιωάννης ὁ βαπτιστὴς μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων\, καὶ λέγετε· δαιμόνιον ἔχει. ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων\, καὶ λέγετε· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης\, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων!\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191005
DTEND;VALUE=DATE:20191006
SUMMARY:Χαριτίνη Μάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 5 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Χαριτίνη Μάρτυς; Μεθοδία ἡ ἐν Κιμώλῳ; Ευδοκίμου νεοφανούς\, του Βατοπεδινού; Πέτρου\, Αλεξίου και Ιωνά\, των θαυματουργών μητροπολιτών Μόσχας\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 10:23-28\nἈδελφοί\, πάντα μοι ἔξεστιν\, ἀλλʼ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν\, ἀλλʼ οὐ πάντα οἰκοδομεῖ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω\, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος. Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε\, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· Τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων\, καὶ θέλετε πορεύεσθαι\, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε\, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. Ἐὰν δέ τις ὑμῖν εἴπῃ\, Τοῦτο εἰδωλόθυτόν ἐστιν\, μὴ ἐσθίετε διʼ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· Τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 5:27-32\nΤῷ καιρῷ ἐκείνῳ\, παράγων ὁ Ἰησοῦς ἐθεάσατο τελώνην ὀνόματι Λευΐν\, καθήμενον ἐπὶ τὸ τελώνιον\, καὶ εἶπεν αὐτῷ· ἀκολούθει μοι. καὶ καταλιπὼν ἅπαντα ἀναστὰς ἠκολούθησεν αὐτῷ. καὶ ἐποίησε δοχὴν μεγάλην Λευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ\, καὶ ἦν ὄχλος τελωνῶν πολὺς καὶ ἄλλων οἳ ἦσαν μετ᾿ αὐτῶν κατακείμενοι. καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπε πρὸς αὐτούς· οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ\, ἀλλ᾿ οἱ κακῶς ἔχοντες· οὐκ ἐλήλυθα καλέσαι δικαίους\, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191006
DTEND;VALUE=DATE:20191007
SUMMARY:Γ΄ Λουκᾶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 6 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Γ΄ Λουκᾶ; Θωμᾶς Ἀπόστολος; Mάρτυς Ερωτηΐς; Οσιομάρτυς Μακάριος\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 24:13-35\nΚαὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ ῾Ιερουσαλήμ\, ᾗ ὄνομα ᾿Εμμαούς. καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ ᾿Ιησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.εἶπε δὲ πρὸς αὐτούς· τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καί ἐστε σκυθρωποί; ἀποκριθεὶς δὲ ὁ εἷς\, ᾧ ὄνομα Κλεόπας\, εἶπε πρὸς αὐτόν· σὺ μόνος παροικεῖς ἐν ῾Ιερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; καὶ εἶπεν αὐτοῖς· ποῖα; οἱ δὲ εἶπον αὐτῷ· τὰ περὶ ᾿Ιησοῦ τοῦ Ναζωραίου\, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ\, ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν ᾿Ισραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο. ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον\, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι\, οἳ λέγουσιν αὐτὸν ζῆν. καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον\, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον\, αὐτὸν δὲ οὐκ εἶδον. καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται! οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο\, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι· καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· μεῖνον μεθ᾿ ἡμῶν\, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησε\, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί\, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν. καὶ εἶπον πρὸς ἀλλήλους· οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν\, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς ῾Ιερουσαλήμ\, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς\, λέγοντας ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι. καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 6:1-10\nἈδελφοί\, συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς - λέγει γάρ\, Καιρῷ δεκτῷ ἐπήκουσά σου\, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδού\, νῦν καιρὸς εὐπρόσδεκτος\, ἰδού\, νῦν ἡμέρα σωτηρίας - μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν\, ἵνα μὴ μωμηθῇ ἡ διακονία· ἀλλʼ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι\, ἐν ὑπομονῇ πολλῇ\, ἐν θλίψεσιν\, ἐν ἀνάγκαις\, ἐν στενοχωρίαις\, ἐν πληγαῖς\, ἐν φυλακαῖς\, ἐν ἀκαταστασίαις\, ἐν κόποις\, ἐν ἀγρυπνίαις\, ἐν νηστείαις\, ἐν ἁγνότητι\, ἐν γνώσει\, ἐν μακροθυμίᾳ\, ἐν χρηστότητι\, ἐν πνεύματι ἁγίῳ\, ἐν ἀγάπῃ ἀνυποκρίτῳ\, ἐν λόγῳ ἀληθείας\, ἐν δυνάμει θεοῦ\, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν\, διὰ δόξης καὶ ἀτιμίας\, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς· ὡς ἀγνοούμενοι\, καὶ ἐπιγινωσκόμενοι· ὡς ἀποθνῄσκοντες\, καὶ ἰδού\, ζῶμεν· ὡς παιδευόμενοι\, καὶ μὴ θανατούμενοι· ὡς λυπούμενοι\, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοί\, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες\, καὶ πάντα κατέχοντες.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 7:11-16\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως\, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ\, καὶ αὕτη ἦν χήρα\, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε· καὶ προσελθὼν ἥψατο τῆς σοροῦ\, οἱ δὲ βαστάζοντες ἔστησαν\, καὶ εἶπε· νεανίσκε\, σοὶ λέγω\, ἐγέρθητι. καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν\, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. ἔλαβε δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν Θεόν\, λέγοντες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν\, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191007
DTEND;VALUE=DATE:20191008
SUMMARY:Σέργιος καί Βάκχος Μάρτυρες
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 7 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Σέργιος καί Βάκχος Μάρτυρες; Ἱερομάρτυς Πολυχρόνιος; Ιουλιανού Πρεσβυτέρου\, καί Kαισαρίου Διακόνου; Ἰωάννης Κρήτης; Ιωνάς\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 1:22-23\, 2:1-3\nἈδελφοί\, πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ\, καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ\, ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ\, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου. Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις\, ἐν αἷς ποτὲ περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου\, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος\, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν\, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν\, καὶ ἦμεν τέκνα φύσει ὀργῆς\, ὡς καὶ οἱ λοιποί·\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 7:36-50\nΤῷ καιρῷ ἐκείνῳ\, ᾿Ηρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾿ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη. καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός\, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου\, κομίσασα ἀλάβαστρον μύρουκαὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα\, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε\, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ. ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· οὗτος εἰ ἦν προφήτης\, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ\, ὅτι ἁμαρτωλός ἐστι. καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπε πρὸς αὐτόν· Σίμων\, ἔχω σοί τι εἰπεῖν. ὁ δέ φησι· διδάσκαλε\, εἰπέ. δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια\, ὁ δὲ ἕτερος πεντήκοντα. μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι\, ἀμφοτέροις ἐχαρίσατο· τίς οὖν αὐτῶν\, εἰπέ\, πλεῖον αὐτὸν ἀγαπήσει; ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας. καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν\, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε. φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾿ ἧς εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας. οὗ χάριν λέγω σοι\, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί\, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται\, ὀλίγον ἀγαπᾷ. εἶπε δὲ αὐτῇ· ἀφέωνταί σου αἱ ἁμαρτίαι. καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; εἶπε δὲ πρὸς τὴν γυναῖκα· ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. \n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191008
DTEND;VALUE=DATE:20191009
SUMMARY:Ὁσία Πελαγία
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 8 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ὁσία Πελαγία ; Πελαγία ἡ Παρθένος; Ταϊσίας της πρώην πόρνης; Φίλιππος\, Ἐπίσκοπος Γορτύνη\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 2:19-22\, 3:1-7\nἈδελφοί\, οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι\, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ\, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν\, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ\, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ\, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι. Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν\, εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς\, ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέν μοι τὸ μυστήριον\, καθὼς προέγραψα ἐν ὀλίγῳ\, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ· ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων\, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι· εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ Χριστῷ\, διὰ τοῦ εὐαγγελίου\, οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ\, τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 8:1-3\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπορεύετο ὁ Ἰησοῦς κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ\, καὶ οἱ δώδεκα σὺν αὐτῷ\, καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν\, Μαρία ἡ καλουμένη Μαγδαληνή\, ἀφ᾿ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει\, καὶ ᾿Ιωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου ῾Ηρῴδου\, καὶ Σουσάννα καὶ ἕτεραι πολλαί\, αἵτινες διηκόνουν αὐτῷ ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191009
DTEND;VALUE=DATE:20191010
SUMMARY:Ἰάκωβος Ἀπόστολος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 9 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἰάκωβος Ἀπόστολος; Ἀνδρόνικος καί Ἀθανασία; Οσίας Ποπλίας διακονίσσης της ομολογητρίας; Του αγίου και δικαίου προπάτορος Αβραάμ του Πατριάρχου και Λωτ του ανεψιού αυτού\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 4:9-16\nἈδελφοί\, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ\, καὶ ἀγγέλοις\, καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν\, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς\, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι\, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν\, καὶ διψῶμεν\, καὶ γυμνητεύομεν\, καὶ κολαφιζόμεθα\, καὶ ἀστατοῦμεν\, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν\, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα\, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ\, ἀλλʼ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς\, μιμηταί μου γίνεσθε.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 9:36-38\, 10:1-8\nΤῷ καιρῷ ἐκείνῳ\, ᾿Ιδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν\, ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐρριμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· ὁ μὲν θερισμὸς πολύς\, οἱ δὲ ἐργάται ὀλίγοι. δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά εἰσι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ ᾿Ανδρέας ὁ ἀδελφὸς αὐτοῦ\, ᾿Ιάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννης ὁ ἀδελφὸς αὐτοῦ\, Φίλιππος καὶ Βαρθολομαῖος\, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης\, ᾿Ιάκωβος ὁ τοῦ ᾿Αλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος\, Σίμων ὁ Κανανίτης καὶ ᾿Ιούδας ὁ ᾿Ισκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ᾿Ιησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε\, λεπροὺς καθαρίζετε\, νεκροὺς ἐγείρετε\, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε\, δωρεὰν δότε.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191010
DTEND;VALUE=DATE:20191011
SUMMARY:Εὐλάμπιος καί Εὐλαμπία
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 10 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Εὐλάμπιος καί Εὐλαμπία ; Ὅσιος Θεόφιλος; 200 οσιομάρτυρες τῆς Νικομηδείας ; Οσίου Βασσιανού; 14 υπερήλικες τῆς Μονής τῆς Ὀπτίνας; Πίνυτος\, Ἐπίσκοπος Κνωσοῦ; Παυλίνος Ἀρχιεπίσκοπος τῆς ᾽Υόρκη\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 4:14-17\nἈδελφοί\, μηκέτι ὦμεν νήπιοι\, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας\, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων\, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης· ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα\, ὅς ἐστιν ἡ κεφαλή\, ὁ Χριστός\, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας\, κατʼ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους\, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν κυρίῳ\, μηκέτι ὑμᾶς περιπατεῖν\, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 9:7-11\nΤῷ καιρῷ ἐκείνῳ\, ῎Ηκουσε δὲ ῾Ηρῴδης ὁ τετράρχης τὰ γινόμενα ὑπ᾿ αὐτοῦ πάντα\, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι ᾿Ιωάννης ἐγήγερται ἐκ τῶν νεκρῶν\, ὑπό τινων δὲ ὅτι ᾿Ηλίας ἐφάνη\, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. καὶ εἶπεν ὁ ῾Ηρῴδης· ᾿Ιωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἐγὼ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν. Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησε κατ᾿ ἰδίαν εἰς τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδά. οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ\, καὶ δεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ\, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰάσατο.\n\n \n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191011
DTEND;VALUE=DATE:20191012
SUMMARY:Φίλιππος ἐκ τῶν 70
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 11 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Φίλιππος ἐκ τῶν 70; Θεοφάνης ὁ Ὁμολογητής; Οσίων Ζηναΐδος και Φιλονίλλης; Νεκτάριος\, Ἀρσάκιος\, Σισίνιος καί Φιλόθεος τοῦ Κοκκίνου\, Πατριάρχες Κωνσταντινουπόλεως; Ἐθελβούργα ἡ ἡγουμένη τοῦ Βάρκινγ; Κένεθ\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 8:26-39\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, Ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς Φίλιππον\, λέγων\, Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. Καὶ ἀναστὰς ἐπορεύθη· καὶ ἰδού\, ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων\, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς\, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ\, ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ\, καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν. Εἶπεν δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ\, Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. Προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἠσαΐαν\, καὶ εἶπεν\, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; Ὁ δὲ εἶπεν\, Πῶς γὰρ ἂν δυναίμην\, ἐὰν μή τις ὁδηγήσῃ με; Παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. Ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη\, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη\, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος\, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη\, τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν\, Δέομαί σου\, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; Περὶ ἑαυτοῦ\, ἢ περὶ ἑτέρου τινός; Ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ\, καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης\, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν\, ἦλθον ἐπί τι ὕδωρ· καί φησιν ὁ εὐνοῦχος\, Ἰδού\, ὕδωρ· τί κωλύει με βαπτισθῆναι; εἶπε δὲ ὁ Φίλιππος. Εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας\, ἔξεστιν. 'Aποκριθεὶς δὲ εἶπε· Πιστεύω τὸν υἱὸν τοῦ Θεοῦ εἶναι τὸν ᾿Ιησοῦν Χριστόν. Καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα· καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ\, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος· καὶ ἐβάπτισεν αὐτόν. Ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος\, πνεῦμα κυρίου ἥρπασεν τὸν Φίλιππον· καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος\, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 9:12-18\nΤῷ καιρῷ ἐκείνῳ\, προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ· ἀπόλυσον τὸν ὄχλον\, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ τοὺς ἀγροὺς καταλύσωσι καὶ εὕρωσιν ἐπισιτισμόν\, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. εἶπε δὲ πρὸς αὐτούς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπον· οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ ἰχθύες δύο\, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα· ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα. καὶ ἐποίησαν οὕτω καὶ ἀνέκλιναν ἅπαντας. λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας\, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασε\, καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ. καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες\, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα. Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας\, συνῆσαν αὐτῷ οἱ μαθηταί\, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;\n\n \n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191012
DTEND;VALUE=DATE:20191013
SUMMARY:Πρόβος\, Τάραχος καί Ἀνδρόνικος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 12 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Πρόβος\, Τάραχος καί Ἀνδρόνικος; Συμεὼν ὁ Νέος θεολόγος; Μαρτῖνος\, Ἐπίσκοπος Ταρακίνης; Οσίου Κοσμά επισκόπου; Δομνίνη ἡ Μάρτυς; Γουίλφριντ τῆς Υόρκης\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 14:20-25\nἈδελφοί\, μὴ παιδία γίνεσθε ταῖς φρεσίν· ἀλλὰ τῇ κακίᾳ νηπιάζετε\, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. Ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ\, καὶ οὐδʼ οὕτως εἰσακούσονταί μου\, λέγει κύριος. Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν\, οὐ τοῖς πιστεύουσιν\, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία\, οὐ τοῖς ἀπίστοις\, ἀλλὰ τοῖς πιστεύουσιν. Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτό\, καὶ πάντες γλώσσαις λαλῶσιν\, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι\, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; Ἐὰν δὲ πάντες προφητεύωσιν\, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης\, ἐλέγχεται ὑπὸ πάντων\, ἀνακρίνεται ὑπὸ πάντων\, καὶ οὕτως τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ ἀπαγγέλλων ὅτι Ὁ θεὸς ὄντως ἐν ὑμῖν ἐστιν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6:1-10\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπορεύετο ὁ Ἰησοῦς τοῖς σαββάτῳ δευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰ τῶν σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας καὶ ἤσθιον ψώχοντες ταῖς χερσί. τινὲς δὲ τῶν Φαρισαίων εἶπον αὐτοῖς· τί ποιεῖτε ὃ οὐκ ἔξεστι ποιεῖν ἐν τοῖς σάββασι; καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ ᾿Ιησοῦς· οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησε Δαυῒδ ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ ὄντες; ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε καὶ ἔφαγε\, καὶ ἔδωκε καὶ τοῖς μετ᾿ αὐτοῦ\, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς; καὶ ἔλεγεν αὐτοῖς ὅτι κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. ᾿Εγένετο δὲ καὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἐκεῖ ἄνθρωπος\, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά. παρετήρουν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύσει\, ἵνα εὕρωσι κατηγορίαν αὐτοῦ. αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν\, καὶ εἶπε τῷ ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον. ὁ δὲ ἀναστὰς ἔστη. εἶπεν οὖν ὁ ᾿Ιησοῦς πρὸς αὐτούς· ἐπερωτήσω ὑμᾶς τί ἔξεστι τοῖς σάββασιν\, ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι\, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ· Ἔκτεινον τὴν χεῖρά σου. ὁ δὲ ἐποίησε\, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιής ὡς ἡ ἄλλη.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191013
DTEND;VALUE=DATE:20191014
SUMMARY:Δ' Λουκᾶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 13 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Δ' Λουκᾶ; Κάρπος\, Πάπυλος\, Ἀγαθόδωρος\, καὶ Ἀγαθονίκη; Bεvιαμίν ὁ Διακόνος; Νεομάρτυρος Χρυσής\, της εις Σλάτεινα της Βουλγαρίας αθλησάσης; Αγίος Μάρτυς Φλωρεvτίος; Μελέτιος τοῦ Πηγᾶ\, Πατριάρχης Ἀλεξανδρείας\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 24:36-53\nΤῷ καιρῷ ἐκείνῳ\, ὁ ᾿Ιησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. καὶ εἶπεν αὐτοῖς· τί τεταραγμένοι ἐστέ\, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου\, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε\, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε; οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου\, καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. εἶπε δὲ αὐτοῖς· οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν\, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς\, καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ\, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη\, ἀρξάμενον ἀπὸ ῾Ιερουσαλήμ. ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ῾Ιερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.\n\n᾿Εξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν\, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ μετὰ χαρᾶς μεγάλης\, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. ἀμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τίτον 3:8-15\nΠιστὸς ὁ λόγος\, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι\, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ. ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις · μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔριν καὶ μάχας νομικὰς περιΐστασο\, εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι. αιῥετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ\, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει\, ὢν αὐτοκατάκριτος. Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τυχικόν\, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν\, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλῶν σπουδαίως πρόπεμψον\, ἵνα μηδὲν αὐτοῖς λείπῃ. μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας\, ἵνα μὴ ὦσιν ἄκαρποι. Ἀσπάζονταί σε οἱ μετ ᾽ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. ἡ χάρις μετὰ πάντων ὑμῶν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 8:5-15\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν\, καὶ κατεπατήθη\, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν\, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν\, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν\, καὶ φυὲν ἐποίησε καρπὸν κατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. ᾿Επηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη; ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ\, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς\, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν. ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες\, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν\, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι\, μετὰ χαρᾶς δέχονται τὸν λόγον\, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν\, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν\, οὗτοί εἰσιν οἱ ἀκούσαντες\, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσι. τὸ δὲ ἐν τῇ καλῇ γῇ\, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ. ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191014
DTEND;VALUE=DATE:20191015
SUMMARY:Ναζάριος\, Γερβάσιος\, Προστάσιος καὶ Κέλσιος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 14 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ναζάριος\, Γερβάσιος\, Προστάσιος καὶ Κέλσιος; Κοσμᾶς ὁ Ποιητής; Ἰγνάτιος (του Αγαλλιανού)\, ἐπίσκοπος Μηθύμνης; Οσίας Παρασκευής\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 4:25-32\nἈδελφοί\, ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· ὅτι ἐσμὲν ἀλλήλων μέλη. Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. Ὁ κλέπτων μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω\, ἐργαζόμενος τὸ ἀγαθόν ταῖς χερσίν\, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω\, ἀλλʼ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας\, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. Καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ\, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφʼ ὑμῶν\, σὺν πάσῃ κακίᾳ· γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί\, εὔσπλαγχνοι\, χαριζόμενοι ἑαυτοῖς\, καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 9:18-22\nΤῷ καιρῷ ἐκείνῳ\, ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας\, συνῆσαν αὐτῷ οἱ μαθηταί\, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; οἱ δὲ ἀποκριθέντες εἶπον· ᾿Ιωάννην τὸν βαπτιστήν\, ἄλλοι δὲ ᾿Ηλίαν\, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. εἶπε δὲ αὐτοῖς· ὑμεῖς δὲ τίνα μὲ λέγετε εἶναι; ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε· τὸν Χριστὸν τοῦ Θεοῦ. ῾Ο δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλε μηδενὶ λέγειν τοῦτο\, εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων\, καὶ ἀποκτανθῆναι\, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191015
DTEND;VALUE=DATE:20191016
SUMMARY:Λουκιανός Ἱερομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 15 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Λουκιανός Ἱερομάρτυς; Ὅσιος Σαβῖνος; Ὅσιος Βάρσος; Ὅσιος Ευθύμιος ὁ νέος\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 5:20-25\nἈδελφοί\, εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί\, ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Αἱ γυναῖκες\, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε\, ὡς τῷ κυρίῳ. ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικός\, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας\, καὶ αὐτὸς ἐστιν σωτὴρ τοῦ σώματος. Ἀλλʼ ὡσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ\, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. Οἱ ἄνδρες\, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν\, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν\, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς·\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 9:23-27\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι\, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾿ ἡμέραν καὶ ἀκολουθείτω μοι. ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι\, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ\, οὗτος σώσει αὐτήν. τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον\, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους\, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. λέγω δὲ ὑμῖν ἀληθῶς\, εἰσί τινες τῶν ὧδε ἑστηκότων\, οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191016
DTEND;VALUE=DATE:20191017
SUMMARY:Λογγῖνος Ἑκατόνταρχος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 16 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Λογγῖνος Ἑκατόνταρχος; Δύο Στρατιῶτες\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 5:25-33\nἈδελφοί\, οἱ ἄνδρες\, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν\, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν\, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς· ἵνα αὐτὴν ἁγιάσῃ\, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι\, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν\, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων\, ἀλλʼ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα\, ἑαυτὸν ἀγαπᾷ· οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν\, ἀλλʼ ἐκτρέφει καὶ θάλπει αὐτήν\, καθὼς καὶ ὁ κύριος τὴν ἐκκλησίαν· ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ\, ἐκ τῆς σαρκός αὐτοῦ καί ἐκ τῶν ὀστέων αὐτοῦ. ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα\, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ\, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστόν καὶ εἰς τὴν ἐκκλησίαν. Πλὴν καὶ ὑμεῖς οἱ καθʼ ἕνα\, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 27:33-54\nΤῷ καιρῷ ἐκείνῳ\, ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ\, ὅ ἐστι λεγόμενος κρανίου τόπος\, ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν. σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες κλῆρον\, καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· οὗτός ἐστιν ᾿Ιησοῦς ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων. Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί\, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶνκαὶ λέγοντες· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ\, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον· ἄλλους ἔσωσεν\, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς ᾿Ισραήλ ἐστι\, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ᾿ αὐτῷ·πέποιθεν ἐπὶ τὸν Θεόν\, ῥυσάσθω νῦν αὐτόν\, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός. τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν.\n\n᾿Απὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ ᾿Ιησοῦς φωνῇ μεγάλῃ λέγων· ἠλὶ ἠλί\, λιμᾶ σαβαχθανί; τοῦτ᾿ ἔστι\, Θεέ μου Θεέ μου\, ἱνατί με ἐγκατέλιπες; τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι ᾿Ηλίαν φωνεῖ οὗτος. καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. οἱ δὲ λοιποὶ ἔλεγον· ἄφες ἴδωμεν εἰ ἔρχεται ᾿Ηλίας σώσων αὐτόν. ὁ δὲ ᾿Ιησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα. Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω\, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν\, καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη\, καὶ ἐξελθόντες ἐκ τῶν μνημείων\, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. ῾Ο δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν ᾿Ιησοῦν\, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191017
DTEND;VALUE=DATE:20191018
SUMMARY:Ὠσηὲ Προφήτης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 17 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ὠσηὲ Προφήτης; Κοσμᾶς καὶ Δαμιανὸς Άραβίας; Ἀνδρέας Ὁσιομάρτυς; Ἀνακομιδὴ καὶ Κατάθεσις τοῦ Λειψάνου τοῦ Ἁγίου καὶ Δικαίου Λαζάρου\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 9:18-33\nἈδελφοί\, ὃν θέλει ἐλεεῖ· ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖς οὖν μοι\, Τί ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; Μενοῦνγε\, ὦ ἄνθρωπε\, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι\, Τί με ἐποίησας οὕτως; Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ\, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος\, ὃ δὲ εἰς ἀτιμίαν; Εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργήν\, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ\, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους\, ἃ προητοίμασεν εἰς δόξαν\, οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων\, ἀλλὰ καὶ ἐξ ἐθνῶν; Ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει\, Καλέσω τὸν οὐ λαόν μου λαόν μου· καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην. Καὶ ἔσται\, ἐν τῷ τόπῳ οὗ ἐρρήθη αὐτοῖς\, Οὐ λαός μου ὑμεῖς\, ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος. Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ\, Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης\, τὸ κατάλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ· ὅτι λόγον συντετμημένον ποιήσει κύριος ἐπὶ τῆς γῆς. Καὶ καθὼς προείρηκεν Ἠσαΐας\, Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα\, ὡς Σόδομα ἂν ἐγενήθημεν\, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην\, κατέλαβεν δικαιοσύνην\, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· Ἰσραὴλ δέ\, διώκων νόμον δικαιοσύνης\, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν. Διὰ τί; Ὅτι οὐκ ἐκ πίστεως\, ἀλλʼ ὡς ἐξ ἔργων νόμου· προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος\, καθὼς γέγραπται\, Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 9:49-56\nΤῷ καιρῷ ἐκείνῳ\, προσελθὼν τῷ Ἰησοῦ εἶς τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· ᾽Επιστάτα\, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια\, καὶ ἐκωλύσαμεν αὐτόν\, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾿ ἡμῶν. καὶ εἶπε πρὸς αὐτὸν ὁ ᾿Ιησοῦς· μὴ κωλύετε· οὐ γάρ ἐστι καθ᾿ ὑμῶν· ὃς γὰρ οὐκ ἔστι καθ᾿ ὑμῶν\, ὑπὲρ ὑμῶν ἐστιν. ᾿Εγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ καὶ αὐτὸς ἐστήριξε τὸ πρόσωπον αὐτοῦ τοῦ πορεύεσθαι εἰς ῾Ιερουσαλήμ\, καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν\, ὥστε ἑτοιμάσαι αὐτῷ· καὶ οὐκ ἐδέξαντο αὐτόν\, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς ῾Ιερουσαλήμ. ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης εἶπον· Κύριε\, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς\, ὡς καὶ ᾿Ηλίας ἐποίησε; στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς καὶ εἶπεν· οὐκ οἴδατε ποίου πνεύματός ἐστε ὑμεῖς· ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι\, ἀλλὰ σῶσαι. καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.\n\n \n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191018
DTEND;VALUE=DATE:20191019
SUMMARY:Εὐαγγελιστὴς Λουκᾶς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 18 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Εὐαγγελιστὴς Λουκᾶς; Μαρῖνος\, Μάρτυς\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κολοσσαεῖς 4:5-11\, 14-18\nἈδελφοί\, ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω\, τὸν καιρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι\, ἅλατι ἠρτυμένος\, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Τὰ κατʼ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικός\, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ· ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο\, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν· σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ\, ὅς ἐστιν ἐξ ὑμῶν. Πάντα ὑμῖν γνωριοῦσιν τὰ ὧδε. Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου\, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβᾳ\, περὶ οὗ ἐλάβετε ἐντολάς - ἐὰν ἔλθῃ πρὸς ὑμᾶς\, δέξασθε αὐτόν· καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος\, οἱ ὄντες ἐκ περιτομῆς· οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ\, οἵτινες ἐγενήθησάν μοι παρηγορία. Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός\, καὶ Δημᾶς. Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφούς\, καὶ Νυμφᾶν\, καὶ τὴν κατʼ οἶκον αὐτοῦ ἐκκλησίαν. Καὶ ὅταν ἀναγνωσθῇ παρʼ ὑμῖν ἡ ἐπιστολή\, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικαίων ἐκκλησίᾳ ἀναγνωσθῇ\, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Καὶ εἴπατε Ἀρχίππῳ\, Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ\, ἵνα αὐτὴν πληροῖς. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθʼ ὑμῶν. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10:16-21\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Ο ἀκούων ὑμῶν ἐμοῦ ἀκούει\, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. ῾Υπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε\, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ\, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε\, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. ᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι\, πάτερ\, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς\, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν\, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί\, ὁ πατήρ\, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191019
DTEND;VALUE=DATE:20191020
SUMMARY:Ἰωήλ Προφήτης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 19 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἰωήλ Προφήτης; Οὒαρος Μάρτυς; Ἰωάννης Ρίλας; Μαρτύρων Ευσεβίου καί Φίλωνος; Ἰωάννης της Κροστάνδης\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 2:14-21\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα\, ἐπῆρεν τὴν φωνὴν αὐτοῦ\, καὶ ἀπεφθέγξατο αὐτοῖς\, Ἄνδρες Ἰουδαῖοι\, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες\, τοῦτο ὑμῖν γνωστὸν ἔστω\, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Οὐ γάρ\, ὡς ὑμεῖς ὑπολαμβάνετε\, οὗτοι μεθύουσιν· ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας· ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ\, Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις\, λέγει ὁ θεός\, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν\, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται\, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται· καί γε ἐπὶ τοὺς δούλους μου καί ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου\, καὶ προφητεύσουσιν. Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω\, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω\, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος\, καὶ ἡ σελήνη εἰς αἷμα\, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ· καὶ ἔσται\, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 7:1-10\nΤῷ καιρῷ ἐκείνῳ\, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς Καφαρναούμ. ῾Εκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλε τελευτᾶν\, ὃς ἦν αὐτῷ ἔντιμος.ἀκούσας δὲ περὶ τοῦ ᾿Ιησοῦ ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν ᾿Ιουδαίων ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. οἱ δὲ παραγενόμενοι πρὸς τὸν ᾿Ιησοῦν παρεκάλουν αὐτὸν σπουδαίως\, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο. ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν\, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. ὁ δὲ ᾿Ιησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους λέγων αὐτῷ· Κύριε\, μὴ σκύλλου· οὐ γάρ εἰμι ἱκανὸς ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· ἀλλ᾿ εἰπὲ λόγῳ\, καὶ ἰαθήσεται ὁ παῖς μου. καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος\, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας\, καὶ λέγω τούτῳ\, πορεύθητι\, καὶ πορεύεται\, καὶ ἄλλῳ\, ἔρχου\, καὶ ἔρχεται\, καὶ τῷ δούλῳ μου\, ποίησον τοῦτο\, καὶ ποιεῖ. ἀκούσας δὲ ταῦτα ὁ ᾿Ιησοῦς ἐθαύμασεν αὐτόν\, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε· λέγω ὑμῖν\, οὐδὲ ἐν τῷ ᾿Ισραὴλ τοσαύτην πίστιν εὗρον. καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191020
DTEND;VALUE=DATE:20191021
SUMMARY:ΣΤ΄ Λουκᾶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 20 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: ΣΤ΄ Λουκᾶ; Ἀρτέμιοs Μεγαλομάρτυς; Ματρώνης Χιοπολίτιδος; Γεράσιμος ὁ ἐν Κεφαλληνίᾳ; Ὁσιομάρτυρος Ἀνδρόνικος\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 20:1-10\nΤῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον\, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ ᾿Ιησοῦς\, καὶ λέγει αὐτοῖς· ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου\, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον\, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια\, οὐ μέντοι εἰσῆλθεν. ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ\, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα\, καὶ τὸ σουδάριον\, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ\, οὐ μετὰ τῶν ὀθονίων κείμενον\, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον\, καὶ εἶδε καὶ ἐπίστευσεν· οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 9:6-11\nἈδελφοί\, ὁ σπείρων φειδομένως\, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπʼ εὐλογίαις\, ἐπʼ εὐλογίαις καὶ θερίσει. Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ· μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός. Δυνατὸς δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς\, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν· καθὼς γέγραπται\, Ἐσκόρπισεν\, ἔδωκεν τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι\, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι\, καὶ πληθύναι τὸν σπόρον ὑμῶν\, καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα\, ἥτις κατεργάζεται διʼ ἡμῶν εὐχαριστίαν τῷ θεῷ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 8:26-39\nΤῷ καιρῷ ἐκείνῳ\, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γαδαρηνῶν\, ἥτις ἐστὶν ἀντίπερα τῆς Γαλιλαίας. ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως\, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν\, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν\, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. ἰδὼν δὲ τὸν ᾿Ιησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· τί ἐμοὶ καὶ σοί\, ᾿Ιησοῦ\, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου\, μή με βασανίσῃς. παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν\, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος\, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. ἐπηρώτησε δὲ αὐτὸν ὁ ᾿Ιησοῦς λέγων· τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν· καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους\, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον\, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός\, καὶ ἦλθον πρὸς τὸν ᾿Ιησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον\, ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξεληλύθει\, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ\, καὶ ἐφοβήθησαν. ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾿ αὐτῶν\, ὅτι φόβῳ μεγάλῳ συνείχοντο. αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν. ἐδέετο δὲ αὐτοῦ ὁ ἀνήρ\, ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια\, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὁ ᾿Ιησοῦς λέγων· ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. καὶ ἀπῆλθε καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ ᾿Ιησοῦς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191021
DTEND;VALUE=DATE:20191022
SUMMARY:Ὅσιος Ἱλαρίων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 21 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ὅσιος Ἱλαρίων; Χριστόδουλος ὁ Θαυματουργός ; Θεοδότη καὶ Σωκράτης\, Μάρτυρες; Ἰωάννης\, Νεομάρτυς; Ὅσιος Φιλόθεος\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 9:6-11\nἈδελφοί\, ὁ σπείρων φειδομένως\, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπʼ εὐλογίαις\, ἐπʼ εὐλογίαις καὶ θερίσει. Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ· μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός. Δυνατὸς δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς\, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν· καθὼς γέγραπται\, Ἐσκόρπισεν\, ἔδωκεν τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι\, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι\, καὶ πληθύναι τὸν σπόρον ὑμῶν\, καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα\, ἥτις κατεργάζεται διʼ ἡμῶν εὐχαριστίαν τῷ θεῷ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10:22-24\nΕἶπεν ὁ Κύριος· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ υἱός\, εἰ μὴ ὁ πατήρ\, καὶ τίς ἐστιν ὁ πατήρ\, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾿ ἰδίαν εἶπε· μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε\, καὶ οὐκ εἶδον\, καὶ ἀκοῦσαι ἃ ἀκούετε\, καὶ οὐκ ἤκουσαν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191022
DTEND;VALUE=DATE:20191023
SUMMARY:Ἀβέρκιος Ἐπί. Ἱεραπόλεως
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 22 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἀβέρκιος Ἐπί. Ἱεραπόλεως; 7 Παῖδες Μάρτυρες ὁι ἐν Ἐφέσῳ\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 1:8-14\nἈδελφοί\, μάρτυς γάρ μού ἐστιν ὁ θεός\, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ. Καὶ τοῦτο προσεύχομαι\, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει\, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα\, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ\, πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ\, εἰς δόξαν καὶ ἔπαινον θεοῦ. Γινώσκειν δὲ ὑμᾶς βούλομαι\, ἀδελφοί\, ὅτι τὰ κατʼ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν· ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πάσιν\, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ\, πεποιθότας τοῖς δεσμοῖς μου\, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 11:1-10\nΤῷ καιρῷ ἐκείνῳ\, ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον\, ὡς ἐπαύσατο\, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· Κύριε\, δίδαξον ἡμᾶς προσεύχεσθαι\, καθὼς καὶ ᾿Ιωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ. εἶπε δὲ αὐτοῖς· ὅταν προσεύχησθε\, λέγετε· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου\, ὡς ἐν οὐρανῷ\, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾿ ἡμέραν· καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν· καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ τῷ ὀφείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν\, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Καὶ εἶπε πρὸς αὐτούς· τίς ἐξ ὑμῶν ἕξει φίλον\, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ ἐρεῖ αὐτῷ· φίλε\, χρῆσόν μοι τρεῖς ἄρτους\, ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται καὶ τὰ παιδία μου μετ᾿ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι; λέγω ὑμῖν\, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι αὐτοῦ φίλον\, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει. κἀγὼ ὑμῖν λέγω\, αἰτεῖτε\, καὶ δοθήσεται ὑμῖν\, ζητεῖτε\, καὶ εὑρήσετε\, κρούετε\, καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιχθήσεται.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191023
DTEND;VALUE=DATE:20191024
SUMMARY:Ἰάκωβος ὁ Ἀδελφόθεος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 23 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἰάκωβος ὁ Ἀδελφόθεος; Ἰγνάτιος\, Πατ. Κωνσταv.\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 1:11-19\nἈδελφοί\, γνωρίζω δὲ ὑμῖν\, ἀδελφοί\, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπʼ ἐμοῦ\, ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό\, οὔτε ἐδιδάχθην\, ἀλλὰ διʼ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ\, ὅτι καθʼ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ\, καὶ ἐπόρθουν αὐτήν· καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου\, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ\, ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν\, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι· οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους\, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν\, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον\, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον\, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 13:54-58\nΤῷ καιρῷ ἐκείνῳ\, ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν\, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ᾿Ιάκωβος καὶ ᾿Ιωσῆς καὶ Σίμων καὶ ᾿Ιούδας; καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; πόθεν οὖν τούτῳ ταῦτα πάντα; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191024
DTEND;VALUE=DATE:20191025
SUMMARY:Ἀρέθας Μεγαλομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 24 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἀρέθας Μεγαλομάρτυς; Μάρτυς Σεβαστιανὸς; Μαγλόριος τοῦ Σάρκ\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 1:20-27\nἈδελφοί\, ἐν οὐδενὶ αἰσχυνθήσομαι\, ἀλλ᾿ ἐν πάσῃ παρρησίᾳ\, ὡς πάντοτε\, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. ᾿Εμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. Εἰ δὲ τὸ ζῆν ἐν σαρκί\, τοῦτό μοι καρπὸς ἔργου\, καὶ τί αἱρήσομαι οὐ γνωρίζω. Συνέχομαι δὲ ἐκ τῶν δύο\, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ γὰρ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι᾿ ὑμᾶς. Καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως\, ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ ᾿Ιησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ἡμᾶς. Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 11:14-23\nΤῷ καιρῷ ἐκείνῳ\, ἦν ὁ Ἰησοῦς ἐκβάλλων δαιμόνιον\, καὶ αὐτὸ ἦν κωφόν. Ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός\, καὶ ἐθαύμαζον οἱ ὄχλοι· τινὲς δὲ ἐξ αὐτῶν εἶπον· ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. ἕτεροι δὲ πειράζοντες σημεῖον παρ᾿ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ. αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς· πᾶσα βασιλεία ἐφ᾿ ἑαυτὴν διαμερισθεῖσα\, ἐρημοῦται\, καὶ οἶκος ἐπὶ οἶκον\, πίπτει. εἰ δὲ καὶ ὁ σατανᾶς ἐφ᾿ ἑαυτὸν διεμερίσθη\, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ\, ὅτι λέγετε ἐν Βεελζεβούλ με ἐκβάλλειν τὰ δαιμόνια; εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια\, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; διὰ τοῦτο αὐτοὶ κριταὶ ὑμῶν ἔσονται. εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια\, ἄρα ἔφθασεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν\, ἐν εἰρήνῃ ἐστὶ τὰ ὑπάρχοντα αὐτοῦ· ἐπὰν δὲ ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν\, τὴν πανοπλίαν αὐτοῦ αἴρει\, ἐφ᾿ ᾗ ἐπεποίθει\, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν. ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστι\, καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191025
DTEND;VALUE=DATE:20191026
SUMMARY:Μαρκιανός καὶ Μαρτύριος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 25 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Μαρκιανός καὶ Μαρτύριος; Ταβιθᾶ ἡ Ἑλεήμων; Χρυσάφιος (ἢ Χρύσαφος) ὁ Μάρτυρας; Αγία Χρυσάνθη\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 1:27-30\, 2:1-4\nἈδελφοί\, ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε\, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς\, εἴτε ἀπών\, ἀκούσω τὰ περὶ ὑμῶν\, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι\, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου\, καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων· ἥτις αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας\, ὑμῖν δὲ σωτηρίας\, καὶ τοῦτο ἀπὸ θεοῦ· ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ\, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν\, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοί\, καὶ νῦν ἀκούετε ἐν ἐμοί. Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ\, εἴ τι παραμύθιον ἀγάπης\, εἴ τις κοινωνία πνεύματος\, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί\, πληρώσατέ μου τὴν χαράν\, ἵνα τὸ αὐτὸ φρονῆτε\, τὴν αὐτὴν ἀγάπην ἔχοντες\, σύμψυχοι\, τὸ ἓν φρονοῦντες· μηδὲν κατὰ ἐρίθειαν ἢ κενοδοξίαν\, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε\, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 11:23-26\nΕἶπεν ὁ Κύριος· Ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστι\, καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει. ῞Οταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου\, διέρχεται δι᾿ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν\, καὶ μὴ εὑρίσκον λέγει· ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον. τότε πορεύεται καὶ παραλαμβάνει ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ\, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ\, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191026
DTEND;VALUE=DATE:20191027
SUMMARY:Δημήτριος ὁ Μεγαλομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 26 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Δημήτριος ὁ Μεγαλομάρτυς; Ἀνάμνησις τοῦ Σεισμοῦ τῆς Κωνσταντινουπόλεως; Ἤτα τοῦ Χέξαμ\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 21:12-19\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι\, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς\, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν\, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν\, καὶ θανατώσουσιν ἐξ ὑμῶν\, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 2:1-10\nΤέκνον Τιμόθεε\, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ. Καὶ ἃ ἤκουσας παρʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων\, ταῦτα παράθου πιστοῖς ἀνθρώποις\, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις\, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις\, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν\, ἐκ σπέρματος Δαυίδ\, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν\, ὡς κακοῦργος· ἀλλʼ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς\, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ\, μετὰ δόξης αἰωνίου.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 15:17-27\, 16:1-2\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν\, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ\, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε\, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ\, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου\, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν\, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν\, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου\, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς\, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν\, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ᾽ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν\, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός\, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται\, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε\, ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε.\n\nΤαῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191027
DTEND;VALUE=DATE:20191028
SUMMARY:Ζ΄ Λουκᾶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 27 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ζ΄ Λουκᾶ; Νέστωρ Μάρτυς; Κυριακὸς\, Πατριάρχης Κωνσταντινουπόλεως; Πρόκλα σύζυγος τοῦ Πιλάτου\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 20:11-18\nΤῷ καιρῷ ἐκείνῳ\, Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ κλαίουσα ἔξω. ὡς οὖν ἔκλαιε\, παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους\, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν\, ὅπου ἔκειτο τὸ σῶμα τοῦ ᾿Ιησοῦ. καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· γύναι\, τί κλαίεις; λέγει αὐτοῖς· ὅτι ἦραν τὸν Κύριόν μου\, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω\, καὶ θεωρεῖ τὸν ᾿Ιησοῦν ἑστῶτα\, καὶ οὐκ ᾔδει ὅτι ᾿Ιησοῦς ἐστι. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· γύναι\, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι\, λέγει αὐτῷ· κύριε\, εἰ σὺ ἐβάστασας αὐτόν\, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν\, κἀγὼ αὐτὸν ἀρῶ. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Μαρία. στραφεῖσα ἐκείνη λέγει αὐτῷ· ῥαββουνί\, ὃ λέγεται\, διδάσκαλε. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν\, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον\, καὶ ταῦτα εἶπεν αὐτῇ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 11:31-33\, 12:1-9\nἈδελφοί\, Ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ οἶδεν\, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας\, ὅτι οὐ ψεύδομαι. Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν\, πιάσαι με θέλων· καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου. Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων - εἴτε ἐν σώματι οὐκ οἶδα· εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα· ὁ θεὸς οἶδεν - ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον - εἴτε ἐν σώματι\, εἴτε ἐκτὸς τοῦ σώματος\, οὐκ οἶδα· ὁ θεὸς οἶδεν - ὅτι ἡρπάγη εἰς τὸν παράδεισον\, καὶ ἤκουσεν ἄρρητα ῥήματα\, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι· ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι\, εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου· ἐὰν γὰρ θελήσω καυχήσασθαι\, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ\, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με\, ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι\, ἐδόθη μοι σκόλοψ τῇ σαρκί\, ἄγγελος Σατᾶν\, ἵνα με κολαφίζῃ\, ἵνα μὴ ὑπεραίρωμαι. Ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπʼ ἐμοῦ. Καὶ εἴρηκέν μοι\, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου\, ἵνα ἐπισκηνώσῃ ἐπʼ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 8:41-56\nΤῷ καιρῷ ἐκείνῳ\, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ ᾧ ὄνομα ᾿Ιάειρος\, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ\, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα\, καὶ αὕτη ἀπέθνησκεν. ᾿Εν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα\, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι\, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ\, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. καὶ εἶπεν ὁ ᾿Ιησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα\, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι\, καὶ λέγεις τίς ὁ ἁψάμενός μου; ὁ δὲ ᾿Ιησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ. ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε\, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ\, καὶ ὡς ἰάθη παραχρῆμα. ὁ δὲ εἶπεν αὐτῇ· θάρσει\, θύγατερ\, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.῎Ετι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. ὁ δὲ ᾿Ιησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· μὴ φοβοῦ· μόνον πίστευε\, καὶ σωθήσεται. ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ ᾿Ιωάννην καὶ ᾿Ιάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπε· μὴ κλαίετε· οὐκ ἀπέθανεν\, ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ\, εἰδότες ὅτι ἀπέθανεν. αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· ἡ παῖς\, ἐγείρου. καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς\, καὶ ἀνέστη παραχρῆμα\, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. καὶ ἐξέστησαν οἱ γονεῖς αὐτοῖς. ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191028
DTEND;VALUE=DATE:20191029
SUMMARY:Ἁγία Σκέπη τῆς Θεοτόκου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 28 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἁγία Σκέπη τῆς Θεοτόκου; Μάρτυρες Τερέντιος καὶ Εὐνίκη; Στέφανος ὁ Σαβαῒτης; Ἀρσένιος καί Ἀθανάσιος\, Πατριάρχες Κωνσταντινουπόλεως\, τοῦ ἐξ Ἀνδρούσης Μεσσηνίας; Ἀγγελῆς\, Μανουὴλ\, Γεώργιος καὶ Νικόλαος\, Νεομάρτυρες; Ροστισλάβος\, Μεγάλος Φωτιστός Δουκός τῆς Μοραβίας\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 1:39-49\, 56\nἘν ταῖς ἡμέρας ἐκείνας\, ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾿Ιούδα\, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. καὶ ἐγένετο ὡς ἤκουσεν ἡ ᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας\, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ῾Αγίου ἡ ᾿Ελισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου\, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου\, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. ῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 9:1-7\nἈδελφοί\, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας\, τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη\, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων\, ἥτις λέγεται ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων\, χρυσοῦν ἔχουσα θυμιατήριον\, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ\, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα\, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα\, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτως κατεσκευασμένων\, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς\, τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς\, οὐ χωρὶς αἵματος\, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων·\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10:38-42\, 11:27-28\nΤῷ καιρῷ ἐκείνῳ\, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία\, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε\, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ᾿Ιησοῦς· Μάρθα Μάρθα\, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο\, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. ᾿Εγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191029
DTEND;VALUE=DATE:20191030
SUMMARY:Ἀναστασία Ὁσία
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 29 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἀναστασία Ὁσία; Ἀβράμιος Ὅσιος\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 2:16-23\nἈδελφοί\, οὐκ εἰς κενὸν ἔδραμον\, οὐδὲ εἰς κενὸν ἐκοπίασα. Ἀλλʼ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν\, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν· τὸ δʼ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ\, Τιμόθεον ταχέως πέμψαι ὑμῖν\, ἵνα κἀγὼ εὐψυχῶ\, γνοὺς τὰ περὶ ὑμῶν. Οὐδένα γὰρ ἔχω ἰσόψυχον\, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν\, οὐ τὰ Χριστοῦ Ἰησοῦ. Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε\, ὅτι ὡς πατρὶ τέκνον\, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον. Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι\, ὡς ἂν ἀπίδω τὰ περὶ ἐμέ\, ἐξαυτῆς·\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 11:34-41\nΕἶπεν ὁ Κύριος· Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ὅταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ\, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ\, καὶ τὸ σῶμά σου σκοτεινόν. σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν. εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν\, μὴ ἔχον τι μέρος σκοτεινόν\, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε. ᾿Εν δὲ τῷ λαλῆσαι αὐτὸν ταῦτα ἠρώτα αὐτὸν Φαρισαῖός τις ὅπως ἀριστήσῃ παρ᾿ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν.ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου. εἶπε δὲ ὁ Κύριος πρὸς αὐτόν· νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε\, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. ἄφρονες! οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησε; πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην\, καὶ ἰδοὺ ἅπαντα καθαρὰ ὑμῖν ἔσται.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191030
DTEND;VALUE=DATE:20191031
SUMMARY:Κλεόπας καί Ἀρτεμᾶς ἐκ τῶν Ο Ἀποστόλων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 30 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Κλεόπας καί Ἀρτεμᾶς ἐκ τῶν Ο Ἀποστόλων; Ζηνόβιος καὶ Ζηνοβία Μάρτυρες; Ἰωσήφ\, Πατριάρχης Κωνσταντινουπόλεως\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 2:24-30\nἈδελφοί\, πέποιθα δὲ ἐν κυρίῳ\, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι. Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου\, ὑμῶν δὲ ἀπόστολον\, καὶ λειτουργὸν τῆς χρείας μου\, πέμψαι πρὸς ὑμᾶς· ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς\, καὶ ἀδημονῶν\, διότι ἠκούσατε ὅτι ἠσθένησεν· καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτῳ\, ἀλλὰ ὁ θεὸς αὐτὸν ἠλέησεν\, οὐκ αὐτὸν δὲ μόνον\, ἀλλὰ καὶ ἐμέ\, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν\, ἵνα\, ἰδόντες αὐτὸν πάλιν\, χαρῆτε\, κἀγὼ ἀλυπότερος ὦ. Προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς\, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε· ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισεν\, παραβουλευσάμενος τῇ ψυχῇ\, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 11:42-46\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις\, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον\, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ· ταῦτα δὲ ἔδει ποιῆσαι\, κἀκεῖνα μὴ ἀφιέναι. οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις\, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. οὐαὶ ὑμῖν\, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί\, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα\, καὶ οἱ ἄνθρωποι περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.᾿Αποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ· διδάσκαλε\, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις. ὁ δὲ εἶπε· καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί\, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα\, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191031
DTEND;VALUE=DATE:20191101
SUMMARY:Στάχυς καί οἱ σύν αὐτῶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 31 Οκτωβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Στάχυς καί οἱ σύν αὐτῶ; Ἐπίμαχος ὁ Αἰγύπτιος; Νικόλαος Νεομάρτυς\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 16:1-16\nἈδελφοί\, συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν\, οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς· ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων\, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη\, καὶ αὐτοῦ ἐμοῦ. Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Xριστῷ Ἰησοῦ\, οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν\, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ\, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν· καὶ τὴν κατʼ οἶκον αὐτῶν ἐκκλησίαν. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου\, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Xριστόν. Ἀσπάσασθε Μαριάμ\, ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς. Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου\, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις\, οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Xριστῷ. Ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν κυρίῳ. Ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Xριστῷ\, καὶ Στάχυν τὸν ἀγαπητόν μου. Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Xριστῷ. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. Ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου\, τοὺς ὄντας ἐν κυρίῳ. Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. Ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν\, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ. Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ\, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. Ἀσπάσασθε Ἀσύγκριτον\, Φλέγοντα\, Ἑρμᾶν\, Πατρόβαν\, Ἑρμῆν\, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. Ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν\, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ\, καὶ Ὀλυμπᾶν\, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ Xριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 11:47-54\, 12:1\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Οὐαὶ ὑμῖν\, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν\, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν\, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς\, ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα. διὰ τοῦτο καὶ ἡ σοφία τοῦ Θεοῦ εἶπεν· ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους\, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ ἐκδιώξουσιν\, ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης\, ἀπὸ τοῦ αἵματος ῎Αβελ ἕως τοῦ αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί\, λέγω ὑμῖν\, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. οὐαὶ ὑμῖν τοῖς νομικοῖς\, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε\, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε. λέγοντος δὲ αὐτοῦ πρὸς αὐτοὺς ταῦτα ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων\, ἐνεδρεύοντες αὐτόν\, ζητοῦντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ\, ἵνα κατηγορήσωσιν αὐτοῦ. Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου ὡς καταπατεῖν ἀλλήλους\, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων\, ἥτις ἐστὶν ὑπόκρισις.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191101
DTEND;VALUE=DATE:20191102
SUMMARY:Κοσμᾶς καὶ Δαμιανός Ἁνάργυροι
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 1 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Κοσμᾶς καὶ Δαμιανός Ἁνάργυροι; Δαβὶδ\, ὁ ἐν Εὔβοιᾳ\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 12:27-31\, 13:1-8\nἈδελφοί\, ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ\, καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους\, δεύτερον προφήτας\, τρίτον διδασκάλους\, ἔπειτα δυνάμεις\, εἶτα χαρίσματα ἰαμάτων\, ἀντιλήψεις\, κυβερνήσεις\, γένη γλωσσῶν. Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις; Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσιν; Μὴ πάντες διερμηνεύουσιν; Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθʼ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων\, ἀγάπην δὲ μὴ ἔχω\, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν\, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν\, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν\, ὥστε ὄρη μεθιστάνειν\, ἀγάπην δὲ μὴ ἔχω\, οὐθέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου\, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι\, ἀγάπην δὲ μὴ ἔχω\, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ\, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ· ἡ ἀγάπη οὐ περπερεύεται\, οὐ φυσιοῦται\, οὐκ ἀσχημονεῖ\, οὐ ζητεῖ τὰ ἑαυτῆς\, οὐ παροξύνεται\, οὐ λογίζεται τὸ κακόν\, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ\, συγχαίρει δὲ τῇ ἀληθείᾳ\, πάντα στέγει\, πάντα πιστεύει\, πάντα ἐλπίζει\, πάντα ὑπομένει. 8 Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει· εἴτε δὲ προφητεῖαι\, καταργηθήσονται· εἴτε γλῶσσαι\, παύσονται· εἴτε γνῶσις\, καταργηθήσεται.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 10:1\, 5-8\nΤῷ καιρῷ ἐκείνῳ\, προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ᾿Ιησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε\, λεπροὺς καθαρίζετε\, νεκροὺς ἐγείρετε\, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε\, δωρεὰν δότε.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191102
DTEND;VALUE=DATE:20191103
SUMMARY:Ραφαήλ\, ἐπίσκοπος τοῦ Μπρούκλην
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 2 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ραφαήλ\, ἐπίσκοπος τοῦ Μπρούκλην; Ακίνδυνος καί οἱ σύν αὐτῶ; Δομνίνα\, Δόμνη καί Κυριακή\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 1:8-11\nἈδελφοί\, oὐ θέλομεν ὑμᾶς ἀγνοεῖν\, ἀδελφοί\, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ\, ὅτι καθʼ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν\, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν. Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν\, ἵνα μὴ πεποιθότες ὦμεν ἐφʼ ἑαυτοῖς ἀλλʼ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύεται\, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται\, συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει\, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ὑμῶν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 9:1-6\nΤῷ καιρῷ ἐκείνῳ\, Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας\, καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν\, μήτε ῥάβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε\, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς\, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾿ αὐτούς. ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191103
DTEND;VALUE=DATE:20191104
SUMMARY:Ε΄ Λουκᾶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 3 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ε΄ Λουκᾶ; Ἀκεψιμᾶς\, Ἰωσήφ καὶ Ἀειθαλᾶς ; Ἐγκαίνια ναοῦ Γεωργίου Λύδδῃ; Γρηγόριος Νεοιερομάρτυς; Θεοδώρου Αγκύρας; Ιερομάρτυρος Γεωργίου Νεαπολίτου\, του νέου; Βίνιφρεντ\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 20:19-31\nΟὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων\, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων\, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον\, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλκέ με ὁ πατήρ\, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας\, ἀφίενται αὐτοῖς\, ἄν τινων κρατῆτε\, κεκράτηνται.\n\nΘωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα\, ὁ λεγόμενος Δίδυμος\, οὐκ ἦν μετ᾽ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἐωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων\, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων\, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ\, οὐ μὴ πιστεύσω. Καὶ μεθ᾽ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾽ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων\, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου\, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου\, καὶ μὴ γίνου ἄπιστος\, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με\, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ\, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ\, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 1:11-19\nἈδελφοί\, γνωρίζω δὲ ὑμῖν\, ἀδελφοί\, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπʼ ἐμοῦ\, ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό\, οὔτε ἐδιδάχθην\, ἀλλὰ διʼ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ\, ὅτι καθʼ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ\, καὶ ἐπόρθουν αὐτήν· καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου\, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ\, ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν\, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι· οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους\, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν\, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον\, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον\, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 16:19-31\nΕἶπεν ὁ Κύριος· ῎Ανθρωπος δέ τις ἦν πλούσιος\, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ᾿ ἡμέραν λαμπρῶς. πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος\, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον ᾿Αβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ\, ὑπάρχων ἐν βασάνοις\, ὁρᾷ τὸν ᾿Αβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ ᾿Αβραάμ\, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου\, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. εἶπε δὲ ᾿Αβραάμ· τέκνον\, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου\, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται\, σὺ δὲ ὀδυνᾶσαι· καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται\, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται\, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. εἶπε δέ· ἐρωτῶ οὖν σε\, πάτερ\, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς\, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. λέγει αὐτῷ ᾿Αβραάμ· ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. ὁ δὲ εἶπεν· οὐχί\, πάτερ ᾿Αβραάμ\, ἀλλ᾿ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς\, μετανοήσουσιν. εἶπε δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν\, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191104
DTEND;VALUE=DATE:20191105
SUMMARY:Ἰωαννίκιος Ὅσιος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 4 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἰωαννίκιος Ὅσιος; Νίκανδρος Μάρτυς; Μάρτυρος Πορφυρίου; Ευσεβέστατου βασιλέως Ιωάννου (Βατάζη) ; Ὁ Ὅσιος Γεώργιος Καρσλίδης\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 4:10-23\nἈδελφοί\, ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως\, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφʼ ᾧ καὶ ἐφρονεῖτε\, ἠκαιρεῖσθε δέ. Οὐχ ὅτι καθʼ ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον\, ἐν οἷς εἰμί\, αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι\, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾷν\, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι. Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει. Οἴδατε δὲ καὶ ὑμεῖς\, Φιλιππήσιοι\, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου\, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας\, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως\, εἰ μὴ ὑμεῖς μόνοι· ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε. Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα\, ἀλλʼ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. Ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι\, δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρʼ ὑμῶν\, ὀσμὴν εὐωδίας\, θυσίαν δεκτήν\, εὐάρεστον τῷ θεῷ. Ὁ δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ\, ἐν Χριστῷ Ἰησοῦ. Τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. Ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι\, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας. Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμην.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 12:13-15\, 22-31\nΤῷ καιρῷ ἐκείνῳ\, διδάσκοντας τοῦ Ἰησοῦ\, εἶπε τις αὐτῷ ἐκ τοῦ ὄχλου· Διδάσκαλε\, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι τὴν κληρονομίαν μετ᾿ ἐμοῦ. ὁ δὲ εἶπεν αὐτῷ· ἄνθρωπε\, τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ᾿ ὑμᾶς; εἶπε δὲ πρὸς αὐτούς· ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ. Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· διὰ τοῦτο λέγω ὑμῖν\, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε\, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; κατανοήσατε τοὺς κόρακας\, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν\, οἷς οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη\, καὶ ὁ Θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν; τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; εἰ οὖν οὔτε ἐλάχιστον δύνασθε\, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν\, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ\, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον\, ὁ Θεὸς οὕτως ἀμφιέννυσι\, πόσῳ μᾶλλον ὑμᾶς\, ὀλιγόπιστοι; καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε\, καὶ μὴ μετεωρίζεσθε· ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων· πλὴν ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ\, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191105
DTEND;VALUE=DATE:20191106
SUMMARY:Γαλακτίων καὶ Ἐπιστήμη
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 5 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Γαλακτίων καὶ Ἐπιστήμη; Ἑρμᾶς ἐκ τῶν 70\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κολοσσαεῖς 1:1-3\, 7-11\nΠαῦλος ἀπόστολος Χριστοῦ ᾽Ιησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφός τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν. Εὐχαριστοῦμεν τῷ θεῷ πατρὶ τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ πάντοτε περὶ ὑμῶν προσευχόμενοι\, καθὼς ἐμάθετε ἀπὸ ᾽Επαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν\, ὅς ἐστιν πιστὸς ὑπὲρ ἡμῶν διάκονος τοῦ Χριστοῦ\, ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι. Διὰ τοῦτο καὶ ἡμεῖς\, ἀφ᾽ ἣς ἡμέρας ἠκούσαμεν\, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ\, περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν\, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει τοῦ θεοῦ\, ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν\, μετὰ χαρᾶς.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 12:42-48\nΕἶπε δὲ ὁ Κύριος· τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος\, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον; μακάριος ὁ δοῦλος ἐκεῖνος\, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτω ποιοῦντα. ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ\, χρονίζει ὁ κύριός μου ἔρχεσθαι\, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας\, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι\, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει\, καὶ διχοτομήσει αὐτόν\, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. ἐκεῖνος δὲ ὁ δοῦλος\, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ\, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνούς\, ποιήσας δὲ ἄξια πληγῶν\, δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ\, πολὺ ζητηθήσεται παρ᾿ αὐτοῦ\, καὶ ᾧ παρέθεντο πολύ\, περισσότερον αἰτήσουσιν αὐτόν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191106
DTEND;VALUE=DATE:20191107
SUMMARY:Παῦλος ὁ Ὁμολογητής
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 6 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Παῦλος ὁ Ὁμολογητής; Λουκᾶς\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 8:1-6\nἈδελφοί\, τοιοῦτον ἔχομεν ἀρχιερέα\, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς\, τῶν ἁγίων λειτουργός\, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς\, ἣν ἔπηξεν ὁ κύριος\, καὶ οὐκ ἄνθρωπος· πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ. Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς\, οὐδʼ ἂν ἦν ἱερεύς\, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα\, οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων\, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν\, Ὅρα\, γάρ φησίν\, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Νυνὶ δὲ διαφορωτέρας τέτυχεν λειτουργίας\, ὅσῳ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης\, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 12:8-12\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων\, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου\, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ῞Αγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας\, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε\, ἢ τί εἴπητε· τὸ γὰρ ῞Αγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191107
DTEND;VALUE=DATE:20191108
SUMMARY:33 Μάρτυρες ἐν Μελιτινή
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 7 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: 33 Μάρτυρες ἐν Μελιτινή; Λάζαρος ὁ Θαυματουργός; Μαρτύρος Αθηνοδώρου; Αλεξάνδρου της Θεσσαλονίκης\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κολοσσαεῖς 1:24-29\, 2:1\nἈδελφοί\, νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν\, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ\, ὅ ἐστιν ἡ ἐκκλησία· ἧς ἐγενόμην ἐγὼ διάκονος\, κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς\, πληρῶσαι τὸν λόγον τοῦ θεοῦ\, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν· νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ\, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν\, ὅς ἐστιν Χριστὸς ἐν ὑμῖν\, ἡ ἐλπὶς τῆς δόξης· ὃν ἡμεῖς καταγγέλλομεν\, νουθετοῦντες πάντα ἄνθρωπον\, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ\, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ· εἰς ὃ καὶ κοπιῶ\, ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ\, τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει. Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 13:1-9\nΤῷ καιρῷ ἐκείνῳ\, παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων\, ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν. καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο\, ὅτι τοιαῦτα πεπόνθασιν; οὐχί\, λέγω ὑμῖν\, ἀλλ᾿ ἐὰν μὴ μετανοῆτε\, πάντες ὡσαύτως ἀπολεῖσθε. ἢ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτώ\, ἐφ᾿ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς\, δοκεῖτε ὅτι οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας ἐν ῾Ιερουσαλήμ; οὐχί\, λέγω ὑμῖν\, ἀλλ᾿ ἐὰν μὴ μετανοήσητε\, πάντες ὁμοίως ἀπολεῖσθε. ῎Ελεγε δὲ ταύτην τὴν παραβολήν· συκῆν εἶχέ τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην\, καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ\, καὶ οὐχ εὗρεν. εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ\, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· κύριε\, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος\, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια. κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μήγε\, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191108
DTEND;VALUE=DATE:20191109
SUMMARY:Σύναξις Ταξιαρχών Μιχαήλ καί Γαβριήλ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 8 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Σύναξις Ταξιαρχών Μιχαήλ καί Γαβριήλ\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ματθαῖον 18:10-20\nΕἶπεν ὁ Κύριος· ῾Ορᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν\, οὐχὶ ἀφεὶς τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη\, πορευθεὶς ζητεῖ τὸ πλανώμενον; καὶ ἐὰν γένηται εὑρεῖν αὐτό\, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾿ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων.\n\n᾿Εὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου\, ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ\, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ\, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο\, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα. ἐὰν δὲ παρακούσῃ αὐτῶν\, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ\, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. ᾿Αμὴν λέγω ὑμῖν\, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς\, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ\, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς\, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται\, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα\, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 2:2-10\nἈδελφοί\, εἰ ὁ δι΄ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος\, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν\, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις\, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου\, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη\, συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν\, καὶ ποικίλαις δυνάμεσιν\, καὶ πνεύματος ἁγίου μερισμοῖς\, κατὰ τὴν αὐτοῦ θέλησιν. Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν\, περὶ ἧς λαλοῦμεν. Διεμαρτύρατο δέ πού τις λέγων\, Τί ἐστιν ἄνθρωπος\, ὅτι μιμνήσκῃ αὐτοῦ; Ἢ υἱὸς ἀνθρώπου\, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα\, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. Τὸν δὲ βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν\, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον\, ὅπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Ἔπρεπεν γὰρ αὐτῷ\, διʼ ὃν τὰ πάντα\, καὶ διʼ οὗ τὰ πάντα\, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα\, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10:16-21\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Ο ἀκούων ὑμῶν ἐμοῦ ἀκούει\, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. ῾Υπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε\, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ\, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε\, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. ᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι\, πάτερ\, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς\, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν\, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί\, ὁ πατήρ\, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191109
DTEND;VALUE=DATE:20191110
SUMMARY:Ὀνησιφόρος καὶ Πορφύριος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 9 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ὀνησιφόρος καὶ Πορφύριος; Ὁσία Ματρώνα; Θεοκτίστη Λέσβου; Νεκτάριος ὁ Θαυματουργός; Συμεώνος του μεταφράστου\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 10:1-9\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων\, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν\, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει\, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει\, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά. καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ\, ἔμπροσθεν αὐτῶν πορεύεται\, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ\, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν\, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ\, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ\, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 3:12-18\nἈδελφοί\, ἔχοντες οὖν τοιαύτην ἐλπίδα\, πολλῇ παρρησίᾳ χρώμεθα· καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ\, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου· ἀλλʼ ἐπωρώθη τὰ νοήματα αὐτῶν· ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον\, ὅ τι ἐν Χριστῷ καταργεῖται. Ἀλλʼ ἕως σήμερον\, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς\, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δʼ ἂν ἐπιστρέψῃ πρὸς κύριον\, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα κυρίου\, ἐκεῖ ἐλευθερία. Ἡμεῖς δὲ πάντες\, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι\, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν\, καθάπερ ἀπὸ κυρίου πνεύματος.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 9:37-43\nΤῷ καιρῷ ἐκείνῳ\, ᾿Εγένετο δὲ ἐν τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς. καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησε λέγων· διδάσκαλε\, δέομαί σου\, ἐπίβλεψον ἐπὶ τὸν υἱόν μου\, ὅτι μονογενής μοί ἐστι· καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν\, καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ\, καὶ μόγις ἀποχωρεῖ ἀπ᾿ αὐτοῦ συντρῖβον αὐτόν· καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό\, καὶ οὐκ ἠδυνήθησαν. ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη\, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε τὸν υἱόν σου ὧδε. ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησε δὲ ὁ ᾿Ιησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ\, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ Θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίησεν ὁ ᾿Ιησοῦς\, εἶπε πρὸς τοὺς μαθητὰς αὐτοῦ·\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191110
DTEND;VALUE=DATE:20191111
SUMMARY:Η΄ Λουκᾶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 10 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Η΄ Λουκᾶ; Ἀπόστολοι Ὀλυμπᾶς\, Ῥοδίων\, Σωσίπατρος\, Τέρτιος\, Ἔραστος καί Κουάρτος ἐκ τῶν Ο; Ὀρέστης Μάρτυς; Ἀρσένιος ὁ Καππαδόκης; Γρηγόριος Ἐπίσκοπος Ἄσσου\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 21:1-14\nΤῷ καιρῷ ἐκείνῳ\, ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ ᾿Ιησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. ἦσαν ὁμοῦ Σίμων Πέτρος\, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος\, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας\, καὶ οἱ τοῦ Ζεβεδαίου\, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. λέγει αὐτοῖς Σίμων Πέτρος· ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ· ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον εὐθύς\, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ ᾿Ιησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι ᾿Ιησοῦς ἐστι. λέγει οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· παιδία\, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· οὔ. ὁ δὲ εἶπεν αὐτοῖς· βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον\, καὶ εὑρήσετε. ἔβαλον οὖν\, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος\, ὃν ἠγάπα ὁ ᾿Ιησοῦς\, τῷ Πέτρῳ· ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι\, τὸν ἐπενδύτην διεζώσατο· ἦν γὰρ γυμνός· καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς\, ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων\, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν\, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς\, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτὸν σὺ τίς εἶ\, εἰδότες ὅτι ὁ Κύριός ἐστιν. ἔρχεται οὖν ὁ ᾿Ιησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς\, καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ ᾿Ιησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 2:16-20\nἈδελφοί\, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου\, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ\, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν\, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ\, καὶ οὐκ ἐξ ἔργων νόμου· διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. Εἰ δέ\, ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ\, εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί\, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο. Εἰ γὰρ ἃ κατέλυσα\, ταῦτα πάλιν οἰκοδομῶ\, παραβάτην ἐμαυτὸν συνίστημι. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον\, ἵνα θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δέ\, οὐκέτι ἐγώ\, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί\, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ\, τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10:25-37\nΤῷ καιρῷ ἐκείνῳ\, νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν καὶ λέγων· διδάσκαλε\, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου\, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· εἶπε δὲ αὐτῷ· ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν ᾿Ιησοῦν· καὶ τίς ἐστί μου πλησίον; ὑπολαβὼν δὲ ὁ ᾿Ιησοῦς εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸ ῾Ιερουσαλὴμ εἰς ῾Ιεριχώ\, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ\, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον\, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾿ αὐτόν\, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη\, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον\, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθών\, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ\, καὶ ὅ τι ἂν προσδαπανήσῃς\, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ. εἶπεν οὖν αὐτῷ ὁ ᾿Ιησοῦς· πορεύου καὶ σὺ ποίει ὁμοίως.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191111
DTEND;VALUE=DATE:20191112
SUMMARY:Μηνᾶς Μάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 11 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Μηνᾶς Μάρτυς; Βίκτωρ καί Στεφανίς Μάρτυρες; Θεοδώρος ὁ Ὁμολογητής Στουδίτου; Ὅσιος Βικέντιος\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 4:6-15\nἈδελφοί\, ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι\, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν\, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ\, καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι\, ἀλλʼ οὐ στενοχωρούμενοι· ἀπορούμενοι\, ἀλλʼ οὐκ ἐξαπορούμενοι· διωκόμενοι\, ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι\, ἀλλʼ οὐκ ἀπολλύμενοι· πάντοτε τὴν νέκρωσιν τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται\, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως\, κατὰ τὸ γεγραμμένον\, Ἐπίστευσα\, διὸ ἐλάλησα\, καὶ ἡμεῖς πιστεύομεν\, διὸ καὶ λαλοῦμεν· εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ\, καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα διʼ ὑμᾶς\, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 14:1\, 12-15\nΤῷ καιρῷ ἐκείνῳ\, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον\, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. ῎Ελεγε δὲ καὶ τῷ κεκληκότι αὐτόν· ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον\, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους\, μήποτε καὶ αὐτοί σε ἀντικαλέσωσι\, καὶ γενήσεταί σοι ἀνταπόδομα. ἀλλ᾿ ὅταν ποιῇς δοχήν\, κάλει πτωχούς\, ἀναπήρους\, χωλούς\, τυφλούς\, καὶ μακάριος ἔσῃ\, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. ᾿Ακούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· μακάριος ὃς φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191112
DTEND;VALUE=DATE:20191113
SUMMARY:Ἰωάννης ὁ Ἑλεήμων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 12 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἰωάννης ὁ Ἑλεήμων; Νεῖλος ὁ Ἀσκητής; Μαρτῖνος\, Ἐπίσκοπος Ταρακίνης; Λέοντος\, Πατριάρχης Κωνσταντινουπόλεως τοῦ Στυππῆ\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 9:6-11\nἈδελφοί\, ὁ σπείρων φειδομένως\, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπʼ εὐλογίαις\, ἐπʼ εὐλογίαις καὶ θερίσει. Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ· μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός. Δυνατὸς δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς\, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν· καθὼς γέγραπται\, Ἐσκόρπισεν\, ἔδωκεν τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι\, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι\, καὶ πληθύναι τὸν σπόρον ὑμῶν\, καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα\, ἥτις κατεργάζεται διʼ ἡμῶν εὐχαριστίαν τῷ θεῷ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 5:14-19\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον\, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν\, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων\, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι\, ἀλλὰ πληρῶσαι. ἀμὴν γὰρ λέγω ὑμῖν\, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ\, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους\, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ\, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191113
DTEND;VALUE=DATE:20191114
SUMMARY:Ἰωάννης Χρυσόστομος\, Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 13 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἰωάννης Χρυσόστομος\, Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως; Δαμασκηνός ὁ Νέος; Ἀνθοῦσα\, ἡ Μητρὸς τοῦ Ἰωάννου Χρυσοστόμου\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 10:1-9\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων\, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν\, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει\, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει\, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά. καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ\, ἔμπροσθεν αὐτῶν πορεύεται\, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ\, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν\, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ\, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ\, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 7:26-28\, 8:1-2\nἈδελφοί\, τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς\, ὅσιος\, ἄκακος\, ἀμίαντος\, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν\, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθʼ ἡμέραν ἀνάγκην\, ὥσπερ οἱ ἀρχιερεῖς\, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν\, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ\, ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς\, ἔχοντας ἀσθένειαν· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον\, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν ἀρχιερέα\, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς\, τῶν ἁγίων λειτουργός\, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς\, ἣν ἔπηξεν ὁ κύριος\, καὶ οὐκ ἄνθρωπος·\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 10:9-16\nΕἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν\, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια\, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει\, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός\, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν\, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα\, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω\, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν\, καὶ τῆς φωνῆς μου ἀκούσουσι\, καὶ γενήσεται μία ποίμνη\, εἷς ποιμήν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191114
DTEND;VALUE=DATE:20191115
SUMMARY:Φίλιππος ὁ Ἀπόστολος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 14 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Φίλιππος ὁ Ἀπόστολος; Γρηγόριος Παλαμάς\, Ἀρχιεπίσκοπος Θεσσαλονίκης; Κωνσταντῖνος Νεομάρτυρος; Ἰουστινιανός καί Θεοδώρα\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 4:9-16\nἈδελφοί\, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ\, καὶ ἀγγέλοις\, καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν\, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς\, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι\, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν\, καὶ διψῶμεν\, καὶ γυμνητεύομεν\, καὶ κολαφιζόμεθα\, καὶ ἀστατοῦμεν\, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν\, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα\, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ\, ἀλλʼ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς\, μιμηταί μου γίνεσθε.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 1:44-52\nΤῷ καιρῷ ἐκείνῳ\, ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά\, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται\, εὑρήκαμεν\, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε. εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς ᾿Ισραηλίτης\, ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι\, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί\, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ\, σὺ εἶ ὁ βασιλεὺς τοῦ ᾿Ισραήλ. ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι\, εἶδόν σε ὑποκάτω τῆς συκῆς\, πιστεύεις; μείζω τούτων ὄψει. καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα\, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191115
DTEND;VALUE=DATE:20191116
SUMMARY:Σαρανταήμερο
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 15 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Σαρανταήμερο; Γουρίας ὁ Ὁμολογητής; Θωμᾶς ὁ Νέος\, Πατριάρχης Κωνσταντινουπόλεως\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κολοσσαεῖς 4:10-18\nἈδελφοί\, ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου\, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβᾳ\, περὶ οὗ ἐλάβετε ἐντολάς - ἐὰν ἔλθῃ πρὸς ὑμᾶς\, δέξασθε αὐτόν· καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος\, οἱ ὄντες ἐκ περιτομῆς· οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ\, οἵτινες ἐγενήθησάν μοι παρηγορία. Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν\, δοῦλος Χριστοῦ\, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς\, ἵνα στῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ. Μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει. Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός\, καὶ Δημᾶς. Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφούς\, καὶ Νυμφᾶν\, καὶ τὴν κατʼ οἶκον αὐτοῦ ἐκκλησίαν. Καὶ ὅταν ἀναγνωσθῇ παρʼ ὑμῖν ἡ ἐπιστολή\, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικαίων ἐκκλησίᾳ ἀναγνωσθῇ\, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Καὶ εἴπατε Ἀρχίππῳ\, Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ\, ἵνα αὐτὴν πληροῖς. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθʼ ὑμῶν. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 16:15-18\, 17:1-4\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων\, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ. ῾Ο νόμος καὶ οἱ προφῆται ἕως ᾿Ιωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται\, καὶ πᾶς εἰς αὐτὴν βιάζεται. εὐκοπώτερον δέ ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει\, καὶ πᾶς ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει. Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ· ἀνένδεκτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι᾿ οὗ ἔρχεται. λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν\, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. προσέχετε ἑαυτοῖς. ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου\, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ\, ἄφες αὐτῷ· καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σὲ καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ πρός σε λέγων\, μετανοῶ\, ἀφήσεις αὐτῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191116
DTEND;VALUE=DATE:20191117
SUMMARY:Ἀπόστολος καὶ Εὐαγγελιστὴς Ματθαῖος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 16 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἀπόστολος καὶ Εὐαγγελιστὴς Ματθαῖος\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 10:11-21\, 11:1-2\nἈδελφοί\, λέγει γὰρ ἡ γραφή\, Πᾶς ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται. Οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς κύριος πάντων\, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται. Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσουσιν χωρὶς κηρύσσοντος; Πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσιν; Καθὼς γέγραπται\, Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην\, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. Ἀλλʼ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει\, Κύριε\, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Ἄρα ἡ πίστις ἐξ ἀκοῆς\, ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ. Ἀλλὰ λέγω\, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν\, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλλὰ λέγω\, μὴ οὐκ ἔγνω Ἰσραήλ; Πρῶτος Μωϋσῆς λέγει\, Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπʼ οὐκ ἔθνει\, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει\, Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν\, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει\, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. Λέγω οὖν\, μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο. Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί\, ἐκ σπέρματος Ἀβραάμ\, φυλῆς Βενϊαμίν. Οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 9:9-13\nΤῷ καιρῷ ἐκείνῳ\, παράγων ὁ ῾Ιησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον\, Ματθαῖον λεγόμενον\, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ\, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ ᾿Ιησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; ὁ δὲ ᾿Ιησοῦς ἀκούσας εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ\, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. πορευθέντες δὲ μάθετε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν. οὐ γὰρ ἦλθον καλέσαι δικαίους\, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191117
DTEND;VALUE=DATE:20191118
SUMMARY:Θ΄ Λουκᾶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 17 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Θ΄ Λουκᾶ; Γρηγόριος ὁ Θαυματουργός\, Ἐπίσκοπος Νεοκαισαρείας; Γεννάδιος καὶ Μαξίμος Αρχιεπίσκοποι Κωνστ.; Ὁσία Χιλδὰ\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 21:14-25\nΤῷ καιρῷ ἐκείνῳ\, ἐφανερώθη ὁ ᾿Ιησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν\, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων ᾿Ιωνᾶ\, ἀγαπᾷς με πλεῖον τούτων; λέγει αὐτῷ· ναί\, Κύριε\, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ᾿Ιωνᾶ\, ἀγαπᾷς με; λέγει αὐτῷ· ναί\, Κύριε\, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον· Σίμων ᾿Ιωνᾶ\, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον\, φιλεῖς με\, καὶ εἶπεν αὐτῷ· Κύριε\, σὺ πάντα οἶδας\, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· βόσκε τὰ πρόβατά μου. ἀμὴν ἀμὴν λέγω σοι\, ὅτε ἦς νεώτερος\, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς\, ἐκτενεῖς τὰς χεῖράς σου\, καὶ ἄλλος σε ζώσει\, καὶ οἴσει ὅπου οὐ θέλεις. τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· ἀκολούθει μοι. ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ ᾿Ιησοῦς ἀκολουθοῦντα\, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε\, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ ᾿Ιησοῦ· Κύριε\, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι\, τί πρὸς σέ; σὺ ἀκολούθει μοι. ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς ὅτι οὐκ ἀποθνήσκει\, ἀλλ᾽ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι\, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα\, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς\, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν\, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἀμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 6:11-18\nἈδελφοί\, ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί\, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι\, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν\, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι\, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· διʼ οὗ ἐμοὶ κόσμος ἐσταύρωται\, κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει\, οὔτε ἀκροβυστία\, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν\, εἰρήνη ἐπʼ αὐτούς\, καὶ ἔλεος\, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ. Τοῦ λοιποῦ\, κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν\, ἀδελφοί. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 12:16-21\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω\, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω\, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου\, καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή\, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου\, φάγε\, πίε\, εὐφραίνου. εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον\, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; οὕτως ὁ θησαυρίζων ἑαυτῷ\, καὶ μὴ εἰς Θεὸν πλουτῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191118
DTEND;VALUE=DATE:20191119
SUMMARY:Πλάτων Μεγαλομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 18 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Πλάτων Μεγαλομάρτυς; Μάρτυς Ρωμανὸς; Ζακχαῖος\, Διάκονος τῆς ἐν Γαδείροις Εκκλησίας; Ἀναστάσιος\, Νεομάρτυς ἐκ Παραμυθίας; Μάρτυρας Ρωμανός ὁ Διάκονος; Ἀναστάσιος Νεομάρτυς\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Θεσσαλονικεῖς α' 1:1-5\nΠαῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος\, τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρί\, καὶ κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν\, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν\, ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως\, καὶ τοῦ κόπου τῆς ἀγάπης\, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν· εἰδότες\, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ θεοῦ\, τὴν ἐκλογὴν ὑμῶν· ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον\, ἀλλὰ καὶ ἐν δυνάμει\, καὶ ἐν πνεύματι ἁγίῳ\, καὶ ἐν πληροφορίᾳ πολλῇ\, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν διʼ ὑμᾶς.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 17:20-25\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ\, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως\, οὐδὲ ἐροῦσιν· ἰδοὺ ὧδε ἢ ἰδοὺ ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν. Εἶπε δὲ πρὸς τοὺς μαθητάς· ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν\, καὶ οὐκ ὄψεσθε. καὶ ἐροῦσιν ὑμῖν· ἰδοὺ ὧδε\, ἰδοὺ ἐκεῖ· μὴ ἀπέλθητε μηδὲ διώξητε. ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπ᾿ οὐρανὸν εἰς τὴν ὑπ᾿ οὐρανὸν λάμπει\, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ. πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191119
DTEND;VALUE=DATE:20191120
SUMMARY:Ἀβδιοὺ Προφήτης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 19 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἀβδιοὺ Προφήτης; Βαρλαὰμ καὶ Ἠλιόδωρος Μάρτυρες; Ἄνθιμος καὶ οἱ σὺν αὐτῳ \n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Θεσσαλονικεῖς α' 1:6-10\nἈδελφοί\, ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου\, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου\, ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ τῇ Ἀχαΐᾳ. Ἀφʼ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ\, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν\, ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι. αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς\, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλων\, δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ\, καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν\, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν\, Ἰησοῦν\, τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 17:26-37\, 18:8\nΕἶπεν ὁ Κύριος· Καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε\, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· ἤσθιον\, ἔπινον\, ἐγάμουν\, ἐξεγαμίζοντο\, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν\, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ἅπαντας. ὁμοίως καὶ ὡς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον\, ἔπινον\, ἠγόραζον\, ἐπώλουν\, ἐφύτευον\, ᾠκοδόμουν· ᾗ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων\, ἔβρεξε πῦρ καὶ θεῖον ἀπ᾿ οὐρανοῦ καὶ ἀπώλεσεν ἅπαντας. κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ\, μὴ καταβάτω ἆραι αὐτά\, καὶ ὁ ἐν τῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. μνημονεύετε τῆς γυναικὸς Λώτ. ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι\, ἀπολέσει αὐτήν\, καὶ ὃς ἐὰν ἀπολέσῃ αὐτήν\, ζωογονήσει αὐτήν. λέγω ὑμῖν\, ταύτῃ τῇ νυκτὶ δύο ἔσονται ἐπὶ κλίνης μιᾶς\, εἷς παραληφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται· δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό\, μία παραληφθήσεται καὶ ἡ ἑτέρα ἀφεθήσεται· δύο ἐν τῷ ἀγρῷ\, εἷς παραληφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται. καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· ποῦ\, Κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· ὅπου τὸ σῶμα\, ἐκεῖ ἐπισυναχθήσονται καὶ οἱ ἀετοί. λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191120
DTEND;VALUE=DATE:20191121
SUMMARY:Προεόρτια Εισοδίων τῆς Ὑπεραγίας Θεοτόκου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 20 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Προεόρτια Εισοδίων τῆς Ὑπεραγίας Θεοτόκου; Γρηγόριος Δεκαπολίτης; Πρόκλος\, Αρχιεπισκόπος Κωνσταντινουπόλεως\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Θεσσαλονικεῖς α' 2:1-8\nἈδελφοί\, αὐτοὶ οἴδατε τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς\, ὅτι οὐ κενὴ γέγονεν· ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες\, καθὼς οἴδατε\, ἐν Φιλίπποις\, ἐπαρρησιασάμεθα ἐν τῷ θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι. Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης\, οὐδὲ ἐξ ἀκαθαρσίας\, οὔτε ἐν δόλῳ· ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον\, οὕτως λαλοῦμεν\, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες\, ἀλλὰ τῷ θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν\, καθὼς οἴδατε\, οὔτε ἐν προφάσει πλεονεξίας· θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν\, οὔτε ἀφʼ ὑμῶν οὔτε ἀπό ἄλλων\, δυνάμενοι ἐν βάρει εἶναι\, ὡς Χριστοῦ ἀπόστολοι\, ἀλλʼ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα· οὕτως\, ὁμειρόμενοι ὑμῶν\, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ\, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς\, διότι ἀγαπητοὶ ἡμῖν γεγένησθε.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 18:15-17\, 26-30\nΠροσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· καὶ ἰδόντες οἱ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. ὁ δὲ ᾿Ιησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. ἀμὴν λέγω ὑμῖν\, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον\, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν. Εἶπε δὲ ὁ Πέτρος· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. ὁ δὲ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ\, ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191121
DTEND;VALUE=DATE:20191122
SUMMARY:Ἡ ἐν τῳ Ναῳ Είσοδος τῆς Υπεραγίας Θεοτόκου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 21 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἡ ἐν τῳ Ναῳ Είσοδος τῆς Υπεραγίας Θεοτόκου\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 1:39-49\, 56\nἘν ταῖς ἡμέρας ἐκείνας\, ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾿Ιούδα\, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. καὶ ἐγένετο ὡς ἤκουσεν ἡ ᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας\, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ῾Αγίου ἡ ᾿Ελισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου\, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου\, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. ῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 9:1-7\nἈδελφοί\, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας\, τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη\, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων\, ἥτις λέγεται ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων\, χρυσοῦν ἔχουσα θυμιατήριον\, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ\, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα\, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα\, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτως κατεσκευασμένων\, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς\, τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς\, οὐ χωρὶς αἵματος\, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων·\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10:38-42\, 11:27-28\nΤῷ καιρῷ ἐκείνῳ\, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία\, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε\, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ᾿Ιησοῦς· Μάρθα Μάρθα\, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο\, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. ᾿Εγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191122
DTEND;VALUE=DATE:20191123
SUMMARY:Φιλήμων ἐκ τῶν 70
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 22 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Φιλήμων ἐκ τῶν 70; Μάρτυς Κικιλία\, καί οἱ σύν αὐτῆ; Μεθεόρτια τῶν Εἰσοδίων τῆς Ὑπεραγίας Θεοτόκου; Κάλλιστος\, Πατριάρχης Κωνσταντινουπόλεως τοῦ Χανθοπούλου; Ἄνθιμος\, Πρόεδρος Κρήτης\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλήμονα 1:1-25\nΠαῦλος δέσμιος Χριστοῦ Ἰησοῦ\, καὶ Τιμόθεος ὁ ἀδελφός\, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν\, καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ\, καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν\, καὶ τῇ κατʼ οἶκόν σου ἐκκλησίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστῶ τῷ θεῷ μου\, πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου\, ἀκούων σου τὴν ἀγάπην\, καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους\, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰησοῦν. Χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου\, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ\, ἀδελφέ. Διὸ πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον\, διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ\, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης\, νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ Χριστοῦ. Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου\, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου\, Ὀνήσιμον\, τόν ποτέ σοι ἄχρηστον\, νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον\, ὅν ἀνέπεμψα· σὺ δὲ αὐτόν\, τοῦτʼ ἔστιν τὰ ἐμὰ σπλάγχνα\, προσλαβοῦ· ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν\, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου· χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι\, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ\, ἀλλὰ κατὰ ἑκούσιον. Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν\, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς· οὐκέτι ὡς δοῦλον\, ἀλλʼ ὑπὲρ δοῦλον\, ἀδελφὸν ἀγαπητόν\, μάλιστα ἐμοί\, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ. Εἰ οὖν με ἔχεις κοινωνόν\, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει\, τοῦτο ἐμοὶ ἐλλόγει· ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί\, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. Ναί\, ἀδελφέ\, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν κυρίῳ. Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι\, εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις. Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. Ἀσπάζονταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ\, Μᾶρκος\, Ἀρίσταρχος\, Δημᾶς\, Λουκᾶς\, οἱ συνεργοί μου. Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 19:12-28\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπε πρὸς αὐτούς· πραγματεύσασθε ἐν ᾧ ἔρχομαι. οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν\, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾿ ἡμᾶς. καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν\, καὶ εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ἔδωκε τὸ ἀργύριον\, ἵνα ἐπιγνῷ τίς τί διεπραγματεύσατο. παρεγένετο δὲ ὁ πρῶτος λέγων· κύριε\, ἡ μνᾶ σου προσειργάσατο δέκα μνᾶς. καὶ εἶπεν αὐτῷ· εὖ\, ἀγαθὲ δοῦλε! ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου\, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. καὶ ἦλθεν ὁ δεύτερος λέγων· κύριε\, ἡ μνᾶ σου ἐποίησε πέντε μνᾶς. εἶπε δὲ καὶ τούτῳ· καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων. καὶ ἕτερος ἦλθε λέγων· κύριε\, ἰδοὺ ἡ μνᾶ σου\, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ. ἐφοβούμην γάρ σε\, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας\, καὶ θερίζεις ὃ οὐκ ἔσπειρας\, καὶ συνάγεις ὅθεν οὐ διεσκόρπισας. λέγει αὐτῷ· ἐκ τοῦ στόματός σου κρινῶ σε\, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἄνθρωπος αὐστηρός εἰμι ἐγώ\, αἴρων ὃ οὐκ ἔθηκα\, καὶ θερίζων ὃ οὐκ ἔσπειρα\, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισα· καὶ διατί οὐκ ἔδωκας τὸ ἀργύριόν μου ἐπὶ τὴν τράπεζαν\, καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτό; καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ᾿ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι. καὶ εἶπον αὐτῷ· κύριε\, ἔχει δέκα μνᾶς. λέγω γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται\, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ. πλὴν τοὺς ἐχθρούς μου ἐκείνους\, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾿ αὐτούς\, ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου. Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς ῾Ιεροσόλυμα.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191123
DTEND;VALUE=DATE:20191124
SUMMARY:Ἀμφιλόχιος Ἐπί. Ἰκονίου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 23 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἀμφιλόχιος Ἐπί. Ἰκονίου; Γρηγόριος Ἐπί. Ἀκραγαντίνων; Ὅσιος Ἰσχυρίων\, Ἐπίσκοπος; Μεθεόρτια τῶν Εἰσοδίων τῆς Ὑπεραγίας Θεοτόκου; Διονύσιος\, Πατριάρχης Κωνσταντινουπόλεως; Σισίνιος ὁ Ὁμολογητής\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 8:1-5\nἈδελφοί\, γνωρίζομεν δὲ ὑμῖν\, ἀδελφοί\, τὴν χάριν τοῦ θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας· ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Ὅτι κατὰ δύναμιν\, μαρτυρῶ\, καὶ ὑπὲρ δύναμιν αὐθαίρετοι\, μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν\, τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους· καὶ οὐ καθὼς ἠλπίσαμεν\, ἀλλʼ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ κυρίῳ\, καὶ ἡμῖν διὰ θελήματος θεοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10:19-21\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἰδού\, δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ\, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε\, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. ᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι\, πάτερ\, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς\, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν\, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί\, ὁ πατήρ\, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191124
DTEND;VALUE=DATE:20191125
SUMMARY:ΙΓ΄ Λουκᾶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 24 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: ΙΓ΄ Λουκᾶ; Κλήμης Ἐπίσκοπος Ρώμης; Πέτρος Ἐπίσκοπος Ἀλεξανδρείας; Ἑρμογένης\, Μάρτυς; Μεθεόρτια τῶν Εἰσοδίων τῆς Ὑπεραγίας Θεοτόκου; Φιλούμενος καὶ Χριστόφορος οἱ Μάρτυρες\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ματθαῖον 28:16-20\nΟἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν\, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ ᾿Ιησοῦς. καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ\, οἱ δὲ ἐδίστασαν. καὶ προσελθὼν ὁ ᾿Ιησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη\, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος\, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. ἀμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 2:4-10\nἈδελφοί\, ὁ θεός\, πλούσιος ὢν ἐν ἐλέει\, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς\, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ - χάριτί ἐστε σεσωσμένοι - καὶ συνήγειρεν\, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ· ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφʼ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ· τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως\, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· θεοῦ τὸ δῶρον· οὐκ ἐξ ἔργων\, ἵνα μή τις καυχήσηται. Αὐτοῦ γάρ ἐσμεν ποίημα\, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς\, οἷς προητοίμασεν ὁ θεός\, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 18:18-27\nΤῷ καιρῷ ἐκείνῳ\, ἄρχων λέγων· διδάσκαλε ἀγαθέ\, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; εἶπε δὲ αὐτῷ ὁ ᾿Ιησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς\, μὴ φονεύσῃς\, μὴ κλέψῃς\, μὴ ψευδομαρτυρήσῃς\, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. ἀκούσας δὲ ταῦτα ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς\, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ\, καὶ δεῦρο ἀκολούθει μοι. ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. ἰδὼν δὲ αὐτὸν ὁ ᾿Ιησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191125
DTEND;VALUE=DATE:20191126
SUMMARY:Αἰκατερίνη Μεγαλομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 25 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Αἰκατερίνη Μεγαλομάρτυς; Ἀπόδοσις τῆς Ἑορτῆς τῶν Εἰσοδίων τῆς Θεοτόκου; Μερκούριος Μεγαλομάρτυς\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ματθαῖον 25:1-13\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις\, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται\, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν\, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους\, καὶ ἐκλείσθη ἡ θύρα. ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε\, ἄνοιξον ἡμῖν. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν\, οὐκ οἶδα ὑμᾶς. γρηγορεῖτε οὖν\, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 3:23-29\, 4:1-5\nἈδελφοί\, πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν\, ὑπὸ νόμον ἐφρουρούμεθα\, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν\, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς πίστεως\, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε\, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην\, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος\, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ\, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ\, καὶ κατʼ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ\, ἐφʼ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν\, οὐδὲν διαφέρει δούλου\, κύριος πάντων ὤν· ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους\, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτως καὶ ἡμεῖς\, ὅτε ἦμεν νήπιοι\, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου\, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ\, γενόμενον ἐκ γυναικός\, γενόμενον ὑπὸ νόμον\, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ\, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 5:24-34\nΤῷ καιρῷ ἐκείνῳ\, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς\, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα\, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα\, καὶ μηδὲν ὠφεληθεῖσα\, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα\, ἀκούσασα περὶ τοῦ ᾿Ιησοῦ\, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ\, σωθήσομαι. καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς\, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. καὶ εὐθέως ὁ ᾿Ιησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν\, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε\, καὶ λέγεις τίς μου ἥψατο; καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα\, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ\, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ\, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην\, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191126
DTEND;VALUE=DATE:20191127
SUMMARY:Ἀλύπιος Ὅσιος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 26 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἀλύπιος Ὅσιος; Νίκων ὁ Μετανοεῖτε; Ὅσιος Στυλιανός ὁ Παφλαγὼν; Ἀκάκιος ὁ ἐν Σινᾳ; Γεώργιος Κίου; Ἰννοκέντιος Ιρκὺτσκ\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Θεσσαλονικεῖς α' 3:8-13\nἈδελφοί\, ἐὰν ὑμεῖς στήκετε ἐν κυρίῳ. Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν\, ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν διʼ ὑμᾶς ἔμπροσθεν τοῦ θεοῦ ἡμῶν\, νυκτὸς καὶ ἡμέρας ὑπὲρ ἐκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον\, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν; Αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ ἡμῶν\, καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός\, κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς· ὑμᾶς δὲ ὁ κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας\, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς\, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ\, ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν\, ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 19:45-48\nΤῷ καιρῷ ἐκείνῳ\, εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας λέγων αὐτοῖς· γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς ἐστιν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. Καὶ ἦν διδάσκων τὸ καθ᾿ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ\, καὶ οὐχ εὕρισκον τὸ τί ποιήσουσιν· ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191127
DTEND;VALUE=DATE:20191128
SUMMARY:Ἰάκωβος ὁ Πέρσης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 27 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἰάκωβος ὁ Πέρσης; Ναθαναὴλ Ὅσιος; Ἰάκωβος Ροστοῦ; Γρηγόριος τοῦ Σιναΐτου καί Γεράσιμος ὁ μαθητός αὐτοῦ; Ἀρσένιος\, ὁ ἐν Ῥάξῳ\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Θεσσαλονικεῖς α' 4:1-12\nἈδελφοί\, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ καθὼς παρελάβετε παρʼ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῷ\, ἵνα περισσεύητε μᾶλλον. Οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ κυρίου Ἰησοῦ. Τοῦτο γάρ ἐστιν θέλημα τοῦ θεοῦ\, ὁ ἁγιασμὸς ὑμῶν\, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας· εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ\, μὴ ἐν πάθει ἐπιθυμίας\, καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν θεόν· τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ· διότι ἔκδικος ὁ κύριος περὶ πάντων τούτων\, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα. Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ\, ἀλλʼ ἐν ἁγιασμῷ. Τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ\, ἀλλὰ τὸν θεὸν τὸν καὶ δόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς. Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους· καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. Παρακαλοῦμεν δὲ ὑμᾶς\, ἀδελφοί\, περισσεύειν μᾶλλον\, καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν\, καὶ πράσσειν τὰ ἴδια\, καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν\, καθὼς ὑμῖν παρηγγείλαμεν· ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω\, καὶ μηδενὸς χρείαν ἔχητε.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 20:1-8\nΤῷ καιρῷ ἐκείνῳ\, διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροιςκαὶ εἶπον πρὸς αὐτὸν λέγοντες· εἰπὲ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς\, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον\, καὶ εἴπατέ μοι· τὸ βάπτισμα ᾿Ιωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν\, ἐξ οὐρανοῦ\, ἐρεῖ\, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; ἐὰν δὲ εἴπωμεν\, ἐξ ἀνθρώπων\, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν ᾿Ιωάννην προφήτην εἶναι. καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191128
DTEND;VALUE=DATE:20191129
SUMMARY:Στέφανος Ὁσιομάρτης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 28 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Στέφανος Ὁσιομάρτης; Μάρτυς Εἰρήναρχος; Αὐξέντιος καὶ οἱ 16 σὺν αὐτῳ\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Θεσσαλονικεῖς α' 4:18-5:10\nἈδελφοί\, παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν\, ἀδελφοί\, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι. Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται· ὅταν γὰρ λέγωσιν\, Εἰρήνη καὶ ἀσφάλεια\, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος\, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ\, καὶ οὐ μὴ ἐκφύγωσιν. Ὑμεῖς δέ\, ἀδελφοί\, οὐκ ἐστὲ ἐν σκότει\, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ· πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους· ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποί\, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν· καὶ οἱ μεθυσκόμενοι\, νυκτὸς μεθύουσιν. Ἡμεῖς δέ\, ἡμέρας ὄντες\, νήφωμεν\, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης\, καὶ περικεφαλαίαν\, ἐλπίδα σωτηρίας. Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργήν\, ἀλλʼ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν\, ἵνα\, εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν\, ἅμα σὺν αὐτῷ ζήσωμεν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 20:9-18\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα\, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε χρόνους ἱκανούς. καὶ ἐν τῷ καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν. καὶ προσέθετο αὐτοῖς πέμψαι ἕτερον δοῦλον. οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. καὶ προσέθετο πέμψαι τρίτον. οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται. ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν\, ἵνα ἡμῶν γένηται ἡ κληρονομία. καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους\, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπον· μὴ γένοιτο. ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπε· τί οὖν ἐστι τὸ γεγραμμένον τοῦτο\, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες\, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; πᾶς ὁ πεσὼν ἐπ᾿ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ\, λικμήσει αὐτόν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191129
DTEND;VALUE=DATE:20191130
SUMMARY:Παράμονος καὶ Φιλούμενος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 29 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Παράμονος καὶ Φιλούμενος ; Νικόλαος\, Ἀρχιεπίσκοπος Θεσσαλονίκης; Διονύσιος\, Ἐπίσκοπος Κορίνθου; Φαιδρὸς ὁ Μάρτυρας\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Θεσσαλονικεῖς α' 5:9-13\, 5:24-28\nἈδελφοί\, οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργήν\, ἀλλʼ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν\, ἵνα\, εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν\, ἅμα σὺν αὐτῷ ζήσωμεν. Διὸ παρακαλεῖτε ἀλλήλους\, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα\, καθὼς καὶ ποιεῖτε. Ἐρωτῶμεν δὲ ὑμᾶς\, ἀδελφοί\, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν\, καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ\, καὶ νουθετοῦντας ὑμᾶς\, καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. Εἰρηνεύετε ἐν ἑαυτοῖς. Πιστὸς ὁ καλῶν ὑμᾶς\, ὃς καὶ ποιήσει. Ἀδελφοί\, προσεύχεσθε περὶ ἡμῶν. Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. Ὁρκίζω ὑμᾶς τὸν κύριον\, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἁγίοις ἀδελφοῖς. Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθʼ ὑμῶν. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 20:19-26\nΤῷ καιρῷ ἐκείνῳ\, ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾿ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ\, καὶ ἐφοβήθησαν τὸν λαόν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὰς παραβολὰς ἔλεγε. Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους\, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι\, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· διδάσκαλε\, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις\, καὶ οὐ λαμβάνεις πρόσωπον\, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις· ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι ἢ οὔ;κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπε πρὸς αὐτούς· τί με πειράζετε; δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; ἀποκριθέντες δὲ εἶπον· Καίσαρος. ὁ δὲ εἶπεν αὐτοῖς· ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ\, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191130
DTEND;VALUE=DATE:20191201
SUMMARY:Ἀνδρέας ὁ Πρωτόκλητος Ἀπόστολος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 30 Νοεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἀνδρέας ὁ Πρωτόκλητος Ἀπόστολος; Φρουμέντιος\, Ἐπί. Ἀβησσυνίας; Ἀλέξανδρος Μηθύμνης ὁ θαυματουργός\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ματθαῖον 4:18-23\nΤῷ καιρῷ ἐκείνῳ\, περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς\, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ\, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς\, ᾿Ιάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν αὐτοῦ\, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν\, καὶ ἐκάλεσεν αὐτούς. οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ ᾿Ιησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 4:9-16\nἈδελφοί\, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ\, καὶ ἀγγέλοις\, καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν\, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς\, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι\, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν\, καὶ διψῶμεν\, καὶ γυμνητεύομεν\, καὶ κολαφιζόμεθα\, καὶ ἀστατοῦμεν\, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν\, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα\, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ\, ἀλλʼ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς\, μιμηταί μου γίνεσθε.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 1:35-52\nΤῷ καιρῷ ἐκείνῳ\, εἱστήκει ὁ ᾽Ιωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο\, καὶ ἐμβλέψας τῷ ᾽Ιησοῦ περιπατοῦντι λέγει\, ῎Ιδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ ᾽Ιησοῦ. Στραφεὶς δὲ ὁ ᾽Ιησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς\, Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ\, ῾Ραββί (ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε)\, ποῦ μένεις; λέγει αὐτοῖς\, ῎Ερχεσθε καὶ ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει\, καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. Ἦν ᾽Ανδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ ᾽Ιωάννου καὶ ἀκολουθησάντων αὐτῷ·εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ\, Εὑρήκαμεν τὸν Μεσσίαν [ὅ ἐστιν μεθερμηνευόμενον Χριστός]· ἤγαγεν αὐτὸν πρὸς τὸν ᾽Ιησοῦν. ἐμβλέψας αὐτῷ ὁ ᾽Ιησοῦς εἶπεν\, Σὺ εἶ Σίμων ὁ υἱὸς ᾽Ιωάννου· σὺ κληθήσῃ Κηφᾶς [ὃ ἑρμηνεύεται Πέτρος]. Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν\, καὶ εὑρίσκει Φίλιππον. καὶ λέγει αὐτῷ ὁ ᾽Ιησοῦς\, ᾽Ακολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά\, ἐκ τῆς πόλεως ᾽Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ\, ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν\, ᾽Ιησοῦν υἱὸν τοῦ ᾽Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ\, ᾽Εκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος\, ῎Ερχου καὶ ἴδε. Εἶδεν ὁ ᾽Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ\, ῎Ιδε ἀληθῶς ᾽Ισραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν. Λέγει αὐτῷ Ναθαναήλ\, Πόθεν με γινώσκεις; ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ\, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. Ἀπεκρίθη αὐτῷ Ναθαναήλ\, ῾Ραββί\, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ\, σὺ βασιλεὺς εἶ τοῦ ᾽Ισραήλ. Ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ\, Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ὄψῃ. Καὶ λέγει αὐτῷ\, ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν\, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191201
DTEND;VALUE=DATE:20191202
SUMMARY:ΙΔ' Λουκᾶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 1 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: ΙΔ' Λουκᾶ; Ναούμ Προφήτης; Ἀνανίας Μάρτυς; Φιλάρετος ὁ Ἑλεήμων; Θεοκλήτος Θαυματουργός; Ἀνανίας καὶ οἱ σὺν αὐτῳ\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Μᾶρκον 16:1-8\nΚαὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον\, ἀνατείλαντος τοῦ ἡλίου. καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς\, περιβεβλημένον στολὴν λευκήν\, καὶ ἐξεθαμβήθησαν. ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· ᾿Ιησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη\, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. ἀλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε\, καθὼς εἶπεν ὑμῖν. καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις\, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 2:14-22\nἈδελφοί\, Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν\, ὁ ποιήσας τὰ ἀμφότερα ἕν\, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας\, τήν ἔχθραν ἐν τῇ σαρκί αὐτοῦ\, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν\, καταργήσας· ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον\, ποιῶν εἰρήνην\, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ\, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς· ὅτι διʼ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι\, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ\, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν\, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ\, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ\, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 18:35-43\nΤῷ καιρῷ ἐκείνῳ\, ᾿Εγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς ῾Ιεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα. ἀπήγγειλαν δὲ αὐτῷ ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖος παρέρχεται. καὶ ἐβόησε λέγων· ᾿Ιησοῦ υἱὲ Δαυΐδ\, ἐλέησόν με· καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυΐδ\, ἐλέησόν με. σταθεὶς δὲ ὁ ᾿Ιησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν λέγων· τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε· Κύριε\, ἵνα ἀναβλέψω. καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. καὶ παραχρῆμα ἀνέβλεψε\, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191202
DTEND;VALUE=DATE:20191203
SUMMARY:Ἀββακοὺμ Προφήτης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 2 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἀββακοὺμ Προφήτης; Κύριλλος ὁ Φιλεώτης; Μυρόπη Μάρτυς; Ἰωαννίκιος Δεβὶχ; Πορφύριος τοῦ Καυσοκαλυβίτου; Θεόφιλος ὁ Ἑρημίτης\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Θεσσαλονικεῖς β' 1:1-10\nΠαῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν\, ἀδελφοί\, καθὼς ἄξιόν ἐστιν\, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν\, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους· ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε· ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ\, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ\, ὑπὲρ ἧς καὶ πάσχετε· εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν\, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθʼ ἡμῶν\, ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπʼ οὐρανοῦ μετʼ ἀγγέλων δυνάμεως αὐτοῦ\, ἐν πυρὶ φλογός\, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν θεόν\, καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ· οἵτινες δίκην τίσουσιν\, ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ\, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ\, καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφʼ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 20:27-44\nΤῷ καιρῷ ἐκείνῳ\, προσελθόντες δέ τινες τῶν Σαδδουκαίων\, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν\, ἐπηρώτησαν αὐτὸνλέγοντες· διδάσκαλε\, Μωϋσῆς ἔγραψεν ἡμῖν\, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα\, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ\, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα\, καὶ οὗτος ἀπέθανεν ἄτεκνος·καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν ὡσαύτως· ὡσαύτως δὲ καὶ οἱ ἑπτά· οὐ κατέλιπον τέκνα\, καὶ ἀπέθανον·ὕστερον δὲ πάντων καὶ ἡ γυνὴ ἀπέθανεν. ἐν τῇ ἀναστάσει οὖν τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίζονται· οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται· οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι καὶ υἱοί εἰσι τοῦ Θεοῦ\, τῆς ἀναστάσεως υἱοὶ ὄντες. ὅτι δὲ ἐγείρονται οἱ νεκροί\, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου\, ὡς λέγει Κύριον τὸν Θεὸν ᾿Αβραὰμ καὶ τὸν Θεὸν ᾿Ισαὰκ καὶ τὸν Θεὸν ᾿Ιακώβ. Θεὸς δὲ οὐκ ἔστι νεκρῶν\, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν. ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον· διδάσκαλε\, καλῶς εἶπας. οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν. Εἶπε δὲ πρὸς αὐτούς· πῶς λέγουσι τὸν Χριστὸν υἱὸν Δαυῒδ εἶναι; καὶ αὐτὸς Δαυῒδ λέγει ἐν βίβλῳ τῶν ψαλμῶν· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου\, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Δαυῒδ οὖν αὐτὸν Κύριον καλεῖ· καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν;\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191203
DTEND;VALUE=DATE:20191204
SUMMARY:Σοφονίας Προφήτης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 3 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Σοφονίας Προφήτης; Ἰωάννης ὁ Ἡσυχαστής; Ἀγάπιος καὶ Σέλευκος Μαρτύρες; Θεόδωρος Ἀρχιεπίσκοπος Ἀλεξανδρείας; Νεομάρτυρος Ἀγγελής; Ἱερομάρτυρος Κάρπος\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Θεσσαλονικεῖς β' 1:10-12\, 2:1-2\nἈδελφοί\, τὸ μαρτύριον ἡμῶν ἐφʼ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν\, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν\, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει· ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν\, καὶ ὑμεῖς ἐν αὐτῷ\, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. Ἐρωτῶμεν δὲ ὑμᾶς\, ἀδελφοί\, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπʼ αὐτόν\, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοός\, μήτε θροεῖσθαι\, μήτε διὰ πνεύματος\, μήτε διὰ λόγου\, μητὲ διʼ ἐπιστολῆς ὡς διʼ ἡμῶν\, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Χριστοῦ·\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 21:12-19\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι\, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς\, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν\, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν\, καὶ θανατώσουσιν ἐξ ὑμῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191204
DTEND;VALUE=DATE:20191205
SUMMARY:Βαρβάρα Μεγαλομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 4 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Βαρβάρα Μεγαλομάρτυς; Ἰωάννης ὁ Δαμασκηνός; Σεραφεὶμ Νεομάρτυς; Ὁσία Ἱουλιανὴ; Ἀλέξανδρος Χολοβίτσκης\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ματθαῖον 25:1-13\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις\, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται\, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν\, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους\, καὶ ἐκλείσθη ἡ θύρα. ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε\, ἄνοιξον ἡμῖν. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν\, οὐκ οἶδα ὑμᾶς. γρηγορεῖτε οὖν\, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 3:23-29\, 4:1-5\nἈδελφοί\, πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν\, ὑπὸ νόμον ἐφρουρούμεθα\, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν\, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς πίστεως\, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε\, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην\, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος\, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ\, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ\, καὶ κατʼ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ\, ἐφʼ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν\, οὐδὲν διαφέρει δούλου\, κύριος πάντων ὤν· ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους\, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτως καὶ ἡμεῖς\, ὅτε ἦμεν νήπιοι\, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου\, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ\, γενόμενον ἐκ γυναικός\, γενόμενον ὑπὸ νόμον\, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ\, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 5:24-34\nΤῷ καιρῷ ἐκείνῳ\, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς\, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα\, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα\, καὶ μηδὲν ὠφεληθεῖσα\, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα\, ἀκούσασα περὶ τοῦ ᾿Ιησοῦ\, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ\, σωθήσομαι. καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς\, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. καὶ εὐθέως ὁ ᾿Ιησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν\, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε\, καὶ λέγεις τίς μου ἥψατο; καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα\, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ\, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ\, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην\, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191205
DTEND;VALUE=DATE:20191206
SUMMARY:Σάβας ὁ Ἡγιασμένος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 5 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Σάβας ὁ Ἡγιασμένος; Διογένης Μάρτυς; Φιλόθεος ὁ ἐν Ἄθῳ; Νεκτάριος ὁ ἀσκήσας\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 6:17-23\nΤῷ καιρῷ ἐκείνῳ\, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ\, καὶ ὄχλος μαθητῶν αὐτοῦ\, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος\, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν\, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων\, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ\, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Mακάριοι οἱ πτωχοί\, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν\, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν\, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι\, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 5:22-26\, 6:1-2\nἈδελφοί\, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη\, χαρά\, εἰρήνη\, μακροθυμία\, χρηστότης\, ἀγαθωσύνη\, πίστις\, πρᾳότης\, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. Οἱ δὲ τοῦ Χριστοῦ\, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι\, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι\, ἀλλήλους προκαλούμενοι\, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί\, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι\, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος\, σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε\, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 11:27-30\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ\, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι\, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ\, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ\, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191206
DTEND;VALUE=DATE:20191207
SUMMARY:Νικόλαος ὁ Θαυματουργός
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 6 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Νικόλαος ὁ Θαυματουργός; Νικόλαος Νεομάρτυς\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 10:1-9\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων\, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν\, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει\, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει\, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά. καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ\, ἔμπροσθεν αὐτῶν πορεύεται\, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ\, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν\, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ\, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ\, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 13:17-21\nἈδελφοί\, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν\, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν\, ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν\, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν\, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι\, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ θεὸς τῆς εἰρήνης\, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου\, τὸν κύριον ἡμῶν Ἰησοῦν\, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ\, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ\, διὰ Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6:17-23\nΤῷ καιρῷ ἐκείνῳ\, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ\, καὶ ὄχλος μαθητῶν αὐτοῦ\, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος\, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν\, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων\, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ\, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Mακάριοι οἱ πτωχοί\, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν\, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν\, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι\, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191207
DTEND;VALUE=DATE:20191208
SUMMARY:Ἀμβρόσιος Ἐπί. Μεδιολάνων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 7 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἀμβρόσιος Ἐπί. Μεδιολάνων; Μάρτυς Ἀθηνόδωρος; Ὅσιος Γεράσιμος\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 1:3-10\nἈδελφοί\, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρός\, καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, τοῦ δόντος ἑαυτὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν\, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ\, κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν. Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον· ὃ οὐκ ἔστιν ἄλλο\, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρʼ ὃ εὐηγγελισάμεθα ὑμῖν\, ἀνάθεμα ἔστω. Ὡς προειρήκαμεν\, καὶ ἄρτι πάλιν λέγω\, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρʼ ὃ παρελάβετε\, ἀνάθεμα ἔστω. Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν θεόν; Ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ γὰρ ἔτι ἀνθρώποις ἤρεσκον\, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 13:19-29\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ὁμοία ἐστὶ κόκκῳ σινάπεως\, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε καὶ ἐγένετο εἰς δένδρον μέγα\, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ. Πάλιν εἶπε· τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ὁμοία ἐστὶ ζύμῃ\, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία\, ἕως οὗ ἐζυμώθη ὅλον. Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς ῾Ιερουσαλήμ. εἶπε δέ τις αὐτῷ· Κύριε\, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπε πρὸς αὐτούς· ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· ὅτι πολλοί\, λέγω ὑμῖν\, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. ἀφ᾿ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν\, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· Κύριε Κύριε\, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν\, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. τότε ἄρξεσθε λέγειν· ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν\, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· καὶ ἐρεῖ· λέγω ὑμῖν\, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας. ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων\, ὅταν ὄψησθε ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ\, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω\, καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου\, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191208
DTEND;VALUE=DATE:20191209
SUMMARY:Ι΄ Λουκᾶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 8 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ι΄ Λουκᾶ; Προεόρτια Συλλήψεως Ἄννης; Πατάπιος Ὅσιος; Σωσθένης καὶ Ἀπόλλων ἐκ τῶν 70\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Μᾶρκον 16:9-20\n᾿Αναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ\, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις\, πενθοῦσι καὶ κλαίουσι. κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς\, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ\, πορευομένοις εἰς ἀγρόν. κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. ῞Υστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη\, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν\, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται\, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν\, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι\, καὶ καλῶς ἕξουσιν. ῾Ο μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ\, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. ἀμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 4:1-7\nἈδελφοί\, παρακαλῶ οὖν ὑμᾶς ἐγώ\, ὁ δέσμιος ἐν κυρίῳ\, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε\, μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος\, μετὰ μακροθυμίας\, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ\, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Ἓν σῶμα καὶ ἓν πνεῦμα\, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· εἷς κύριος\, μία πίστις\, ἓν βάπτισμα\, εἷς θεὸς καὶ πατὴρ πάντων\, ὁ ἐπὶ πάντων\, καὶ διὰ πάντων\, καὶ ἐν πᾶσιν ἡμῖν. Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 13:10-17\nΤῷ καιρῷ ἐκείνῳ\, ῏Ην δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι. καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ\, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές. ἰδὼν δὲ αὐτὴν ὁ ᾿Ιησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· γύναι\, ἀπολέλυσαι τῆς ἀσθενείας σου· καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν. ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος\, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ ᾿Ιησοῦς\, ἔλεγε τῷ ὄχλῳ· ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε\, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν· ὑποκριτά\, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει; ταύτην δέ\, θυγατέρα ᾿Αβραὰμ οὖσαν\, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη\, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ\, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾿ αὐτοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191209
DTEND;VALUE=DATE:20191210
SUMMARY:Σύλληψις Ἁγίας Ἄννης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 9 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Σύλληψις Ἁγίας Ἄννης; Ἄννα ἡ Δικαία\, μήτηρ τοῦ Σαμουήλ ὁ Προφητής; Ναρσῆς ὁ Πέρσης; Εγκαίνια του ναού της Αναστάσεως\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 4:22-27\nἈδελφοί\, Ἀβραὰμ δύο υἱοὺς ἔσχεν· ἕνα ἐκ τῆς παιδίσκης\, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλʼ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται\, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. Ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ\, εἰς δουλείαν γεννῶσα\, ἥτις ἐστὶν Ἅγαρ. Τὸ γὰρ Ἅγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ\, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ\, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς. Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν\, ἥτις ἐστὶν μήτηρ πάντων ἡμῶν· γέγραπται γάρ\, Εὐφράνθητι\, στεῖρα\, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον\, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 8:16-21\nΕἶπεν ὁ Κύριος· Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν\, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν\, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται\, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἐὰν ἔχῃ\, δοθήσεται αὐτῷ\, καὶ ὃς ἐὰν μὴ ἔχῃ\, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ. Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ\, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. καὶ ἀπηγγέλη αὐτῷ λεγόντων· ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες. ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191210
DTEND;VALUE=DATE:20191211
SUMMARY:Μηνᾶς\, Ἑρμογένης\, Εὔγραφος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 10 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Μηνᾶς\, Ἑρμογένης\, Εὔγραφος; Θωμᾶς ὁ Δεφουρκινός\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 1:8-14\nΤέκνον Τιμόθεε\, οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος\, ἐάν τις αὐτῷ νομίμως χρῆται\, εἰδὼς τοῦτο\, ὅτι δικαίῳ νόμος οὐ κεῖται\, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις\, ἀσεβέσιν καὶ ἁμαρτωλοῖς\, ἀνοσίοις καὶ βεβήλοις\, πατρολῴαις καὶ μητρολῴαις\, ἀνδροφόνοις\, πόρνοις\, ἀρσενοκοίταις\, ἀνδραποδισταῖς\, ψεύσταις\, ἐπιόρκοις\, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται\, κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ\, ὃ ἐπιστεύθην ἐγώ. Καὶ χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν\, ὅτι πιστόν με ἡγήσατο\, θέμενος εἰς διακονίαν\, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλὰ ἠλεήθην\, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 8:22-26\nΤῷ καιρῷ ἐκείνῳ\, ἔρχεται ὁ Ἰησοῦς εἰς Βηθσαϊδάν. Καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης\, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ\, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτὸν εἴ τι βλέπει. καὶ ἀναβλέψας ἔλεγε· βλέπω τοὺς ἀνθρώπους ὡς δένδρα περιπατοῦντας. εἶτα πάλιν ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι\, καὶ ἀποκατεστάθη\, καὶ ἐνέβλεψε τηλαυγῶς ἅπαντας. καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ λέγων· μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191211
DTEND;VALUE=DATE:20191212
SUMMARY:Δανιήλ ὁ Στυλίτης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 11 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Δανιήλ ὁ Στυλίτης; Λουκᾶς ὁ Στυλίτης; Μάρτυρες Ασκέψια καί Ἀηθάλ; Μαρτύρες Μιράκος καί Βαρσάβας; Λεόντιος ὁ Μονεμβασιώτης; Ἔνδοξος Βασιλεύς Νικηφόρος ὁ Φωκᾶς\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 1:18-20\, 2:8-15\nΤέκνον Τιμόθεε\, ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι\, τέκνον Τιμόθεε\, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας\, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν\, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν\, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν· ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος\, οὓς παρέδωκα τῷ Σατανᾷ\, ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν. Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ\, ἐπαίροντας ὁσίους χεῖρας\, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Ὡσαύτως καὶ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ\, μετὰ αἰδοῦς καὶ σωφροσύνης\, κοσμεῖν ἑαυτάς\, μὴ ἐν πλέγμασιν\, ἢ χρυσῷ\, ἢ μαργαρίταις\, ἢ ἱματισμῷ πολυτελεῖ\, ἀλλʼ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν\, διʼ ἔργων ἀγαθῶν. Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ. Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω\, οὐδὲ αὐθεντεῖν ἀνδρός\, ἀλλʼ εἶναι ἐν ἡσυχίᾳ. Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη\, εἶτα Εὔα· καὶ Ἀδὰμ οὐκ ἠπατήθη\, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας\, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 8:30-34\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπετίμησεν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ. Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν\, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων\, καὶ ἀποκτανθῆναι\, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ. ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησε τῷ Πέτρῳ λέγων· ὕπαγε ὀπίσω μου\, σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ\, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν\, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ\, καὶ ἀκολουθείτω μοι.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191212
DTEND;VALUE=DATE:20191213
SUMMARY:Σπυρίδων ὁ Θαυματουργός
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 12 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Σπυρίδων ὁ Θαυματουργός; Νεομάρτυς Πέτρος ὁ Ἀλεούτος; Ἰωάννης (ἢ Ἰωακείμ) Ἐπίσκοπος Ζιχνῶν\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 10:1-9\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων\, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν\, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει\, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει\, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά. καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ\, ἔμπροσθεν αὐτῶν πορεύεται\, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ\, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν\, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ\, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ\, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 5:8-19\nἈδελφοί\, ὡς τέκνα φωτὸς περιπατεῖτε - ὁ γὰρ καρπὸς τοῦ πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ - δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ· καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους\, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῆ γινόμενα ὑπʼ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν. Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν. Διὸ λέγει\, Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν\, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε\, μὴ ὡς ἄσοφοι\, ἀλλʼ ὡς σοφοί\, ἐξαγοραζόμενοι τὸν καιρόν\, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες\, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ\, ἐν ᾧ ἐστὶν ἀσωτία\, ἀλλὰ πληροῦσθε ἐν πνεύματι\, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς\, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 10:9-16\nΕἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν\, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια\, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει\, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός\, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν\, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα\, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω\, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν\, καὶ τῆς φωνῆς μου ἀκούσουσι\, καὶ γενήσεται μία ποίμνη\, εἷς ποιμήν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191213
DTEND;VALUE=DATE:20191214
SUMMARY:Γερμανὸς Ἀλάσκου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 13 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Γερμανὸς Ἀλάσκου; Εὐστράτιος\, Αὐξέντιος\, Εὐγένιος; Λουκία ή Παρθένος ; Γαβριὴλ\, ἱερομάρτυς Σερβίας\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 4:4-8\nΤέκνον Τιμόθεε\, πᾶν κτίσμα θεοῦ καλόν\, καὶ οὐδὲν ἀπόβλητον\, μετὰ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως. Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ\, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως\, καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας. Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν\, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 9:33-41\nΤῷ καιρῷ ἐκείνῳ\, ἦλθεν ὁ Ἰησοῦς καὶ οἰ μαθηταὶ εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε; οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· εἴ τις θέλει πρῶτος εἶναι\, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν\, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου\, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται\, οὐκ ἐμὲ δέχεται\, ἀλλὰ τὸν ἀποστείλαντά με. ᾿Απεκρίθη αὐτῷ ὁ ᾿Ιωάννης λέγων· διδάσκαλε\, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια\, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν\, καὶ ἐκωλύσαμεν αὐτόν\, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. ὁ δὲ ᾿Ιησοῦς εἶπε· μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. ὃς γὰρ οὐκ ἔστι καθ᾿ ὑμῶν\, ὑπὲρ ὑμῶν ἐστιν. ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου\, ὅτι Χριστοῦ ἐστε\, ἀμὴν λέγω ὑμῖν\, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191214
DTEND;VALUE=DATE:20191215
SUMMARY:Θύρσος\, Καλλίνικος\, Λεύκιος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 14 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Θύρσος\, Καλλίνικος\, Λεύκιος\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 3:8-12\nἈδελφοί\, προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεός\, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν\, ὑπὸ κατάραν εἰσίν· γέγραπται γάρ\, Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου\, τοῦ ποιῆσαι αὐτά. Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ\, δῆλον· ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται· ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως\, ἀλλʼ Ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 14:1-11\nΤῷ καιρῷ ἐκείνῳ\, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον\, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπε πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· εἰ ἔξεστι τῷ σαββάτῳ θεραπεύειν; οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσε. καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπε· τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ ἐμπεσεῖται\, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου; καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι αὐτῷ πρὸς ταῦτα. ῎Ελεγε δὲ πρὸς τοὺς κεκλημένους παραβολήν\, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο\, λέγων πρὸς αὐτούς· ὅταν κληθῇς ὑπό τινος εἰς γάμους\, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν\, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾿ αὐτοῦ\, καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· δὸς τούτῳ τόπον· καὶ τότε ἄρξῃ μετ᾿ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. ἀλλ᾿ ὅταν κληθῇς\, πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον\, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε εἴπῃ σοι· φίλε\, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον τῶν συνανακειμένων σοι. ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191215
DTEND;VALUE=DATE:20191216
SUMMARY:ΙΑ΄ Λουκᾶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 15 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: ΙΑ΄ Λουκᾶ; Ἐλευθέριος Μεγαλομάρτυς καὶ Ἀνθία Μήτηρ; Ὁσιομάρτης Σωσσάνα\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 24:1-12\nΚαὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν\, Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα\, καί τινες σὺν αὐταῖς. εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου\, καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου ᾿Ιησοῦ. καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε\, ἀλλ᾿ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ\, λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι\, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ\, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ ᾿Ιωάννα καὶ Μαρία ᾿Ιακώβου καὶ οἱ λοιπαὶ σὺν αὐταῖς\, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν\, καὶ ἠπίστουν αὐταῖς. ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον\, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα\, καὶ ἀπῆλθε πρὸς ἑαυτόν\, θαυμάζων τὸ γεγονός.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 1:8-18\nΤέκνον Τιμόθεε\, μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν\, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ\, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ\, οὐ κατὰ τὰ ἔργα ἡμῶν\, ἀλλὰ κατʼ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων\, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ\, καταργήσαντος μὲν τὸν θάνατον\, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου\, εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. Διʼ ἣν αἰτίαν καὶ ταῦτα πάσχω\, ἀλλʼ οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα\, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρʼ ἐμοῦ ἤκουσας\, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ. Τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Οἶδας τοῦτο\, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ\, ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης. Δῴη ἔλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἴκῳ· ὅτι πολλάκις με ἀνέψυξεν\, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη\, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ\, σπουδαιότερον ἐζήτησέν με καὶ εὗρεν - δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ - καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν\, βέλτιον σὺ γινώσκεις.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 14:16-24\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα καὶ ἐκάλεσε πολλούς· καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε\, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα\, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε\, ἔχε με παρῃτημένον. καὶ ἕτερος εἶπε· ζεύγη βοῶν ἠγόρασα πέντε\, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε\, ἔχε με παρῃτημένον. καὶ ἕτερος εἶπε· γυναῖκα ἔγημα\, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως\, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. καὶ εἶπεν ὁ δοῦλος· κύριε\, γέγονεν ὡς ἐπέταξας\, καὶ ἔτι τόπος ἐστί. καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν\, ἵνα γεμισθῇ ὁ οἶκος μου. λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. Πολλοί γὰρ εἰσιν κλητοί\, ὀλίγοι δέ ἐκλεκτοί.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191216
DTEND;VALUE=DATE:20191217
SUMMARY:Ἀγγαῖος Προφήτης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 16 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἀγγαῖος Προφήτης; Μόδεστος Ἐπί. Ἱεροσολύμων; Θεοφανία Βασιλίσσα; Νικόλαος\, Πατριάρχης Κωνσταντινουπόλεως ; Μέμνονος\, Ἀρχιεπίσκοπος Ἐφέσου\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 5:1-10\nΤέκνον Τιμόθεε\, πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς\, ἀλλὰ παρακάλει ὡς πατέρα· νεωτέρους\, ὡς ἀδελφούς· πρεσβυτέρας\, ὡς μητέρας· νεωτέρας\, ὡς ἀδελφάς\, ἐν πάσῃ ἁγνείᾳ. Χήρας τίμα τὰς ὄντως χήρας. Εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει\, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν\, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ. Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τόν θεόν\, καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας. Ἡ δὲ σπαταλῶσα\, ζῶσα τέθνηκεν. Καὶ ταῦτα παράγγελλε\, ἵνα ἀνεπίληπτοι ὦσιν. Εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ\, τὴν πίστιν ἤρνηται\, καὶ ἔστιν ἀπίστου χείρων. Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα\, γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή\, ἐν ἔργοις καλοῖς μαρτυρουμένη\, εἰ ἐτεκνοτρόφησεν\, εἰ ἐξενοδόχησεν\, εἰ ἁγίων πόδας ἔνιψεν\, εἰ θλιβομένοις ἐπήρκεσεν\, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 9:42-50\, 10:1\nΕἶπεν ὁ Κύριος· ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ\, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται λίθος μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου\, ἀπόκοψον αὐτήν· καλὸν σοί ἐστι κυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖν\, ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν\, εἰς τὸ πῦρ τὸ ἄσβεστον\, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε\, ἀπόκοψον αὐτόν· καλὸν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν\, ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν\, εἰς τὸ πῦρ τὸ ἄσβεστον\, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε\, ἔκβαλε αὐτόν· καλὸν σοί ἐστι μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ\, ἢ τοὺς δύο ὀφθαλμοὺς ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν τοῦ πυρός\, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. πᾶς γὰρ πυρὶ ἁλισθήσεται\, καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται. καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται\, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλας καὶ εἰρηνεύετε ἐν ἀλλήλοις. Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς ᾿Ιουδαίας διὰ τοῦ πέραν τοῦ ᾿Ιορδάνου\, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν\, καὶ ὡς εἰώθει\, πάλιν ἐδίδασκεν αὐτούς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191217
DTEND;VALUE=DATE:20191218
SUMMARY:Δανιήλ καί οἱ 3 Παῖδες
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 17 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Δανιήλ καί οἱ 3 Παῖδες; Διονύσιος ὁ Ζακύνθινός\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 11:33-40\, 12:1-2\nἈδελφοί\, οἱ Ἅγιοι πάντες διὰ πίστεως κατηγωνίσαντο βασιλείας\, εἰργάσαντο δικαιοσύνην\, ἐπέτυχον ἐπαγγελιῶν\, ἔφραξαν στόματα λεόντων\, ἔσβεσαν δύναμιν πυρός\, ἔφυγον στόματα μαχαίρας\, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας\, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ\, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν\, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν\, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον\, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν\, ἐπρίσθησαν\, ἐπειράσθησαν\, ἐν φόνῳ μαχαίρας ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς\, ἐν αἰγείοις δέρμασιν\, ὑστερούμενοι\, θλιβόμενοι\, κακουχούμενοι - ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος - ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες\, μαρτυρηθέντες διὰ τῆς πίστεως\, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν\, τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου\, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν. Τοιγαροῦν καὶ ἡμεῖς\, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων\, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν\, διʼ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα\, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 10:2-12\nΤῷ καιρῷ ἐκείνῳ\, προσελθόντες οἱ Φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι\, πειράζοντες αὐτόν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; οἱ δὲ εἶπον· ἐπέτρεψε Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα\, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ\, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. ὥστε οὐκέτι εἰσὶ δύο\, ἀλλὰ μία σάρξ· ὃ οὖν ὁ Θεὸς συνέζευξεν\, ἄνθρωπος μὴ χωριζέτω. καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν\, καὶ λέγει αὐτοῖς· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην\, μοιχᾶται ἐπ᾿ αὐτήν· καὶ ἐὰν γυνὴ ἀπολύσασα τὸν ἄνδρα γαμηθῇ ἄλλῳ\, μοιχᾶται.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191218
DTEND;VALUE=DATE:20191219
SUMMARY:Σεβαστιανός καί οἱ σύν αὐτῶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 18 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Σεβαστιανός καί οἱ σύν αὐτῶ; Μιχαήλ ὁ Ὁμολογητής\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 5:22-25\, 6:1-11\nΤέκνον Τιμόθεε\, χεῖρας ταχέως μηδενὶ ἐπιτίθει\, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει. Μηκέτι ὑδροπότει\, ἀλλʼ οἴνῳ ὀλίγῳ χρῶ\, διὰ τὸν στόμαχον σου καὶ τὰς πυκνάς σοῦ ἀσθενείας. Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν\, προάγουσαι εἰς κρίσιν· τισὶν δὲ καὶ ἐπακολουθοῦσιν. Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλα ἐστίν· καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται. Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι\, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν\, ἵνα μὴ τὸ ὄνομα τοῦ θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν\, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν\, ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. Ταῦτα δίδασκε καὶ παρακάλει. Εἴ τις ἑτεροδιδασκαλεῖ\, καὶ μὴ προσέρχεται ὑγιαίνουσιν λόγοις\, τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, καὶ τῇ κατʼ εὐσέβειαν διδασκαλίᾳ\, τετύφωται\, μηδὲν ἐπιστάμενος\, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας\, ἐξ ὧν γίνεται φθόνος\, ἔρις\, βλασφημίαι\, ὑπόνοιαι πονηραί\, διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν\, καὶ ἀπεστερημένων τῆς ἀληθείας\, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. Ἀφίστασο ἀπὸ τῶν τοιούτων. Ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας· οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον\, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα· ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα. Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς\, αἵτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία· ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως\, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς. Σὺ δέ\, ὦ ἄνθρωπε τοῦ θεοῦ\, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην\, εὐσέβειαν\, πίστιν\, ἀγάπην\, ὑπομονήν\, πρᾳότητα.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 10:11-16\nΕἶπεν ὁ Κύριος· Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην\, μοιχᾶται ἐπ᾿ αὐτήν· καὶ ἐὰν γυνὴ ἀπολύσασα τὸν ἄνδρα γαμηθῇ ἄλλῳ\, μοιχᾶται. Καὶ προσέφερον αὐτῷ παιδία\, ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. ἰδὼν δὲ ὁ ᾿Ιησοῦς ἠγανάκτησε καὶ εἶπεν αὐτοῖς· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με\, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. ἀμὴν λέγω ὑμῖν\, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον\, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. καὶ ἐναγκαλισάμενος αὐτὰ κατηυλόγει τιθεὶς τὰς χεῖρας ἐπ᾿ αὐτά.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191219
DTEND;VALUE=DATE:20191220
SUMMARY:Μάρτυρες Βονιφάτιος\, Πρόβος\, Ἄρης\, Τιμόθεος\, Πολύευκτος\, Εὐτύχιος καί Θεσσαλονίκη
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 19 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Μάρτυρες Βονιφάτιος\, Πρόβος\, Ἄρης\, Τιμόθεος\, Πολύευκτος\, Εὐτύχιος καί Θεσσαλονίκη; Γρηγέντιος\, Ἐπί. Αἰθιοπίας; Ἀγλαία τῆς Ρώμης\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 6:17-21\nΤέκνον Τιμόθεε\, τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε\, μὴ ὑψηλοφρονεῖν\, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι\, ἀλλʼ ἐν τῷ θεῷ τῷ ζῶντι\, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν· ἀγαθοεργεῖν\, πλουτεῖν ἐν ἔργοις καλοῖς\, εὐμεταδότους εἶναι\, κοινωνικούς\, ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον\, ἵνα ἐπιλάβωνται τῆς αἰωνιόυ ζωῆς. Ὦ Τιμόθεε\, τὴν παραθήκην φύλαξον\, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως· ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν. Ἡ χάρις μετὰ σοῦ. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 10:17-27\nΤῷ καιρῷ ἐκείνῳ\, ἐκπορευομένου τοῦ Ἰησοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· διδάσκαλε ἀγαθέ\, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς\, μὴ φονεύσῃς\, μὴ κλέψῃς\, μὴ ψευδομαρτυρήσῃς\, μὴ ἀποστερήσῃς\, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· διδάσκαλε\, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. ὁ δὲ ᾿Ιησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· ἕν σε ὑστερεῖ· εἰ θέλεις τέλειος εἶναι\, ὕπαγε\, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς\, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ\, καὶ δεῦρο ἀκολούθει μοι\, ἄρας τὸν σταυρόν σου. ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. Καὶ περιβλεψάμενος ὁ ᾿Ιησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται! οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ ᾿Ιησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· τέκνα\, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν· εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς· καὶ τίς δύναται σωθῆναι; ἐμβλέψας αὐτοῖς ὁ ᾿Ιησοῦς λέγει· παρὰ ἀνθρώποις ἀδύνατον\, ἀλλ᾿ οὐ παρὰ Θεῷ· πάντα γὰρ δυνατά ἐστι παρὰ τῷ Θεῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191220
DTEND;VALUE=DATE:20191221
SUMMARY:Ἰγνάτιος ὁ Θεοφόρος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 20 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἰγνάτιος ὁ Θεοφόρος; Προεόρτια Γεννήσεως Χριστοῦ; Φιλογόνιος\, Πατριάρχης Άντιοχείας; Νεομάρτυς Ἰωάννης; Ἰωάννης της Κροστάνδης\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 10:32-38\nἈδελφοί\, ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας\, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μέν\, ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι· τοῦτο δέ\, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε\, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε\, γινώσκοντες ἔχειν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν\, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὑπομονῆς γὰρ ἔχετε χρείαν\, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον ὅσον\, Ὁ ἐρχόμενος ἥξει\, καὶ οὐ χρονιεῖ. Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται\, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 9:33-41\nΤῷ καιρῷ ἐκείνῳ\, ἦλθεν ὁ Ἰησοῦς καὶ οἰ μαθηταὶ εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε; οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· εἴ τις θέλει πρῶτος εἶναι\, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν\, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου\, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται\, οὐκ ἐμὲ δέχεται\, ἀλλὰ τὸν ἀποστείλαντά με. ᾿Απεκρίθη αὐτῷ ὁ ᾿Ιωάννης λέγων· διδάσκαλε\, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια\, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν\, καὶ ἐκωλύσαμεν αὐτόν\, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. ὁ δὲ ᾿Ιησοῦς εἶπε· μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. ὃς γὰρ οὐκ ἔστι καθ᾿ ὑμῶν\, ὑπὲρ ὑμῶν ἐστιν. ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου\, ὅτι Χριστοῦ ἐστε\, ἀμὴν λέγω ὑμῖν\, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191221
DTEND;VALUE=DATE:20191222
SUMMARY:Προεόρτια Γεννήσεως Χριστοῦ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 21 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Προεόρτια Γεννήσεως Χριστοῦ ; Ἰουλιανὴ καί οἱ 630 σύν αὐτῆ; Μάρτυς θεμιστοκλής; Πέτρος τοῦ Μοσκοῦ\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 3:8-12\nἈδελφοί\, προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεός\, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν\, ὑπὸ κατάραν εἰσίν· γέγραπται γάρ\, Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου\, τοῦ ποιῆσαι αὐτά. Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ\, δῆλον· ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται· ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως\, ἀλλʼ Ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 13:19-29\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ὁμοία ἐστὶ κόκκῳ σινάπεως\, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε καὶ ἐγένετο εἰς δένδρον μέγα\, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ. Πάλιν εἶπε· τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ὁμοία ἐστὶ ζύμῃ\, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία\, ἕως οὗ ἐζυμώθη ὅλον. Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς ῾Ιερουσαλήμ. εἶπε δέ τις αὐτῷ· Κύριε\, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπε πρὸς αὐτούς· ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· ὅτι πολλοί\, λέγω ὑμῖν\, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. ἀφ᾿ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν\, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· Κύριε Κύριε\, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν\, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. τότε ἄρξεσθε λέγειν· ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν\, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· καὶ ἐρεῖ· λέγω ὑμῖν\, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας. ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων\, ὅταν ὄψησθε ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ\, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω\, καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου\, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191222
DTEND;VALUE=DATE:20191223
SUMMARY:Κυριακή πρό τῆς Χριστοῦ Γεννήσεως
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 22 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Κυριακή πρό τῆς Χριστοῦ Γεννήσεως; Προεόρτια τῆς Χριστοῦ Γεννήσεως; Ἀναστασία Μεγαλομάρτυς; Χρυσόγονος Μάρτυς; Ναός τοῦ Ἀγίου Τάφου\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 24:13-35\nΚαὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ ῾Ιερουσαλήμ\, ᾗ ὄνομα ᾿Εμμαούς. καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ ᾿Ιησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.εἶπε δὲ πρὸς αὐτούς· τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καί ἐστε σκυθρωποί; ἀποκριθεὶς δὲ ὁ εἷς\, ᾧ ὄνομα Κλεόπας\, εἶπε πρὸς αὐτόν· σὺ μόνος παροικεῖς ἐν ῾Ιερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; καὶ εἶπεν αὐτοῖς· ποῖα; οἱ δὲ εἶπον αὐτῷ· τὰ περὶ ᾿Ιησοῦ τοῦ Ναζωραίου\, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ\, ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν ᾿Ισραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο. ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον\, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι\, οἳ λέγουσιν αὐτὸν ζῆν. καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον\, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον\, αὐτὸν δὲ οὐκ εἶδον. καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται! οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο\, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι· καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· μεῖνον μεθ᾿ ἡμῶν\, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησε\, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί\, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν. καὶ εἶπον πρὸς ἀλλήλους· οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν\, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς ῾Ιερουσαλήμ\, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς\, λέγοντας ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι. καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 11:9-10\, 32-40\nἈδελφοί\, πίστει παρῴκησεν Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν\, ἐν σκηναῖς κατοικήσας μετὰ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν\, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών\, Βαράκ τε καὶ Σαμψὼν καὶ ᾿Ιεφθάε\, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν\, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας\, εἰργάσαντο δικαιοσύνην\, ἐπέτυχον ἐπαγγελιῶν\, ἔφραξαν στόματα λεόντων\, ἔσβεσαν δύναμιν πυρός\, ἔφυγον στόματα μαχαίρας\, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας\, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ\, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν\, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν\, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον\, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν\, ἐπρίσθησαν\, ἐπειράσθησαν\, ἐν φόνῳ μαχαίρας ἀπέθανον\, περιῆλθον ἐν μηλωταῖς\, ἐν αἰγείοις δέρμασιν\, ὑστερούμενοι\, θλιβόμενοι\, κακουχούμενοι\, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος\, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν\, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου\, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 1:1-25\nΒίβλος γενέσεως ᾿Ιησοῦ Χριστοῦ\, υἱοῦ Δαυῒδ υἱοῦ ᾿Αβραάμ. ᾿Αβραὰμ ἐγέννησε τὸν ᾿Ισαάκ\, ᾿Ισαὰκ δὲ ἐγέννησε τὸν ᾿Ιακώβ\, ᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ\, ᾿Ιούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ\, Φαρὲς δὲ ἐγέννησε τὸν ᾿Εσρώμ\, ᾿Εσρὼμ δὲ ἐγέννησε τὸν ᾿Αράμ\, ᾿Αρὰμ δὲ ἐγέννησε τὸν ᾿Αμιναδάβ\, ᾿Αμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών\, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών\, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς ῾Ραχάβ\, Βοὸζ δὲ ἐγέννησε τὸν ᾿Ωβὴδ ἐκ τῆς ῾Ρούθ\, ᾿Ωβὴδ δὲ ἐγέννησε τὸν ᾿Ιεσσαί\, ᾿Ιεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου\, Σολομὼν δὲ ἐγέννησε τὸν ῾Ροβοάμ\, ῾Ροβοὰμ δὲ ἐγέννησε τὸν ᾿Αβιά\, ᾿Αβιὰ δὲ ἐγέννησε τὸν ᾿Ασά\, ᾿Ασὰ δὲ ἐγέννησε τὸν ᾿Ιωσαφάτ\, ᾿Ιωσαφὰτ δὲ ἐγέννησε τὸν ᾿Ιωράμ\, ᾿Ιωρὰμ δὲ ἐγέννησε τὸν ᾿Οζίαν\, ᾿Οζίας δὲ ἐγέννησε τὸν ᾿Ιωάθαμ\, ᾿Ιωάθαμ δὲ ἐγέννησε τὸν ῎Αχαζ\, ῎Αχαζ δὲ ἐγέννησε τὸν ᾿Εζεκίαν\, ᾿Εζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ\, Μανασσῆς δὲ ἐγέννησε τὸν ᾿Αμών\, ᾿Αμὼν δὲ ἐγέννησε τὸν ᾿Ιωσίαν\, ᾿Ιωσίας δὲ ἐγέννησε τὸν ᾿Ιεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.\n\nΜετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος ᾿Ιεχονίας ἐγέννησε τὸν Σαλαθιήλ\, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ\, Ζοροβάβελ δὲ ἐγέννησε τὸν ᾿Αβιούδ\, ᾿Αβιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελιακείμ\, ᾿Ελιακεὶμ δὲ ἐγέννησε τὸν ᾿Αζώρ\, ᾿Αζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ\, Σαδὼκ δὲ ἐγέννησε τὸν ᾿Αχείμ\, ᾿Αχεὶμ δὲ ἐγέννησε τὸν ᾿Ελιούδ\, ᾿Ελιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελεάζαρ\, ᾿Ελεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν\, Ματθὰν δὲ ἐγέννησε τὸν ᾿Ιακώβ\, ᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιωσὴφ τὸν ἄνδρα Μαρίας\, ἐξ ἧς ἐγεννήθη ᾿Ιησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ ᾿Αβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες\, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες\, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.\n\nΤοῦ δὲ ᾿Ιησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾿Ιωσήφ\, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ῾Αγίου. ᾿Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς\, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι\, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· ᾿Ιωσὴφ υἱὸς Δαυΐδ\, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ῾Αγίου. τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν\, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ᾿Εμμανουήλ\, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ ᾿Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ\, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον\, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191223
DTEND;VALUE=DATE:20191224
SUMMARY:Προεόρτια τῆς Χριστοῦ Γεννήσεως
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 23 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Προεόρτια τῆς Χριστοῦ Γεννήσεως; Οἱ ἐν Κρήτῃ 10 Μάρτυρες; Παῦλος\, ἐπίσκοπος Νεοκαισαρείας; Ἐγκαινία τῆς Ἁγίας Σοφίας; Ναοὺμ ὁ Φωτιστὴς Βουλγαρίας; Νικόλαος καὶ Ἰωάννης\, Νεομάρτυρες\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 2:20-26\nΤέκνον Τιμόθεε\, ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ\, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα\, καὶ ἃ μὲν εἰς τιμήν\, ἃ δὲ εἰς ἀτιμίαν. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων\, ἔσται σκεῦος εἰς τιμήν\, ἡγιασμένον\, καὶ εὔχρηστον τῷ δεσπότῃ\, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε· δίωκε δὲ δικαιοσύνην\, πίστιν\, ἀγάπην\, εἰρήνην\, μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας. Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ\, εἰδὼς ὅτι γεννῶσιν μάχας. Δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι\, ἀλλʼ ἤπιον εἶναι πρὸς πάντας\, διδακτικόν\, ἀνεξίκακον\, ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους· μήποτε δῷ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας\, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος\, ἐζωγρημένοι ὑπʼ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 10:46-52\nΤῷ καιρῷ ἐκείνῳ\, ἐκπορευομένου τοῦ Ἰησοῦ ἀπὸ ῾Ιεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ\, ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. καὶ ἀκούσας ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖός ἐστιν\, ἤρξατο κράζειν καὶ λέγειν· υἱὲ Δαυῒδ ᾿Ιησοῦ\, ἐλέησόν με. καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυΐδ\, ἐλέησόν με. καὶ στὰς ὁ ᾿Ιησοῦς εἶπε· φωνήσατε αὐτόν· καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· θάρσει\, ἔγειρε· φωνεῖ σε. ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν ᾿Ιησοῦν. καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· ῥαββουνί\, ἵνα ἀναβλέψω. καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ὕπαγε\, ἡ πίστις σου σέσωκέ σε. καὶ εὐθέως ἀνέβλεψε\, καὶ ἠκολούθει τῷ ᾿Ιησοῦ ἐν τῇ ὁδῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191224
DTEND;VALUE=DATE:20191225
SUMMARY:Παραμονή τῆς Ἐορτής τῶν Χριστουγέννων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 24 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Παραμονή τῆς Ἐορτής τῶν Χριστουγέννων; Εὐγενία Ὁσιομάρτης\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 1:1-12\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 2:1-20\n᾽Εν ταῖς ἡμέραις ἐκείναις\, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι\, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν. ἀνέβη δὲ καὶ ᾿Ιωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲτ εἰς τὴν ᾿Ιουδαίαν εἰς πόλιν Δαυΐδ\, ἥτις καλεῖται Βηθλεέμ\, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ\, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί\, οὔσῃ ἐγκύῳ. ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν\, καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον\, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ\, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.\n\nΚαὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς\, καὶ ἐφοβήθησαν φόβον μέγαν. καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην\, ἥτις ἔσται παντὶ τῷ λαῷ\, ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ\, ὅς ἐστι Χριστὸς Κύριος\, ἐν πόλει Δαυΐδ. καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον\, κείμενον ἐν φάτνῃ. καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων· δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη\, ἐν ἀνθρώποις εὐδοκία. καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾿ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι\, καὶ οἱ ἄνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους· διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός\, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν. καὶ ἦλθον σπεύσαντες\, καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν ᾿Ιωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ. ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου· καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς. ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191225
DTEND;VALUE=DATE:20191226
SUMMARY:Ἡ Γέννησις τοῦ Σωτήρος ημων Iησοῦ Χριστοῦ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 25 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἡ Γέννησις τοῦ Σωτήρος ημων Iησοῦ Χριστοῦ; Λατρεία τῶν μάγων; Τῶν θεασαμένων Ποιμένων τὸν Κύριον\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ματθαῖον 1:18-25\nΤοῦ δὲ ᾿Ιησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾿Ιωσήφ\, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ῾Αγίου. ᾿Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς\, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι\, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· ᾿Ιωσὴφ υἱὸς Δαυΐδ\, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ῾Αγίου. τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν\, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ᾿Εμμανουήλ\, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ ᾿Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ\, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον\, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 4:4-7\nἈδελφοί\, ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου\, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ\, γενόμενον ἐκ γυναικός\, γενόμενον ὑπὸ νόμον\, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ\, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Ὅτι δέ ἐστε υἱοί\, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν\, κρᾶζον\, Ἀββᾶ\, ὁ πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος\, ἀλλʼ υἱός· εἰ δὲ υἱός\, καὶ κληρονόμος θεοῦ διὰ Χριστοῦ.\n\n\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 2:1-12\nΤοῦ δὲ ᾿Ιησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς ᾿Ιουδαίας ἐν ἡμέραις ῾Ηρῴδου τοῦ βασιλέως\, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς ῾Ιεροσόλυμα λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν ᾿Ιουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. ᾿Ακούσας δὲ ῾Ηρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα ῾Ιεροσόλυμα μετ᾿ αὐτοῦ\, καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾿ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. οἱ δὲ εἶπον αὐτῷ· ἐν Βηθλεὲμ τῆς ᾿Ιουδαίας· οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου· καὶ σὺ Βηθλεέμ\, γῆ ᾿Ιούδα\, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν ᾿Ιούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος\, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν ᾿Ισραήλ. Τότε ῾Ηρῴδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσε παρ᾿ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος\, καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε· πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου\, ἐπὰν δὲ εὕρητε\, ἀπαγγείλατέ μοι\, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς\, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον· ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα\, καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ\, καὶ πεσόντες προσεκύνησαν αὐτῷ\, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα\, χρυσὸν καὶ λίβανον καὶ σμύρναν· καὶ χρηματισθέντες κατ᾿ ὄναρ μὴ ἀνακάμψαι πρὸς ῾Ηρῴδην\, δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191226
DTEND;VALUE=DATE:20191227
SUMMARY:Σύναξις τῆς Θεοτόκου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 26 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Σύναξις τῆς Θεοτόκου; Μεθεόρτια των Χριστουγέννων; Εὐθύμιος\, Ἐπίσκοπος Σάρδεων; Ἱερομάρτυς Κωνσταντῖνος Ρώσου; Ἱερομάρτυς Κωνσταντῖνος; Βαρλαὰμ ὁ ἐν Βαλαὰμ\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 2:11-18\nἈδελφοί\, ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι\, ἐξ ἑνὸς πάντες· διʼ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν\, λέγων\, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου\, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Καὶ πάλιν\, Ἐγὼ ἔσομαι πεποιθὼς ἐπʼ αὐτῷ. Καὶ πάλιν\, Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν σαρκός καὶ αἵματος\, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν\, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου\, τοῦτʼ ἔστιν τὸν διάβολον\, καὶ ἀπαλλάξῃ τούτους\, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται\, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι\, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν\, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς\, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 2:13-23\n᾿Αναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ ᾿Ιωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον\, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ ῾Ηρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. ῾Ο δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον\, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς ῾Ηρῴδου\, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Τότε ῾Ηρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων\, ἐθυμώθη λίαν\, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω\, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ ῾Ιερεμίου τοῦ προφήτου λέγοντος· φωνὴ ἐν ῾Ραμᾷ ἠκούσθη\, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· ῾Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς\, καὶ οὐκ ἤθελε παρακληθῆναι\, ὅτι οὐκ εἰσίν. Τελευτήσαντος δὲ τοῦ ῾Ηρῴδου ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ ᾿Ιωσὴφ ἐν Αἰγύπτῳλέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν ᾿Ισραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν ᾿Ισραήλ. ἀκούσας δὲ ὅτι ᾿Αρχέλαος βασιλεύει ἐπὶ τῆς ᾿Ιουδαίας ἀντὶ ῾Ηρῴδου τοῦ πατρὸς αὐτοῦ\, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας\, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ\, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191227
DTEND;VALUE=DATE:20191228
SUMMARY:Στέφανος Πρωτομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 27 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Στέφανος Πρωτομάρτυς; Μεθεόρτια των Χριστουγέννων; Θεόδωρος ὁ Γραπτός\, αὐταδελφὸς Θεοφάνους του Ποιητοῦ; Θεόδωρος\, Πατριάρχης Κωνσταντινουπόλεως\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 6:8-15\, 7:1-5\, 47-60\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων\, καὶ Κυρηναίων\, καὶ Ἀλεξανδρέων\, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας\, συζητοῦντες τῷ Στεφάνῳ. Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν θεόν. Συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς\, καὶ ἐπιστάντες συνήρπασαν αὐτόν\, καὶ ἤγαγον εἰς τὸ συνέδριον\, ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας\, Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου· ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον\, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ\, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Εἶπεν δὲ ὁ ἀρχιερεύς\, Εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ὁ δὲ ἔφη\, Ἄνδρες ἀδελφοὶ καὶ πατέρες\, ἀκούσατε. Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ\, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν\, καὶ εἶπεν πρὸς αὐτόν\, Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου\, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν· κἀκεῖθεν\, μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ\, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ\, οὐδὲ βῆμα ποδός· Σολομῶν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. Ἀλλʼ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ\, καθὼς ὁ προφήτης λέγει\, Ὁ οὐρανός μοι θρόνος\, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος· ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;\n Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν\, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν\, καὶ ὑμεῖς. Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου\, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε· οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων\, καὶ οὐκ ἐφυλάξατε. Ἀκούοντες δὲ ταῦτα\, διεπρίοντο ταῖς καρδίαις αὐτῶν\, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπʼ αὐτόν. Ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου\, ἀτενίσας εἰς τὸν οὐρανόν\, εἶδεν δόξαν θεοῦ\, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ\, καὶ εἶπεν\, Ἰδού\, θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους\, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ. Κράξαντες δὲ φωνῇ μεγάλῃ\, συνέσχον τὰ ὦτα αὐτῶν\, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπʼ αὐτόν· καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως\, ἐλιθοβόλουν· καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. Καὶ ἐλιθοβόλουν τὸν Στέφανον\, ἐπικαλούμενον καὶ λέγοντα\, Κύριε Ἰησοῦ\, δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα\, ἔκραξεν φωνῇ μεγάλῃ\, Κύριε\, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 21:33-42\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· ῎Αλλην παραβολὴν ἀκούσατε. ἄνθρωπός τις ἦν οἰκοδεσπότης\, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον\, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν. ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν\, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν\, ὃν δὲ ἀπέκτειναν\, ὃν δὲ ἐλιθοβόλησαν. πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων\, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου. οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος\, καὶ ἀπέκτειναν. ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος\, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς\, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς\, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς\, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες\, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη\, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191228
DTEND;VALUE=DATE:20191229
SUMMARY:20\,000 Μάρτυρες έν Νικομηδείᾳ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 28 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: 20\,000 Μάρτυρες έν Νικομηδείᾳ; Γλυκέριος Ἱερομάρτυς; Σίμων\, κτήτωρ τῆς μονῆς Σιμωνόπετρας; Μεθεόρτια των Χριστουγέννων\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 6:11-16\nΤέκνον Τιμόθεε\, δίωκε δικαιοσύνην\, εὐσέβειαν\, πίστιν\, ἀγάπην\, ὑπομονήν\, πρᾳότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως\, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς\, εἰς ἣν ἐκλήθης\, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. Παραγγέλλω σοι ἐνώπιον τοῦ θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα\, καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν\, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον\, ἀνεπίληπτον\, μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης\, ὁ βασιλεὺς τῶν βασιλευόντων\, καὶ κύριος τῶν κυριευόντων\, ὁ μόνος ἔχων ἀθανασίαν\, φῶς οἰκῶν ἀπρόσιτον\, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων\, οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 12:15-21\nΤῷ καιρῷ ἐκείνῳ\, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί\, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας\, καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν ποιήσωσιν αὐτόν\, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ ῾Ησαΐου τοῦ προφήτου λέγοντος· ἰδοὺ ὁ παῖς μου\, ὃν ᾑρέτισα\, ὁ ἀγαπητός μου\, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾿ αὐτόν\, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ· οὐκ ἐρίσει οὐδὲ κραυγάσει\, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξεικαὶ λίνον τυφόμενον οὐ σβέσει\, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν· καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191229
DTEND;VALUE=DATE:20191230
SUMMARY:Κυριακή μετά την Χριστοῦ Γἐννησιν
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 29 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Κυριακή μετά την Χριστοῦ Γἐννησιν; 14\,000 Νήπια ὑπὸ τοῦ Ἡρώδου ἀναιρεθέντα; Μάρκελλος\, Ἡγούμενος τῆς Μονῆς τῶν Ἀκοιμήτων; Θαδδαῖος Ὁμολογητής; Μεθεόρτια των Χριστουγέννων; Γεώργιος Ἐπίσκοπος Νικομήδειας ποιητὴς ἀσματικῶν Κανόνων καὶ Τροπαρίων\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 24:36-53\nΤῷ καιρῷ ἐκείνῳ\, ὁ ᾿Ιησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. καὶ εἶπεν αὐτοῖς· τί τεταραγμένοι ἐστέ\, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου\, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε\, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε; οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου\, καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. εἶπε δὲ αὐτοῖς· οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν\, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς\, καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ\, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη\, ἀρξάμενον ἀπὸ ῾Ιερουσαλήμ. ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ῾Ιερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.\n\n᾿Εξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν\, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ μετὰ χαρᾶς μεγάλης\, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. ἀμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 1:11-19\nἈδελφοί\, γνωρίζω δὲ ὑμῖν\, ἀδελφοί\, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπʼ ἐμοῦ\, ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό\, οὔτε ἐδιδάχθην\, ἀλλὰ διʼ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ\, ὅτι καθʼ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ\, καὶ ἐπόρθουν αὐτήν· καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου\, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ\, ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν\, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι· οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους\, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν\, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον\, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον\, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 2:13-23\n᾿Αναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ ᾿Ιωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον\, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ ῾Ηρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. ῾Ο δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον\, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς ῾Ηρῴδου\, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Τότε ῾Ηρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων\, ἐθυμώθη λίαν\, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω\, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ ῾Ιερεμίου τοῦ προφήτου λέγοντος· φωνὴ ἐν ῾Ραμᾷ ἠκούσθη\, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· ῾Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς\, καὶ οὐκ ἤθελε παρακληθῆναι\, ὅτι οὐκ εἰσίν. Τελευτήσαντος δὲ τοῦ ῾Ηρῴδου ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ ᾿Ιωσὴφ ἐν Αἰγύπτῳλέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν ᾿Ισραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν ᾿Ισραήλ. ἀκούσας δὲ ὅτι ᾿Αρχέλαος βασιλεύει ἐπὶ τῆς ᾿Ιουδαίας ἀντὶ ῾Ηρῴδου τοῦ πατρὸς αὐτοῦ\, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας\, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ\, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191230
DTEND;VALUE=DATE:20191231
SUMMARY:Ἀνυσία Ὁσιομάρτης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 30 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἀνυσία Ὁσιομάρτης; Γεδεών ὁ Νέος; Φιλεταίρος\, Μάρτυς; Ὅσιος Λεόντιος; Μεθεόρτια των Χριστουγέννων\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 3:5-11\, 17-19\nἈδελφοί\, Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων\, εἰς μαρτύριον τῶν λαληθησομένων· Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· οὗ οἶκός ἐσμεν ἡμεῖς\, ἐάνπερ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν. Διό\, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον\, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε\, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν\, ὡς ἐν τῷ παραπικρασμῷ\, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ\, οὗ ἐπείρασαν με οἱ πατέρες ὑμῶν\, ἐδοκιμασάν με\, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. Διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ\, καὶ εἶπον\, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου\, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. τίσιν δὲ προσώχθισεν τεσσαράκοντα ἔτη; Οὐχὶ τοῖς ἁμαρτήσασιν\, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; Τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ\, εἰ μὴ τοῖς ἀπειθήσασιν; Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν διʼ ἀπιστίαν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 12:13-17\nΤῷ καιρῷ ἐκείνῳ\, ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν ῾Ηρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ. οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· διδάσκαλε\, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων\, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. εἶπον οὖν ἡμῖν· ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν; ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω. οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπον· Καίσαρος. καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· καὶ ἐθαύμασαν ἐπ᾿ αὐτῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20191231
DTEND;VALUE=DATE:20200101
SUMMARY:Ἀπόδοσις Γεννήσεως τοῦ Χριστοῦ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 31 Δεκεμβρίου 2019\n\nἍγιοι καὶ ἑορταί: Ἀπόδοσις Γεννήσεως τοῦ Χριστοῦ; Ὁσία Μελάνη; Μάρτυρος καὶ Πρεσβυτέρου Ζωτικοῦ τοῦ Ὀρφανοτρόφου\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 4:1-13\nἈδελφοί\, φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ\, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι. Καὶ γάρ ἐσμεν εὐηγγελισμένοι\, καθάπερ κἀκεῖνοι· ἀλλʼ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους\, μὴ συγκεκραμένους τῇ πίστει τοῖς ἀκούσασιν. Εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες\, καθὼς εἴρηκεν\, Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου\, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων. Εἴρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὕτως\, Καὶ κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· καὶ ἐν τούτῳ πάλιν\, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτήν\, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον διʼ ἀπείθειαν\, πάλιν τινὰ ὁρίζει ἡμέραν\, Σήμερον\, ἐν Δαυὶδ λέγων\, μετὰ τοσοῦτον χρόνον\, καθὼς εἴρηται\, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε\, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν\, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ θεοῦ. Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ\, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ θεός. Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν\, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας. Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ\, καὶ ἐνεργής\, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον\, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος\, ἁρμῶν τε καὶ μυελῶν\, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ πρὸς ὃν ἡμῖν ὁ λόγος.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 12:18-27\nΤῷ καιρῷ ἐκείνῳ\, ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν\, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι\, καὶ ἐπηρώτων αὐτὸν λέγοντες· διδάσκαλε\, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα\, καὶ τέκνα μὴ ἀφῇ\, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν. καὶ ὁ πρῶτος ἔλαβε γυναῖκα\, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκε σπέρμα. καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν\, καὶ ἀπέθανε\, καὶ οὐδὲ αὐτὸς οὐκ ἀφῆκε σπέρμα. καὶ ὁ τρίτος ὡσαύτως. καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά\, καὶ οὐκ ἀφῆκαν σπέρμα. ἐσχάτη πάντων ἀπέθανε καὶ ἡ γυνή. ἐν τῇ οὖν ἀναστάσει\, ὅταν ἀναστῶσι\, τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐ διὰ τοῦτο πλανᾶσθε\, μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ; ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν\, οὔτε γαμοῦσιν οὔτε γαμίζονται\, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς. περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται\, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως\, ἐπὶ τοῦ βάτου πῶς εἶπεν αὐτῷ ὁ Θεὸς λέγων\, ἐγὼ ὁ Θεὸς ᾿Αβραὰμ καὶ ὁ Θεὸς ᾿Ισαὰκ καὶ ὁ Θεὸς ᾿Ιακώβ; οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν\, ἀλλὰ ζώντων· ὑμεῖς οὖν πολὺ πλανᾶσθε.\n\n \n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200101
DTEND;VALUE=DATE:20200102
SUMMARY:Περιτομή του Ιησού Χριστού
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 1 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Περιτομή του Ιησού Χριστού; Ὁ Μέγας Βασίλειος; Γρηγόριος Ἐπίσκοπος Νανζιανοῦ; Πέτρος Νεομάρτυς Πελοποννήσου; Θεόδοτος Μάρτυς; Ὅσιος Θεοδόσιος Τριγλίας; Ἐμμέλεια Μήτηρ τοῦ Βασιλείου τοῦ Μεγάλου; Τελέμαχος Μάρτυς; Φουλγέντιος Ἐπίσκοπος\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 10:1-9\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων\, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν\, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει\, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει\, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά. καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ\, ἔμπροσθεν αὐτῶν πορεύεται\, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ\, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν\, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ\, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ\, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κολοσσαεῖς 2:8-12\nἈδελφοί\, βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης\, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων\, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου\, καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς\, καί ἐστε ἐν αὐτῷ πεπληρωμένοι\, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας· ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ\, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός\, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ\, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι\, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ\, τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 2:20-21\, 40-52\nΤῷ καιρῷ ἐκείνῳ\, ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον\, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦς\, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας\, καὶ χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτό. Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾿ ἔτος εἰς ῾Ιερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα\, ἀναβάντων αὐτῶν εἰς ῾Ιεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆςκαὶ τελειωσάντων τὰς ἡμέρας\, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν ᾿Ιησοῦς ὁ παῖς ἐν ῾Ιερουσαλήμ\, καὶ οὐκ ἔγνω ᾿Ιωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ. νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς· καὶ μὴ εὑρόντες αὐτὸν ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ ζητοῦντες αὐτόν. καὶ ἐγένετο μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν\, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· τέκνον\, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. καὶ κατέβη μετ᾿ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ\, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ ᾿Ιησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200102
DTEND;VALUE=DATE:20200103
SUMMARY:Προεόρτια τῶν Φώτων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 2 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Προεόρτια τῶν Φώτων; Σίλβεστρος Πάπας Ρώμης; Κοσμάς Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως; Σεραφείμ Θαυματουργός τοῦ Σάρωφ; Ὁσία Ἰουλιανή; Θεαγένης Ἱερομάρτυς Ἐπίσκοπος Παρίου; Θεόπεμπτος; Θεοδότη Μήτηρ τῶν Ἁγίων Ἀναργύρων; Ὅσιος Μάρκος ὁ Κωφός; Βασίλειος Μάρτυς Ἀγκύρας; Σέργιος ; Θεόπιστος Μάρτυς; Γεώργιος Νεομάρτυς Ζώρζης; Νεῖλος Ὁ Ἡγιασμένος; Σίλβεστρος τοῦ Κιεβ\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 5:4-10\nἈδελφοί\, οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν͵ ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ͵ καθώσπερ καὶ Ἀαρών. Οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα͵ ἀλλ΄ ὁ λαλήσας πρὸς αὐτόν͵ Υἱός μου εἶ σύ͵ ἐγὼ σήμερον γεγέννηκά σε· καθὼς καὶ ἐν ἑτέρῳ λέγει͵ Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ͵ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας͵ καίπερ ὢν υἱὸς ἔμαθεν ἀφ΄ ὧν ἔπαθεν τὴν ὑπακοήν· καὶ τελειωθεὶς ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου͵ προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 3:1-15\nΤῷ καιρῷ ἐκείνῳ\, ἄνθρωπος ἐκ τῶν Φαρισαίων\, Νικόδημος ὄνομα αὐτῷ\, ἄρχων τῶν Ἰουδαίων. Οὗτος ἦλθε πρὸς τὸν Ἰησοῦν νυκτὸς καὶ εἶπεν αὐτῷ· Ῥαββί\, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς\, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾽αὐτοῦ. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἀμὴν ἀμὴν λέγω σοι\, ἐὰν μή τις γεννηθῇ ἄνωθεν\, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. Λέγει πρὸς αὐτὸν ὁ Νικόδημος· Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; Ἀπεκρίθη Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω σοι\, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος\, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι\, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι. Μὴ θαυμάσῃς ὅτι εἶπόν σοι\, δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. Τὸ πνεῦμα ὅπου θέλει πνεῖ\, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις\, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος. Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ· Πῶς δύναται ταῦτα γενέσθαι; Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις; Ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν\, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε\, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς\, ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. Καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ\, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου\, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται\, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200103
DTEND;VALUE=DATE:20200104
SUMMARY:Προφήτης Μαλαχίας
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 3 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Προφήτης Μαλαχίας; Γόρδιος Μάρτυς; Προεόρτια τῶν Φώτων; Ἡ Ὁσία Γενεβιέβη ἐκ Παρισίων; Ὅσιος Πέτρος Ἀτρώας; Ὅσιος Ἀκάκιος Θαυματουργός; Ὁσία Θωμαΐς ἐκ Λέσβου\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 10:44-48\, 11:1-10\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα\, ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοί\, ὅσοι συνῆλθον τῷ Πέτρῳ\, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται. Ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις\, καὶ μεγαλυνόντων τὸν θεόν. Τότε ἀπεκρίθη ὁ Πέτρος\, Μήτι τὸ ὕδωρ κωλῦσαιN δύναταί τις\, τοῦ μὴ βαπτισθῆναι τούτους\, οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον καθὼς καὶ ἡμεῖς; Προσέταξέν τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ κυρίου. Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς. Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ. Καὶ ὅτε ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα\, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς\, λέγοντες ὅτι Πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες\, καὶ συνέφαγες αὐτοῖς. Ἀρξάμενος δὲ ὁ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων\, Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος\, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα\, καταβαῖνον σκεῦός τι\, ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ\, καὶ ἦλθεν ἄχρι ἐμοῦ· εἰς ἣν ἀτενίσας κατενόουν\, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Ἤκουσα δὲ φωνῆς λεγούσης μοι\, Ἀναστάς\, Πέτρε\, θῦσον καὶ φάγε. Εἶπον δέ\, Μηδαμῶς\, κύριε· ὅτι πᾶν κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. Ἀπεκρίθη δέ μοι φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ\, Ἃ ὁ θεὸς ἐκαθάρισεν\, σὺ μὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς\, καὶ πάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 1:18-28\nΘεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός\, ἐκεῖνος ἐξηγήσατο. \n\nΚαὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου\, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ; Καὶ ὡμολόγησε\, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. Καὶ ἠρώτησαν αὐτόν· Τί οὖν; Ἠλίας εἶ σύ; Καὶ λέγει· Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη\, Οὔ. Εἶπον οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; Ἔφη· Ἐγὼ «φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ\, εὐθύνατε τὴν ὁδὸν Κυρίου»\, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.\n\nΚαὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων· καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ· Τί οὖν βαπτίζεις\, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε Ἠλίας οὔτε ὁ προφήτης; Ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε. Αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος\, ὃς ἔμπροσθέν μου γέγονεν\, οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ ᾿Ιορδάνου\, ὅπου ἦν Ἰωάννης βαπτίζων.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200104
DTEND;VALUE=DATE:20200105
SUMMARY:Σύναξις τῶν 70 Αποστόλων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 4 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Σύναξις τῶν 70 Αποστόλων; Ὅσιος Θεόκτιστος Σικελίας; Προεόρτια τῶν Φώτων; Ζώσιμος Μοναχός καί Ἀθανάσιος Κομενταρήσιος; Ὁσία Ἀπολλιναρία Συγκλητική; Χρύσανθος καί Εὐφημία Μάρτυρες; Ὅσιος Εὐθύμιος ὁ Νέος; Ὅσιομάρτυς Ὀνούφριος ὁ Νέος; Ὅσιος Εὐθύμιος Βατοπαιδίου; Ὅσιος Ἰωάννης Σχολάριος; Εὐστάθιος Ἀρχιεπίσκοπος Σερβίας; Νικηφόρος ὁ Λεπρός\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 3:13-16\, 4:1-5\nΤέκνον Τιμόθεε\, οἱ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται\, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ. Ταῦτά σοι γράφω\, ἐλπίζων ἐλθεῖν πρὸς σὲ τάχιον· ἐὰν δὲ βραδύνω\, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι\, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος\, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. Καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· θεὸς ἐφανερώθη ἐν σαρκί\, ἐδικαιώθη ἐν πνεύματι\, ὤφθη ἀγγέλοις\, ἐκηρύχθη ἐν ἔθνεσιν\, ἐπιστεύθη ἐν κόσμῳ\, ἀνελήφθη ἐν δόξῃ. Τὸ δὲ πνεῦμα ῥητῶς λέγει\, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως\, προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων\, ἐν ὑποκρίσει ψευδολόγων\, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν\, κωλυόντων γαμεῖν\, ἀπέχεσθαι βρωμάτων\, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσιν τὴν ἀλήθειαν. Ὅτι πᾶν κτίσμα θεοῦ καλόν\, καὶ οὐδὲν ἀπόβλητον\, μετὰ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 3:1-6\nΤῷ καιρῷ ἐκείνῳ\, παραγίνεται ᾿Ιωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς ᾿Ιουδαίαςκαὶ λέγων· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ὑπὸ ῾Ησαΐου τοῦ προφήτου λέγοντος· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ\, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου\, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Αὐτὸς δὲ ὁ ᾿Ιωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ\, ἡ δὲ τροφὴ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον. Τότε ἐξεπορεύετο πρὸς αὐτὸν ῾Ιεροσόλυμα καὶ πᾶσα ἡ ᾿Ιουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ ᾿Ιορδάνου\, καὶ ἐβαπτίζοντο ἐν τῷ ᾿Ιορδάνῃ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200105
DTEND;VALUE=DATE:20200106
SUMMARY:Κυριακή πρό τῶν Φώτον
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 5 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή πρό τῶν Φώτον ; Προεόρτια τῶν Φώτων; Θεόπεμπτος καὶ Θεωνᾶς Μάρτυρες; Ὁσία Συγκλητική Ἀλεχανδρείας; Ἀπολλιναρία Αἰγύπτου; Γρηγόριος ὁ ἐν Ἀκρίτᾳ\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 20:1-10\nΤῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον\, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ ᾿Ιησοῦς\, καὶ λέγει αὐτοῖς· ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου\, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον\, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια\, οὐ μέντοι εἰσῆλθεν. ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ\, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα\, καὶ τὸ σουδάριον\, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ\, οὐ μετὰ τῶν ὀθονίων κείμενον\, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον\, καὶ εἶδε καὶ ἐπίστευσεν· οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 4:5-8\nΤέκνον Τιμόθεε\, νῆφε ἐν πᾶσιν\, κακοπάθησον\, ἔργον ποίησον εὐαγγελιστοῦ\, τὴν διακονίαν σου πληροφόρησον. Ἐγὼ γὰρ ἤδη σπένδομαι\, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι\, τὸν δρόμον τετέλεκα\, τὴν πίστιν τετήρηκα· λοιπόν\, ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος\, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ\, ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοί\, ἀλλὰ καὶ πάσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 1:1-8\n᾿Αρχὴ τοῦ εὐαγγελίου ᾿Ιησοῦ Χριστοῦ\, υἱοῦ τοῦ Θεοῦ. ῾Ως γέγραπται ἐν τοῖς προφήταις\, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου\, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ\, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου\, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ\, ἐγένετο ᾿Ιωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ ᾿Ιουδαία χώρα καὶ οἱ ῾Ιεροσολυμῖται\, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ ᾿Ιορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἦν δὲ ὁ ᾿Ιωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ\, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου\, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι\, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι ῾Αγίῳ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200106
DTEND;VALUE=DATE:20200107
SUMMARY:Ἀγία Θεοφάνεια τοῦ Κυρίου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 6 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀγία Θεοφάνεια τοῦ Κυρίου; Όσιος Θεοφάνης ο Έγκλειστος\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Μᾶρκον 1:9-11\nΤῷ καιρῷ ἐκείνῳ\, ἦλθεν ὁ ᾿Ιησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ ᾿Ιωάννου εἰς τὸν ᾿Ιορδάνην. καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡς περιστερὰν καταβαῖνον ἐπ᾿ αὐτόν· καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός\, ἐν σοὶ ηὐδόκησα.\n\nἈνάγνωσις Ἐπιστολῆς: Τίτον 2:11-14\, 3:4-7\nΤέκνον Τίτε\, ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις\, παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι\, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ\, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν\, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον\, ζηλωτὴν καλῶν ἔργων.\n\nὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ\, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς\, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ῾Αγίου\, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ ᾿Ιησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν\, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενώμεθα κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 3:13-17\nΤῷ καιρῷ ἐκείνῳ\, παραγίνεται ὁ ᾿Ιησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν ᾿Ιορδάνην πρὸς τὸν ᾿Ιωάννην τοῦ βαπτισθῆναι ὑπ᾿ αὐτοῦ. ὁ δὲ ᾿Ιωάννης διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι\, καὶ σὺ ἔρχῃ πρός με; ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπε πρὸς αὐτόν· ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην· τότε ἀφίησιν αὐτόν· καὶ βαπτισθεὶς ὁ ᾿Ιησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί\, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν· καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός\, ἐν ᾧ εὐδόκησα.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200107
DTEND;VALUE=DATE:20200108
SUMMARY:Σύναξις τοῦ τιμίου Ιωάννου τοῦ Προδρόμου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 7 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Σύναξις τοῦ τιμίου Ιωάννου τοῦ Προδρόμου; Μεθεόρτια τῶν Φώτων; Σέντ Ἐπίσκοπος Σκωτίας; \n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 19:1-8\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ἐγένετο δέ\, ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ\, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρών τινας μαθητὰς εἶπεν πρὸς αὐτούς\, Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπονN πρὸς αὐτόν\, Ἀλλʼ οὐδὲN εἰ πνεῦμα ἅγιόν ἐστιν\, ἠκούσαμεν. Εἶπέν τε πρὸς αὐτούς\, Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον\, Εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπεν δὲ Παῦλος\, Ἰωάννης μὲν ἐβάπτισεν βάπτισμα μετανοίας\, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετʼ αὐτὸν ἵνα πιστεύσωσιν\, τοῦτʼ ἔστιν\, εἰς τὸν Χριστὸν Ἰησοῦν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας\, ἦλθεν τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτούς\, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο\, ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 1:29-34\nΤῷ καιρῷ ἐκείνῳ\, βλέπει ὁ ᾿Ιωάννης τὸν ᾿Ιησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν\, ὅτι πρῶτός μου ἦν. κἀγὼ οὐκ ᾔδειν αὐτόν\, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ ᾿Ισραήλ\, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. καὶ ἐμαρτύρησεν ᾿Ιωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ\, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν. κἀγὼ οὐκ ᾔδειν αὐτόν\, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι\, ἐκεῖνός μοι εἶπεν· ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν\, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ῾Αγίῳ. κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ. \n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200108
DTEND;VALUE=DATE:20200109
SUMMARY:Μεθεόρτια τῶν Φώτων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 8 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Μεθεόρτια τῶν Φώτων; Ὅσιος Γεώργιος ὁ Χοζεβίτης; Ὁσία Δομνίκη Κωνσταντινουπόλεως; Ἀττικός καὶ Κῦρος Κωνσταντινουπόλεως; Γρηγόριος ὁ ἐν Κίεβ; Αἱμιλιανὸς ὁ Ὁμολογητής; \n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 6:3-11\nἈδελφοί\, ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν\, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός\, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ\, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα· τοῦτο γινώσκοντες\, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη\, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας\, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ\, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ· εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανεν\, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ\, ζῇ τῷ θεῷ. Οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ\, ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 3:22-33\nΤῷ καιρῷ ἐκείνῳ\, ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν\, καὶ ἐκεῖ διέτριβε μετ᾽ αὐτῶν καὶ ἐβάπτιζεν. Ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ\, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ\, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης. Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ. Καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ· Ῥαββί\, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου\, ᾧ σὺ μεμαρτύρηκας\, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν. Ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν· Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδέν\, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός\, ἀλλ᾽ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου\, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ\, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. Ἐκεῖνον δεῖ αὐξάνειν\, ἐμὲ δὲ ἐλαττοῦσθαι. Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. Ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστί\, καὶ ὃ ἑώρακε καὶ ἤκουσε\, τοῦτο μαρτυρεῖ\, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200109
DTEND;VALUE=DATE:20200110
SUMMARY:Μεθεόρτια τῶν Φώτων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 9 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Μεθεόρτια τῶν Φώτων; Πολύευκτος Μάρτυς; Εὐστράτιος Θαυματουργός; Πέτρος Ἐπίσκοπος Σεβαστείας; Φίλιππος Ἱερομάρτυς\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 2:1-10\nΤέκνον Τιμόθεε\, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ. Καὶ ἃ ἤκουσας παρʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων\, ταῦτα παράθου πιστοῖς ἀνθρώποις\, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις\, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις\, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν\, ἐκ σπέρματος Δαυίδ\, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν\, ὡς κακοῦργος· ἀλλʼ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς\, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ\, μετὰ δόξης αἰωνίου.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 1:9-15\nἘν ἐκείναις ταῖς ἡμέραις ἦλθεν ὁ ᾿Ιησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ ᾿Ιωάννου εἰς τὸν ᾿Ιορδάνην. καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡς περιστερὰν καταβαῖνον ἐπ᾿ αὐτόν· καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός\, ἐν σοὶ ηὐδόκησα. Καὶ εὐθέως τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον· καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ σατανᾶ\, καὶ ἦν μετὰ τῶν θηρίων\, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. Μετὰ δὲ τὸ παραδοθῆναι ᾿Ιωάννην ἦλθεν ὁ ᾿Ιησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦκαὶ λέγων ὅτι πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200110
DTEND;VALUE=DATE:20200111
SUMMARY:Γρηγόριος Ἐπίσκοπος Νύσσης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 10 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Γρηγόριος Ἐπίσκοπος Νύσσης; Δομετιανός Ἐπίσκοπος Μελιτινῆς; Θεοσεβία ἡ διακονίσσα; Μεθεόρτια τῶν Φώτων; Μαρκιανὸς Πρεσβύτερος καὶ Οἰκονόμος τῆς Μεγάλης Ἐκκλησίας\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 4:7-13\nἈδελφοί\, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει\, Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν\, καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις. Τὸ δέ\, Ἀνέβη\, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβάς\, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν\, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους\, τοὺς δὲ προφήτας\, τοὺς δὲ εὐαγγελιστάς\, τοὺς δὲ ποιμένας καὶ διδασκάλους\, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων\, εἰς ἔργον διακονίας\, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ· μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ\, εἰς ἄνδρα τέλειον\, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 3:19-22\nΤῷ καιρῷ ἐκείνῳ\, ῾Ηρῴδης ὁ τετράρχης\, ἐλεγχόμενος ὑπ᾿ αὐτοῦ περὶ ῾Ηρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ ῾Ηρῴδης\, προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι καὶ κατέκλεισε τὸν ᾿Ιωάννην ἐν τῇ φυλακῇ. ᾿Εγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ ᾿Ιησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸνκαὶ καταβῆναι τὸ Πνεῦμα τὸ ῞Αγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ᾿ αὐτόν\, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός\, ἐν σοὶ εὐδόκησα.\n\n \n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200111
DTEND;VALUE=DATE:20200112
SUMMARY:Ὅσιος Θεοδόσιος ὁ Κοινοβιάρχης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 11 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ὅσιος Θεοδόσιος ὁ Κοινοβιάρχης; Ὅσιος Βιτάλιος; Μεθεόρτια τῶν Φώτων; Νικηφόρος ὁ Νεομάρτυρας ἐκ Κρήτης\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 6:17-23\nΤῷ καιρῷ ἐκείνῳ\, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ\, καὶ ὄχλος μαθητῶν αὐτοῦ\, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος\, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν\, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων\, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ\, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Mακάριοι οἱ πτωχοί\, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν\, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν\, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι\, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 13:7-16\nἈδελφοί\, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν\, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς\, μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός\, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν\, οὐ βρώμασιν\, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. Ἔχομεν θυσιαστήριον\, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες. Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως\, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ Ἰησοῦς\, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν\, ἔξω τῆς πύλης ἔπαθεν. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς\, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν\, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Διʼ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ\, τοῦτʼ ἔστιν\, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 4:1-11\nΤῷ καιρῷ ἐκείνῳ\, ἀνήχθη ὁ ᾽Ιησοῦς εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου\, καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασε. καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ\, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. ὁ δὲ ἀποκριθεὶς εἶπε· γέγραπται\, οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος\, ἀλλ᾿ ἐπὶ παντὶ ρήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν\, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦκαὶ λέγει αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ\, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ\, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε\, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ἔφη αὐτῷ ὁ ᾿Ιησοῦς· πάλιν γέγραπται\, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν\, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶνκαὶ λέγει αὐτῷ· ταῦτα πάντα σοι δώσω\, ἐὰν πεσὼν προσκυνήσῃς μοι. τότε λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ὕπαγε ὀπίσω μου\, σατανᾶ· γέγραπται γάρ\, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος\, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200112
DTEND;VALUE=DATE:20200113
SUMMARY:Κυριακή μετά τῶν Φώτων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 12 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή μετά τῶν Φώτων; Τατιανὴ Μάρτυς; Μάρτυς Μέρτιος; Μεθεόρτια τῶν Φώτων; Ἱερομάρτυρες Βασίλειος καί Ἰωάννης; Εὐθασία; Πέτρος ὁ Ἀβεσαλαμίτης; Βενέδικτος\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 20:11-18\nΤῷ καιρῷ ἐκείνῳ\, Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ κλαίουσα ἔξω. ὡς οὖν ἔκλαιε\, παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους\, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν\, ὅπου ἔκειτο τὸ σῶμα τοῦ ᾿Ιησοῦ. καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· γύναι\, τί κλαίεις; λέγει αὐτοῖς· ὅτι ἦραν τὸν Κύριόν μου\, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω\, καὶ θεωρεῖ τὸν ᾿Ιησοῦν ἑστῶτα\, καὶ οὐκ ᾔδει ὅτι ᾿Ιησοῦς ἐστι. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· γύναι\, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι\, λέγει αὐτῷ· κύριε\, εἰ σὺ ἐβάστασας αὐτόν\, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν\, κἀγὼ αὐτὸν ἀρῶ. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Μαρία. στραφεῖσα ἐκείνη λέγει αὐτῷ· ῥαββουνί\, ὃ λέγεται\, διδάσκαλε. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν\, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον\, καὶ ταῦτα εἶπεν αὐτῇ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 4:7-13\nἈδελφοί\, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει\, Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν\, καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις. Τὸ δέ\, Ἀνέβη\, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβάς\, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν\, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους\, τοὺς δὲ προφήτας\, τοὺς δὲ εὐαγγελιστάς\, τοὺς δὲ ποιμένας καὶ διδασκάλους\, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων\, εἰς ἔργον διακονίας\, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ· μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ\, εἰς ἄνδρα τέλειον\, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 4:12-17\nΤῷ καιρῷ ἐκείνῳ\, ἀκούσας δὲ ὁ ᾿Ιησοῦς ὅτι ᾿Ιωάννης παρεδόθη\, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν\, καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ\, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ῾Ησαΐου τοῦ προφήτου λέγοντος· γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ\, ὁδὸν θαλάσσης\, πέραν τοῦ ᾿Ιορδάνου\, Γαλιλαία τῶν ἐθνῶν\, ὁ λαὸς ὁ καθήμενος ἐν σκότειεἶδε φῶς μέγα\, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτουφῶς ἀνέτειλεν αὐτοῖς. ᾿Απὸ τότε ἤρξατο ὁ ᾿Ιησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200113
DTEND;VALUE=DATE:20200114
SUMMARY:Μεθεόρτια τῶν Φώτων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 13 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Μεθεόρτια τῶν Φώτων; Ἕρμυλος και Στρατόνικος Μάρτυρες; Ὅσιος Μάξιμος; Ἱλάριος Ἐπίσκοπος Πικτώνων; Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τῆς Μεσοπαντητίσσης; Κεντιγκέρνος Ἐπίσκοπος Γλασκόβης\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 3:23-29\, 4:1-5\nἈδελφοί\, πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν\, ὑπὸ νόμον ἐφρουρούμεθα\, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν\, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς πίστεως\, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε\, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην\, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος\, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ\, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ\, καὶ κατʼ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ\, ἐφʼ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν\, οὐδὲν διαφέρει δούλου\, κύριος πάντων ὤν· ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους\, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτως καὶ ἡμεῖς\, ὅτε ἦμεν νήπιοι\, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου\, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ\, γενόμενον ἐκ γυναικός\, γενόμενον ὑπὸ νόμον\, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ\, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 20:1-8\nΤῷ καιρῷ ἐκείνῳ\, διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροιςκαὶ εἶπον πρὸς αὐτὸν λέγοντες· εἰπὲ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς\, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον\, καὶ εἴπατέ μοι· τὸ βάπτισμα ᾿Ιωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν\, ἐξ οὐρανοῦ\, ἐρεῖ\, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; ἐὰν δὲ εἴπωμεν\, ἐξ ἀνθρώπων\, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν ᾿Ιωάννην προφήτην εἶναι. καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200114
DTEND;VALUE=DATE:20200115
SUMMARY:Απόδοσις τών Αγίων Θεοφανείων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 14 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Απόδοσις τών Αγίων Θεοφανείων; Ἁγνὴ Παρθενομάρτυς; Σάββας Α'\, Ἁρχιεπίσκοπος Σερβίας; Ἀββάδες ἀναιρεθέντες ἐν Σινᾳ καὶ Ραιθῳ; Ἱερομάρτυρες Πλάτων\, Ἐπισκόπου Ταλλίνης καὶ πάσης Ἐσθονίας καὶ οἱ σὺν αὐτῷ Πρεσβυτέροι Μιχαὴλ καὶ Νικόλαος; Ἁγία Νίνα\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 2:38-43\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, εἴπε Πέτρος πρὸς τὸν λαὸν\, Μετανοήσατε\, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν\, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος. Ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία\, καὶ τοῖς τέκνοις ὑμῶν\, καὶ πᾶσιν τοῖς εἰς μακράν\, ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν. Ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρετο καὶ παρεκάλει λέγων\, Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. Οἱ μὲν οὖν ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν· καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ\, καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς. Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος\, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 4:1-15\nΤῷ καιρῷ ἐκείνῳ\, ὑπέστρεψεν ὁ Ἰησοῦς ἀπὸ τοῦ ᾽Ιορδάνου\, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημονἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου\, καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν ὕστερον ἐπείνασε. καὶ εἶπεν αὐτῷ ὁ διάβολος· εἰ υἱὸς εἶ τοῦ Θεοῦ\, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. καὶ ἀπεκρίθη ὁ ᾿Ιησοῦς πρὸς αὐτὸν λέγων· γέγραπται ὅτι οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος\, ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου\, καὶ εἶπεν αὐτῷ ὁ διάβολος· σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν\, ὅτι ἐμοὶ παραδέδοται\, καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν. σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιόν μου\, ἔσται σου πᾶσα. καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ ᾿Ιησοῦς· ὕπαγε ὀπίσω μου\, σατανᾶ· γέγραπται γάρ\, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ ἤγαγεν αὐτὸν εἰς ῾Ιεροσόλυμα\, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ\, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε\, καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσί σε\, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς ὅτι εἴρηται\, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾿ αὐτοῦ ἄχρι καιροῦ. Καὶ ὑπέστρεψεν ὁ ᾿Ιησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθε καθ᾿ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200115
DTEND;VALUE=DATE:20200116
SUMMARY:Ἰωάννης ὁ Καλυβίτης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 15 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἰωάννης ὁ Καλυβίτης; Παῦλος ὁ Θηβαῖος; Πανσόφιος Μάρτυς\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 5:22-26\, 6:1-2\nἈδελφοί\, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη\, χαρά\, εἰρήνη\, μακροθυμία\, χρηστότης\, ἀγαθωσύνη\, πίστις\, πρᾳότης\, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. Οἱ δὲ τοῦ Χριστοῦ\, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι\, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι\, ἀλλήλους προκαλούμενοι\, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί\, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι\, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος\, σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε\, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 12:32-40\nΕἶπεν ὁ Κύριος· Μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα\, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς\, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν\, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. ῎Εστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν\, πότε ἀναλύσει ἐκ τῶν γάμων\, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. μακάριοι οἱ δοῦλοι ἐκεῖνοι\, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς\, καὶ παρελθὼν διακονήσει αὐτοῖς. καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτω\, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι. τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται\, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν ἀφῆκε διορυγῆναι τὸν οἶκον αὐτοῦ. καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200116
DTEND;VALUE=DATE:20200117
SUMMARY:Προσκύνησις Ἀλύσεως Αποστόλου Πέτρου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 16 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Προσκύνησις Ἀλύσεως Αποστόλου Πέτρου; Ὅσιος Ἱεροδιάκονος Μακάριος τοῦ Καλογερᾶ; Ὅσιος Ρωμῦλος; Νικόλαος ὁ Νεομάρτυρας; Πεύσιππος\, Ἐλάσιππος\, Μέσιππος\, καὶ Νεονίλλη\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 12:1-11\nΚατ᾿ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν ῾Ηρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ ᾿Ιάκωβον τὸν ἀδελφὸν ᾿Ιωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς ᾿Ιουδαίοις\, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν\, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν\, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. ῞Οτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ ῾Ηρῴδης\, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί\, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν εἶπέ τε ὁ Ἄγγελος πρὸς αὐτόν· περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω· καὶ λέγει αὐτῷ· περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ\, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου\, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν\, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν· καὶ εὐθέως ἀπέστη ὁ Ἄγγελος ἀπ᾿ αὐτοῦ. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν Ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς ῾Ηρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν ᾿Ιουδαίων. \n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 21:14-25\nΤῷ καιρῷ ἐκείνῳ\, ἐφανερώθη ὁ ᾿Ιησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν\, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων ᾿Ιωνᾶ\, ἀγαπᾷς με πλεῖον τούτων; λέγει αὐτῷ· ναί\, Κύριε\, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ᾿Ιωνᾶ\, ἀγαπᾷς με; λέγει αὐτῷ· ναί\, Κύριε\, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον· Σίμων ᾿Ιωνᾶ\, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον\, φιλεῖς με\, καὶ εἶπεν αὐτῷ· Κύριε\, σὺ πάντα οἶδας\, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· βόσκε τὰ πρόβατά μου. ἀμὴν ἀμὴν λέγω σοι\, ὅτε ἦς νεώτερος\, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς\, ἐκτενεῖς τὰς χεῖράς σου\, καὶ ἄλλος σε ζώσει\, καὶ οἴσει ὅπου οὐ θέλεις. τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· ἀκολούθει μοι. ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ ᾿Ιησοῦς ἀκολουθοῦντα\, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε\, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ ᾿Ιησοῦ· Κύριε\, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι\, τί πρὸς σέ; σὺ ἀκολούθει μοι. ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς ὅτι οὐκ ἀποθνήσκει\, ἀλλ᾽ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι\, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα\, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς\, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν\, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἀμήν.\n\n \n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200117
DTEND;VALUE=DATE:20200118
SUMMARY:Ἀντώνιος ὁ Μέγας
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 17 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀντώνιος ὁ Μέγας; Ἀντώνιος τῆς Βερροίας; Γεωργίος Ιωαννίνων Νεομάρτυς; Θεοδόσιος ὁ Βασιλεύς\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ματθαῖον 11:27-30\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ\, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι\, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ\, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ\, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 13:17-21\nἈδελφοί\, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν\, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν\, ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν\, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν\, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι\, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ θεὸς τῆς εἰρήνης\, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου\, τὸν κύριον ἡμῶν Ἰησοῦν\, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ\, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ\, διὰ Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6:17-23\nΤῷ καιρῷ ἐκείνῳ\, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ\, καὶ ὄχλος μαθητῶν αὐτοῦ\, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος\, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν\, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων\, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ\, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Mακάριοι οἱ πτωχοί\, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν\, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν\, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι\, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200118
DTEND;VALUE=DATE:20200119
SUMMARY:Ἁθανάσιος καὶ Κύριλλος\, Πατρ. Αλεξανδρείας
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 18 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἁθανάσιος καὶ Κύριλλος\, Πατρ. Αλεξανδρείας; Ἁγία Ξένη\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 10:1-9\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων\, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν\, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει\, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει\, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά. καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ\, ἔμπροσθεν αὐτῶν πορεύεται\, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ\, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν\, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ\, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ\, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 13:7-16\nἈδελφοί\, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν\, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς\, μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός\, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν\, οὐ βρώμασιν\, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. Ἔχομεν θυσιαστήριον\, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες. Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως\, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ Ἰησοῦς\, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν\, ἔξω τῆς πύλης ἔπαθεν. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς\, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν\, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Διʼ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ\, τοῦτʼ ἔστιν\, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 5:14-19\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον\, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν\, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων\, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι\, ἀλλὰ πληρῶσαι. ἀμὴν γὰρ λέγω ὑμῖν\, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ\, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους\, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ\, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200119
DTEND;VALUE=DATE:20200120
SUMMARY:ΙΒ΄ Λουκᾶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 19 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: ΙΒ΄ Λουκᾶ; Μακάριος ὁ Αἰγύπτιος; Μᾶρκος Ἐπίσκοπος Ἐφέσου; Ἀρσένιος Ἀρχιεπίσκοπος Κερκύρας; Μακάριος Ἀλεξανδρείας; Μακάριος\, Ἱεροδιακόνου τοῦ Καλογερᾶ\, τοῦ Πατμίου; Ἀνακομιδὴ Τιμίων Λειψάνων Ἁγίου Γρηγορίου Θεολόγου; \n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 20:19-31\nΟὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων\, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων\, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον\, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλκέ με ὁ πατήρ\, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας\, ἀφίενται αὐτοῖς\, ἄν τινων κρατῆτε\, κεκράτηνται.\n\nΘωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα\, ὁ λεγόμενος Δίδυμος\, οὐκ ἦν μετ᾽ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἐωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων\, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων\, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ\, οὐ μὴ πιστεύσω. Καὶ μεθ᾽ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾽ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων\, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου\, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου\, καὶ μὴ γίνου ἄπιστος\, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με\, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ\, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ\, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κολοσσαεῖς 3:4-11\nἈδελφοί\, ὅταν ὁ Χριστὸς φανερωθῇ\, ἡ ζωὴ ἡμῶν\, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς\, πορνείαν\, ἀκαθαρσίαν\, πάθος\, ἐπιθυμίαν κακήν\, καὶ τὴν πλεονεξίαν\, ἥτις ἐστὶν εἰδωλολατρεία\, διʼ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· Ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε\, ὅτε ἐζῆτε ἐν αὐτοῖς. Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα\, ὀργήν\, θυμόν\, κακίαν\, βλασφημίαν\, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους\, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ\, καὶ ἐνδυσάμενοι τὸν νέον\, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατʼ εἰκόνα τοῦ κτίσαντος αὐτόν· ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος\, περιτομὴ καὶ ἀκροβυστία\, βάρβαρος\, Σκύθης\, δοῦλος\, ἐλεύθερος· ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσιν Χριστός.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 17:12-19\nΤῷ καιρῷ ἐκείνῳ\, εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες\, οἳ ἔστησαν πόρρωθεν\, καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· ᾿Ιησοῦ ἐπιστάτα\, ἐλέησον ἡμᾶς. καὶ ἰδὼν εἶπεν αὐτοῖς· πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. εἷς δὲ ἐξ αὐτῶν\, ἰδὼν ὅτι ἰάθη\, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν\, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν· οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; καὶ εἶπεν αὐτῷ· ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200120
DTEND;VALUE=DATE:20200121
SUMMARY:Ὅσιος Εὐθύμιος ὁ Μέγας
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 20 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ὅσιος Εὐθύμιος ὁ Μέγας; Ζαχαρίας Νεομάρτυς; Ἱερομάρτυρος Ἰωάννης\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 4:6-15\nἈδελφοί\, ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι\, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν\, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ\, καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι\, ἀλλʼ οὐ στενοχωρούμενοι· ἀπορούμενοι\, ἀλλʼ οὐκ ἐξαπορούμενοι· διωκόμενοι\, ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι\, ἀλλʼ οὐκ ἀπολλύμενοι· πάντοτε τὴν νέκρωσιν τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται\, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως\, κατὰ τὸ γεγραμμένον\, Ἐπίστευσα\, διὸ ἐλάλησα\, καὶ ἡμεῖς πιστεύομεν\, διὸ καὶ λαλοῦμεν· εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ\, καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα διʼ ὑμᾶς\, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6:17-23\nΤῷ καιρῷ ἐκείνῳ\, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ\, καὶ ὄχλος μαθητῶν αὐτοῦ\, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος\, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν\, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων\, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ\, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Mακάριοι οἱ πτωχοί\, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν\, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν\, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι\, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200121
DTEND;VALUE=DATE:20200122
SUMMARY:Μάξιμος Ὁμολογητής
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 21 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Μάξιμος Ὁμολογητής; Νεόφυτος Μάρτυς; Μάρτυρες Νεόφυτος\, Ἁγνῆς\, Πάτροκλος\, Μάξιμος τοῦ Γραικοῦ καὶ Εὐγένιος τοῦ ἐκ Τραπεζοῦντος\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 1:12-20\nἈδελφοί\, γνώσκειν δὲ ὑμᾶς βούλομαι\, ἀδελφοί\, ὅτι τὰ κατʼ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν· ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πάσιν\, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ\, πεποιθότας τοῖς δεσμοῖς μου\, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν\, τινὲς δὲ καὶ διʼ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν\, οὐχ ἁγνῶς\, οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· οἱ δὲ ἐξ ἀγάπης\, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι. Τί γάρ; Πλὴν παντὶ τρόπῳ\, εἴτε προφάσει εἴτε ἀληθείᾳ\, Χριστὸς καταγγέλλεται· καὶ ἐν τούτῳ χαίρω\, ἀλλὰ καὶ χαρήσομαι. Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως\, καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ\, κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 12:8-12\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων\, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου\, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ῞Αγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας\, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε\, ἢ τί εἴπητε· τὸ γὰρ ῞Αγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200122
DTEND;VALUE=DATE:20200123
SUMMARY:Τιμόθεος Ἀπόστολος ἐκ τῶν 70
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 22 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τιμόθεος Ἀπόστολος ἐκ τῶν 70; Ἁναστάσιος ὁ Πέρσης; Ἰωσήφ ὁ Ἡγιασμένος\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 1:3-8\nΤέκνον Τιμόθεε\, χάριν ἔχω τῷ θεῷ\, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει\, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου νυκτὸς καὶ ἡμέρας\, ἐπιποθῶν σε ἰδεῖν\, μεμνημένος σου τῶν δακρύων\, ἵνα χαρᾶς πληρωθῶ\, ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως\, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ\, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. Διʼ ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ\, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας\, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν\, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ\, τοῦ σώσαντος ἡμᾶς\n.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 10:32-33\, 37-38\, 19:27-30\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων\, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων\, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ῾Ο φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου\, οὐκ ἔστι μου ἄξιος. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι\, ἐν τῇ παλιγγενεσίᾳ\, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ\, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ ᾿Ισραήλ. καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου\, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200123
DTEND;VALUE=DATE:20200124
SUMMARY:Ἱερομάρτυς Κλήμης Αγκύρας
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 23 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἱερομάρτυς Κλήμης Αγκύρας; Ἅγιος Μάρτυς Αγαθάγγελος; Διονύσιος ὁ ἐν Ὀλύμπῳ\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 3:20-21\, 4:1-3\nἈδελφοί\, ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει\, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα\, κύριον Ἰησοῦν Χριστόν· ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν\, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ\, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαὐτῷ τὰ πάντα. Ὥστε\, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι\, χαρὰ καὶ στέφανός μου\, οὕτως στήκετε ἐν κυρίῳ\, ἀγαπητοί. Εὐοδίαν παρακαλῶ\, καὶ Συντύχην παρακαλῶ\, τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ. Ναὶ\, ἐρωτῶ καί σε\, σύζυγε γνήσιε\, συλλαμβάνου αὐταῖς\, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι\, μετὰ καὶ Κλήμεντος\, καὶ τῶν λοιπῶν συνεργῶν μου\, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 2:23-28\, 3:1-5\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπορεύετο ὁ Ἰησοῦς ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων\, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι. καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ ᾿Αβιάθαρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν\, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι\, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; καὶ ἔλεγεν αὐτοῖς· τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο\, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν\, ἵνα κατηγορήσωσιν αὐτοῦ. καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· ἔγειρε εἰς τὸ μέσον. καὶ λέγει αὐτοῖς· ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. καὶ περιβλεψάμενος αὐτοὺς μετ᾿ ὀργῆς\, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν\, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε\, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200124
DTEND;VALUE=DATE:20200125
SUMMARY:Ὁσία Ξένη
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 24 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ὁσία Ξένη; Βαβύλας Ἱερομάρτυς; Ξένη ἥ διὰ Χριστὸν σαλός ; Φίλωνας ὁ Θαυματουργός Ἐπίσκοπος Καρπασίας τῆς Κύπρου\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 5:22-26\, 6:1-2\nἈδελφοί\, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη\, χαρά\, εἰρήνη\, μακροθυμία\, χρηστότης\, ἀγαθωσύνη\, πίστις\, πρᾳότης\, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. Οἱ δὲ τοῦ Χριστοῦ\, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι\, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι\, ἀλλήλους προκαλούμενοι\, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί\, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι\, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος\, σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε\, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 12:1-12\nΕἶπεν ὁ Κύριος τήν παραβολαῖς λέγειν· ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος καὶ περιέθηκε φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησε πύργον\, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε. καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον\, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος. καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν. καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν καὶ ἀπέστειλαν ἠτιμωμένον. καὶ πάλιν ἄλλον ἀπέστειλε· κἀκεῖνον ἀπέκτειναν\, καὶ πολλοὺς ἄλλους\, οὓς μὲν δέροντες\, οὓς δὲ ἀποκτέννοντες. ἔτι οὖν ἕνα υἱὸν ἔχων\, ἀγαπητὸν αὐτοῦ\, ἀπέστειλε καὶ αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι ἐντραπήσονται τὸν υἱόν μου. ἐκεῖνοι δὲ οἱ γεωργοί\, θεασάμενοι αὐτὸν ἐρχόμενον\, πρὸς ἑαυτοὺς εἶπον ὅτι οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν\, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. καὶ λαβόντες ἀπέκτειναν αὐτὸν καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος. τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους\, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε\, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες\,οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη\, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι\, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200125
DTEND;VALUE=DATE:20200126
SUMMARY:Γρηγόριος Ὁ Θεολόγος Ἁρχιεπίσκοπος Κωνστ.
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 25 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Γρηγόριος Ὁ Θεολόγος Ἁρχιεπίσκοπος Κωνστ.; Η Σύναξις των Αγίων Νεομαρτύρων Ρωσίας; Κάστινος\, Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 10:1-9\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων\, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν\, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει\, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει\, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά. καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ\, ἔμπροσθεν αὐτῶν πορεύεται\, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ\, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν\, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ\, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ\, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 7:26-28\, 8:1-2\nἈδελφοί\, τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς\, ὅσιος\, ἄκακος\, ἀμίαντος\, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν\, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθʼ ἡμέραν ἀνάγκην\, ὥσπερ οἱ ἀρχιερεῖς\, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν\, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ\, ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς\, ἔχοντας ἀσθένειαν· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον\, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν ἀρχιερέα\, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς\, τῶν ἁγίων λειτουργός\, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς\, ἣν ἔπηξεν ὁ κύριος\, καὶ οὐκ ἄνθρωπος·\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 10:9-16\nΕἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν\, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια\, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει\, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός\, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν\, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα\, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω\, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν\, καὶ τῆς φωνῆς μου ἀκούσουσι\, καὶ γενήσεται μία ποίμνη\, εἷς ποιμήν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200126
DTEND;VALUE=DATE:20200127
SUMMARY:ΙΕ΄ Λουκᾶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 26 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: ΙΕ΄ Λουκᾶ; Ὅσιος Ξενοφὼν καὶ συνοδία αυτοῦ; Ὅσιος Συμεὼν ὁ Παλαιός\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 21:1-14\nΤῷ καιρῷ ἐκείνῳ\, ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ ᾿Ιησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. ἦσαν ὁμοῦ Σίμων Πέτρος\, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος\, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας\, καὶ οἱ τοῦ Ζεβεδαίου\, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. λέγει αὐτοῖς Σίμων Πέτρος· ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ· ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον εὐθύς\, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ ᾿Ιησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι ᾿Ιησοῦς ἐστι. λέγει οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· παιδία\, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· οὔ. ὁ δὲ εἶπεν αὐτοῖς· βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον\, καὶ εὑρήσετε. ἔβαλον οὖν\, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος\, ὃν ἠγάπα ὁ ᾿Ιησοῦς\, τῷ Πέτρῳ· ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι\, τὸν ἐπενδύτην διεζώσατο· ἦν γὰρ γυμνός· καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς\, ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων\, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν\, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς\, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτὸν σὺ τίς εἶ\, εἰδότες ὅτι ὁ Κύριός ἐστιν. ἔρχεται οὖν ὁ ᾿Ιησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς\, καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ ᾿Ιησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 4:9-15\nΤέκνον Τιμόθεε\, πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος. Εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα\, ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι\, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων\, μάλιστα πιστῶν. Παράγγελλε ταῦτα καὶ δίδασκε. Μηδείς σου τῆς νεότητος καταφρονείτω\, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ\, ἐν ἀναστροφῇ\, ἐν ἀγάπῃ\, ἐν πνεύματι\, ἐν πίστει\, ἐν ἁγνείᾳ. Ἕως ἔρχομαι\, πρόσεχε τῇ ἀναγνώσει\, τῇ παρακλήσει\, τῇ διδασκαλίᾳ. Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος\, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. Ταῦτα μελέτα\, ἐν τούτοις ἴσθι\, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 19:1-10\nΤῷ καιρῷ ἐκείνῳ\, διήρχετο τὴν ῾Ιεριχώ· καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος\, καὶ αὐτὸς ἦν ἀρχιτελώνης\, καὶ οὗτος ἦν πλούσιος\, καὶ ἐζήτει ἰδεῖν τὸν ᾿Ιησοῦν τίς ἐστι\, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου\, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν\, ἵνα ἴδῃ αὐτόν\, ὅτι ἐκείνης ἤμελλε διέρχεσθαι. καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον\, ἀναβλέψας ὁ ᾿Ιησοῦς εἶδεν αὐτὸν καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε\, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. καὶ σπεύσας κατέβη\, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου\, Κύριε\, δίδωμι τοῖς πτωχοῖς\, καὶ εἴ τινός τι ἐσυκοφάντησα\, ἀποδίδωμι τετραπλοῦν. εἶπε δὲ πρὸς αὐτὸν ὁ ᾿Ιησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο\, καθότι καὶ αὐτὸς υἱὸς ᾿Αβραάμ ἐστιν. ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200127
DTEND;VALUE=DATE:20200128
SUMMARY:Ἀνακομιδή Λειψάνων Ἰωάννου Χρυσοστόμου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 27 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀνακομιδή Λειψάνων Ἰωάννου Χρυσοστόμου; Ὅσιος Πέτρος ὁ Αἰγύπτιος; Δημήτριος Νεομάρτυς ὁ ἐν Κωνσταντινοπόλει\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 10:1-9\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων\, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν\, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει\, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει\, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά. καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ\, ἔμπροσθεν αὐτῶν πορεύεται\, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ\, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν\, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ\, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ\, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 7:26-28\, 8:1-2\nἈδελφοί\, τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς\, ὅσιος\, ἄκακος\, ἀμίαντος\, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν\, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθʼ ἡμέραν ἀνάγκην\, ὥσπερ οἱ ἀρχιερεῖς\, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν\, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ\, ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς\, ἔχοντας ἀσθένειαν· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον\, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν ἀρχιερέα\, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς\, τῶν ἁγίων λειτουργός\, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς\, ἣν ἔπηξεν ὁ κύριος\, καὶ οὐκ ἄνθρωπος·\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 10:9-16\nΕἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν\, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια\, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει\, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός\, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν\, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα\, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω\, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν\, καὶ τῆς φωνῆς μου ἀκούσουσι\, καὶ γενήσεται μία ποίμνη\, εἷς ποιμήν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200128
DTEND;VALUE=DATE:20200129
SUMMARY:Ὅσιος Ἐφραὶμ ὁ Σύρος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 28 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ὅσιος Ἐφραὶμ ὁ Σύρος; Ἰσαὰκ ὁ Σύρος; Ὅσιος Ἰάκωβος; Παλλάδιος ὁ μέγας ἀσκητὴς; Ὅσιος Θεοδόσιος τῆς Τότμα ; Χάρις ἡ Μάρτυς\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 5:22-26\, 6:1-2\nἈδελφοί\, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη\, χαρά\, εἰρήνη\, μακροθυμία\, χρηστότης\, ἀγαθωσύνη\, πίστις\, πρᾳότης\, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. Οἱ δὲ τοῦ Χριστοῦ\, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι\, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι\, ἀλλήλους προκαλούμενοι\, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί\, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι\, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος\, σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε\, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6:17-23\nΤῷ καιρῷ ἐκείνῳ\, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ\, καὶ ὄχλος μαθητῶν αὐτοῦ\, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος\, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν\, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων\, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ\, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Mακάριοι οἱ πτωχοί\, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν\, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν\, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι\, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200129
DTEND;VALUE=DATE:20200130
SUMMARY:Ἀνακομιδή Λειψάνων Ἰγνατίου τοῦ Θεοφόρου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 29 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀνακομιδή Λειψάνων Ἰγνατίου τοῦ Θεοφόρου; Ὅσιος Λαυρέντιος ; Ἰγνατίος καί Νικάνδρος οἱ Σιναϊτῶν; Γκίλντας τοῦ Γουάϊς\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 10:32-38\nἈδελφοί\, ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας\, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μέν\, ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι· τοῦτο δέ\, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε\, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε\, γινώσκοντες ἔχειν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν\, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὑπομονῆς γὰρ ἔχετε χρείαν\, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον ὅσον\, Ὁ ἐρχόμενος ἥξει\, καὶ οὐ χρονιεῖ. Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται\, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 9:33-41\nΤῷ καιρῷ ἐκείνῳ\, ἦλθεν ὁ Ἰησοῦς καὶ οἰ μαθηταὶ εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε; οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· εἴ τις θέλει πρῶτος εἶναι\, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν\, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου\, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται\, οὐκ ἐμὲ δέχεται\, ἀλλὰ τὸν ἀποστείλαντά με. ᾿Απεκρίθη αὐτῷ ὁ ᾿Ιωάννης λέγων· διδάσκαλε\, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια\, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν\, καὶ ἐκωλύσαμεν αὐτόν\, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. ὁ δὲ ᾿Ιησοῦς εἶπε· μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. ὃς γὰρ οὐκ ἔστι καθ᾿ ὑμῶν\, ὑπὲρ ὑμῶν ἐστιν. ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου\, ὅτι Χριστοῦ ἐστε\, ἀμὴν λέγω ὑμῖν\, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200130
DTEND;VALUE=DATE:20200131
SUMMARY:Οἱ Ἅγιοι Τρεῖς Ἱεράρχες
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 30 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Οἱ Ἅγιοι Τρεῖς Ἱεράρχες; Ἱππόλυτος Πάπας Ρώμης ; Ἀθανασία καὶ αἱ 3 Θυγατέρες αὐτῆς\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 10:9-16\nΕἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν\, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια\, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει\, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός\, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν\, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα\, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω\, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν\, καὶ τῆς φωνῆς μου ἀκούσουσι\, καὶ γενήσεται μία ποίμνη\, εἷς ποιμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 13:7-16\nἈδελφοί\, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν\, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς\, μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός\, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν\, οὐ βρώμασιν\, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. Ἔχομεν θυσιαστήριον\, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες. Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως\, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ Ἰησοῦς\, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν\, ἔξω τῆς πύλης ἔπαθεν. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς\, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν\, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Διʼ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ\, τοῦτʼ ἔστιν\, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 5:14-19\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον\, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν\, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων\, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι\, ἀλλὰ πληρῶσαι. ἀμὴν γὰρ λέγω ὑμῖν\, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ\, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους\, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ\, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200131
DTEND;VALUE=DATE:20200201
SUMMARY:Κῦρος καὶ Ἰωάννης Ἁνάργυροι
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 31 Ιανουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κῦρος καὶ Ἰωάννης Ἁνάργυροι; Θεοδότη\, Θεοκτίστη καὶ Ευδοξία Μάρτυρες; Ὅσιος Αρσενίος; Ἠλίας ὁ Νέος Ὁσιομάρτυρας τοῦ Ἀρδούνη; Αἲδ ἀπὸ τὸ Φέρνς\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 12:27-31\, 13:1-8\nἈδελφοί\, ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ\, καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους\, δεύτερον προφήτας\, τρίτον διδασκάλους\, ἔπειτα δυνάμεις\, εἶτα χαρίσματα ἰαμάτων\, ἀντιλήψεις\, κυβερνήσεις\, γένη γλωσσῶν. Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις; Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσιν; Μὴ πάντες διερμηνεύουσιν; Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθʼ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων\, ἀγάπην δὲ μὴ ἔχω\, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν\, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν\, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν\, ὥστε ὄρη μεθιστάνειν\, ἀγάπην δὲ μὴ ἔχω\, οὐθέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου\, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι\, ἀγάπην δὲ μὴ ἔχω\, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ\, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ· ἡ ἀγάπη οὐ περπερεύεται\, οὐ φυσιοῦται\, οὐκ ἀσχημονεῖ\, οὐ ζητεῖ τὰ ἑαυτῆς\, οὐ παροξύνεται\, οὐ λογίζεται τὸ κακόν\, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ\, συγχαίρει δὲ τῇ ἀληθείᾳ\, πάντα στέγει\, πάντα πιστεύει\, πάντα ἐλπίζει\, πάντα ὑπομένει. 8 Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει· εἴτε δὲ προφητεῖαι\, καταργηθήσονται· εἴτε γλῶσσαι\, παύσονται· εἴτε γνῶσις\, καταργηθήσεται.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 10:1\, 5-8\nΤῷ καιρῷ ἐκείνῳ\, προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ᾿Ιησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε\, λεπροὺς καθαρίζετε\, νεκροὺς ἐγείρετε\, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε\, δωρεὰν δότε.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200201
DTEND;VALUE=DATE:20200202
SUMMARY:Τρύφων Μάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 1 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τρύφων Μάρτυς; Προεόρτια Ὑπαπαντῆς τοῦ Κυρίου; Τιμόθεος ὁ Ὁμολογητής; Περπετούα μάρτυς καὶ οἱ σὺν αὐτῃ; Μπριντζίτα τῆς Ἰρλανδίας; Βασίλειος Ἀρχιεπίσκοπος Θεσσαλονίκης; Ἀναστάσιος Νεομάρτυς Ναυπλίου; Ἀνδριανός\, Πολυεύκτος\, Πλάτων καί Γεωργίος\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 8:28-39\nἈδελφοί\, οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν\, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Ὅτι οὓς προέγνω\, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ\, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· οὓς δὲ προώρισεν\, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν\, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν\, τούτους καὶ ἐδόξασεν. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν\, τίς καθʼ ἡμῶν; Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο\, ἀλλʼ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν\, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων; Χριστὸς ὁ ἀποθανών\, μᾶλλον δὲ καί ἐγερθείς\, ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ θεοῦ\, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλῖψις\, ἢ στενοχωρία\, ἢ διωγμός\, ἢ λιμός\, ἢ γυμνότης\, ἢ κίνδυνος\, ἢ μάχαιρα; Καθὼς γέγραπται ὅτι Ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἀλλʼ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10:19-21\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἰδού\, δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ\, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε\, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. ᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι\, πάτερ\, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς\, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν\, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί\, ὁ πατήρ\, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200202
DTEND;VALUE=DATE:20200203
SUMMARY:Ἡ 'Υπαπαντή τοῦ Κυρίου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 2 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἡ 'Υπαπαντή τοῦ Κυρίου; Γαβριήλ ὁ Νεομάρτυς; Ἰορδάνης ὁ Νεομάρτυς; Ἀγαθόδωρος Μάρτυς\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 2:25-32\nΤῷ καιρῷ ἐκείνῳ\, ἦν ἄνθρωπος ἐν Ἱερουσαλήμ\, ᾧ ὄνομα Συμεών\, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής\, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ\, καὶ πνεῦμα ἦν ἅγιον ἐπʼ αὐτόν. Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου\, μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν χριστὸν κυρίου. Καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν\, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ\, καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας αὐτοῦ\, καὶ εὐλόγησεν τὸν θεόν\, καὶ εἶπεν\, Νῦν ἀπολύεις τὸν δοῦλόν σου\, δέσποτα\, κατὰ τὸ ῥῆμά σου\, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου\, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν\, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 7:7-17\nἈδελφοί\, χωρὶς δὲ πάσης ἀντιλογίας\, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν· ἐκεῖ δέ\, μαρτυρούμενος ὅτι ζῇ. Καί\, ὡς ἔπος εἰπεῖν\, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται· ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν\, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ. Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν - ὁ λαὸς γὰρ ἐπʼ αὐτῇ νενομοθέτητο - τίς ἔτι χρεία\, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα\, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης\, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Ἐφʼ ὃν γὰρ λέγεται ταῦτα\, φυλῆς ἑτέρας μετέσχηκεν\, ἀφʼ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ. Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν\, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησεν. Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν\, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος\, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν\, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου· μαρτυρεῖ γὰρ ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 2:22-40\nΤῷ καιρῷ ἐκείνῳ\, ἀνήγαγον αὐτὸν εἰς ῾Ιεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ\, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται\, καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου\, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν. Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν ῾Ιεροσολύμοις ᾧ ὄνομα Συμεών\, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής\, προσδεχόμενος παράκλησιν τοῦ ᾿Ισραήλ\, καὶ Πνεῦμα ἦν ῞Αγιον ἐπ᾿ αὐτόν· καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ῾Αγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον ᾿Ιησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ\, καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε·\n\nνῦν ἀπολύεις τὸν δοῦλόν σου\, δέσποτα\, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ\, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου\, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν\, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου ᾿Ισραήλ.\n\nκαὶ ἦν ᾿Ιωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ ᾿Ισραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία\, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. Καὶ ἦν ῎Αννα προφῆτις\, θυγάτηρ Φανουήλ\, ἐκ φυλῆς ᾿Ασήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς\, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς\, καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων\, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν· καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν ῾Ιερουσαλήμ. Καὶ ὡς ἐτέλεσαν ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου\, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς τὴν πόλιν ἑαυτῶν Ναζαρέτ. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας\, καὶ χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτό.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200203
DTEND;VALUE=DATE:20200204
SUMMARY:Συμεών ὁ Θεοδόχος καὶ Ἄννα ἡ Προφῆτις
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 3 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Συμεών ὁ Θεοδόχος καὶ Ἄννα ἡ Προφῆτις; Ἰωάννης\, Νικόλαος καὶ Σταμάτιος\, Νεομἀρτυρες ἐκ Σπετσῶν; Νικόλαος Ἀρχιεπίσκοπος Ἰαπωνίας; Μεθεόρτια τῆς Ὑπαπαντῆς; Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τῆς Βρεφοτρόφου; Βερβούργα\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 9:11-14\nἈδελφοί\, Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν\, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς\, οὐ χειροποιήτου\, τοῦτʼ ἔστιν\, οὐ ταύτης τῆς κτίσεως\, οὐδὲ διʼ αἵματος τράγων καὶ μόσχων\, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια\, αἰωνίαν λύτρωσιν εὑράμενος. Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων\, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους\, ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα\, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ\, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ\, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων\, εἰς τὸ λατρεύειν θεῷ ζῶντι;\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 2:25-38\nΤῷ καιρῷ ἐκείνῳ\, ἦν ἄνθρωπος ἐν ῾Ιεροσολύμοις ᾧ ὄνομα Συμεών\, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής\, προσδεχόμενος παράκλησιν τοῦ ᾿Ισραήλ\, καὶ Πνεῦμα ἦν ῞Αγιον ἐπ᾿ αὐτόν· καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ῾Αγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον ᾿Ιησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ\, καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε·\n\nνῦν ἀπολύεις τὸν δοῦλόν σου\, δέσποτα\, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ\, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου\, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν\, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου ᾿Ισραήλ.\n\nκαὶ ἦν ᾿Ιωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ ᾿Ισραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία\, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. Καὶ ἦν ῎Αννα προφῆτις\, θυγάτηρ Φανουήλ\, ἐκ φυλῆς ᾿Ασήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς\, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς\, καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων\, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν· καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν ῾Ιερουσαλήμ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200204
DTEND;VALUE=DATE:20200205
SUMMARY:Ἰσίδωρος Πηλουσιώτης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 4 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἰσίδωρος Πηλουσιώτης; Νικόλαος Ὁμολογητής τοῦ Στουδίου; Ἀβράμιος Ἱερομάρτυς; Ὅσιος Ἰωάννης; Ὅσιος Θεοδόσιος; Ἰωσὴφ Νεομάρτυς; Μεθεόρτια τῆς Ὑπαπαντῆς\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 2:19-22\, 3:1-7\nἈδελφοί\, οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι\, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ\, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν\, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ\, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ\, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι. Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν\, εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς\, ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέν μοι τὸ μυστήριον\, καθὼς προέγραψα ἐν ὀλίγῳ\, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ· ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων\, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι· εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ Χριστῷ\, διὰ τοῦ εὐαγγελίου\, οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ\, τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 6:1-7\nΤῷ καιρῷ ἐκείνῳ\, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν πατρίδα ἑαυτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. καὶ γενομένου σαββάτου ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν· καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· πόθεν τούτῳ ταῦτα; καὶ τίς ἡ σοφία ἡ δοθεῖσα αὐτῷ\, καὶ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνονται; οὐχ οὗτός ἐστιν ὁ τέκτων\, ὁ υἱὸς τῆς Μαρίας\, ἀδελφὸς δὲ ᾿Ιακώβου καὶ ᾿Ιωσῆ καὶ ᾿Ιούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ἔλεγε δὲ αὐτοῖς ὁ ᾿Ιησοῦς ὅτι οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενέσι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι\, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσε.\n\nKαὶ ἐθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγε τὰς κώμας κύκλῳ διδάσκων. Καὶ προσκαλεῖται τοὺς δώδεκα\, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο\, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200205
DTEND;VALUE=DATE:20200206
SUMMARY:Ἀγάθη Μάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 5 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀγάθη Μάρτυς; Πολύευκτος Πατριάρχης Κωνσταντινουπόλεως; Ἀντώνιος Νεομάρτυς; Ὅσιος Θεοδόσιος; Μεθεόρτια τῆς Ὑπαπαντῆς; Θεοδόσιος ὁ ἐξ Ἀντιοχείας\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 3:8-21\nἈδελφοί\, μοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη\, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ\, καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ\, ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ\, κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν\, ἥτις ἐστὶν δόξα ὑμῶν. Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται\, ἵνα δῴη ὑμῖν\, κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ\, δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον\, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν· ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος\, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ\, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ. Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν\, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν\, αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ\, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 6:7-13\nΤῷ καιρῷ ἐκείνῳ\, προσκαλεῖται ὁ Ἰησοῦς τοὺς δώδεκα\, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο\, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων\, καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον\, μὴ πήραν\, μὴ ἄρτον\, μὴ εἰς τὴν ζώνην χαλκόν\, ἀλλ᾿ ὑποδεδεμένους σανδάλια\, καὶ μὴ ἐνδεδύσθαι δύο χιτῶνας. καὶ ἔλεγεν αὐτοῖς· ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν\, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν· καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν\, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς· ἀμὴν λέγω ὑμῖν\, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ. Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι\, καὶ δαιμόνια πολλὰ ἐξέβαλλον\, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200206
DTEND;VALUE=DATE:20200207
SUMMARY:Φώτιος Πατριάρχης Κωνσταντινουπόλεως
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 6 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Φώτιος Πατριάρχης Κωνσταντινουπόλεως; Βουκόλος Ἐπίσκοπος Σμύρνης; Βαρσανούφιος ὁ Μέγας καὶ Ἰωάννης; Μεθεόρτια τῆς Ὑπαπαντῆς; Ὁ Ἅγιος Ἰουλιανὸς ὁ ἐν Ἐμέσῃ \n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 10:1-9\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων\, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν\, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει\, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει\, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά. καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ\, ἔμπροσθεν αὐτῶν πορεύεται\, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ\, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν\, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ\, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ\, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 7:26-28\, 8:1-2\nἈδελφοί\, τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς\, ὅσιος\, ἄκακος\, ἀμίαντος\, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν\, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθʼ ἡμέραν ἀνάγκην\, ὥσπερ οἱ ἀρχιερεῖς\, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν\, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ\, ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς\, ἔχοντας ἀσθένειαν· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον\, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν ἀρχιερέα\, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς\, τῶν ἁγίων λειτουργός\, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς\, ἣν ἔπηξεν ὁ κύριος\, καὶ οὐκ ἄνθρωπος·\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 10:9-16\nΕἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν\, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια\, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει\, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός\, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν\, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα\, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω\, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν\, καὶ τῆς φωνῆς μου ἀκούσουσι\, καὶ γενήσεται μία ποίμνη\, εἷς ποιμήν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200207
DTEND;VALUE=DATE:20200208
SUMMARY:Παρθένιος Ἐπίσκοπος Λαμψάκου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 7 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Παρθένιος Ἐπίσκοπος Λαμψάκου; Ὅσιος Λουκᾶς ; Θεόπεμπτος Μάρτυς καὶ οἱ σὺν αὐτῳ; Γεώργιος Νεομάρτυς Κρήτης; Μεθέορτια τῆς Ὑπαπαντῆς; Ριχάρδος ὁ Βασιλεὺς τοῦ Οὐέσσεξ\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 4:17-25\nἈδελφοί\, τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν κυρίῳ\, μηκέτι ὑμᾶς περιπατεῖν\, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν\, ἐσκοτισμένοι τῇ διανοίᾳ\, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς\, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν· οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ\, εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν\, εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε\, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ· ἀποθέσθαι ὑμᾶς\, κατὰ τὴν προτέραν ἀναστροφήν\, τὸν παλαιὸν ἄνθρωπον\, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν\, καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον\, τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 6:45-53\nΤῷ καιρῷ ἐκείνῳ\, ἠνάγκασε ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν\, ἕως αὐτὸς ἀπολύσῃ τὸν ὄχλον· καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι. καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης\, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν· ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς· καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης\, καὶ ἤθελε παρελθεῖν αὐτούς. οἱ δὲ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης ἔδοξαν φάντασμα εἶναι\, καὶ ἀνέκραξαν· πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. καὶ εὐθέως ἐλάλησε μετ᾿ αὐτῶν καὶ λέγει αὐτοῖς· θαρσεῖτε\, ἐγώ εἰμι\, μὴ φοβεῖσθε. καὶ ἀνέβη εἰς τὸ πλοῖον πρὸς αὐτούς\, καὶ ἐκόπασεν ὁ ἄνεμος· καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο καὶ ἐθαύμαζον. οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις\, ἀλλ᾿ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200208
DTEND;VALUE=DATE:20200209
SUMMARY:Θεόδωρος Στρατηλάτης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 8 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Θεόδωρος Στρατηλάτης; Ζαχαρίας Προφήτης; Νικηφόρος καὶ Στέφανος Μάρτυρες; Μεθεόρτια τῆς Ὑπαπαντῆς; Κούθμαν\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 2:4-10\nἈδελφοί\, ὁ θεός\, πλούσιος ὢν ἐν ἐλέει\, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς\, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ - χάριτί ἐστε σεσωσμένοι - καὶ συνήγειρεν\, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ· ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφʼ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ· τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως\, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· θεοῦ τὸ δῶρον· οὐκ ἐξ ἔργων\, ἵνα μή τις καυχήσηται. Αὐτοῦ γάρ ἐσμεν ποίημα\, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς\, οἷς προητοίμασεν ὁ θεός\, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 10:16-22\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ᾿Ιδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. ὅταν δὲ παραδώσουσιν ὑμᾶς\, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες\, ἀλλὰ τὸ Πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον\, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος\, οὗτος σωθήσεται.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200209
DTEND;VALUE=DATE:20200210
SUMMARY:ΙΣΤ΄ Λουκᾶ (Τελώνου καί Φαρισαίου)
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 9 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: ΙΣΤ΄ Λουκᾶ (Τελώνου καί Φαρισαίου); Απόδοσις Ὑπαπαντῆς τοῦ Κυρίου; Νικηφόρος Μάρτυς; Μάρκελλος\, Φιλάγριος καὶ Παγκράτιος; Τέιλο Ἐπίσκοπος τοῦ Χλάνταφ\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ματθαῖον 28:16-20\nΟἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν\, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ ᾿Ιησοῦς. καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ\, οἱ δὲ ἐδίστασαν. καὶ προσελθὼν ὁ ᾿Ιησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη\, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος\, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. ἀμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 3:10-15\nΤέκνον Τιμόθεε\, παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ\, τῇ ἀγωγῇ\, τῇ προθέσει\, τῇ πίστει\, τῇ μακροθυμίᾳ\, τῇ ἀγάπῃ\, τῇ ὑπομονῇ\, τοῖς διωγμοῖς\, τοῖς παθήμασιν\, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ\, ἐν Ἰκονίῳ\, ἐν Λύστροις\, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος. Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον\, πλανῶντες καὶ πλανώμενοι. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης\, εἰδὼς παρὰ τίνος ἔμαθες\, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας\, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 18:10-14\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι\, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ Θεός\, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων\, ἅρπαγες\, ἄδικοι\, μοιχοί\, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου\, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι\, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ Θεός\, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. λέγω ὑμῖν\, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται\, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200210
DTEND;VALUE=DATE:20200211
SUMMARY:Χαραλάμπος Ἱερομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 10 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Χαραλάμπος Ἱερομάρτυς; Ἁναστάσιος\, Πατριάρχης Ἱεροσολύμων; Πορφύριος καὶ Βάπτος\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 21:12-19\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι\, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς\, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν\, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν\, καὶ θανατώσουσιν ἐξ ὑμῶν\, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 2:1-10\nΤέκνον Τιμόθεε\, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ. Καὶ ἃ ἤκουσας παρʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων\, ταῦτα παράθου πιστοῖς ἀνθρώποις\, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις\, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις\, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν\, ἐκ σπέρματος Δαυίδ\, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν\, ὡς κακοῦργος· ἀλλʼ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς\, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ\, μετὰ δόξης αἰωνίου.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 15:17-27\, 16:1-2\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν\, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ\, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε\, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ\, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου\, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν\, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν\, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου\, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς\, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν\, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ᾽ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν\, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός\, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται\, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε\, ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε.\n\nΤαῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200211
DTEND;VALUE=DATE:20200212
SUMMARY:Βλάσιος Ἱερομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 11 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Βλάσιος Ἱερομάρτυς; Θεοδώρα ἡ Βασίλισσα; Εὕρεσις Τιμίων Λειψάνων Ἁγίου Ζαχαρίου Πατρὸς Ἰωάννου Προδρόμου; Γεώργιος Σερβίας\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 4:14-16\, 5:1-6\nἈδελφοί\, ἔχοντες οὖν ἀρχιερέα μέγαν\, διεληλυθότα τοὺς οὐρανούς\, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ\, κρατῶμεν τῆς ὁμολογίας. Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν\, πεπειραμένον δὲ κατὰ πάντα καθʼ ὁμοιότητα\, χωρὶς ἁμαρτίας. Προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος\, ἵνα λάβωμεν ἔλεον\, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. Πᾶς γὰρ ἀρχιερεύς\, ἐξ ἀνθρώπων λαμβανόμενος\, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν\, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν· μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσιν καὶ πλανωμένοις\, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει\, καθὼς περὶ τοῦ λαοῦ\, οὕτως καὶ περὶ ἑαυτοῦ\, προσφέρειν ὑπὲρ ἁμαρτιῶν. Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν\, ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ\, καθάπερ καὶ Ἀαρών. Οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα\, ἀλλʼ ὁ λαλήσας πρὸς αὐτόν\, Υἱός μου εἶ σύ\, ἐγὼ σήμερον γεγέννηκά σε. Καθὼς καὶ ἐν ἑτέρῳ λέγει\, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 10:1\, 5-8\nΤῷ καιρῷ ἐκείνῳ\, προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ᾿Ιησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε\, λεπροὺς καθαρίζετε\, νεκροὺς ἐγείρετε\, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε\, δωρεὰν δότε.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200212
DTEND;VALUE=DATE:20200213
SUMMARY:Μελέτιος Ἀρχιεπίσκοπος Ἀντιοχείας
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 12 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Μελέτιος Ἀρχιεπίσκοπος Ἀντιοχείας; Ἀντώνιος Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως; Χρήστος Νεομάρτυς ; Μελέτιος ὁ ἐν Ὑψενῇ\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πέτρου β' 3:1-18\nἈγαπητοί\, ταύτην ἤδη\, ἀγαπητοί\, δευτέραν ὑμῖν γράφω ἐπιστολήν\, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν\, μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν\, καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος· τοῦτο πρῶτον γινώσκοντες\, ὅτι ἐλεύσονται ἐπʼ ἐσχάτου τῶν ἡμερῶν ἐμπαῖκται\, κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι\, καὶ λέγοντες\, Ποῦ ἐστὶν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; Ἀφʼ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν\, πάντα οὕτως διαμένει ἀπʼ ἀρχῆς κτίσεως. Λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας\, ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι\, καὶ γῆ ἐξ ὕδατος καὶ διʼ ὕδατος συνεστῶσα\, τῷ τοῦ θεοῦ λόγῳ\, διʼ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτοῦ λόγῳ τεθησαυρισμένοι εἰσίν\, πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων. Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς\, ἀγαπητοί\, ὅτι μία ἡμέρα παρὰ κυρίῳ ὡς χίλια ἔτη\, καὶ χίλια ἔτη ὡς ἡμέρα μία. Οὐ βραδύνει ὁ κύριος τῆς ἐπαγγελίας\, ὥς τινες βραδυτῆτα ἡγοῦνται· ἀλλὰ μακροθυμεῖ εἰς ἡμᾶς\, μὴ βουλόμενός τινας ἀπολέσθαι\, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. Ἥξει δὲ ἡ ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτί\, ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται\, στοιχεῖα δὲ καυσούμενα λυθήσονται\, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται. Τούτων οὖν πάντων λυομένων\, ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις\, προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας\, διʼ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται\, καὶ στοιχεῖα καυσούμενα τήκεται; Καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν\, ἐν οἷς δικαιοσύνη κατοικεῖ. Διό\, ἀγαπητοί\, ταῦτα προσδοκῶντες\, σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ. Καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε\, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν αὐτῷ δοθεῖσαν σοφίαν ἔγραψεν ὑμῖν· ὡς καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς\, λαλῶν ἐν αὐταῖς περὶ τούτων· ἐν οἷς ἐστιν δυσνόητά τινα\, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν\, ὡς καὶ τὰς λοιπὰς γραφάς\, πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. Ὑμεῖς οὖν\, ἀγαπητοί\, προγινώσκοντες φυλάσσεσθε\, ἵνα μή\, τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες\, ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ. Αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. Αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 13:24-31\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἐν ἐκείναις ταῖς ἡμέραις\, μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται\, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς\, καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες\, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης. καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων\, ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τοῦ οὐρανοῦ. ᾿Απὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν αὐτῆς ὁ κλάδος ἤδη γένηται ἁπαλὸς καὶ ἐκφύῃ τὰ φύλλα\, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· οὕτω καὶ ὑμεῖς\, ὅταν ἴδητε ταῦτα γινόμενα\, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ πάντα ταῦτα γένηται. ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται\, οἱ δὲ ἐμοὶ λόγοι οὐ μὴ παρελεύσονται.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200213
DTEND;VALUE=DATE:20200214
SUMMARY:Μαρτινιανὸς Παλαιστίνης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 13 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Μαρτινιανὸς Παλαιστίνης; Ἁκύλας καὶ Πρίσκιλλα ; Εὐλόγιος\, Πατριάρχης Ἀλεξανδρείας ; Συμεὼν ὁ κτήτωρ τῆς μονῆς Χιλανταρίου\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰωάννου α' 1:8-10\, 2:1-6\nἈδελφοί\, ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν\, ἑαυτοὺς πλανῶμεν\, καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν. Ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν\, πιστός ἐστιν καὶ δίκαιος ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας\, καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας. Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν\, ψεύστην ποιοῦμεν αὐτόν\, καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν. Τεκνία μου\, ταῦτα γράφω ὑμῖν\, ἵνα μὴ ἁμάρτητε. Καὶ ἐάν τις ἁμάρτῃ\, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα\, Ἰησοῦν Χριστὸν δίκαιον· καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον\, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν\, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. Ὁ λέγων\, Ἔγνωκα αὐτόν\, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν\, ψεύστης ἐστίν\, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· ὃς δʼ ἂν τηρῇ αὐτοῦ τὸν λόγον\, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμέν· ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει\, καθὼς ἐκεῖνος περιεπάτησεν\, καὶ αὐτὸς οὕτως περιπατεῖν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 13:31-37\, 14:1-2\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται\, οἱ δὲ ἐμοὶ λόγοι οὐ μὴ παρελεύσονται. Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν\, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ\, οὐδὲ ὁ υἱός\, εἰ μὴ ὁ πατήρ. Βλέπετε\, ἀγρυπνεῖτε καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν. ὡς ἄνθρωπος ἀπόδημος\, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ\, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν\, καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ\, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται\, ὀψὲ ἢ μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ· μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. ἃ δὲ ὑμῖν λέγω\, πᾶσι λέγω· γρηγορεῖτε. Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. ἔλεγον δὲ μὴ ἐν τῇ ἑορτῇ\, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200214
DTEND;VALUE=DATE:20200215
SUMMARY:Ὅσιος Αὐξέντιος ὁ έν τῳ βουνῳ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 14 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ὅσιος Αὐξέντιος ὁ έν τῳ βουνῳ; Κύριλλος Ἱσαπόστολος; Νικόλαος Νεομάρτυς; Ἀβραάμης\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰωάννου α' 2:7-17\nἈδελφοί\, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν\, ἀλλʼ ἐντολὴν παλαιάν\, ἣν εἴχετε ἀπʼ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε ἀπʼ ἀρχῆς. Πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν\, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν· ὅτι ἡ σκοτία παράγεται\, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν\, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει\, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν. Ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστίν\, καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ\, καὶ οὐκ οἶδεν ποῦ ὑπάγει\, ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ. Γράφω ὑμῖν\, τεκνία\, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ. Γράφω ὑμῖν\, πατέρες\, ὅτι ἐγνώκατε τὸν ἀπʼ ἀρχῆς. Γράφω ὑμῖν\, νεανίσκοι\, ὅτι νενικήκατε τὸν πονηρόν. Γράφω ὑμῖν\, παιδία\, ὅτι ἐγνώκατε τὸν πατέρα. Ἔγραψα ὑμῖν\, πατέρες\, ὅτι ἐγνώκατε τὸν ἀπʼ ἀρχῆς. Ἔγραψα ὑμῖν\, νεανίσκοι\, ὅτι ἰσχυροί ἐστε\, καὶ ὁ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει\, καὶ νενικήκατε τὸν πονηρόν. Μὴ ἀγαπᾶτε τὸν κόσμον\, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐάν τις ἀγαπᾷ τὸν κόσμον\, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ. Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ\, ἡ ἐπιθυμία τῆς σαρκός\, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν\, καὶ ἡ ἀλαζονεία τοῦ βίου\, οὐκ ἔστιν ἐκ τοῦ πατρός\, ἀλλʼ ἐκ τοῦ κόσμου ἐστίν. Καὶ ὁ κόσμος παράγεται\, καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 14:3-9\nΤῷ καιρῷ ἐκείνῳ\, ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ\, κατακειμένου αὐτοῦ ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς\, καὶ συντρίψασα τὸ ἀλάβαστρον κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς. ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. ὁ δὲ ᾿Ιησοῦς εἶπεν· ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί. πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν\, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. ὃ ἔσχεν αὕτη ἐποίησε· προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν. ἀμὴν λέγω ὑμῖν\, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον\, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200215
DTEND;VALUE=DATE:20200216
SUMMARY:Ὁνήσιμος ἐκ τῶν 70
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 15 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ὁνήσιμος ἐκ τῶν 70; Ὅσιος Ἄνθιμος; Ὅσιος Εὐσέβιος ; Ὀνήσιμος\, Πατριάρχης Κωνσταντινουπόλεως; Μαΐωρ ὁ Μάρτυρας\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλήμονα 1:1-25\nΠαῦλος δέσμιος Χριστοῦ Ἰησοῦ\, καὶ Τιμόθεος ὁ ἀδελφός\, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν\, καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ\, καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν\, καὶ τῇ κατʼ οἶκόν σου ἐκκλησίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστῶ τῷ θεῷ μου\, πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου\, ἀκούων σου τὴν ἀγάπην\, καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους\, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰησοῦν. Χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου\, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ\, ἀδελφέ. Διὸ πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον\, διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ\, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης\, νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ Χριστοῦ. Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου\, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου\, Ὀνήσιμον\, τόν ποτέ σοι ἄχρηστον\, νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον\, ὅν ἀνέπεμψα· σὺ δὲ αὐτόν\, τοῦτʼ ἔστιν τὰ ἐμὰ σπλάγχνα\, προσλαβοῦ· ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν\, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου· χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι\, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ\, ἀλλὰ κατὰ ἑκούσιον. Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν\, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς· οὐκέτι ὡς δοῦλον\, ἀλλʼ ὑπὲρ δοῦλον\, ἀδελφὸν ἀγαπητόν\, μάλιστα ἐμοί\, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ. Εἰ οὖν με ἔχεις κοινωνόν\, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει\, τοῦτο ἐμοὶ ἐλλόγει· ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί\, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. Ναί\, ἀδελφέ\, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν κυρίῳ. Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι\, εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις. Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. Ἀσπάζονταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ\, Μᾶρκος\, Ἀρίσταρχος\, Δημᾶς\, Λουκᾶς\, οἱ συνεργοί μου. Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 20:46-47\, 21:1-4\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις\, οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρῖμα. Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους· εἶδε δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτά\, καὶ εἶπεν· ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ\, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλε.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200216
DTEND;VALUE=DATE:20200217
SUMMARY:ΙΖ΄ Λουκᾶ (τοῦ Ασώτου)
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 16 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: ΙΖ΄ Λουκᾶ (τοῦ Ασώτου); Πάμφιλος Μάρτυς καί οἱ σύν αὐτῶ; Φλαβιανός Πατριάρχης Κωνσταντινουπόλεως; Ρωμανὸς ὁ Νέος\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Μᾶρκον 16:1-8\nΚαὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον\, ἀνατείλαντος τοῦ ἡλίου. καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς\, περιβεβλημένον στολὴν λευκήν\, καὶ ἐξεθαμβήθησαν. ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· ᾿Ιησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη\, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. ἀλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε\, καθὼς εἶπεν ὑμῖν. καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις\, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 6:12-20\nἈδελφοί\, πάντα μοι ἔξεστιν\, ἀλλʼ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν\, ἀλλʼ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. Τὰ βρώματα τῇ κοιλίᾳ\, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ\, ἀλλὰ τῷ κυρίῳ\, καὶ ὁ κύριος τῷ σώματι· ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Μὴ γένοιτο. Οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ\, φησίν\, οἱ δύο εἰς σάρκα μίαν. Ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν\, οὗ ἔχετε ἀπὸ θεοῦ; Καὶ οὐκ ἐστὲ ἑαυτῶν\, ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν\, καὶ ἐν τῷ πνεύματι ὑμῶν\, ἅτινά ἐστιν τοῦ θεοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 15:11-32\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ἄνθρωπός τις εἶχε δύο υἱούς. καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ\, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. καὶ διεῖλεν αὐτοῖς τὸν βίον. καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν\, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην\, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης\, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους. καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι\, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπε· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων\, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι! ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ\, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου. οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη\, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. εἶπε δὲ αὐτῷ ὁ υἱός· πάτερ\, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου\, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν\, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας\, καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε\, καὶ φαγόντες εὐφρανθῶμεν\, ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησε\, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι. ῏Ην δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ\, ἤκουσε συμφωνίας καὶ χορῶν\, καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί εἴη ταῦτα. ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν\, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρί· ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον\, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· ὅτε δὲ ὁ υἱός σου οὗτος\, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν\, ἦλθεν\, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν. ὁ δὲ εἶπεν αὐτῷ· τέκνον\, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ\, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει\, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησε\, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200217
DTEND;VALUE=DATE:20200218
SUMMARY:Θεόδωρος Μεγαλομάρτυς Τήρων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 17 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Θεόδωρος Μεγαλομάρτυς Τήρων; Μαριάμνη\, αδελφή τοῦ Αγίου Φιλίππου τοῦ Ἀποστόλου; Ὅσιος Αὐξέντιος; Μαρκιανός καί Πουλχερίας τῶν εύσεβῶν Βασιλέων; Θεόδωρος Νεομάρτυς; Ἐρμογένης Μόσχας\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 2:1-10\nΤέκνον Τιμόθεε\, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ. Καὶ ἃ ἤκουσας παρʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων\, ταῦτα παράθου πιστοῖς ἀνθρώποις\, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις\, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις\, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν\, ἐκ σπέρματος Δαυίδ\, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν\, ὡς κακοῦργος· ἀλλʼ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς\, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ\, μετὰ δόξης αἰωνίου.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 20:46-47\, 21:1-4\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις\, οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρῖμα. Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους· εἶδε δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτά\, καὶ εἶπεν· ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ\, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλε.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200218
DTEND;VALUE=DATE:20200219
SUMMARY:Λέων Ἐπίσκοπος Ρώμης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 18 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Λέων Ἐπίσκοπος Ρώμης; Ἀγαπητός Ὁμολογητής; Φλαβιανός ὁ ὁμολογητής\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰωάννου α' 3:9-22\nἈδελφοί\, πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ\, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἁμαρτάνειν\, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται. Ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ\, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ. Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπʼ ἀρχῆς\, ἵνα ἀγαπῶμεν ἀλλήλους· οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν\, καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ. Καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; Ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν\, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια. Μὴ θαυμάζετε\, ἀδελφοί μου\, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος· ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν\, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς. Ὁ μὴ ἀγαπῶν τὸν ἀδελφόν\, μένει ἐν τῷ θανάτῳ. Πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν· καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ἑαυτῷ μένουσαν. Ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην\, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς τιθέναι. Ὃς δʼ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου\, καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα\, καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπʼ αὐτοῦ\, πῶς ἡ ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ; Τεκνία μου\, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ\, ἀλλʼ ἐν ἔργῳ καὶ ἀληθείᾳ. Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν\, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὰς καρδίας ἡμῶν\, ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία\, ὅτι μείζων ἐστὶν ὁ θεὸς τῆς καρδίας ἡμῶν\, καὶ γινώσκει πάντα. Ἀγαπητοί\, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν\, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν\, καὶ ὃ ἐὰν αἰτῶμεν\, λαμβάνομεν παρʼ αὐτοῦ\, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν\, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 14:10-42\nΤῷ καιρῷ ἐκείνῳ\, ᾿Ιούδας ὁ ᾿Ισκαριώτης\, εἷς τῶν δώδεκα\, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς. οἱ δὲ ἀκούσαντες ἐχάρησαν\, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι· καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ. Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων\, ὅτε τὸ πάσχα ἔθυον\, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα; καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν πόλιν\, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ\, καὶ ὅπου ἐὰν εἰσέλθῃ\, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστι τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν. καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν\, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς\, καὶ ἡτοίμασαν τὸ πάσχα. Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα· καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ ᾿Ιησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με\, ὁ ἐσθίων μετ᾿ ἐμοῦ. οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ᾿ εἷς· μήτι ἐγώ; καὶ ἄλλος· μήτι ἐγώ; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· εἷς ἐκ τῶν δώδεκα\, ὁ ἐμβαπτόμενος μετ᾿ ἐμοῦ εἰς τὸ τρυβλίον. ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ\, δι᾿ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ὁ ᾿Ιησοῦς ἄρτον εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. καὶ λαβὼν τὸ ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς\, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον. ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. καὶ λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται\, πατάξω τὸν ποιμένακαὶ διασκορπισθήσονται τὰ πρόβατα· ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. ὁ δὲ Πέτρος ἔφη αὐτῷ· καὶ εἰ πάντες σκανδαλισθήσονται\, ἀλλ᾿ οὐκ ἐγώ. καὶ λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. ὁ δὲ Πέτρος ἐκ περισσοῦ ἔλεγε μᾶλλον· ἐάν με δέῃ συναποθανεῖν σοι\, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον. Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ\, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξωμαι. καὶ παραλαμβάνει τὸν Πέτρον καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην μεθ᾿ ἑαυτοῦ\, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖνκαὶ λέγειν αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς\, καὶ προσηύχετο ἵνα\, εἰ δυνατόν ἐστι\, παρέλθῃ ἀπ᾿ αὐτοῦ ἡ ὥρα\, καὶ ἔλεγεν· ἀββᾶ ὁ πατήρ\, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ἀπ᾿ ἐμοῦ τοῦτο· ἀλλ᾿ οὐ τί ἐγὼ θέλω\, ἀλλ᾿ εἴ τι σύ. καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας\, καὶ λέγει τῷ Πέτρῳ· Σίμων\, καθεύδεις; οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι; γρηγορεῖτε καὶ προσεύχεσθε\, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον\, ἡ δὲ σὰρξ ἀσθενής. καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καταβαρυνόμενοι\, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ. καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε! ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν·ἐγείρεσθε\, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200219
DTEND;VALUE=DATE:20200220
SUMMARY:Ἄρχιππος\, Φιλήμων καὶ Ἀπφίας Ἀπόστολοι
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 19 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἄρχιππος\, Φιλήμων καὶ Ἀπφίας Ἀπόστολοι ; Φιλοθέη ἡ Ἀθηναία; Νικήτας ὁ Νέος \n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰωάννου α' 3:21-24\, 4:1-11\nἈγαπητοί\, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν\, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν\, καὶ ὃ ἐὰν αἰτῶμεν\, λαμβάνομεν παρʼ αὐτοῦ\, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν\, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ\, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ\, καὶ ἀγαπῶμεν ἀλλήλους\, καθὼς ἔδωκεν ἐντολήν. Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει\, καὶ αὐτὸς ἐν αὐτῷ. Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν\, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν. Ἀγαπητοί\, μὴ παντὶ πνεύματι πιστεύετε\, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα\, εἰ ἐκ τοῦ θεοῦ ἐστιν· ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. Ἐν τούτῳ γινώσκεται τὸ πνεῦμα τοῦ θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστίν· καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα\, ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου\, ὃ ἀκηκόατε ὅτι ἔρχεται\, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. Ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστέ\, τεκνία\, καὶ νενικήκατε αὐτούς· ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ. Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν\, καὶ ὁ κόσμος αὐτῶν ἀκούει. Ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν θεόν\, ἀκούει ἡμῶν· ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ\, οὐκ ἀκούει ἡμῶν. Ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης. Ἀγαπητοί\, ἀγαπῶμεν ἀλλήλους· ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν\, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται\, καὶ γινώσκει τὸν θεόν. Ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν· ὅτι ὁ θεὸς ἀγάπη ἐστίν. Ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν\, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσμον\, ἵνα ζήσωμεν διʼ αὐτοῦ. Ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη\, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν θεόν\, ἀλλʼ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς\, καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Ἀγαπητοί\, εἰ οὕτως ὁ θεὸς ἠγάπησεν ἡμᾶς\, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾷν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 14:43-72\, 15:1\nΤῷ καιρῷ ἐκείνῳ\, λαλοῦντος τοῦ Ἰησοῦ πρὸς τοὺς μαθητάς\, παραγίνεται ᾿Ιούδας ὁ ᾿Ισκαριώτης\, εἷς τῶν δώδεκα\, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων\, ἀπεσταλμένοι παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ τῶν πρεσβυτέρων. δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω\, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς. καὶ ἐλθὼν εὐθέως προσελθὼν αὐτῷ λέγει· χαῖρε\, ῥαββί\, καὶ κατεφίλησεν αὐτόν. οἱ δὲ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν. Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἤμην ἐν τῷ ἱερῷ διδάσκων\, καὶ οὐκ ἐκρατήσατέ με. ἀλλ᾿ ἵνα πληρωθῶσιν αἱ γραφαί. καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες. Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ\, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι. ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾿ αὐτῶν. Καὶ ἀπήγαγον τὸν ᾿Ιησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως\, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ ᾿Ιησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν\, καὶ οὐχ εὕρισκον· πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ\, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ λέγοντεςὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος\, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτα τὸν ᾿Ιησοῦν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; ὁ δὲ ᾿Ιησοῦς εἶπεν· ἐγώ εἰμι· καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἠκούσατε πάντως τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου. Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· προφήτευσον ἡμῖν τίς ἐστιν ὁ παίσας σε. καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλον. Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως\, καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· καὶ σὺ μετὰ τοῦ ᾿Ιησοῦ τοῦ Ναζαρηνοῦ ἦσθα. ὁ δὲ ἠρνήσατο λέγων· οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον\, καὶ ἀλέκτωρ ἐφώνησε. καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν. ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει. ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὃ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δίς\, ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιε. Καὶ εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον\, δήσαντες τὸν ᾿Ιησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200220
DTEND;VALUE=DATE:20200221
SUMMARY:Λέων Ἐπίσκοπος Κατάνης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 20 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Λέων Ἐπίσκοπος Κατάνης; Ἀγάθων Πάπας Ρώμης; Βησσαρίων ὁ Μέγας; Σαδὼκ ὁ Ἱερομάρτυρας καὶ οἱ σὺν αὐτῷ; Πλωτίνος\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰωάννου α' 4:20-21\, 5:1-21\nἈδελφοί\, ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν θεόν\, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ\, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν\, τὸν θεὸν ὃν οὐχ ἑώρακεν πῶς δύναται ἀγαπᾷν; Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπʼ αὐτοῦ\, ἵνα ὁ ἀγαπῶν τὸν θεόν\, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός\, ἐκ τοῦ θεοῦ γεγέννηται· καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. Ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ\, ὅταν τὸν θεὸν ἀγαπῶμεν\, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ\, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν. Ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον\, ἡ πίστις ἡμῶν. Τίς ἐστιν ὁ νικῶν τὸν κόσμον\, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ; Οὗτός ἐστιν ὁ ἐλθὼν διʼ ὕδατος καὶ αἵματος\, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον\, ἀλλʼ ἐν τῷ ὕδατι καὶ τῷ αἵματι. Καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν\, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια. Ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες\, τὸ πνεῦμα\, καὶ τὸ ὕδωρ\, καὶ τὸ αἷμα· καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν\, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν· ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ\, ἥν μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν αὐτῷ· ὁ μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν\, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν\, ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ. Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία\, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ θεός\, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν. Ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει. Ταῦτα ἔγραψα ὑμῖν τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ\, ἵνα εἰδῆτε ὅτι ζωὴν αἰώνιον ἔχετε\, καὶ ἵνα πιστεύητε εἰς τὸ ὄνομα τοῦ ὑιοῦ τοῦ θεοῦ. Καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν\, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ\, ἀκούει ἡμῶν· καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν\, ὃ ἐὰν αἰτώμεθα\, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν παρʼ αὐτοῦ. Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον\, αἰτήσει\, καὶ δώσει αὐτῷ ζωήν τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον. Ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ. Πᾶσα ἀδικία ἁμαρτία ἐστίν· καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον. Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει· ἀλλʼ ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ ἐαυτόν\, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. Οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν\, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται. Οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει\, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ\, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς θεός\, καὶ ζωὴ αἰώνιος. Τεκνία\, φυλάξατε ἑαυτὰ ἀπὸ τῶν εἰδώλων. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 15:1-15\nΤῷ καιρῷ ἐκείνῳ\, συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον\, δήσαντες τὸν ᾿Ιησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ. καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· σὺ εἶ ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· σὺ λέγεις. καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά\, αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο. ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου καταμαρτυροῦσιν. ὁ δὲ ᾿Ιησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη\, ὥστε θαυμάζειν τὸν Πιλᾶτον. Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον\, ὅνπερ ᾐτοῦντο. ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν συστασιαστῶν δεδεμένος\, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς. ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν ᾿Ιουδαίων; ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. ὁ δὲ Πιλᾶτος ἀποκριθεὶς πάλιν εἶπεν αὐτοῖς· τί οὖν θέλετε ποιήσω ὃν λέγετε τὸν βασιλέα τῶν ᾿Ιουδαίων; οἱ δὲ πάλιν ἔκραξαν· σταύρωσον αὐτόν. ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· τί γὰρ ἐποίησε κακόν; οἱ δὲ περισσοτέρως ἔκραξαν· σταύρωσον αὐτόν. ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι\, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν\, καὶ παρέδωκε τὸν ᾿Ιησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200221
DTEND;VALUE=DATE:20200222
SUMMARY:Ὅσιος Τιμόθεος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 21 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ὅσιος Τιμόθεος; Ἰωάννης Πατριάρχης Κωνσταντινουπόλεως; Εὐστάθιος Ἀντιοχείας ; Ζαχαρίου πατριάρχου Ιεροσολύμων\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰωάννου β' 1:1-13\nὉ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς\, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ\, καὶ οὐκ ἐγὼ μόνος\, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν\, διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν\, καὶ μεθʼ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· ἔσται μεθʼ ἡμῶν χάρις\, ἔλεος\, εἰρήνη παρὰ θεοῦ πατρός\, καὶ παρὰ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός\, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ. Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ\, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. Καὶ νῦν ἐρωτῶ σε\, κυρία\, οὐχ ὡς ἐντολὴν γράφων σοι καινήν\, ἀλλὰ ἣν εἴχομεν ἀπʼ ἀρχῆς\, ἵνα ἀγαπῶμεν ἀλλήλους. Καὶ αὕτη ἐστὶν ἡ ἀγάπη\, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. Αὕτη ἐστιν ἡ ἐντολή\, καθὼς ἠκούσατε ἀπʼ ἀρχῆς\, ἵνα ἐν αὐτῇ περιπατῆτε. Ὅτι πολλοὶ πλάνοι εἰσῆλθόν εἰς τὸν κόσμον\, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί. Οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. Βλέπετε ἑαυτούς\, ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα\, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν. Πᾶς ὁ παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ\, θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ\, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. Εἴ τις ἔρχεται πρὸς ὑμᾶς\, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει\, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν\, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· ὁ γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς. Πολλὰ ἔχων ὑμῖν γράφειν\, οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος· ἀλλὰ ἐλπίζω ἐλθεῖν πρὸς ὑμᾶς\, καὶ στόμα πρὸς στόμα λαλῆσαι\, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη. Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 15:20\, 22\, 25\, 33-41\nΤῷ καιρῷ ἐκείνῳ\, οἱ στρατιῶται παραλαβόντες τὸν Ἰησοῦν\, ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν. Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον\, ὅ ἐστι μεθερμηνευόμενον κρανίου τόπος. ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. Γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης· καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ ᾿Ιησοῦς φωνῇ μεγάλῃ λέγων· ᾿Ελωῒ ᾿Ελωΐ\, λιμᾶ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον\, ὁ Θεός μου ὁ Θεός μου\, εἰς τί με ἐγκατέλιπες; καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· ἴδε ᾿Ηλίαν φωνεῖ. δραμὼν δὲ εἷς καὶ γεμίσας σπόγγον ὄξους περιθείς τε καλάμῳ ἐπότιζεν αὐτὸν λέγων· ἄφετε ἴδωμεν εἰ ἔρχεται ᾿Ηλίας καθελεῖν αὐτόν. ὁ δὲ ᾿Ιησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε. Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. ᾿Ιδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν\, εἶπεν· ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν Θεοῦ. ῏Ησαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι\, ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου τοῦ μικροῦ καὶ ᾿Ιωσῆ μήτηρ\, καὶ Σαλώμη\, αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ\, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς ῾Ιεροσόλυμα.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200222
DTEND;VALUE=DATE:20200223
SUMMARY:Ψυχοσάββατον
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 22 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ψυχοσάββατον; Μνήμη τῶν λειψάνων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου; Θαλάσσιος καὶ Βαραδάτος; Μαρτύρων Ανθούσης\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Θεσσαλονικεῖς α' 4:13-17\nἈδελφοί\, οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων\, ἵνα μὴ λυπῆσθε\, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη\, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου\, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου\, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι\, ἐν φωνῇ ἀρχαγγέλου\, καὶ ἐν σάλπιγγι θεοῦ\, καταβήσεται ἀπʼ οὐρανοῦ\, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον· ἔπειτα ἡμεῖς οἱ ζῶντες\, οἱ περιλειπόμενοι\, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 21:8-9\, 25-27\, 33-36\nΕἶπεν ὁ Κύριος· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι καὶ ὁ καιρὸς ἤγγικε. μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν. ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας\, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον\, ἀλλ᾿ οὐκ εὐθέως τὸ τέλος. Καὶ ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις\, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου\, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται\, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιοτικαῖς\, καὶ αἰφνίδιος ἐφ᾿ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη· ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι ἵνα καταξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200223
DTEND;VALUE=DATE:20200224
SUMMARY:Κυριακή τῆς Ἀπόκρεω
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 23 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή τῆς Ἀπόκρεω; Πολύκαρπος Ἱερομάρτυς; Προτέριος Ἀρχιεπίσκοπος Αλεξανδρείας; Γοργονία ἡ δικαία; Δαμιανός; Μποϊζὶλ ἐκ Σκωτίας\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Μᾶρκον 16:9-20\n᾿Αναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ\, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις\, πενθοῦσι καὶ κλαίουσι. κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς\, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ\, πορευομένοις εἰς ἀγρόν. κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. ῞Υστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη\, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν\, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται\, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν\, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι\, καὶ καλῶς ἕξουσιν. ῾Ο μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ\, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. ἀμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 8:8-13\, 9:1-2\nἈδελφοί\, βρῶμα ἡμᾶς οὐ παρίστησιν τῷ θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν\, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα. Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον\, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει\, διʼ ὃν Χριστὸς ἀπέθανεν; Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφούς\, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν\, εἰς Χριστὸν ἁμαρτάνετε. Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου\, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα\, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Οὐκ εἰμὶ ἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος; Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν κύριον ἡμῶν ἑώρακα; Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ; Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος\, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 25:31-46\nΕἶπεν ὁ Κύριος· Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾿ αὐτοῦ\, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ\, καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη\, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων\, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ\, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου\, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ἐπείνασα γάρ\, καὶ ἐδώκατέ μοι φαγεῖν\, ἐδίψησα\, καὶ ἐποτίσατέ με\, ξένος ἤμην\, καὶ συνηγάγετέ με\, γυμνός\, καὶ περιεβάλετέ με\, ἠσθένησα\, καὶ ἐπεσκέψασθέ με\, ἐν φυλακῇ ἤμην\, καὶ ἤλθετε πρός με. τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε\, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν\, ἢ διψῶντα καὶ ἐποτίσαμεν; πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν\, ἢ γυμνὸν καὶ περιεβάλομεν; πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ\, καὶ ἤλθομεν πρός σε; καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν\, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων\, ἐμοὶ ἐποιήσατε. τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ᾿ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. ἐπείνασα γάρ\, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν\, ἐδίψησα\, καὶ οὐκ ἐποτίσατέ με\, ξένος ἤμην\, καὶ οὐ συνηγάγετέ με\, γυμνός\, καὶ οὐ περιεβάλετέ με\, ἀσθενὴς καὶ ἐν φυλακῇ\, καὶ οὐκ ἐπεσκέψασθέ με. τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε\, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ\, καὶ οὐ διηκονήσαμέν σοι; τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν\, ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων\, οὐδὲ ἐμοὶ ἐποιήσατε. καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον\, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200224
DTEND;VALUE=DATE:20200225
SUMMARY:Εὕρεση Τιμίας Κεφαλῆς Ἁγίου Ιωάννου Προδρόμου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 24 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Εὕρεση Τιμίας Κεφαλῆς Ἁγίου Ιωάννου Προδρόμου; Ρωμανός\, πρίγκηπας τοῦ Οὒγλιχ; Μποϊζὶλ ἐκ Σκωτίας; \n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου\, οίνου\, γαλακτοκομικών και αυγών)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 7:17-30\nΤῷ καιρῷ ἐκείνῳ\, ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ ᾿Ιουδαίᾳ περὶ αὐτοῦ καὶ ἐν πάσῃ τῇ περιχώρῳ. Καὶ ἀπήγγειλαν ᾿Ιωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ ᾿Ιωάννης ἔπεμψε πρὸς τὸν ᾿Ιησοῦν λέγων· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον· ᾿Ιωάννης ὁ βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρός σε λέγων· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν\, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν.καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε ᾿Ιωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι\, λεπροὶ καθαρίζονται\, κωφοὶ ἀκούουσι\, νεκροὶ ἐγείρονται\, πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. ἀπελθόντων δὲ τῶν μαθητῶν ᾿Ιωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ ᾿Ιωάννου· τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν\, καὶ περισσότερον προφήτου. οὗτός ἐστι περὶ οὗ γέγραπται\, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου\, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· λέγω γὰρ ὑμῖν\, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης ᾿Ιωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστι. καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεόν\, βαπτισθέντες τὸ βάπτισμα ᾿Ιωάννου· οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς\, μὴ βαπτισθέντες ὑπ᾿ αὐτοῦ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 4:6-15\nἈδελφοί\, ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι\, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν\, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ\, καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι\, ἀλλʼ οὐ στενοχωρούμενοι· ἀπορούμενοι\, ἀλλʼ οὐκ ἐξαπορούμενοι· διωκόμενοι\, ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι\, ἀλλʼ οὐκ ἀπολλύμενοι· πάντοτε τὴν νέκρωσιν τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται\, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως\, κατὰ τὸ γεγραμμένον\, Ἐπίστευσα\, διὸ ἐλάλησα\, καὶ ἡμεῖς πιστεύομεν\, διὸ καὶ λαλοῦμεν· εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ\, καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα διʼ ὑμᾶς\, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 11:2-15\nΤῷ καιρῷ ἐκείνῳ\, ἀκούσας ὁ ᾿Ιωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ\, πέμψας δύο τῶν μαθητῶν αὐτοῦεἶπεν αὐτῷ· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε ᾿Ιωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι\, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσι\, νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Τούτων δὲ πορευομένων ἤρξατο ὁ ᾿Ιησοῦς λέγειν τοῖς ὄχλοις περὶ ᾿Ιωάννου· τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν\, καὶ περισσότερον προφήτου. οὗτος γάρ ἐστι περὶ οὗ γέγραπται· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου\, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. ἀμὴν λέγω ὑμῖν\, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων ᾿Ιωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. ἀπὸ δὲ τῶν ἡμερῶν ᾿Ιωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται\, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως ᾿Ιωάννου προεφήτευσαν. καὶ εἰ θέλετε δέξασθαι\, αὐτός ἐστιν ᾿Ηλίας ὁ μέλλων ἔρχεσθαι. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.\n\n \n\n \n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200225
DTEND;VALUE=DATE:20200226
SUMMARY:Ταράσιος Πατριάρχης Κωνσταντινουπόλεως
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 25 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ταράσιος Πατριάρχης Κωνσταντινουπόλεως; Ρηγῖνος\, Ἐπίσκοπος Σκοπέλου; Ἀλέξανδρος τῆς Θράκης\, Μάρτυς; Οσίου Μαρκέλλου επισκόπου Αιπείας Κύπρου.\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου\, οίνου\, γαλακτοκομικών και αυγών)\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰούδα 1:1-10\n Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος\, ἀδελφὸς δὲ Ἰακώβου\, τοῖς ἐν θεῷ πατρὶ ἠγίασμένοις\, καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις\, κλητοῖς· ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη. Ἀγαπητοί\, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας\, ἀνάγκην ἔσχον γράψαι ὑμῖν\, παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. Παρεισέδυσαν γάρ τινες ἄνθρωποι\, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα\, ἀσεβεῖς\, τὴν τοῦ θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν\, καὶ τὸν μόνον δεσπότην θεόν καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι. Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι\, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο\, ὅτι ὁ κύριος\, λαὸν ἐκ γῆς Αἰγύπτου σώσας\, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν. Ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν\, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον\, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν. Ὡς Σόδομα καὶ Γόμορρα\, καὶ αἱ περὶ αὐτὰς πόλεις\, τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι\, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας\, πρόκεινται δεῖγμα\, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν\, κυριότητα δὲ ἀθετοῦσιν\, δόξας δὲ βλασφημοῦσιν. Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος\, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος\, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας\, ἀλλʼ εἶπεν\, Ἐπιτιμήσαι σοι κύριος. Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς\, ὡς τὰ ἄλογα ζῷα\, ἐπίστανται\, ἐν τούτοις φθείρονται.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 22:39-42\, 45-71\, 23:1\nΤῷ καιρῷ ἐκείνῳ\, ἐξελθὼν ὁ Ἰησοῦς ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾿ αὐτῶν ὡσεὶ λίθου βολήν\, καὶ θεὶς τὰ γόνατα προσηύχετο λέγων· πάτερ\, εἰ βούλει παρενεγκεῖν τοῦτο τὸ ποτήριον ἀπ᾿ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου\, ἀλλὰ τὸ σὸν γινέσθω. καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς\, ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης\, καὶ εἶπεν αὐτοῖς· τί καθεύδετε; ἀναστάντες προσεύχεσθε\, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.\n\n῎Ετι δὲ αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος\, καὶ ὁ λεγόμενος ᾿Ιούδας\, εἷς τῶν δώδεκα\, προῆγεν αὐτούς\, καὶ ἤγγισε τῷ ᾿Ιησοῦ φιλῆσαι αὐτόν· τοῦτο γὰρ σημεῖον δεδώκει αὐτοῖς· ὃν ἂν φιλήσω\, αὐτός ἐστιν. ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ᾿Ιούδα\, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ· Κύριε\, εἰ πατάξομεν ἐν μαχαίρᾳ; καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν. ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν· ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦ ἰάσατο αὐτόν. εἶπε δὲ ὁ ᾿Ιησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾿ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων. καθ᾿ ἡμέραν ὄντος μου μεθ᾿ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾿ ἐμέ. ἀλλ᾿ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.\n\nΣυλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τοῦ ἀρχιερέως. ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. ἁψάντων δὲ πυρὰν ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων αὐτῶν ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν. ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπε· καὶ οὗτος σὺν αὐτῷ ἦν. ὁ δὲ ἠρνήσατο λέγων· γύναι\, οὐκ οἶδα αὐτόν. καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· καὶ σὺ ἐξ αὐτῶν εἶ. ὁ δὲ Πέτρος εἶπεν· ἄνθρωπε\, οὐκ εἰμί. καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διισχυρίζετο λέγων· ἐπ᾿ ἀληθείας καὶ οὗτος μετ᾿ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν. εἶπε δὲ ὁ Πέτρος· ἄνθρωπε\, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα\, ἔτι λαλοῦντος αὐτοῦ\, ἐφώνησεν ἀλέκτωρ. καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψε τῷ Πέτρῳ\, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ Κυρίου\, ὡς εἶπεν αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι ἀπαρνήσῃ με τρίς· καὶ ἐξελθὼν ἔξω ὁ Πέτρος ἔκλαυσε πικρῶς. Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν ᾿Ιησοῦν ἐνέπαιζον αὐτῷ δέροντες\, καὶ περικαλύψαντες αὐτὸν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτὸν λέγοντες· προφήτευσον τίς ἐστιν ὁ παίσας σε; καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.\n\nΚαὶ ὡς ἐγένετο ἡμέρα\, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ\, ἀρχιερεῖς καὶ γραμματεῖς\, καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον ἑαυτῶν λέγοντες· εἰ σὺ εἶ ὁ Χριστός\, εἰπὲ ἡμῖν. εἶπε δὲ αὐτοῖς· ἐὰν ὑμῖν εἴπω\, οὐ μὴ πιστεύσητε\, ἐὰν δὲ καὶ ἐρωτήσω\, οὐ μὴ ἀποκριθῆτέ μοι ἢ ἀπολύσητε· ἀπὸ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ. εἶπον δὲ πάντες· σὺ οὖν εἶ ὁ υἱὸς τοῦ Θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. οἱ δὲ εἶπον· τί ἔτι χρείαν ἔχομεν μαρτυρίας; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ. Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200226
DTEND;VALUE=DATE:20200227
SUMMARY:Πορφύριος\, Ἐπίσκοπος Γάζης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 26 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Πορφύριος\, Ἐπίσκοπος Γάζης; Φωτεινή Μάρτυς; Θεόκλητος Μάρτυς; Ιωάννου του Κάλφα\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου\, οίνου\, γαλακτοκομικών και αυγών)\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἰωήλ 4:12-21\nἘξεγειρέσθωσαν καὶ ἀναβαινέτωσαν πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα ᾿Ιωσαφάτ\, διότι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη κυκλόθεν. ἐξαποστείλατε δρέπανα\, ὅτι παρέστηκεν ὁ τρυγητός· εἰσπορεύεσθε\, πατεῖτε\, διότι πλήρης ἡ ληνός· ὑπερεκχεῖτε τὰ ὑπολήνια\, ὅτι πεπλήθυνται τὰ κακὰ αὐτῶν. ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης\, ὅτι ἐγγὺς ἡμέρα Κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης. ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι\, καὶ οἱ ἀστέρες δύσουσι φέγγος αὐτῶν. ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακεκράξεται καὶ ἐξ ῾Ιερουσαλὴμ δώσει φωνὴν αὐτοῦ\, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ· ὁ δὲ Κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ\, καὶ ἐνισχύσει τοὺς υἱοὺς ᾿Ισραήλ. καὶ ἐπιγνώσεσθε\, διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ὁ κατασκηνῶν ἐν Σιὼν ὄρει ἁγίῳ μου· καὶ ἔσται ῾Ιερουσαλὴμ ἁγία\, καὶ ἀλλογενεῖς οὐ διελεύσονται δι᾿ αὐτῆς οὐκέτι. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν\, καὶ οἱ βουνοὶ ρυήσονται γάλα\, καὶ πᾶσαι αἱ ἀφέσεις ᾿Ιούδα ρυήσονται ὕδατα\, καὶ πηγὴ ἐξ οἴκου Κυρίου ἐξελεύσεται καὶ ποτιεῖ τὸν χειμάρρουν τῶν σχοίνων. Αἴγυπτος εἰς ἀφανισμὸν ἔσται\, καὶ ἡ ᾿Ιδουμαία εἰς πεδίον ἀφανισμοῦ ἔσται ἐξ ἀδικιῶν υἱῶν ᾿Ιούδα\, ἀνθ᾿ ὧν ἐξέχεαν αἷμα δίκαιον ἐν τῇ γῇ αὐτῶν. ἡ δὲ ᾿Ιουδαία εἰς τὸν αἰῶνα κατοικηθήσεται καὶ ῾Ιερουσαλὴμ εἰς γενεὰς γενεῶν. καὶ ἐκζητήσω τὸ αἷμα αὐτῶν καὶ οὐ μὴ ἀθωώσω\, καὶ Κύριος κατασκηνώσει ἐν Σιών.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἰωήλ 2:12-26\nΚαὶ νῦν λέγει Κύριος ὁ Θεὸς ὑμῶν· ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ· καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν\, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστί\, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. τίς οἶδεν εἰ ἐπιστρέψει καὶ μετανοήσει καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν καὶ θυσίαν καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ὑμῶν;\n\nΣαλπίσατε σάλπιγγι ἐν Σιών\, ἁγιάσατε νηστείαν\, κηρύξατε θεραπείαν\, συναγάγετε λαόν\, ἁγιάσατε ἐκκλησίαν\, ἐκλέξασθε πρεσβυτέρους\, συναγάγετε νήπια θηλάζοντα μαστούς\, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς.\n\nἈνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες τῷ Κυρίῳ καὶ ἐροῦσι· φεῖσαι\, Κύριε\, τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη\, ὅπως μὴ εἴπωσιν ἐν τοῖ ἔθνεσι· ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;\n\nΚαὶ ἐζήλωσε Κύριος τὴν γῆν αὐτοῦ καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. καὶ ἀπεκρίθη Κύριος καὶ εἶπε τῷ λαῷ αὐτοῦ·\n\nἸδοὺ ἐγὼ ἐξαποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον\, καὶ ἐμπλησθήσεσθε αὐτῶν\, καὶ οὐ δώσω ὑμᾶς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι· καὶ τὸν ἀπὸ Βορρᾶ ἐκδιώξω ἀφ᾿ ὑμῶν καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην\, καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ\, καὶ ἀναβήσεται ὁ βρόμος αὐτοῦ\, ὅτι ἐμεγάλυνε τὰ ἔργα αὐτοῦ.\n\nΘάρσει\, γῆ\, χαῖρε καὶ εὐφραίνου\, ὅτι ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι. θαρσεῖτε\, κτήνη τοῦ πεδίου\, ὅτι βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου\, ὅτι ξύλον ἤνεγκε τὸν καρπὸν αὐτοῦ\, συκῆ καὶ ἄμπελος ἔδωκαν τὴν ἰσχὺν αὐτῶν.\n\nΚαὶ τὰ τέκνα Σιών\, χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ τῷ Κυρίῳ Θεῷ ὑμῶν\, διότι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην καὶ βρέξει ὑμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον καθὼς ἔμπροσθεν.\n\nΚαὶ πλησθήσονται αἱ ἅλωνες σίτου\, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου. καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν ὧν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπη\, ἡ δύναμίς μου ἡ μεγάλη\, ἣν ἐξαπέστειλα εἰς ὑμᾶς.\n\nΚαὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλησθήσεσθε καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν\, ἃ ἐποίησε μεθ᾿ ὑμῶν εἰς θαυμάσια\, καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα·\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200227
DTEND;VALUE=DATE:20200228
SUMMARY:Προκόπιος Ὁμολογητής
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 27 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Προκόπιος Ὁμολογητής; Ραφαήλ\, ἐπίσκοπος τοῦ Μπρούκλην; Ὅσιος Στέφανος τῶν Ἀρματίου; Γελάσιος ὁ Μάρτυρας; Νήσιος ὁ Μάρτυρας\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου\, οίνου\, γαλακτοκομικών και αυγών)\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰούδα 1:11-25\nἈγαπητοί\, οὐαὶ αὐτοῖς\, ὅτι τῇ ὁδῷ τοῦ Κάῑν ἐπορεύθησαν\, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν\, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο. Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες\, συνευωχούμενοι ἀφόβως\, ἑαυτοὺς ποιμαίνοντες\, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι\, δένδρα φθινοπωρινά\, ἄκαρπα\, δὶς ἀποθανόντα\, κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τάς ἑαυτῶν αἰσχύνας\, ἀστέρες πλανῆται\, οἷς ὁ ζόφος τοῦ σκότους εἰς τόν αἰῶνα τετήρηται. Προεφήτευσε δέ καί τούτοις ἕβδομος ἀπό Ἀδάμ Ἐνώχ λέγων· ἰδού ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ\, ποιῆσαι κρίσιν κατά πάντων καί ἐλέγξαι πάντας τούς ἀσεβεῖς αὐτῶν περί πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καί περί πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ' αὐτοῦ ἁμαρτωλοί ἀσεβεῖς. Οὗτοί εἰσι γογγυσταί\, μεμψίμοιροι\, κατά τάς ἐπιθυμίας αὐτῶν πορευόμενοι\, καί τό στόμα αὐτῶν λαλεῖ ὑπέρογκα\, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν. Ὑμεῖς δέ\, ἀγαπητοί\, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπό τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται κατά τάς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες\, ψυχικοί\, Πνεῦμα μή ἔχοντες. Ὑμεῖς δέ\, ἀγαπητοί\, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς\, ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι\, ἑαυτούς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε\, προσδεχόμενοι τό ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, εἰς ζωήν αἰώνιον. Καί οὕς μέν ἐλεεῖτε διακρινόμενοι\, οὕς δέ ἐν φόβῳ σώζετε ἐκ τοῦ πυρός ἁρπάζοντες\, μισοῦντες καί τόν ἀπό τῆς σαρκός ἐσπιλωμένον χιτῶνα. Τῷ δέ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καί στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει\, μόνῳ σοφῷ Θεῷ σωτῆρι ἡμῶν\, δόξα καί μεγαλωσύνη\, κράτος καί ἐξουσία καί νῦν καί εἰς πάντας τούς αἰῶνας· ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 23:1-31\, 33\, 44-56\nΤῷ καιρῷ ἐκείνῳ\, ἤγαγον τὸν Ἰησοῦν οἰ ἀπχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐπὶ τὸν Πιλᾶτον. Ἤἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι\, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι. ὁ δὲ Πιλᾶτος ἐπηρώτησεν αὐτὸν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· σὺ λέγεις. ὁ δὲ Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους ὅτι οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾿ ὅλης τῆς ᾿Ιουδαίας\, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι\, καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας ῾Ηρῴδου ἐστίν\, ἀνέπεμψεν αὐτὸν πρὸς ῾Ηρῴδην\, ὄντα καὶ αὐτὸν ἐν ῾Ιεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. ὁ δὲ ῾Ηρῴδης ἰδὼν τὸν ᾿Ιησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανοῦ θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν αὐτὸν πολλὰ περὶ αὐτοῦ\, καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ᾿ αὐτοῦ γινόμενον. ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. εἱστήκεισαν δὲ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. ἐξουθενήσας δὲ αὐτὸν ὁ ῾Ηρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας\, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. ἐγένοντο δὲ φίλοι ὅ τε ῾Ηρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾿ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.\n\nΠιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἶπε πρὸς αὐτούς· προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν\, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾿ αὐτοῦ. ἀλλ᾿ οὐδὲ ῾Ηρῴδης· ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ. παιδεύσας οὖν αὐτὸν ἀπολύσω. ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· αἶρε τοῦτον\, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν· ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς τὴν φυλακήν. πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησε\, θέλων ἀπολῦσαι τὸν ᾿Ιησοῦν. οἱ δὲ ἐπεφώνουν λέγοντες· σταύρωσον σταύρωσον αὐτόν. ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς· τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν ἄξιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι\, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων. ὁ δὲ Πιλᾶτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν\, ἀπέλυσε δὲ αὐτοῖς τὸν Βαραββᾶν τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακήν\, ὃν ᾐτοῦντο\, τὸν δὲ ᾿Ιησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν.\n\nΚαὶ ὡς ἀπήγαγον αὐτόν\, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου\, ἐρχομένου ἀπ᾿ ἀγροῦ\, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὀπίσω τοῦ ᾿Ιησοῦ. ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν\, αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. στραφεὶς δὲ πρὸς αὐτὰς ὁ ᾿Ιησοῦς εἶπε· θυγατέρες ῾Ιερουσαλήμ\, μὴ κλαίετε ἐπ᾿ ἐμέ\, πλὴν ἐφ᾿ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι· μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν\, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν. τότε ἄρξονται λέγειν τοῖς ὄρεσι\, πέσετε ἐφ᾿ ἡμᾶς\, καὶ τοῖς βουνοῖς\, καλύψατε ἡμᾶς· ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν\, ἐν τῷ ξηρῷ τί γένηται; Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον\, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους\, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν.\n\n \n\n῏Ην δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης\, τοῦ ἡλίου ἐκλείποντος\, καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον· καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ ᾿Ιησοῦς εἶπε· πάτερ\, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν. ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασε τὸν Θεὸν λέγων· ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην\, θεωροῦντες τὰ γενόμενα\, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν\, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας\, ὁρῶσαι ταῦτα.\n\nΚαὶ ἰδοὺ ἀνὴρ ὀνόματι ᾿Ιωσήφ\, βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος - οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν - ἀπὸ ᾿Αριμαθαίας πόλεως τῶν ᾿Ιουδαίων\, ὃς προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ\, οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ ᾿Ιησοῦ\, καὶ καθελὼν αὐτὸ ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ\, οὗ οὐκ ἦν οὐδεὶς οὐδέπω κείμενος· καὶ ἡμέρα ἦν παρασκευή\, σάββατον ἐπέφωσκε. Κατακολουθήσασαι δὲ αἱ γυναῖκες\, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας\, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ\, ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200228
DTEND;VALUE=DATE:20200229
SUMMARY:Βασίλειος Ὁμολογητής
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 28 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Βασίλειος Ὁμολογητής; Κυράννα Νεομάρτυς; Ὁσιομάρτυρος Ἰωνᾶς τοῦ Λερίου\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου\, οίνου\, γαλακτοκομικών και αυγών)\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ζαχαρίας 8:7-17\nΤάδε λέγει Κύριος παντοκράτωρ· ἰδοὺ ἐγὼ σῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσῳ ῾Ιερουσαλήμ\, καὶ ἔσονται ἐμοὶ εἰς λαόν\, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ. τάδε λέγει Κύριος παντοκράτωρ· κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν\, ἀφ᾿ ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου παντοκράτορος\, καὶ ὁ ναὸς ἀφ᾿ οὗ ᾠκοδόμηται. διότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν\, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει\, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως· καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους\, ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ. καὶ νῦν οὐ κατὰ τάς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου\, λέγει Κύριος παντοκράτωρ\, ἀλλ᾿ ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς\, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς\, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ\, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου τούτου ταῦτα πάντα. καὶ ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν ὁ οἶκος ᾿Ιούδα καὶ οἶκος ᾿Ισραήλ\, οὕτως διασώσω ὑμᾶς καὶ ἔσεσθε ἐν εὐλογίᾳ· θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν. διότι τάδε λέγει Κύριος παντοκράτωρ· ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν\, λέγει Κύριος παντοκράτωρ\, καὶ οὐ μετενόησα\, οὕτως παρατέταγμαι καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν ῾Ιερουσαλὴμ καὶ τὸν οἶκον ᾿Ιούδα· θαρσεῖτε. οὗτοι οἱ λόγοι\, οὓς ποιήσετε· λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ\, ἀλήθειαν καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ταῖς πύλαις ὑμῶν\, καί ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε\, διότι ταῦτα πάντα ἐμίσησα\, λέγει Κύριος παντοκράτωρ.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ζαχαρίας 8:19-23\nΤάδε λέγει Κύριος παντοκράτωρ· νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ ᾿Ιούδα εἰς χαρὰν καὶ εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθάς\, καὶ εὐφρανθήσεσθε\, καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε. τάδε λέγει Κύριος παντοκράτωρ· ἔτι ἥξουσι λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλάς\, καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν λέγοντες· πορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος· πορεύσομαι κἀγώ. καὶ ἥξουσι λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος ἐν ῾Ιερουσαλὴμ καὶ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου. τάδε λέγει Κύριος παντοκράτωρ· ἐν ταῖς ἡμέραις ἐκείναις\, ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς ᾿Ιουδαίου λέγοντες· πορευσόμεθα μετὰ σοῦ\, διότι ἀκηκόαμεν ὅτι ὁ Θεὸς μεθ᾿ ὑμῶν ἐστι.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200229
DTEND;VALUE=DATE:20200301
SUMMARY:Σάββατον τῆς Τυροφάγου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 29 Φεβρουαρίου 2020\n\nἍγιοι καὶ ἑορταί: Σάββατον τῆς Τυροφάγου; Ὅσιος Κασιανὸς Ὁ Ρομαῖος\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου\, οίνου\, γαλακτοκομικών και αυγών)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 5:22-26\, 6:1-2\nἈδελφοί\, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη\, χαρά\, εἰρήνη\, μακροθυμία\, χρηστότης\, ἀγαθωσύνη\, πίστις\, πρᾳότης\, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. Οἱ δὲ τοῦ Χριστοῦ\, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι\, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι\, ἀλλήλους προκαλούμενοι\, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί\, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι\, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος\, σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε\, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 6:1-13\nΕἶπεν ὁ Κύριος· Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε\, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. ῞Οταν οὖν ποιῇς ἐλεημοσύνην\, μὴ σαλπίσῃς ἔμπροσθέν σου\, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις\, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν\, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου\, ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ\, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Καὶ ὅταν προσεύχῃ\, οὐκ ἔσῃ ὥσπερ οἱ ὑποκριταί\, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι\, ὅπως ἂν φανῶσι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. σὺ δὲ ὅταν προσεύχῃ\, εἴσελθε εἰς τὸ ταμιεῖόν σου\, καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ\, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Προσευχόμενοι δὲ μὴ βαττολογήσητε ὥσπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου\, ὡς ἐν οὐρανῷ\, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν\, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν\, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200301
DTEND;VALUE=DATE:20200302
SUMMARY:Κυριακή τῆς Τυροφάγου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 1 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή τῆς Τυροφάγου; Εὐδοκία Ὁσιομάρτυς; Μάρτυς Ἀντωνίνα; Δαβὶδ ὁ Ἀρχιεπίσκοπος\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου\, οίνου\, γαλακτοκομικών και αυγών)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 24:1-12\nΚαὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν\, Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα\, καί τινες σὺν αὐταῖς. εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου\, καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου ᾿Ιησοῦ. καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε\, ἀλλ᾿ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ\, λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι\, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ\, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ ᾿Ιωάννα καὶ Μαρία ᾿Ιακώβου καὶ οἱ λοιπαὶ σὺν αὐταῖς\, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν\, καὶ ἠπίστουν αὐταῖς. ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον\, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα\, καὶ ἀπῆλθε πρὸς ἑαυτόν\, θαυμάζων τὸ γεγονός.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 13:11-14\, 14:1-4\nἈδελφοί\, νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. Ἡ νὺξ προέκοψεν\, ἡ δὲ ἡμέρα ἤγγικεν· ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους\, καί ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. Ὡς ἐν ἡμέρᾳ\, εὐσχημόνως περιπατήσωμεν\, μὴ κώμοις καὶ μέθαις\, μὴ κοίταις καὶ ἀσελγείαις\, μὴ ἔριδι καὶ ζήλῳ. Ἀλλʼ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν\, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε\, εἰς ἐπιθυμίας. Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε\, μὴ εἰς διακρίσεις διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα\, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω\, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. Σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ θεὸς στῆσαι αὐτόν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 6:14-21\nΕἶπεν ὁ Κύριος· ᾿Εὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν\, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν\, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν. ῞Οταν δὲ νηστεύητε\, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι\,ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων\, ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ\, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς\, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει\, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ\, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει\, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν\, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200302
DTEND;VALUE=DATE:20200303
SUMMARY:Δευτέρα Α΄ τῶν Νηστειῶν
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 2 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἡσύχιος ὁ Συγκλητικός; Νικόλαος Πλανᾶς; Ἀνδρόνικος καί Ἀθανασία\, Μάρτυρες; Θεοδότου επισκόπου Κυρήνειας της Κύπρου ; Ἰωακείμ Βατοπαιδινοῦ ὁ ἐπονομαζομένος Παπουλάκη; Εὐθαλία ἡ Παρθενομάρτυς; Τσὰντ ἐκ Σκωτίας\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 1:1-20\n῞Ορασις\, ἣν εἶδεν ῾Ησαΐας υἱὸς ᾿Αμώς\, ἣν εἶδε κατὰ τῆς ᾿Ιουδαίας καὶ κατὰ ῾Ιερουσαλὴμ ἐν βασιλεία ᾿Οζίου καὶ ᾿Ιωάθαμ καὶ ῎Αχαζ καὶ ᾿Εζεκίου\, οἵ ἐβασίλευσαν τῆς ᾿Ιουδαίας. ῎Ακουε οὐρανὲ καὶ ἐνωτίζου γῆ\, ὅτι Κύριος ἐλάλησεν· υἱοὺς ἐγέννησα καὶ ὕψωσα\, αὐτοὶ δέ με ἠθέτησαν. ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· ᾿Ισραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν.\n\n οὐαὶ ἔθνος ἁμαρτωλόν\, λαὸς πλήρης ἁμαρτιῶν\, σπέρμα πονηρόν\, υἱοὶ ἄνομοι· ἐγκατελίπατε τὸν Κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ ᾿Ισραήλ.\n\n τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην. ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία\, οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστιν μάλαγμα ἐπιθῆναι οὔτε ἔλαιον οὔτε καταδέσμους.\n\n ἡ γῆ ὑμῶν ἔρημος\, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσι αὐτήν\, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ\, ὡς πόλις πολιορκουμένη·\n\n καὶ εἰ μὴ Κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα\, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.\n\n ᾿Ακούσατε λόγον Κυρίου\, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ λαὸς Γομόρρας. τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν\, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι\, οὐδὲ ἂν ἔρχησθε ὀφθῆναι μοι.\n\n τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθαι· ἐὰν φέρητε σεμίδαλιν\, μάταιον· θυμίαμα\, βδέλυγμά μοί ἐστι· τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονήν\, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με\, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾿ ὑμῶν\, καὶ ἐὰν πληθύνητε τὴν δέησιν\, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. λούσασθε καὶ καθαροὶ γίνεσθε\, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου\, παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν\, μάθετε καλὸν ποιεῖν\, ἐκζητήσατε κρίσιν\, ρύσασθε ἀδικούμενον\, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν·\n\n καὶ δεῦτε διαλεχθῶμεν\, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν\, ὡς χιόνα λευκανῶ\, ἐὰν δὲ ὦσιν ὡς κόκκινον\, ὡς ἔριον λευκανῶ. καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου\, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε\, μηδὲ εἰσακούσητέ μου\, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γενεσις 1:1-13\n᾽Εν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος\, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου\, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.\n\nκαὶ εἶπεν ὁ Θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς. καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς\, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς τὸ φῶς\, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ\, ἡμέρα μία.\n\nKαὶ εἶπεν ὁ Θεός· γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα\, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος\, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος\, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. καὶ εἶδεν ὁ Θεός\, ὅτι καλόν\, καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ\, ἡμέρα δευτέρα.\n\nΚαὶ εἶπεν ὁ Θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν\, καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν\, καὶ ὤφθη ἡ ξηρά. καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. καὶ εἶδεν ὁ Θεός\, ὅτι καλόν. καὶ εἶπεν ὁ Θεός· βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα\, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν\, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα\, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν\, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ εἶδεν ὁ Θεός\, ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ\, ἡμέρα τρίτη.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 1:1-20\nΠαροιμίαι Σολομῶντος υἱοῦ Δαυίδ\, ὃς ἐβασίλευσεν ἐν ᾿Ισραήλ\,\n\nγνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν\, ἵνα δῷ ἀκάκοις πανουργίαν\, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν· τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται\, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται. νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ρήσεις τε σοφῶν καὶ αἰνίγματα. ᾿Αρχὴ σοφίας φόβος Κυρίου\, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσι αὐτήν· εὐσέβεια δὲ εἰς Θεὸν ἀρχὴ αἰσθήσεως\, σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν.\n\nἄκουε\, υἱέ\, παιδείαν πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου· στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. υἱέ\, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς\, μηδὲ βουληθῇς\, ἐὰν παρακαλέσωσί σε λέγοντες· ἐλθὲ μεθ᾿ ἡμῶν\, κοινώνησον αἵματος\, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως\, καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς· τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα\, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων· τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν\, κοινὸν δὲ βαλάντιον κτησώμεθα πάντες\, καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν. μὴ πορευθῆς ἐν ὁδῷ μετ᾿ αὐτῶν\, ἔκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν· οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσι καὶ ταχινοὶ τοῦ ἐκχέαι αἷμα· οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά\, ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή. αὗται αἱ ὁδοί εἰσι πάντων τῶν συντελούντων τὰ ἄνομα· τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται. Σοφία ἐν ἐξόδοις ὑμνεῖται\, ἐν δὲ πλατείαις παρρησίαν ἄγει·\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200303
DTEND;VALUE=DATE:20200304
SUMMARY:Εὐτρόπιος\, Κλεόνικος καὶ Βασιλίσκος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 3 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Εὐτρόπιος\, Κλεόνικος καὶ Βασιλίσκος; Θεοδώρητος Ἀντιοχείας; \n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 1:19-2:3\nΚαὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου\, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε\, μηδὲ εἰσακούσητέ μου\, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.\n\n Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών\, πλήρης κρίσεως\, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ\, νῦν δὲ φονευταί. τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι· οἱ ἄρχοντές σου ἀπειθοῦσι\, κοινωνοὶ κλεπτῶν ἀγαπῶντες δῶρα\, διώκοντες ἀνταπόδομα\, ὀρφανοῖς οὐ κρίνοντες καὶ κρίσιν χηρῶν οὐ προσέχοντες.\n\n διὰ τοῦτο τάδε λέγει Κύριος ὁ δεσπότης σαβαώθ\, ὁ δυνάστης τοῦ ᾿Ισραήλ· οὐαὶ τοῖς ἰσχύουσιν ἐν ῾Ιερουσαλήμ· οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις\, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω. καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καθαρόν\, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπηφάνους ταπεινώσω. καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ᾿ ἀρχῆς·\n\n καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης\, μητρόπολις πιστὴ Σιών. μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης. καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα\, καὶ οἱ ἐγκαταλιπόντες τὸν Κύριον συντελεσθήσονται. διότι αἰσχυνθήσονται ἐν τοῖς εἰδώλοις αὐτῶν\, ἃ αὐτοὶ ἠβούλοντο\, καὶ ἐπαισχυνθήσονται ἐπὶ τοῖς κήποις αὐτῶν\, ἃ ἐπεθύμησαν. ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων· καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός\, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα\, καὶ οὐκ ἔσται ὁ σβέσων.\n\nΟ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς ῾Ησαΐαν υἱὸν ᾿Αμὼς περὶ τῆς ᾿Ιουδαίας καὶ περὶ ῾Ιερουσαλήμ. ῞Οτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ᾿ ἄκρων τῶν ὀρέων καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ ἥξουσιν ἐπ᾿ αὐτὸ πάντα τὰ ἔθνη\, καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι· δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ᾿Ιακώβ\, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ\, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ ῾Ιερουσαλήμ.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 1:14-23\nΚαὶ εἶπεν ὁ Θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς\, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς· καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ\, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους\, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός\, καὶ τοὺς ἀστέρας. καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ\, ὥστε φαίνειν ἐπὶ τῆς γῆς καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ εἶδεν ὁ Θεός\, ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ\, ἡμέρα τετάρτη.\n\n Καὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν\, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν\, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. καὶ εἶδεν ὁ Θεός\, ὅτι καλά. καὶ εὐλόγησεν αὐτὰ ὁ Θεός\, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις\, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ\, ἡμέρα πέμπτη.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 1:20-33\nΣοφία ἐν ἐξόδοις ὑμνεῖται\, ἐν δὲ πλατείαις παρρησίαν ἄγει· ἐπ᾿ ἄκρων τειχέων κηρύσσεται\, ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει\, ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει· ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης\, οὐκ αἰσχυνθήσονται· οἱ δὲ ἄφρονες\, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί\, ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις\, ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ρῆσιν\, διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον. ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε καὶ ἐξέτεινα λόγους καὶ οὐ προσείχετε\, ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμᾶς βουλάς\, τοῖς δὲ ἐμοῖς ἐλέγχοις οὐ προσείχετε\, τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι\, καταχαροῦμαι δὲ ἡνίκα ἔρχηται ὑμῖν ὄλεθρος\, καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος\, ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ\, καὶ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος. ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με\, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν· ζητήσουσί με κακοί\, καὶ οὐχ εὑρήσουσιν· ἐμίσησαν γὰρ σοφίαν\, τὸν δὲ λόγον τοῦ Κυρίου οὐ προείλαντο\, οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς\, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους. τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται· ἀνθ᾿ ὧν γὰρ ἠδίκουν νηπίους\, φονευθήσονται\, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ. ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ᾿ ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200304
DTEND;VALUE=DATE:20200305
SUMMARY:Γεράσιμος ὁ Ιορδανίτης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 4 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Γεράσιμος ὁ Ιορδανίτης; Παῦλος καί Ἰουλιανή; Δανιήλ\, πρίγκηπας τῆς Μόσχας; Γρηγόριος Ἐπίσκοπος Κωνσταντίας τῆς Κύπρου\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 2:3-11\nΚαὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι· δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ᾿Ιακώβ\, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ\, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ ῾Ιερουσαλήμ. καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν καὶ ἐλέγξει λαὸν πολύν\, καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα\, καὶ οὐ λήψεται ἔθνος ἐπ᾿ ἔθνος μάχαιραν\, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.\n\n Καὶ νῦν\, ὁ οἶκος ᾿Ιακώβ\, δεῦτε πορευθῶμεν τῷ φωτὶ Κυρίου.\n\n ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ ᾿Ισραήλ\, ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ᾿ ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν\, ὡς ἡ τῶν ἀλλοφύλων\, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς. ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου\, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων\, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν\, καὶ προσεκύνησαν\, οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν· καὶ ἔκυψεν ἄνθρωπος\, καὶ ἐταπεινώθη ἀνήρ\, καὶ οὐ μὴ ἀνήσω αὐτούς. καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ\, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοί\, ὁ δὲ ἄνθρωπος ταπεινός· καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων\, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρα ἐκείνῃ.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 1:24-2:3\nΚαὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος\, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος\, καὶ τὰ κτήνη κατὰ γένος αὐτῶν καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος αὐτῶν. καὶ εἶδεν ὁ Θεός\, ὅτι καλά.\n\nκαὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν\, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ γῆς γῆς. καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον\, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν\, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεός\, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. καὶ εἶπεν ὁ Θεός· ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα\, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς\, καὶ πᾶν ξύλον\, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου\, ὑμῖν ἔσται εἰς βρῶσιν· καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς\, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς\, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. καὶ ἐγένετο οὕτως. καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα\, ὅσα ἐποίησε\, καὶ ἰδοὺ καλὰ λίαν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ\, ἡμέρα ἕκτη.\n\nκαὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν. καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ\, ἃ ἐποίησε\, καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ\, ὧν ἐποίησε. καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν· ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ\, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 2:1-22\nΥἱέ\, ἐὰν δεξάμενος ρῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ\, ὑπακούσεται σοφία τὸ οὖς σου\, καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν\, παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου. ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ καὶ τῇ συνέσει δῷς φωνήν σου\, τὴν δὲ αἴσθησιν ζητήσῃς μεγάλῃ τῇ φωνῇ\, καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν\, τότε συνήσεις φόβον Κυρίου καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσεις. ὅτι Κύριος δίδωσι σοφίαν\, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις· καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν\, ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν τοῦ φυλάξαι ὁδοὺς δικαιωμάτων καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει. τότε συνήσεις δικαιοσύνην καὶ κρίμα καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς. ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν\, ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ\, βουλὴ καλὴ φυλάξει σε\, ἔννοια δὲ ὁσία τηρήσει σε\, ἵνα ρύσηταί σε ἀπὸ ὁδοῦ κακῆς καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν. ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους·\n\n οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῆ· ὧν αἱ τρίβοι σκολίαι καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης. υἱέ\, μή σὲ καταλάβῃ κακὴ βουλή\, ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη· ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς καὶ παρὰ τῷ ἅδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς. πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν\, οὐδὲ μὴ καταλάβωσι τρίβους εὐθείας·\n\n οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς. εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς\, εὕροσαν ἂν τρίβους δικαιοσύνης λείας. χρηστοὶ ἔσονται οἰκήτορες γῆς\, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ· ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν\, καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ. ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται\, οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπ᾿ αὐτῆς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200305
DTEND;VALUE=DATE:20200306
SUMMARY:Κόνων Ὁσιομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 5 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κόνων Ὁσιομάρτυς; Μάρκος ὁ Ἀσκητής; Πατήρ Μάρκος τῆς Ἀθήνας; Ιωάννης ἐκ Βουλγαρίας; Μάρκος ὁ Ἀσκητής; Νεομάρτυρος Παρθένιος τοῦ ἐν Διδυμοτείχῳ ἀθλήσαντος; Γεώργιος ὁ Νεομάρτυρας ἐκ Ραψάνης; Εὐλόγιος ὁ Μάρτυρας; Εὐλάμπιος ὁ Μάρτυρας; Κόνων ὁ Ἴσαυρος; Ἀρχέλαος ὁ Μάρτυρας\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 2:11-21\nΟἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοί\, ὁ δὲ ἄνθρωπος ταπεινός· καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων\, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρα ἐκείνῃ.\n\n ἡμέρα γὰρ Κυρίου σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον\, καὶ ταπεινωθήσονται\, καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασὰν καὶ ἐπὶ πᾶν ὑψηλὸν ὄρος καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ἐπὶ πάντα πύργον ὑψηλὸν καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλὸν καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους. καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος\, καὶ πεσεῖται ὕψος ἀνθρώπων\, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν\, εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ\, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.\n\nτῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ\, ἃ ἐποίησαν προσκυνεῖν\, τοῖς ματαίοις καὶ ταῖς νυκτερίσι\, τοῦ εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ\, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 2:4-19\nΑὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς\, ὅτε ἐγένετο·\n\nᾗ ἡμέρᾳ ἐποίησε Κύριος ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν\, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι αὐτήν· πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον\, χοῦν ἀπὸ τῆς γῆς\, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς\, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν ᾿Εδὲμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον\, ὃν ἔπλασε. καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ.\n\nποταμὸς δὲ ἐκπορεύεται ἐξ ᾿Εδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. ὄνομα τῷ ἑνὶ Φισῶν· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ\, ἐκεῖ οὗ ἐστι τὸ χρυσίον· τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος. καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γεῶν· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας. καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις· οὗτος ὁ προπορευόμενος κατέναντι ᾿Ασσυρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης. \n\nΚαὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον\, ὃν ἔπλασε\, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς\, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ ᾿Αδὰμ λέγων· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ\, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν\, οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ· ᾗ δ᾿ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ\, θανάτῳ ἀποθανεῖσθε.\n\nΚαὶ εἶπε Κύριος ὁ Θεός· οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾿ αὐτόν. καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν ᾿Αδάμ\, ἰδεῖν τί καλέσει αὐτά. καὶ πᾶν ὃ ἐὰν ἐκάλεσεν αὐτὸ ᾿Αδὰμ ψυχὴν ζῶσαν\, τοῦτο ὄνομα αὐτῷ.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 3:1-18\nΥἱέ\, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου\, τὰ δὲ ρήματά μου τηρείτω σὴ καρδία· μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς καὶ εἰρήνην προσθήσουσί σοι.\n\n ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε\, ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ\, καὶ εὑρήσεις χάριν· καὶ προνοοῦ καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων.\n\n ἴσθι πεποιθὼς ἐν ὅλῃ τῇ καρδίᾳ ἐπὶ Θεῷ ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου· ἐν πάσαις ὁδοῖς σου γνώριζε αὐτήν\, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου\, ὁ δὲ πούς σου μὴ προσκόψῃ. μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ\, φοβοῦ δὲ τὸν Θεὸν καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ· τότε ἴασις ἔσται τῷ σώματί σου καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου.\n\n τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης\, ἵνα πίμπληται τὰ ταμιεῖά σου πλησμονῆς σίτῳ\, οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν.\n\n Υἱέ\, μὴ ὀλιγώρει παιδείας Κυρίου\, μηδὲ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει\, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.\n\n μακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν καὶ θνητὸς ὃς εἶδε φρόνησιν· κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν\, οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ\, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς\, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα· ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη\, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί\, καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ· ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς\, καὶ τοῖς ἐπερειδομένοις ἐπ᾿ αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200306
DTEND;VALUE=DATE:20200307
SUMMARY:42 Μαρτύρες ἐν Ἀμορίῳ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 6 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: 42 Μαρτύρες ἐν Ἀμορίῳ; Μνήμη τῆς εὐρέσεως τοῦ τιμίου Σταυροῦ; Ἡσύχιος ὁ θαυματουργός\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 3:1-14\n᾽Ιδοὺ δὴ ὁ δεσπότης Κύριος σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς ᾿Ιουδαίας καὶ ἀπὸ ῾Ιερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν\, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος\, γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν· καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν\, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. καὶ συμπεσεῖται ὁ λαός\, ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· πρσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην\, ὁ ἄτιμος πρὸς τὸν ἔντιμον.\n\nὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ λέγων· ἱμάτιον ἔχεις\, ἀρχηγὸς ἡμῶν γενοῦ\, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. καὶ ἀποκριθεὶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐρεῖ· οὐκ ἔσομαί σου ἀρχηγός· οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος\, οὐδὲ ἱμάτιον· οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου. ὅτι αἰνεῖται ῾Ιερουσαλήμ\, καὶ ἡ ᾿Ιουδαία συμπέπτωκε\, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας\, τὰ πρὸς Κύριον ἀπειθοῦντες· διότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν\,καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς·\n\n τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν\, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ᾿ ἑαυτῶν εἰπόντες· δήσωμεν τὸν δίκαιον\, ὅτι δύσχρηστος ἡμῖν ἐστι· τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. λαός μου\, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς\, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν· λαός μου\, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν.\n\n ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ· αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 2:20-3:20\nΚαὶ ἐκάλεσεν ᾿Αδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ· τῷ δὲ ᾿Αδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν ᾿Αδάμ\, καὶ ὕπνωσε· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσε σάρκα ἀντ᾿ αὐτῆς. καὶ ᾠκοδόμησεν ὁ Θεὸς τὴν πλευράν\, ἣν ἔλαβεν ἀπὸ τοῦ ᾿Αδάμ\, εἰς γυναῖκα καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν ᾿Αδάμ. καὶ εἶπεν ᾿Αδάμ· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή\, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ\, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. καὶ ἦσαν οἱ δύο γυμνοί\, ὅ τε ᾿Αδὰμ καὶ ἡ γυνὴ αὐτοῦ\, καὶ οὐκ ᾐσχύνοντο.\n\nΟ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς\, ὧν ἐποίησε Κύριος ὁ Θεός. καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· τί ὅτι εἶπεν ὁ Θεός\, οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου; καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· ἀπὸ καρποῦ τοῦ ξύλου τοῦ παραδείσου φαγούμεθα\, ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου\, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου\, εἶπεν ὁ Θεός\, οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ\, οὐ δὲ μὴ ἅψησθε αὐτοῦ\, ἵνα μὴ ἀποθάνητε. καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· οὐ θανάτῳ ἀποθανεῖσθε· ᾔδει γὰρ ὁ Θεός\, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ\, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔσεσθε ὡς θεοί\, γινώσκοντες καλὸν καὶ πονηρόν. καὶ εἶδεν ἡ γυνή\, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι\, καὶ λαβοῦσα ἀπὸ τοῦ καρποῦ αὐτοῦ ἔφαγε· καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς μετ᾿ αὐτῆς\, καὶ ἔφαγον. καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο\, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν\, καὶ ἔρραψαν φύλλα συκῆς καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα.\n\n Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν\, καὶ ἐκρύβησαν ὅ τε ᾿Αδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν ᾿Αδὰμ καὶ εἶπεν αὐτῷ· ᾿Αδάμ\, ποῦ εἶ; καὶ εἶπεν αὐτῷ· τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην\, ὅτι γυμνός εἰμι\, καὶ ἐκρύβην. καὶ εἶπεν αὐτῷ ὁ Θεός· τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ\, εἰ μὴ ἀπὸ τοῦ ξύλου\, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν\, ἀπ᾿ αὐτοῦ ἔφαγες; καὶ εἶπεν ὁ ᾿Αδάμ· ἡ γυνή\, ἣν ἔδωκας μετ᾿ ἐμοῦ\, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου\, καὶ ἔφαγον. καὶ εἶπε Κύριος ὁ Θεὸς τῇ γυναικί· τί τοῦτο ἐποίησας; καὶ εἶπεν ἡ γυνή· ὁ ὄφις ἠπάτησέ με\, καὶ ἔφαγον. καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει· ὅτι ἐποίησας τοῦτο\, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς· αὐτός σου τηρήσει κεφαλήν\, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. καὶ τῇ γυναικὶ εἶπε· πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα\, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου\, καὶ αὐτός σου κυριεύσει. τῷ δὲ ᾿Αδὰμ εἶπεν· ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου\, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν\, ἀπ᾿ αὐτοῦ ἔφαγες\, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι\, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ. ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου\, ἕως τοῦ ἀποστρέψαι σε εἰς γὴν γῆν\, ἐξ ἧς ἐλήφθης\, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ·\n\n καὶ ἐκάλεσεν ᾿Αδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ζωή\, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 3:19-34\nὉ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν\, ἡτοίμασε δὲ οὐρανοὺς φρονήσει· ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν\, νέφη δὲ ἐρρύησαν δρόσους.\n\n Υἱέ\, μὴ παραρρυῇς\, τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν\, ἵνα ζήσῃ ἡ ψυχή σου\, καὶ χάρις ᾖ περὶ σῷ τραχήλῳ. ἔσται δὲ ἴασις ταῖς σαρξί σου καὶ ἐπιμέλεια τοῖς σοῖς ὀστέοις\, ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου\, ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ· ἐὰν γὰρ κάθῃ\, ἄφοβος ἔσῃ\, ἐὰν δὲ καθεύδῃς\, ἡδέως ὑπνώσεις· καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν\, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας· ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου καὶ ἐρείσει σὸν πόδα\, ἵνα μὴ σαλευθῇς. μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ\, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν·\n\n μὴ εἴπῃς· ἐπανελθὼν ἐπάνηκε\, αὔριον δώσω\, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. μὴ τέκταινε ἐπὶ σὸν φίλον κακὰ παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί. μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην\, μήτι σε ἐργάσηται κακόν. μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη\, μηδὲ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν· ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος\, ἐν δὲ δικαίοις οὐ συνεδριάζει. κατάρα Θεοῦ ἐν οἴκοις ἀσεβῶν\, ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται. Κύριος ὑπερηφάνοις ἀντιτάσσεται\, ταπεινοῖς δὲ δίδωσιν χάριν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200307
DTEND;VALUE=DATE:20200308
SUMMARY:Σάββατον Α΄ τῶν Νηστειῶν
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 7 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Σάββατον Α΄ τῶν Νηστειῶν ; Ἐφραίμ\, Βασίλειος\, Εὐγένιος\, Ἀγαθόδωρος\, Ἐλπίδιος; Ὅσιος Λαυρέντιος; Παύλου απλού του ομολογητού\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 2:1-10\nΤέκνον Τιμόθεε\, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ. Καὶ ἃ ἤκουσας παρʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων\, ταῦτα παράθου πιστοῖς ἀνθρώποις\, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις\, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις\, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν\, ἐκ σπέρματος Δαυίδ\, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν\, ὡς κακοῦργος· ἀλλʼ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς\, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ\, μετὰ δόξης αἰωνίου.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 2:23-28\, 3:1-5\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπορεύετο ὁ Ἰησοῦς ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων\, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι. καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ ᾿Αβιάθαρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν\, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι\, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; καὶ ἔλεγεν αὐτοῖς· τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο\, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν\, ἵνα κατηγορήσωσιν αὐτοῦ. καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· ἔγειρε εἰς τὸ μέσον. καὶ λέγει αὐτοῖς· ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. καὶ περιβλεψάμενος αὐτοὺς μετ᾿ ὀργῆς\, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν\, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε\, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200308
DTEND;VALUE=DATE:20200309
SUMMARY:Κυριακή Α΄ τῶν Νηστειών (της Ὀρθοδοξίας)
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 8 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή Α΄ τῶν Νηστειών (της Ὀρθοδοξίας); Θεοφύλακτος\, Ἐπίσκοπος Νικομήδειας; Ἀπόστολος Ἑρμᾶς; Παῦλος ὁ ὁμολογητής; Ὅσιος Δομέτιος; Φίλιξ τῆς Βουργουνδίας\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 24:13-35\nΚαὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ ῾Ιερουσαλήμ\, ᾗ ὄνομα ᾿Εμμαούς. καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ ᾿Ιησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.εἶπε δὲ πρὸς αὐτούς· τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καί ἐστε σκυθρωποί; ἀποκριθεὶς δὲ ὁ εἷς\, ᾧ ὄνομα Κλεόπας\, εἶπε πρὸς αὐτόν· σὺ μόνος παροικεῖς ἐν ῾Ιερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; καὶ εἶπεν αὐτοῖς· ποῖα; οἱ δὲ εἶπον αὐτῷ· τὰ περὶ ᾿Ιησοῦ τοῦ Ναζωραίου\, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ\, ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν ᾿Ισραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο. ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον\, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι\, οἳ λέγουσιν αὐτὸν ζῆν. καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον\, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον\, αὐτὸν δὲ οὐκ εἶδον. καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται! οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο\, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι· καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· μεῖνον μεθ᾿ ἡμῶν\, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησε\, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί\, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν. καὶ εἶπον πρὸς ἀλλήλους· οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν\, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς ῾Ιερουσαλήμ\, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς\, λέγοντας ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι. καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 11:24-26\, 32-40\nἈδελφοί\, πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ\, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν. Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γὰρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών\, Βαράκ τε καὶ Σαμψών καὶ Ἰεφθάε\, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν· οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας\, εἰργάσαντο δικαιοσύνην\, ἐπέτυχον ἐπαγγελιῶν\, ἔφραξαν στόματα λεόντων\, ἔσβεσαν δύναμιν πυρός\, ἔφυγον στόματα μαχαίρας\, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας\, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ\, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν\, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν\, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον\, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν\, ἐπρίσθησαν\, ἐπειράσθησαν\, ἐν φόνῳ μαχαίρας ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς\, ἐν αἰγείοις δέρμασιν\, ὑστερούμενοι\, θλιβόμενοι\, κακουχούμενοι - ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος - ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες\, μαρτυρηθέντες διὰ τῆς πίστεως\, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν\, τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου\, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 1:44-52\nΤῷ καιρῷ ἐκείνῳ\, ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά\, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται\, εὑρήκαμεν\, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε. εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς ᾿Ισραηλίτης\, ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι\, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί\, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ\, σὺ εἶ ὁ βασιλεὺς τοῦ ᾿Ισραήλ. ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι\, εἶδόν σε ὑποκάτω τῆς συκῆς\, πιστεύεις; μείζω τούτων ὄψει. καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα\, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200309
DTEND;VALUE=DATE:20200310
SUMMARY:40 Μάρτυρες ἐν Σεβαστείᾳ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 9 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: 40 Μάρτυρες ἐν Σεβαστείᾳ; Καισάριος\, ἀδελφός τοῦ Αγίου Γρηγορίου τοῦ θεολόγου\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 21:12-19\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι\, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς\, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν\, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν\, καὶ θανατώσουσιν ἐξ ὑμῶν\, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 12:1-10\nἈδελφοί\, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων\, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν\, διʼ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα\, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν\, ὃς\, ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς\, ὑπέμεινεν σταυρόν\, αἰσχύνης καταφρονήσας\, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν. Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς ἀυτὸν ἀντιλογίαν\, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Οὔπω μέχρι αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· καὶ ἐκλέλησθε τῆς παρακλήσεως\, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται\, Υἱέ μου\, μὴ ὀλιγώρει παιδείας κυρίου\, μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Εἰς παιδείαν ὑπομένετε\, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός· τίς γὰρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; Εἰ δὲ χωρίς ἐστε παιδείας\, ἧς μέτοχοι γεγόνασιν πάντες\, ἄρα νόθοι ἐστε καὶ οὐχ υἱοί. Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς\, καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων\, καὶ ζήσομεν; Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· ὁ δὲ ἐπὶ τὸ συμφέρον\, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 20:1-16\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ\, ὅστις ἐξῆλθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς\, καὶ ἐκείνοις εἶπεν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα\, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. οἱ δὲ ἀπῆλθον.πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς\, καὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; λέγουσιν αὐτῷ· ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα\, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε. ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν\, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται\, καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν\, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν· ἑταῖρε\, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· ἢ οὐκ ἔξεστί μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι· πολλοὶ γάρ εἰσι κλητοί\, ὀλίγοι δὲ ἐκλεκτοί.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200310
DTEND;VALUE=DATE:20200311
SUMMARY:Κοδρᾶτος ἐν Κορίνθῳ καί οἱ 5 Μάρτυρες
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 10 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κοδρᾶτος ἐν Κορίνθῳ καί οἱ 5 Μάρτυρες; Ἀναστασία ἡ Πατρικία; Μιχαὴλ ὁ Νεομάρτυρας ὁ Μαυρουδής\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 5:7-16\nὉ γὰρ ἀμπελῶν Κυρίου σαβαὼθ οἶκος τοῦ ᾿Ισραήλ ἐστι καὶ ἄνθρωπος τοῦ ᾿Ιούδα νεόφυτον ἠγαπημένον· ἔμεινα τοῦ ποιῆσαι κρίσιν\, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην\, ἀλλὰ κραυγήν. - Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες\, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου σαβαὼθ ταῦτα· ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί\, εἰς ἔρημον ἔσονται μεγάλαι καὶ καλαί\, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν\, ποιήσει κεράμιον ἕν\, καὶ ὁ σπείρων ἀρτάβας ἓξ ποιήσει μέτρα τρία. Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωΐ\, καὶ τὰ σίκερα διώκοντες\, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι\, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον\, καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν καὶ δίψος ὕδατος. καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ διήνοιξε τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν\, καὶ καταβήσονται οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτῆς. καὶ ταπεινωθήσεται ἄνθρωπος\, καὶ ἀτιμασθήσεται ἀνήρ\, καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται. καὶ ὑψωθήσεται Κύριος σαβαὼθ ἐν κρίματι\, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 4:8-15\nΚαὶ εἶπε Κάϊν πρὸς ῎Αβελ τὸν ἀδελφὸν αὐτοῦ· διέλθωμεν εἰς τὸ πεδίον. καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ\, ἀνέστη Κάϊν ἐπὶ ῎Αβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν. καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Κάϊν· ποῦ ἔστιν ῎Αβελ ὁ ἀδελφός σου; καὶ εἶπεν· οὐ γινώσκω· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; καί εἶπε Κύριος· τί πεποίηκας; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς\, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου· ὅτε ἐργᾷ τὴν γῆν\, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. καὶ εἶπε Κάϊν πρὸς Κύριον τὸν Θεόν· μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με· εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι\, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς\, καὶ ἔσται πᾶς ὁ εὑρίσκων με\, ἀποκτενεῖ με. καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· οὐχ οὕτως\, πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 5:1-15\nΥἱέ\, ἐμῇ σοφίᾳ πρόσεχε\, ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὗς\, ἵνα φυλάξῃς ἔννοιαν ἀγαθήν· αἴσθησις δὲ ἐμῶν χειλέων ἐντέλλεταί σοι. μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης\, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα\, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην\, τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται· ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται\, σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι.\n\n νῦν οὖν\, υἱέ\, ἄκουέ μου καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους. μακρὰν ποίησον ἀπ᾿ αὐτῆς σὴν ὁδόν\, μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς\, ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου καὶ σὸν βίον ἀνελεήμοσιν· ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος\, οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων ἔλθωσι καὶ μεταμεληθήσῃ ἐπ᾿ ἐσχάτων\, ἡνίκα ἂν κατατριβῶσι σάρκες σωματός σου\, καὶ ἐρεῖς· πῶς ἐμίσησα παιδείαν\, καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου; οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με\, οὐδὲ παρέβαλλον τὸ οὖς μου· παρ᾿ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς. πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200311
DTEND;VALUE=DATE:20200312
SUMMARY:Σοφρόνιος Πατ. Ἱεροσολύμων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 11 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Σοφρόνιος Πατ. Ἱεροσολύμων; Ὁσία Θεοδώρα; Πιονίος\, Πρεσβυτέρος; Γεωργίου του θαυματουργού και νεοφανούς; Τρόφιμος καὶ Θαλλὸς τῶν μαρτύρησαν ἐν Λαοδικείᾳ\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 5:16-25\nΚαὶ ὑψωθήσεται Κύριος σαβαὼθ ἐν κρίματι\, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ. καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι\, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται. οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας\, οἱ λέγοντες· τὸ τάχος ἐγγισάτω ἃ ποιήσει\, ἵνα ἴδωμεν\, καὶ ἐλθάτω ἡ βουλὴ τοῦ ἁγίου ᾿Ισραήλ\, ἵνα γνῶμεν. Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν\, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος\, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν. Οὐαὶ οἱ συνετοὶ ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες. οὐαὶ οἱ ἰσχύοντες ὑμῶν\, οἱ πίνοντες τὸν οἶνον καὶ οἱ δυνάσται οἱ κεραννύντες τὰ σίκερα\, οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης\, ἡ ρίζα αὐτῶν ὡς χνοῦς ἔσται καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου σαβαώθ\, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου ᾿Ισραὴλ παρώξυναν. καὶ ἐθυμώθη ὀργῇ Κύριος σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ\, καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ᾿ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς\, καὶ παρωξύνθη τὰ ὄρη\, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ\, ἀλλὰ ἔτι χεὶρ ὑψηλή.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 4:16-26\nἘξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι ᾿Εδέμ. Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ\, καὶ συλλαβοῦσα ἔτεκε τὸν ᾿Ενώχ. καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ\, ᾿Ενώχ. ἐγεννήθη δὲ τῷ ᾿Ενὼχ Γαϊδάδ\, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεήλ\, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα\, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας\, ὄνομα τῇ μιᾷ ᾿Αδά\, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά. καὶ ἔτεκεν ᾿Αδὰ τὸν ᾿Ιωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρο‘φων. καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ ᾿Ιουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν. Σελλὰ δὲ καὶ αὐτὴ ἔτεκε τὸν Θόβελ\, καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου· ἀδελφὴ δὲ Θόβελ Νοεμά. εἶπε δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξίν· ᾿Αδὰ καὶ Σελλά\, ἀκούσατέ μου τῆς φωνῆς\, γυναῖκες Λάμεχ\, ἐνωτίσασθέ μου τοὺς λόγους\, ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί· ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν\, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.\n\n῎Εγνω δὲ ᾿Αδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ\, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν\, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ\, λέγουσα· ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ ῎Αβελ\, ὃν ἀπέκτεινε Κάϊν. καὶ τῷ Σὴθ ἐγένετο υἱός\, ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ ᾿Ενώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθα τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 5:15-6:3\nΠῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς. μὴ ὑπερεκχείσθω σοι ὕδατα ἐκ τῆς σῆς πηγῆς\, εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα· ἔστω σοι μόνῳ ὑπάρχοντα\, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι· ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία\, καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου. ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι· ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ\, ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ. μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν\, μηδὲ συνέχου ἀγκάλαις τῆς μὴ ἰδίας· ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός\, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει. παρονομίαι ἄνδρα ἀγρεύουσι\, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται· οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων\, ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερρίφη καὶ ἀπώλετο δι᾿ ἀφροσύνην.\n\nΥυέ\, ἐὰν ἐγγυήσῃ σὸν φίλον\, παραδώσεις σὴν χεῖρα ἐχθρῷ· παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη\, καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος. ποίει\, υἱέ\, ἃ ἐγώ σοι ἐντέλλομαι\, καὶ σώζου· ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον. ἴσθι μὴ ἐκλυόμενος\, παρόξυνε δὲ καὶ τὸν φίλον σου\, ὃν ἐνεγγυήσω.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200312
DTEND;VALUE=DATE:20200313
SUMMARY:Θεοφάνης Ὁμολογητής
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 12 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Θεοφάνης Ὁμολογητής; Συμεών ὁ νέος Θεολόγος; Γρηγόριος ὁ Διάλογος\, Πάπας Ρώμης; Φινεὲς ὁ Δίκαιος; \n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 6:1-12\nΚαὶ ἐγένετο τοῦ ἐνιαυτοῦ\, οὗ ἀπέθανεν ᾿Οζίας ὁ βασιλεύς\, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου\, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ\, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί\, καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὸ πρόσωπον\, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας καὶ ταῖς δυσὶν ἐπέταντο.καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· ἅγιος\, ἅγιος\, ἅγιος Κύριος σαβαώθ\, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς\, ἧς ἐκέκραγον\, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. καὶ εἶπον· ὦ τάλας ἐγώ\, ὅτι κατανένυγμαι\, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων\, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα Κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. καὶ ἀπεστάλη πρός με ἓν τῶν Σεραφίμ\, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα\, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου\, καὶ ἥψατο τοῦ στόματός μου καὶ εἶπεν· ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· τίνα ἀποστείλω\, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα· ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με. καὶ εἶπε· πορεύθητι καὶ εἰπὸν τῷ λαῷ τούτῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου\, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι\, καὶ ἐπιστρέψωσι\, καὶ ἰάσομαι αὐτούς. καὶ εἶπα· ἕως πότε Κύριε; καὶ εἶπεν· ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους\, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους\, καὶ πληθυνθήσονται οἱ ἐγκαταλειφθέντες ἐπὶ τῆς γῆς·\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 5:1-24\nΑὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν ᾿Αδάμ\, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ ᾿Αδάμ\, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς· ἔζησε δὲ ᾿Αδὰμ τριάκοντα καὶ διακόσια ἔτη\, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ. ἐγένοντο δὲ αἱ ἡμέραι τοῦ ᾿Αδάμ\, ἃς ἔζησε μετά τὸ γεννῆσαι αὐτὸν τὸν Σήθ\, ἔτη ἑπτακόσια\, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Αδάμ\, ἃς ἔζησε\, τριάκοντα καὶ ἐννακόσια ἔτη\, καὶ ἀπέθανεν.\n\n῎Εζησε δὲ Σὴθ πέντε καὶ διακόσια ἔτη καὶ ἐγέννησε τὸν ᾿Ενώς. καὶ ἔζησε Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Ενὼς ἑπτὰ ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ δώδεκα καὶ ἐννακόσια ἔτη\, καὶ ἀπέθανε.\n\n Καὶ ἔζησεν ᾿Ενὼς ἔτη ἑκατὸν ἐνενήκοντα καὶ ἐγέννησε τὸν Καϊνᾶν. καὶ ἔζησεν ᾿Ενὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν πεντεκαίδεκα ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Ενὼς πέντε ἔτη καὶ ἐννακόσια\, καὶ ἀπέθανε.\n\nΚαὶ ἔζησε Καϊνᾶν ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη\, καὶ ἐγέννησε τὸν Μαλελεήλ. καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεὴλ τεσσαράκοντα καὶ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέρα Καϊνᾶν δέκα ἔτη καὶ ἐννακόσια\, καὶ ἀπέθανε.\n\nΚαὶ ἔζησε Μαλελεὴλ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν ᾿Ιάρεδ. καὶ ἔζησε Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Ιάρεδ ἔτη τριάκοντα καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεήλ\, ἔτη πέντε καὶ ἐνενήκοντα καὶ ὀκτακόσια\, καὶ ἀπέθανε.\n\n Καὶ ἔζησεν ᾿Ιάρεδ δύο καὶ ἑξήκοντα ἔτη καὶ ἑκατὸν καὶ ἐγέννησε τὸν ᾿Ενώχ. καὶ ἔζησεν ᾿Ιάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Ενὼχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Ιάρεδ δύο καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη\, καὶ ἀπέθανε. Καὶ ἔζησεν ᾿Ενὼχ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Μαθουσάλα. εὐηρέστησε δὲ ᾿Ενὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Ενὼχ πέντε καὶ ἑξήκοντα καὶ τριακόσια ἔτη. καὶ εὐηρέστησεν ᾿Ενὼχ τῷ Θεῷ καὶ οὐχ εὑρίσκετο\, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 6:3-20\nΠοίει\, υἱέ\, ἃ ἐγώ σοι ἐντέλλομαι\, καὶ σώζου· ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον. ἴσθι μὴ ἐκλυόμενος\, παρόξυνε δὲ καὶ τὸν φίλον σου\, ὃν ἐνεγγυήσω. μὴ δῷς ὕπνον σοῖς ὄμμασι\, μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις\, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. ῎Ιθι πρὸς τὸν μύρμηκα\, ὦ ὀκνηρέ\, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος· ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος\, μηδὲ τὸν ἀναγκάζοντα ἔχων\, μηδὲ ὑπὸ δεσπότην ὤν\, ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστὶ τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται· ἦς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται· ποθεινὴ δέ ἐστι πᾶσι καὶ ἐπίδοξος· 8γ καί περ οὖσα τῇ ρώμῃ ἀσθενής\, τὴν σοφίαν τιμήσασα προήχθη. ἕως τίνος\, ὀκνηρέ\, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; ὀλίγον μὲν ὑπνοῖς\, ὀλίγον δὲ κάθησαι\, μικρὸν δὲ νυστάζεις\, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη· εἶτ᾿ ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς. 11α ἐὰν δὲ ἄοκνος ᾖς\, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου\, ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει. ᾿Ανὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς· ὁ δ᾿ αὐτὸς ἐννεύει ὀφθαλμῷ\, σημαίνει δὲ ποδί\, διδάσκει δὲ ἐννεύμασι δακτύλων. διεστραμμένῃ καρδίᾳ τεκταίνεται κακά\, ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει. διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ\, διακοπὴ καὶ συντριβὴ ἀνίατος· ὅτι χαίρει πᾶσιν\, οἷς μισεῖ ὁ Θεός\, συντρίβεται δὲ δι᾿ ἀκαθαρσίαν ψυχῆς. ὀφθαλμὸς ὑβριστοῦ\, γλῶσσα ἄδικος\, χεῖρες ἐκχέουσαι αἷμα δικαίου καὶ καρδία τεκταινομένη λογισμοὺς κακοὺς καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν. ἐκκαίει ψεύδη μάρτυς ἄδικος καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν. Υἱέ\, φύλασσε νόμους πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200313
DTEND;VALUE=DATE:20200314
SUMMARY:Νικηφόρος Πατριάρχης Κωνσταντινουπόλεως
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 13 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Νικηφόρος Πατριάρχης Κωνσταντινουπόλεως; Πούπλιος\, Ἐπίσκοπος Ἀθηνῶν; Χριστίνα ἡ Μάρτυς ἀπὸ τὴν Περσία; \n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 7:1-14\nΚαὶ ἐγένετο ἐν ταῖς ἡμέραις ῎Αχαζ τοῦ ᾿Ιωάθαμ τοῦ υἱοῦ ᾿Οζίου βασιλέως ᾿Ιούδα\, ἀνέβη Ρασεὶμ βασιλεὺς ᾿Αρὰμ καὶ Φακεὲ υἱὸς Ρομελίου βασιλεὺς ᾿Ισραὴλ ἐπὶ ῾Ιερουσαλὴμ πολεμῆσαι αὐτὴν καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυὶδ λέγων· συνεφώνησεν ᾿Αρὰμ πρὸς τὸν ᾿Εφραίμ· καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ\, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. καὶ εἶπε Κύριος πρὸς ᾿Ησαΐαν· ἔξελθε εἰς συνάντησιν ῎Αχαζ σὺ καὶ ὁ καταλειφθεὶς ᾿Ιασοὺβ ὁ υἱός σου πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως καὶ ἐρεῖς αὐτῷ· φυλάξαι τοῦ ἡσυχάσαι καὶ μὴ φοβοῦ\, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται\, πάλιν ἰάσομαι. καὶ ὁ υἱὸς τοῦ ᾿Αρὰμ καὶ ὁ υἱὸς τοῦ Ρομελίου\, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ λέγοντες· ἀναβησόμεθα εἰς τὴν ᾿Ιουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς\, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτοῖς τὸν υἱὸν Ταβεήλ· τάδε λέγει Κύριος σαβαώθ· οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη οὐδὲ ἔσται· ἀλλ᾿ ἡ κεφαλὴ ᾿Αρὰμ Δαμασκὸς καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ρασεὶμ - ἀλλ᾿ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία ᾿Εφραὶμ ἀπὸ λαοῦ - καὶ ἡ κεφαλὴ ᾿Εφραὶμ Σομόρων\, καὶ ἡ κεφαλὴ Σομόρων υἱὸς τοῦ Ρομελίου· καὶ ἐὰν μὴ πιστεύσητε\, οὐδὲ μὴ συνιῆτε. Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ ῎Αχαζ λέγων· αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. καὶ εἶπεν ῎Αχαζ· οὐ μὴ αἰτήσω οὐδ᾿ οὐ μὴ πειράσω Κύριον. καὶ εἶπεν· ἀκούσατε δή\, οἶκος Δαυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει\, καὶ τέξεται υἱόν\, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Εμμανουήλ·\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 5:32-6:8\nΚαὶ ἦν Νῶε ἐτῶν πεντακοσίων καὶ ἐγέννησε τρεῖς υἱούς\, τὸν Σήμ\, τὸν Χάμ\, καὶ τὸν ᾿Ιάφεθ. ΚΑΙ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς\, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς. ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν\, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν\, ὧν ἐξελέξαντο. καὶ εἶπε Κύριος ὁ Θεός· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας\, ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσιν ἔτη. οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ μετ᾿ ἐκεῖνο\, ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων\, καὶ ἐγεννῶσαν ἑαυτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ᾿ αἰῶνος\, οἱ ἄνθρωποι οἱ ὀνομαστοί.\n\n᾿Ιδὼν δὲ Κύριος ὁ Θεός\, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας\, καὶ ἐνεθυμήθη ὁ Θεὸς ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς\, καὶ διενοήθη. καὶ εἶπεν ὁ Θεός· ἀπαλείψω τὸν ἄνθρωπον\, ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς\, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπό ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ\, ὅτι μετεμελήθην ὅτι ἐποίησα αὐτούς. Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 6:20-7:1\nΥἱέ\, φύλασσε νόμους πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου· ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διαπαντὸς καὶ ἐγκλοίωσαι περὶ σῷ τραχήλῳ. ἡνίκα ἂν περιπατῇς\, ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω· ὡς δ᾿ ἂν καθεύδῃς\, φυλασσέτω σε\, ἵνα ἐγειρομένῳ συλλαλῇ σοι. ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς\, ὁδὸς ζωῆς καὶ ἔλεγχος καὶ παιδεία τοῦ διαφυλάσσειν σὲ ἀπὸ γυναικὸς ὑπάνδρου καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας. μή σε νικήσῃ κάλλους ἐπιθυμία\, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς\, μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων· τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου\, γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. ἀποδήσει τις πῦρ ἐν κόλπῳ\, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ᾿ ἀνθράκων πυρός\, τοὺς δὲ πόδας οὐ κατακαύσει; οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον\, οὐκ ἀθῳωθήσεται\, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς. οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων\, κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν· ἐὰν δὲ ἁλῷ\, ἀποτίσει ἑπταπλάσια καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ρύσεται ἑαυτόν. ὁ δὲ μοιχὸς δι᾿ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ περιποιεῖται\, ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει\, τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα. μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως\, οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν\, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων. ΥΙΕ\, φύλασσε ἐμοὺς λόγους\, τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ. υἱέ\, τίμα τὸν Κύριον\, καὶ ἰσχύσεις\, πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200314
DTEND;VALUE=DATE:20200315
SUMMARY:Σάββατον Β΄ τῶν Νηστειῶν
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 14 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Σάββατον Β΄ τῶν Νηστειῶν ; Ὅσιος Βενέδικτος; Εὐσχήμων\, Ἐπίσκοπος Λαμψάκου\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 3:12-16\nἈδελφοί\, βλέπετε\, ἀδελφοί\, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος· ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθʼ ἑκάστην ἡμέραν\, ἄχρι οὗ τὸ σήμερον καλεῖται\, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας· μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ\, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν· ἐν τῷ λέγεσθαι\, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε\, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν\, ὡς ἐν τῷ παραπικρασμῷ. Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν\, ἀλλʼ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 1:35-44\nΤῷ καιρῷ ἐκείνῳ\, ἀπῆλθεν ὁ Ἰησοῦς εἰς ἔρημον τόπον\, κἀκεῖ προσηύχετο. καὶ κατεδίωξαν αὐτὸν ὁ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ\, καὶ εὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι πάντες σε ζητοῦσι. καὶ λέγει αὐτοῖς· ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις\, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξελήλυθα. καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων. Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν αὐτὸν καὶ λέγων αὐτῷ ὅτι ἐὰν θέλῃς\, δύνασαί με καθαρίσαι. ὁ δὲ ᾿Ιησοῦς σπλαγχνισθείς\, ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ καὶ λέγει αὐτῷ· θέλω\, καθαρίσθητι. καὶ εἰπόντος αὐτοῦ εὐθέως ἀπῆλθεν ἀπ᾿ αὐτοῦ ἡ λέπρα\, καὶ ἐκαθαρίσθη. καὶ ἐμβριμησάμενος αὐτῷ εὐθέως ἐξέβαλεν αὐτὸν καὶ λέγει αὐτῷ·ὅρα μηδενὶ μηδὲν εἴπῃς\, ἀλλ᾿ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200315
DTEND;VALUE=DATE:20200316
SUMMARY:Κυριακή Β΄ Νηστειών Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 15 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή Β΄ Νηστειών Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης; Ἀγάπιος καί οἱ σύν αὐτῶ; Μανουὴλ\, Νεομάρτυς; Ἅγιος Ἀπόστολος Ἀριστόβουλος\, Ἐπίσκοπος Βρεττανίας\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 24:36-53\nΤῷ καιρῷ ἐκείνῳ\, ὁ ᾿Ιησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. καὶ εἶπεν αὐτοῖς· τί τεταραγμένοι ἐστέ\, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου\, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε\, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε; οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου\, καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. εἶπε δὲ αὐτοῖς· οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν\, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς\, καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ\, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη\, ἀρξάμενον ἀπὸ ῾Ιερουσαλήμ. ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ῾Ιερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.\n\n᾿Εξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν\, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ μετὰ χαρᾶς μεγάλης\, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. ἀμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 1:10-14\, 2:1-3\nΚατʼ ἀρχάς\, Κύριε\, τὴν γῆν ἐθεμελίωσας\, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται\, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται\, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς\, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ\, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε\, Κάθου ἐκ δεξιῶν μου\, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα\, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσιν\, μήποτε παραρρυῶμεν. Εἰ γὰρ ὁ διʼ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος\, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν\, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις\, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου\, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 2:1-12\nΤῷ καιρῷ ἐκείνῳ\, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς εἰς Καπερναοὺμ δι᾿ ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι. καὶ εὐθέως συνήχθησαν πολλοί\, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες\, αἰρόμενον ὑπὸ τεσσάρων· καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον\, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν\, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον\, ἐφ᾿ ᾧ ὁ παραλυτικὸς κατέκειτο. ἰδὼν δὲ ὁ ᾿Ιησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· τέκνον\, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· τί οὗτος οὕτω λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός; καὶ εὐθέως ἐπιγνοὺς ὁ ᾿Ιησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς\, εἶπεν αὐτοῖς· τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί ἐστιν εὐκοπώτερον\, εἰπεῖν τῷ παραλυτικῷ\, ἀφέωνταί σου αἱ ἁμαρτίαι\, ἢ εἰπεῖν\, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας - λέγει τῷ παραλυτικῷ· σοὶ λέγω\, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. καὶ ἠγέρθη εὐθέως\, καὶ ἄρας τὸν κράβαττον ἐξῆλθεν ἐναντίον πάντων\, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν λέγοντας ὅτι οὐδέποτε οὕτως εἴδομεν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200316
DTEND;VALUE=DATE:20200317
SUMMARY:Σαβῖνος Μάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 16 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Σαβῖνος Μάρτυς; Ὅσιος Χριστόδουλος; Ἀριστόβουλος ἐκ τῶν 70; Ιουλιανού του Κίλικος; Ρωμανὸς ὁ Ἱερομάρτυρας ὁ ἐν τῷ Παρίῳ\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 8:13-9:7\nΚύριον αὐτὸν ἁγιάσατε\, καὶ αὐτὸς ἔσται σου φόβος. καὶ ἐὰν ἐπ᾿ αὐτῷ πεποιθὼς ἦς\, ἔσται σοι εἰς ἁγίασμα καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ\, οὐδὲ ὡς πέτρας πτώματι· οἱ δὲ οἶκοι ᾿Ιακὼβ ἐν παγίδι\, καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν ῾Ιερουσαλήμ. διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ καὶ πεσοῦνται καὶ συντριβήσονται\, καὶ ἐγγιοῦσι καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ.\n\n Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν. καὶ ἐρεῖ· μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπόν αὐτοῦ ἀπὸ τοῦ οἴκου ᾿Ιακὼβ καὶ πεποιθὼς ἔσομαι ἐπ᾿ αὐτῷ. ἰδοὺ ἐγὼ καὶ τὰ παιδία\, ἅ μοι ἔδωκεν ὁ Θεός\, καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ ᾿Ισραὴλ παρὰ Κυρίου σαβαώθ\, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· ζητήσατε τοὺς ἐγγαστριμύθους καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας\, τοὺς κενολογοῦντας\, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν\, οὐχὶ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν\, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ρῆμα τοῦτο\, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. καὶ ἥξει ἐφ᾿ ὑμᾶς σκληρὰ λιμὸς καὶ ἔσται ὡς ἂν πεινάσητε\, λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια\, καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω\, καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται\, καὶ ἰδοὺ ἀπορία στενὴ καὶ σκότος\, θλίψις καὶ στενοχωρία καὶ σκότος\, ὥστε μὴ βλέπειν\, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ.\n\nΤοῦτο πρῶτον πίε\, ταχὺ ποίει\, χώρα Ζαβουλών\, ἡ γῆ Νεφθαλὶμ ὁδὸν θαλάσσης καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες καὶ πέραν τοῦ ᾿Ιορδάνου\, Γαλιλαία τῶν ἐθνῶν\, τὰ μέρη τῆς ᾿Ιουδαίας. ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει\, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου\, φῶς λάμψει ἐφ᾿ ὑμᾶς. τὸ πλεῖστον τοῦ λαοῦ\, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου\, καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα. διότι ἀφῄρηται ὁ ζυγὸς ὁ ἐπ᾿ αὐτῶν κείμενος καὶ ἡ ράβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ράβδον τῶν ἀπαιτούντων διεσκέδασε Κύριος\, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγενήθη ἡμῖν\, υἱὸς καὶ ἐδόθη ἡμῖν\, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ\, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελός\, θαυμαστὸς σύμβουλος\, Θεὸς ἰσχυρός\, ἐξουσιαστής\, ἄρχων εἰρήνης\, πατὴρ τοῦ μέλλοντος αἰῶνος· ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας\, εἰρήνην καὶ ὑγίειαν αὐτῷ. μεγάλη ἡ ἀρχὴ αὐτοῦ\, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 6:9-22\nΑὗται δὲ αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος\, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε. ἐγέννησε δὲ Νῶε τρεῖς υἱούς\, τὸν Σήμ\, τὸν Χάμ\, τὸν ᾿Ιάφεθ. ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ\, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν\, καὶ ἦν κατεφθαρμένη\, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου\, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ᾿ αὐτῶν\, καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν. ποίησον οὖν σεαυτῷ κιβωτὸν ἐκ ξύλων τετραγώνων· νοσσιὰς ποιήσεις τὴν κιβωτὸν καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν τῇ ἀσφάλτῳ. καὶ οὕτω ποιήσεις τὴν κιβωτόν· τριακοσίων πήχεων τὸ μῆκος τῆς κιβωτοῦ καὶ πεντήκοντα πήχεων τὸ πλάτος καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτῆς· ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν· τὴν δὲ θύραν τῆς κιβωτοῦ ποιήσεις ἐκ πλαγίων· κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτήν. ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμόν\, ὕδωρ ἐπὶ τὴν γῆν καταφθεῖραι πᾶσαν σάρκα\, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς\, ὑποκάτω τοῦ οὐρανοῦ· καὶ ὅσα ἐὰν ᾖ ἐπὶ τῆς γῆς\, τελευτήσει. καὶ στήσω τὴν διαθήκην μου μετὰ σοῦ· εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτὸν σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ. καὶ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν καὶ ἀπὸ πάντων τῶν θηρίων καὶ ἀπὸ πάσης σαρκός\, δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτόν\, ἵνα τρέφῃς μετὰ σεαυτοῦ· ἄρσεν καὶ θῆλυ ἔσονται. ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετεινῶν κατὰ γένος\, καὶ ἀπὸ πάντων τῶν κτηνῶν κατὰ γένος καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν\, δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ τρέφεσθαι μετὰ σοῦ\, ἄρσεν καὶ θῆλυ. σὺ δὲ λήψῃ σεαυτῷ ἀπὸ πάντων τῶν βρωμάτων\, ἃ ἔδεσθε\, καὶ συνάξεις πρὸς σεαυτόν\, καὶ ἔσται σοι καὶ ἐκείνοις φαγεῖν. καὶ ἐποίησε Νῶε πάντα\, ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός\, οὕτως ἐποίησε.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 8:1-21\nΣὺ τὴν σοφίαν κηρύξεις\, ἵνα φρόνησίς σοι ὑπακούσῃ· ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν\, ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκε· παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει\, ἐν δὲ εἰσόδοις ὑμνεῖται. ῾Υμᾶς\, ὦ ἄνθρωποι\, παρακαλῶ\, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων· νοήσατε\, ἄκακοι\, πανουργίαν\, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. εἰσακούσατέ μου\, σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά· ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου\, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. μετὰ δικαιοσύνης πάντα τὰ ρήματα τοῦ στόματός μου\, οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες· πάντα ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. λάβετε παιδείαν καὶ μὴ ἀργύριον\, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν\, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν\, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. φόβος Κυρίου μισεῖ ἀδικίαν\, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. ἐμὴ βουλὴ καὶ ἀσφάλεια\, ἐμὴ φρόνησις\, ἐμὴ δὲ ἰσχύς· δι᾿ ἐμοῦ βασιλεῖς βασιλεύουσι καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην· δι᾿ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται\, καὶ τύραννοι δι᾿ ἐμοῦ κρατοῦσι γῆς. ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ\, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον\, τὰ δὲ ἐμὰ γεννήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ. ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ καὶ ἀνὰ μέσον τρίβων δικαιοσύνης ἀναστρέφομαι\, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ᾿ ἡμέραν γινόμενα\, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200317
DTEND;VALUE=DATE:20200318
SUMMARY:Ἀλέξιος ὁ Ἄνθρωπος τοῦ Θεοῦ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 17 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀλέξιος ὁ Ἄνθρωπος τοῦ Θεοῦ; Πατρίκιου επισκόπου Αρμαχίας καί Φωτίστου της Ιρλανδίας του Θαυματουργού; Μαρῖνος Μάρτυς; Ὅσιος Θεοστήρικτος\, Ὁμολογητής; Ὁσιομάρτυρος Παύλος\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 9:9-10:4\nΚαὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ ᾿Εφραὶμ καὶ οἱ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ ἐφ᾿ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες· πλίνθοι πεπτώκασιν\, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους καὶ ἐκκόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἱκοδομήσωμεν ἑαυτοῖς πύργον. καὶ ράξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπὶ ὄρος Σιὼν ἐπ᾿ αὐτοὺς καὶ τοὺς ἐχθροὺς αὐτῶν διασκεδάσει\, Συρίαν ἀφ᾿ ἡλίου ἀνατολῶν καὶ τοὺς ῞Ελληνας ἀφ᾿ ἡλίου δυσμῶν\, τοὺς κατεσθίοντας τὸν ᾿Ισραὴλ ὅλῳ τῷ στόματι. ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός\, ἀλλ᾿ ἔτι ἡ χεὶρ ὑψηλή. καὶ ὁ λαὸς οὐκ ἀπεστράφη\, ἕως ἐπλήγη\, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. καὶ ἀφεῖλε Κύριος ἀπὸ ᾿Ισραὴλ κεφαλὴν καὶ οὐράν\, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ\, πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας (αὕτη ἡ ἀρχὴ) καὶ προφήτην διδάσκοντα ἄνομα (οὗτος ἡ οὐρά). καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες καὶ πλανῶσιν\, ὅπως καταπίωσιν αὐτούς. διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται ὁ Κύριος καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει\, ὅτι πάντες ἄνομοι καὶ πονηροί\, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός\, ἀλλ᾿ ἔτι ἡ χεὶρ ὑψηλή. καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία καὶ ὡς ἄγρωσις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ\, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα. διὰ θυμὸν ὀργῆς Κυρίου συγκέκαυται ἡ γῆ ὅλη\, καὶ ἔσται ὁ λαὸς ὡς κατακεκαυμένος ὑπὸ πυρός· ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει\, ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιά\, ὅτι πεινάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν\, καὶ οὐ μὴ ἐμπλησθῇ ἄνθρωπος ἔσθων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. φάγεται γὰρ Μανασσῆς τοῦ ᾿Εφραὶμ καὶ ᾿Εφραὶμ τοῦ Μανασσῆ\, ὅτι ἅμα πολιορκήσουσι τὸν ᾿Ιούδαν. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός\, ἀλλ᾿ ἔτι ἡ χείρ ὑψηλή.\n\nΟὐαὶ τοῖς γράφουσι πονηρίαν· γράφοντες γὰρ πονηρίαν γράφουσιν ἐκκλίνοντες κρίσιν πτωχῶν\, ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου\, ὥστε εἶναι αὐτοῖς χήραν εἰς διαρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν. καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; ἡ γὰρ θλῖψις ὑμῖν πόρρωθεν ἥξει· καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός\, ἀλλ᾿ ἔτι ἡ χεὶρ ὑψηλή.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 7:1-5\nΚαὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε· εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν\, ὅτι σὲ εἶδον δίκαιον ἐναντίον μου ἐν τῇ γενεᾷ ταύτῃ. ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτά\, ἄρσεν καὶ θῆλυ\, ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο\, ἄρσεν καὶ θῆλυ\, καὶ ἀπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν καθαρῶν ἑπτὰ ἑπτά\, ἄρσεν καὶ θῆλυ\, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν μὴ καθαρῶν δύο δύο\, ἄρσεν καὶ θῆλυ\, διαθρέψαι σπέρμα ἐπί πᾶσαν τὴν γῆν. ἔτι γὰρ ἡμερῶν ἑπτὰ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστημα\, ὃ ἐποίησα\, ἀπὸ προσώπου πάσης τῆς γῆς. καὶ ἐποίησε Νῶε πάντα\, ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 8:32-9:11\nΝῦν οὖν\, υἱέ\, ἄκουέ μου καὶ μακάριοι\, οἳ ὁδούς μου φυλάσσοντες\, ἀκούσατε παιδείαν καὶ σοφίσθητε καὶ μὴ ἀποφραγῆτε. μακάριος ἀνήρ\, ὃς εἰσακούεταί μου\, καὶ ἄνθρωπος\, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει ἀγρυπνῶν ἐπ᾿ ἐμαῖς θύραις καθ᾿ ἡμέραν\, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων· αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς\, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. οἱ δὲ ἁμαρτάνοντες εἰς ἐμὲ ἀσεβοῦσιν εἰς τὰ ἑαυτῶν ψυχάς\, καὶ οἱ μισοῦντές με ἀγαπῶσι θάνατον. Η σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά· ἔσφαξε τὰ ἑαυτῆς θύματα\, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν· ἀπέστειλε τοὺς ἑαυτῆς δούλους συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· ὅς ἐστιν ἄφρων\, ἐκκλινάτω πρός με· καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· ἔλθετε φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον\, ὃν ἐκέρασα ὑμῖν· ἀπολείπετε ἀφροσύνην\, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε\, καὶ ζητήσατε φρόνησιν\, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. ῾Ο παιδεύων κακοὺς λήψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν. μὴ ἔλεγχε κακούς\, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν\, καὶ ἀγαπήσει σε. δίδου σοφῷ ἀφορμήν\, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ\, καὶ προσθήσει τοῦ δέχεσθαι. ἀρχὴ σοφίας φόβος Κυρίου\, καὶ βουλὴ ἁγίων σύνεσις\, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον\, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200318
DTEND;VALUE=DATE:20200319
SUMMARY:Κύριλλος Ἀρχιεπίσκοπος Ἱεροσολύμων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 18 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κύριλλος Ἀρχιεπίσκοπος Ἱεροσολύμων; Mαρτύρες Τρόφιμος καί Εὐκαρπίων; Ἐδουάρδος βασιλέας τῆς Ἀγγλίας\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 10:12-20\nΚαὶ ἔσται\, ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν ῾Ιερουσαλήμ\, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν\, τὸν ἄρχοντα τῶν ᾿Ασσυρίων\, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. εἶπε γάρ· ἐν τῇ ἰσχύϊ ποιήσω καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεως\, ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω καὶ σείσω πόλεις κατοικουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ\, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι. μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύτως ἐάν τις ἄρῃ ράβδον ἢ ξύλον. καὶ οὐχ οὕτως\, ἀλλὰ ἀποστελεῖ Κύριος σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν\, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται. καὶ ἔσται τὸ φῶς τοῦ ᾿Ισραὴλ εἰς πῦρ καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην. τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὅρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί\, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν· καὶ ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογός καιομένης· καὶ οἱ καταλειφθέντες ἀπ᾿ αὐτῶν ἀριθμὸς ἔσονται\, καὶ παιδίον γράψει αὐτούς. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν ᾿Ισραήλ\, καὶ οἱ σωθέντες τοῦ ᾿Ιακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς\, ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ ᾿Ισραὴλ τῇ ἀληθείᾳ.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 7:6-9\nΝῶε δὲ ἦν ἐτῶν ἑξακοσίων\, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. εἰσῆλθε δὲ Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἡ γυνὴ αὐτοῦ καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ εἰς τὴν κιβωτὸν διὰ τὸ ὕδωρ τοῦ κατατακλυσμοῦ. καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν καὶ ἀπὸ τῶν πετεινῶν τῶν μὴ καθαρῶν καὶ ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν καὶ ἀπὸ πάντων τῶν ἑρπόντων ἐπὶ τῆς γῆς δύο δύο εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν\, ἄρσεν καὶ θῆλυ\, καθὰ ἐνετείλατο ὁ Θεὸς τῷ Νῶε.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 9:12-18\nΥἱέ\, ἐὰν σοφὸς γένῃ σεαυτῷ\, σοφὸς ἔση καὶ τοῖς πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς\, μόνος ἂν ἀντλήσεις κακά. ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν\, οὗτος ποιμαίνει ἀνέμους\, ὁ δ᾿ αὐτὸς διώξεται ὄρνεα πετόμενα· ἀπέλιπε γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος\, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται· διαπορεύεται δὲ δι᾿ ἀνύδρου ἐρήμου καὶ γῆν διατεταγμένην ἐν διψώδεσι\, συνάγει δὲ χερσὶν ἀκαρπίαν. Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται\, ἣ οὐκ ἐπίσταται αἰσχύνην. ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου\, ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις\, προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν· ὅς ἐστιν ὑμῶν ἀφρονέστατος\, ἐκκλινάτω πρός με καὶ τοῖς ἐνδεέσι φρονήσεως παρακελεύομαι λέγουσα· ἄρτων κρυφίων ἡδέως ἅψασθε καὶ ὕδατος κλοπῆς γλυκεροῦ. ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ᾿ αὐτῇ ὄλλυνται\, καὶ ἐπὶ πέταυρον ᾅδου συναντᾷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200319
DTEND;VALUE=DATE:20200320
SUMMARY:Χρύσανθος καὶ Δαρεία\, Μάρτυρες
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 19 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Χρύσανθος καὶ Δαρεία\, Μάρτυρες; Δημήτριος\, Νεομάρτυς\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 11:10-12:2\nΚαὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ρίζα τοῦ ᾿Ιεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν\, ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσι\, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.\n\n καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνη προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ\, ὃ ἂν καταλειφθῇ ἀπὸ τῶν ᾿Ασσυρίων καὶ ἀπὸ Αἰγύπτου καὶ Βαβυλωνίας καὶ Αἰθιοπίας καὶ ἀπὸ ᾿Ελαμιτῶν καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ ᾿Αραβίας. καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη καὶ συνάξει τοὺς ἀπολομένους ᾿Ισραὴλ καὶ τοὺς διεσπαρμένους τοῦ ᾿Ιούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. ἀφαιρεθήσεται ὁ ζῆλος ᾿Εφραὶμ καὶ οἱ ἐχθροὶ ᾿Ιούδα ἀπολοῦνται· ᾿Εφραὶμ οὐ ζηλώσει ᾿Ιούδαν\, καὶ ᾿Ιούδας οὐ θλίψει ᾿Εφραίμ. καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων θάλασσαν\, ἅμα προνομεύσουσι καὶ τοὺς ἀφ᾿ ἡλίου ἀνατολῶν καὶ ᾿Ιδουμαίαν· καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν\, οἱ δὲ υἱοὶ ᾿Αμμὼν πρῶτοι ὑπακούσονται. καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ καὶ πατάξει ἑπτὰ φάραγγας\, ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασι· καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ\, καὶ ἔσται τῷ ᾿Ισραὴλ ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου.\n\nΚαὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· εὐλογήσω σε\, Κύριε\, διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με. ἰδοὺ ὁ Θεός μου σωτήρ μου Κύριος\, πεποιθὼς ἔσομαι ἐπ᾿ αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ καὶ οὐ φοβηθήσομαι\, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 7:11-8:3\nἘν τῷ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε\, τοῦ δευτέρου μηνός\, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός\, τῇ ἡμέρᾳ ταύτῃ ἐρράγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου\, καὶ οἱ καταρράκται τοῦ οὐρανοῦ ἠνεῴχθησαν. καὶ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθε Νῶε\, Σήμ\, Χάμ\, ᾿Ιάφεθ\, οἱ υἱοὶ Νῶε\, καὶ ἡ γυνὴ Νῶε καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ εἰς τὴν κιβωτόν. καὶ πάντα τὰ θηρία κατὰ γένος καὶ πάντα τὰ κτήνη κατὰ γένος καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος καὶ πᾶν ὄρνεον πετεινὸν κατὰ γένος αὐτοῦ εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν\, δύο δύο ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκός\, ἐν ᾧ ἐστι πνεῦμα ζωῆς. καὶ τὰ εἰσπορευόμενα ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκὸς εἰσῆλθε\, καθὰ ἐνετείλατο ὁ Θεὸς τῷ Νῶε. καὶ ἔκλεισε Κύριος ὁ Θεὸς τὴν κιβωτὸν ἔξωθεν αὐτοῦ. Καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐπὶ τῆς γῆς\, καὶ ἐπεπληθύνθη τὸ ὕδωρ καὶ ἐπῆρε τὴν κιβωτόν\, καὶ ὑψώθη ἀπὸ τῆς γῆς. καὶ ἐπεκράτει τὸ ὕδωρ καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς\, καί ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος. τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφόδρα ἐπὶ τῆς γῆς καὶ ἐκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά\, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ· πεντεκαίδεκα πήχεις ὑπεράνω ὑψώθη τὸ ὕδωρ καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά. καὶ ἀπέθανε πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς τῶν πετεινῶν καὶ τῶν κτηνῶν καὶ ἀπὸ θηρίων καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς καὶ πᾶς ἄνθρωπος. καὶ πάντα\, ὅσα ἔχει πνοὴν ζωῆς\, καὶ πᾶν\, ὃ ἦν ἐπὶ τῆς ξηρᾶς\, ἀπέθανε. καὶ ἐξήλειψε πᾶν τὸ ἀνάστημα\, ὃ ἦν ἐπί προσώπου τῆς γῆς\, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἑρπετῶν καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ\, καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς· καὶ κατελείφθη μόνος Νῶε καὶ οἱ μετ᾿ αὐτοῦ ἐν τῇ κιβωτῷ. καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἡμέρας ἑκατὸν πεντήκοντα.\n\nΚαὶ ἀνεμνήσθη ὁ Θεὸς τοῦ Νῶε καὶ πάντων τῶν θηρίων καὶ πάντων τῶν κτηνῶν καὶ πάντων τῶν πετεινῶν καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων\, ὅσα ἦν μετ᾿ αὐτοῦ ἐν τῇ κιβωτῷ\, καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν\, καὶ ἐκόπασε τὸ ὕδωρ\, καὶ ἐπεκαλύφθησαν αἱ πηγαὶ τῆς ἀβύσσου καὶ οἱ καταρράκται τοῦ οὐρανοῦ\, καὶ συνεσχέθη ὁ ὑετὸς ἀπὸ τοῦ οὐρανοῦ. καὶ ἐνεδίδου τὸ ὕδωρ πορευόμενον ἀπὸ τῆς γῆς\, καὶ ἠλαττονοῦτο τὸ ὕδωρ μετὰ πεντήκοντα καὶ ἑκατὸν ἡμέρας.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 10:1-22\nΥἱὸς σοφὸς εὐφραίνει πατέρα\, υἱὸς δὲ ἄφρων λύπη τῇ μητρί. οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους\, δικαιοσύνη δὲ ρύσεται ἐκ θανάτου. οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν\, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει. πενία ἄνδρα ταπεινοῖ\, χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν. 4α υἱὸς πεπαιδευμένος σοφὸς ἔσται\, τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται. διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων\, ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμητῷ υἱὸς παράνομος. εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου\, στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον. μνήμη δικαίων μετ᾿ ἐγκωμίων\, ὄνομα δὲ ἀσεβοῦς σβέννυται. σοφὸς καρδίᾳ δέξεται ἐντολάς\, ὁ δὲ ἄστεγος χείλεσι σκολιάζων ὑποσκελισθήσεται. ὃς πορεύεται ἁπλῶς\, πορεύεται πεποιθώς\, ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ\, γνωσθήσεται. ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου\, συνάγει ἀνδράσι λύπας\, ὁ δὲ ἐλέγχων μετὰ παρρησίας\, εἰρηνοποιεῖ. πηγὴ ζωῆς ἐν χειρὶ δικαίου\, στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια. μῖσος ἐγείρει νεῖκος\, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία. ὃς ἐκ χειλέων προφέρει σοφίαν\, ράβδῳ τύπτει ἄνδρα ἀκάρδιον. σοφοὶ κρύψουσιν αἴσθησιν\, στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ. κτῆσις πλουσίων πόλις ὀχυρά\, συντριβὴ δὲ ἀσεβῶν πενία. ἔργα δικαίων ζωὴν ποιεῖ\, καρποὶ δὲ ἀσεβῶν ἁμαρτίας. ὁδοὺς δικαίας ζωῆς φυλάσσει παιδεία\, παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται. καλύπτουσιν ἔχθραν χείλη δίκαια\, οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν. ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν\, φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ. ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου\, καρδία δὲ ἀσεβοῦς ἐκλείψει. χείλη δικαίων ἐπίσταται ὑψηλά\, οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν. εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου· αὕτη πλουτίζει\, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδία.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200320
DTEND;VALUE=DATE:20200321
SUMMARY:Ἀββάδες άναιρεθέντες ἐν τῆ Μονῆ τοῦ Ἁγίου Σάββα
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 20 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀββάδες άναιρεθέντες ἐν τῆ Μονῆ τοῦ Ἁγίου Σάββα; Κουθβέρτος ὁ Θαυματουργός; Μύρων\, Νεομάρτυς; Φωτεινή\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 13:2-13\nἘπ᾿ ὄρους πεδινοῦ ἄρατε σημεῖον\, ὑψώσατε τὴν φωνὴν αὐτοῖς\, μὴ φοβεῖσθε\, παρακαλεῖτε τῇ χειρί· ἀνοίξατε\, οἱ ἄρχοντες. ἐγὼ συντάσσω καὶ ἐγὼ ἄγω αὐτούς· [ἡγιασμένοι εἰσί\, καὶ ἐγὼ ἄγω αὐτούς]. γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες.\n\nφωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων\, ὁμοία ἐθνῶν πολλῶν\, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. Κύριος σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ ἔρχεσθαι ἐκ γῆς πόρρωθεν ἀπ᾿ ἄκρου θεμελίου τοῦ οὐρανοῦ\, Κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ\, τοῦ καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην.\n\nὀλολύζετε\, ἐγγὺς γὰρ ἡμέρα Κυρίου\, καὶ συντριβὴ παρὰ τοῦ Θεοῦ ἥξει· διὰ τοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει. καὶ ταραχθήσονται οἱ πρέσβεις καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν\, ὡς γυναικὸς τικτούσης· καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν.\,/p> ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ ᾿Ωρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι\, καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος\, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς. καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων\, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον\, καὶ ὁ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται ἢ ὁ λίθος ὁ ἐκ Σουφίρ. ὁ γὰρ οὐρανὸς θυμωθήσεται καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων σαβαὼθ ἐν τῇ ἡμέρᾳ\, ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 8:4-21\nΚαὶ ἐκάθισεν ἡ κιβωτὸς ἐν μηνὶ τῷ ἑβδόμῳ\, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός\, ἐπὶ τὰ ὄρη τὰ ᾿Αραράτ. τὸ δὲ ὕδωρ ἠλαττονοῦτο ἕως τοῦ δεκάτου μηνός· καὶ ἐν τῷ δεκάτῳ μηνί\, τῇ πρώτῃ τοῦ μηνός\, ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων.\n\n καὶ ἐγένετο μετὰ τεσσαράκοντα ἡμέρας ἠνέῳξε Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ\, ἣν ἐποίησε\, καὶ ἀπέστειλε τὸν κόρακα τοῦ ἰδεῖν\, εἰ κεκόπακε τὸ ὕδωρ· καὶ ἐξελθών\, οὐκ ἀνέστρεψεν ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς. καὶ ἀπέστειλε τὴν περιστερὰν ὀπίσω αὐτοῦ ἰδεῖν\, εἰ κεκόπακε τὸ ὕδωρ ἀπὸ τῆς γῆς. καὶ οὐχ εὑροῦσαι ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς\, ἀνέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτόν\, ὅτι ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς\, καὶ ἐκτείνας τὴν χεῖρα ἔλαβεν αὐτήν\, καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν. καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας\, πάλιν ἐξαπέστειλε τὴν περιστερὰν ἐκ τῆς κιβωτοῦ· καὶ ἀνέστρεψε πρὸς αὐτὸν ἡ περιστερὰ τὸ πρὸς ἑσπέραν\, καὶ εἶχε φύλλον ἐλαίας κάρφος ἐν τῷ στόματι αὐτῆς\, καὶ ἔγνω Νῶε ὅτι κεκόπακε τὸ ὕδωρ ἀπὸ τῆς γῆς. καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας\, πάλιν ἐξαπέστειλε τὴν περιστεράν\, καὶ οὑ προσέθετο τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι.\n\nκαὶ ἐγένετο ἐν τῷ ἑνὶ καὶ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε\, τοῦ πρώτου μηνός\, μιᾷ τοῦ μηνός\, ἐξέλιπε τὸ ὕδωρ ἀπὸ τῆς γῆς· καὶ ἀπεκάλυψε Νῶε τὴν στέγην τῆς κιβωτοῦ\, ἣν ἐποίησε\, καὶ εἶδεν ὅτι ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς. ἐν δὲ τῷ δευτέρῳ μηνὶ ἐξηράνθη ἡ γῆ\, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός. Καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε λέγων· ἔξελθε ἐκ τῆς κιβωτοῦ\, σὺ καὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ καὶ πάντα τὰ θηρία\, ὅσα ἐστὶ μετὰ σοῦ\, καὶ πᾶσα σὰρξ ἀπὸ πετεινῶν ἕως κτηνῶν\, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς ἐξάγαγε μετὰ σεαυτοῦ· καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς. καὶ ἐξῆλθε Νῶε καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ. καὶ πάντα τὰ θηρία\, καὶ πάντα τὰ κτήνη\, καὶ πᾶν πετεινόν\, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν\, ἐξήλθοσαν ἐκ τῆς κιβωτοῦ.\n\n καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ\, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν καὶ ἀνήνεγκεν εἰς ὁλοκάρπωσιν ἐπὶ τὸ θυσιαστήριον. καὶ ὠσφράνθη Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας\, καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς· οὐ προσθήτω ἔτι καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων\, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ· οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν\, καθὼς ἐποίησα.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 10:31-11:12\nΣτόμα δικαίου ἀποστάζει σοφίαν\, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας\, στόμα δὲ ἀσεβῶν ἀποστρέφεται. ΖΥΓΟΙ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου\, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. οὗ ἐὰν εἰσέλθῃ ὕβρις\, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον\, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. δικαιοσύνη ἀμώμους ὀρθοτομεῖ ὁδούς\, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. δικαιοσύνη ἀνδρῶν ὀρθῶν ρύεται αὐτούς\, τῇ δὲ ἀπωλείᾳ αὐτῶν ἁλίσκονται παράνομοι. τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς\, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. δίκαιος ἐκ θήρας ἐκδύνει\, ἀντ᾿ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. ἐν στόματι ἀσεβῶν παγὶς πολίταις\, αἴσθησις δὲ δικαίων εὔοδος. ἐν ἀγαθοῖς δικαίων κατώρθωσε πόλις\, στόμασι δὲ ἀσεβῶν κατεσκάφη. μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν\, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200321
DTEND;VALUE=DATE:20200322
SUMMARY:Σάββατον Γ΄ τῶν Νηστειῶν
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 21 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Σάββατον Γ΄ τῶν Νηστειῶν ; Ἰάκωβος ὁ Ομολογητής; Θωμᾶς\, Πατριάρχης Κωνσταντινουπόλεως; Φιλήμων καὶ Δομνίνος\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 10:32-38\nἈδελφοί\, ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας\, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μέν\, ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι· τοῦτο δέ\, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε\, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε\, γινώσκοντες ἔχειν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν\, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὑπομονῆς γὰρ ἔχετε χρείαν\, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον ὅσον\, Ὁ ἐρχόμενος ἥξει\, καὶ οὐ χρονιεῖ. Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται\, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 2:14-17\nΤῷ καιρῷ ἐκείνῳ\, παράγων ὁ Ἰησοῦς εἶδε Λευῒν τὸν τοῦ ᾿Αλφαίου\, καθήμενον ἐπὶ τὸ τελώνιον\, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ\, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ ᾿Ιησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί\, καὶ ἠκολούθησαν αὐτῷ. καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει; καὶ ἀκούσας ὁ ᾿Ιησοῦς λέγει αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ\, ἀλλ᾿ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους\, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200322
DTEND;VALUE=DATE:20200323
SUMMARY:Κυριακή Γ΄ τῶν Νηστειών (τῆς Σταυροπροσκυνήσεως)
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 22 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή Γ΄ τῶν Νηστειών (τῆς Σταυροπροσκυνήσεως) ; Βασίλειος\, Ἱερομάρτυς Ἀγκύρας; Μάρτυρες Καλλινίκη καὶ Βασίλισσα; Εὐθύμιος\, Νεομάρτυς\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 20:1-10\nΤῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον\, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ ᾿Ιησοῦς\, καὶ λέγει αὐτοῖς· ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου\, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον\, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια\, οὐ μέντοι εἰσῆλθεν. ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ\, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα\, καὶ τὸ σουδάριον\, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ\, οὐ μετὰ τῶν ὀθονίων κείμενον\, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον\, καὶ εἶδε καὶ ἐπίστευσεν· οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 4:14-16\, 5:1-6\nἈδελφοί\, ἔχοντες οὖν ἀρχιερέα μέγαν\, διεληλυθότα τοὺς οὐρανούς\, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ\, κρατῶμεν τῆς ὁμολογίας. Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν\, πεπειραμένον δὲ κατὰ πάντα καθʼ ὁμοιότητα\, χωρὶς ἁμαρτίας. Προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος\, ἵνα λάβωμεν ἔλεον\, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. Πᾶς γὰρ ἀρχιερεύς\, ἐξ ἀνθρώπων λαμβανόμενος\, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν\, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν· μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσιν καὶ πλανωμένοις\, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει\, καθὼς περὶ τοῦ λαοῦ\, οὕτως καὶ περὶ ἑαυτοῦ\, προσφέρειν ὑπὲρ ἁμαρτιῶν. Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν\, ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ\, καθάπερ καὶ Ἀαρών. Οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα\, ἀλλʼ ὁ λαλήσας πρὸς αὐτόν\, Υἱός μου εἶ σύ\, ἐγὼ σήμερον γεγέννηκά σε. Καθὼς καὶ ἐν ἑτέρῳ λέγει\, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 8:34-38\, 9:1\nΕἶπεν ὁ Κύριος· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν\, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ\, καὶ ἀκολουθείτω μοι. ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι\, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου\, οὗτος σώσει αὐτήν. τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον\, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ\, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων\, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200323
DTEND;VALUE=DATE:20200324
SUMMARY:Νίκων Ὁσιομάρτυς καί οἱ σύν αὐτῶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 23 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Νίκων Ὁσιομάρτυς καί οἱ σύν αὐτῶ; Ἁνατόλιος καὶ Προτολέων Μάρτυρες; Λοῦκας\, Νεομάρτυς\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 14:24-32\nΤάδε λέγει Κύριος σαβαώθ· ὃν τρόπον εἴρηκα\, οὕτως ἔσται\, καὶ ὃν τρόπον βεβούλευμαι\, οὕτως μενεῖ\, τοῦ ἀπολέσαι τοὺς ᾿Ασσυρίους ἀπὸ τῆς γῆς τῆς ἐμῆς καὶ ἀπὸ τῶν ὀρέων μου\, καὶ ἔσονται εἰς καταπάτημα\, καὶ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῶν ὁ ζυγὸς αὐτῶν\, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται. αὕτη ἡ βουλή\, ἣν βεβούλευται Κύριος ἐπὶ τὴν ὅλην οἰκουμένην\, καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη. ἃ γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται\, τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει; Τοῦ ἔτους\, οὗ ἀπέθανεν ὁ βασιλεὺς ῎Αχαζ\, ἐγενήθη τὸ ρῆμα τοῦτο. μὴ εὐφρανθείητε οἱ ἀλλόφυλοι πάντες\, συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεως ἐξελεύσεται ἔκγονα ἀσπίδων\, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι καὶ βοσκηθήσονται πτωχοὶ δι᾿ αὐτοῦ\, πτωχοὶ δὲ ἄνθρωποι ἐπὶ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου καὶ τὸ κατάλειμμά σου ἀνελεῖ. ὀλολύξατε\, πύλαι πόλεων\, κεκραγέτωσαν πόλεις τεταραγμέναι\, οἱ ἀλλόφυλοι πάντες\, ὅτι ἀπὸ Βορρᾶ καπνὸς ἔρχεται\, καὶ οὐκ ἔστι τοῦ εἶναι. καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; ὅτι Κύριος ἐθεμελίωσε Σιών\, καὶ δι᾿ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 8:21-9:7\nΚαὶ ὠσφράνθη Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας\, καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς· οὐ προσθήτω ἔτι καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων\, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ· οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν\, καθὼς ἐποίησα. πάσας τὰς ἡμέρας τῆς γῆς\, σπέρμα καὶ θερισμός\, ψῦχος καὶ καῦμα\, θέρος καὶ ἔαρ\, ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσι.\n\nΚαὶ εὐλόγησεν ὁ Θεὸς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτοῖς· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς. καὶ ὁ τρόμος καὶ ὁ φόβος ὑμῶν ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς\, ἐπὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν δέδωκα. καὶ πᾶν ἑρπετόν\, ὅ ἐστι ζῶν\, ὑμῖν ἔσται εἰς βρῶσιν· ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτὸ καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου. ὁ ἐκχέων αἷμα ἀνθρώπου\, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται\, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. ὑμεῖς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν\, καὶ κατακυριεύσατε αὐτῆς.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 11:19-12:6\nΥἱὸς δίκαιος γεννᾶται εἰς ζωήν\, διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον. βδέλυγμα Κυρίῳ διεστραμμέναι ὁδοί\, προσδεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν. χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται\, ὁ δὲ σπείρων δικαιοσύνην λήψεται μισθὸν πιστόν. ὥσπερ ἐνώτιον ἐν ρινὶ ὑός\, οὕτως γυναικὶ κακόφρονι κάλλος. ἐπιθυμία δικαίων πᾶσα ἀγαθή\, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν\, εἰσὶ δὲ καὶ οἳ συνάγοντες ἐλαττονοῦνται. ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ\, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων. ὁ συνέχων σῖτον ὑπολείποιτο αὐτὸν τοῖς ἔθνεσιν\, εὐλογίαν δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος. τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν\, ἐκζητοῦντα δὲ κακά\, καταλήψεται αὐτόν. ὁ πεποιθὼς ἐπὶ πλούτῳ οὗτος πεσεῖται\, ὁ δὲ ἀντιλαμβανόμενος δικαίων οὗτος ἀνατελεῖ. ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον\, δουλεύσει δὲ ἄφρων φρονίμῳ. ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς\, ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων. εἰ ὁ μὲν δίκαιος μόλις σώζεται\, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποὺ φανεῖται; Ο ἀγαπῶν παιδείαν\, ἀγαπᾷ αἴσθησιν\, ὁ δὲ μισῶν ἐλέγχους ἄφρων. κρείσων ὁ εὑρὼν χάριν παρὰ Κυρίῳ\, ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται. οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου\, αἱ δὲ ρίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται. γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς· ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ\, οὕτως ἄνδρα ἀπόλλυσι γυνὴ κακοποιός. λογισμοὶ δικαίων κρίματα\, κυβερνῶσι δὲ ἀσεβεῖς δόλους. λόγοι ἀσεβῶν δόλιοι\, στόμα δὲ ὀρθῶν ρύσεται αὐτούς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200324
DTEND;VALUE=DATE:20200325
SUMMARY:Προεόρτια Εὐαγγελισμοῦ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 24 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Προεόρτια Εὐαγγελισμοῦ; Ἀρτέμων\, Ἐπίσκοπος; Θεωνᾶς\, ὁ έν Θεσσαλονίκῃ; Ζαχαρίας \n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 25:1-9\nΚύριε ὁ Θεός μου\, δοξάσω σε\, ὑμνήσω τὸ ὄνομά σου\, ὅτι ἐποίησας θαυμαστὰ πράγματα\, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο\, Κύριε· ὅτι ἔθηκας πόλεις εἰς χῶμα\, πόλεις ὀχυρὰς τοῦ μὴ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός\, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε· ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς καὶ τοῖς ἀθυμήσασι δι᾿ ἔνδειαν σκέπη\, ἀπὸ ἀνθρώπων πονηρῶν ρύσῃ αὐτούς\, σκέπη διψώντων καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων. ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιών\, ἀπὸ ἀνθρώπων ἀσεβῶν\, οἷς ἡμᾶς παρέδωκας.\n\n καὶ ποιήσει Κύριος σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο. πίονται εὐφροσύνην\, πίονται οἶνον\, χρίσονται μύρον. ἐν τῷ ὄρει τούτῳ παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. κατέπιεν ὁ θάνατος ἰσχύσας\, καὶ πάλιν ἀφεῖλε Κύριος ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς\, τὸ γὰρ στόμα Κυρίου ἐλάλησε. καὶ ἐροῦσι τῇ ἡμέρᾳ ἐκείνῃ· ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ᾿ ᾧ ἠλπίζομεν καὶ ἠγαλλιώμεθα\, καὶ σώσει ἡμᾶς. οὗτος Κύριος\, ὑπεμείναμεν αὐτὸν καὶ ἀγαλλιασόμεθα καὶ ἐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 9:8-17\nΚαὶ εἶπεν ὁ Θεός τῷ Νῷε καὶ τοῖς υἱοῖς αὐτοῦ μετ᾿ αὐτοῦ λέγων· καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν καὶ τῷ σπέρματι ὑμῶν μεθ᾿ ὑμᾶς καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ᾿ ὑμῶν\, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν\, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς\, ὅσα ἐστὶ μεθ᾿ ὑμῶν ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ. καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς\, καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ\, καὶ οὐκ ἔτι ἔσται κατακλυσμὸς ὕδατος τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν. καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε· τοῦτο τὸ σημεῖον τῆς διαθήκης\, ὃ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης\, ἥ ἐστι μεθ᾿ ὑμῶν εἰς γενεὰς αἰωνίους· τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ\, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς. καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν\, ὀφθήσεται τὸ τόξον ἐν τῇ νεφέλῃ\, καὶ μνησθήσομαι τῆς διαθήκης μου\, ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν\, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί\, καὶ οὐκ ἔσται ἔτι τὸ ὕδωρ εἰς κατακλυσμόν\, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα. καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ\, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς καὶ ἀνὰ μέσον ψυχῆς ζώσης ἐν πᾶσι σαρκί\, ἥ ἐστιν ἐπὶ τῆς γῆς. καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε· τοῦτο τὸ σημεῖον τῆς διαθήκης\, ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης σαρκός\, ἥ ἐστιν ἐπὶ τῆς γῆς.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 12:8-22\nΣτόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός\, νωθροκάρδιος δὲ μυκτηρίζεται. κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου. δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ\, τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα. ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων\, οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν. 11α ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς\, ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασι καταλείψει ἀτιμίαν. ἐπιθυμίαι ἀσεβῶν κακαί\, αἱ δὲ ρίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασι. δι᾿ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός\, ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος. 13α ὁ βλέπων λεῖα ἐλεηθήσεται\, ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς. ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν\, ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ. ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν\, εἰσακούει δὲ συμβουλίας σοφός. ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ\, κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν ἀνὴρ πανοῦργος. ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος\, ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος. εἰσὶν οἳ λέγοντες τιτρώσκουσι μαχαίρᾳ\, γλῶσσαι δὲ σοφῶν ἰῶνται. χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν\, μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον. δόλος ἐν καρδίᾳ τεκταινομένου κακά\, οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται. οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον\, οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν. βδέλυγμα Κυρίῳ χείλη ψευδῆ\, ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρ᾿ αὐτῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200325
DTEND;VALUE=DATE:20200326
SUMMARY:Εὐαγγελισμός τῆς Θεοτόκου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 25 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Εὐαγγελισμός τῆς Θεοτόκου\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 1:39-49\, 56\nἘν ταῖς ἡμέρας ἐκείνας\, ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾿Ιούδα\, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. καὶ ἐγένετο ὡς ἤκουσεν ἡ ᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας\, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ῾Αγίου ἡ ᾿Ελισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου\, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου\, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. ῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 2:11-18\nἈδελφοί\, ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι\, ἐξ ἑνὸς πάντες· διʼ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν\, λέγων\, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου\, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Καὶ πάλιν\, Ἐγὼ ἔσομαι πεποιθὼς ἐπʼ αὐτῷ. Καὶ πάλιν\, Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν σαρκός καὶ αἵματος\, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν\, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου\, τοῦτʼ ἔστιν τὸν διάβολον\, καὶ ἀπαλλάξῃ τούτους\, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται\, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι\, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν\, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς\, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 1:24-38\nἘν ταῖς ἡμέραις ἐκείναις συνέλαβεν ᾿Ελισάβετ ἡ γυνὴ αὐτοῦ\, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε\, λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις. ᾿Εν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας\, ᾗ ὄνομα Ναζαρέτ\,πρὸς παρθένον μεμνηστευμένην ἀνδρί\, ᾧ ὄνομα ᾿Ιωσήφ\, ἐξ οἴκου Δαυΐδ\, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε· χαῖρε\, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν. ἡ δὲ ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ\, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· μὴ φοβοῦ\, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν\, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν. οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται\, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ\, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον ᾿Ιακὼβ εἰς τοὺς αἰῶνας\, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται μοι τοῦτο\, ἐπεὶ ἄνδρα οὐ γινώσκω; καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ῞Αγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς Θεοῦ. καὶ ἰδοὺ ᾿Ελισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς\, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. εἶπε δὲ Μαριάμ· ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ᾿ αὐτῆς ὁ ἄγγελος.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200326
DTEND;VALUE=DATE:20200327
SUMMARY:Σύναξις Ἀρχαγγέλου Γαβριήλ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 26 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Σύναξις Ἀρχαγγέλου Γαβριήλ; 26 Μάρτυρες\, οἱ ἐν Γοτθίᾳ; Εἰρηναῖος ὁ ἱερομάρτυς τῆς Ουγγαρίας\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 28:14-22\nΔιὰ τοῦτο ἀκούσατε λόγον Κυρίου\, ἄνδρες τεθλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν ᾿Ιερουσαλήμ· ὅτι εἴπατε· ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ θανάτου συνθήκας\, καταιγὶς φερομένη ἐὰν παρέλθῃ οὐ μὴ ἔλθῃ ἐφ᾿ ἡμᾶς· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασθησόμεθα. διὰ τοῦτο οὕτω λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον\, ἔντιμον\, εἰς τὰ θεμέλια αὐτῆς\, καὶ ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ μὴ καταισχυνθῇ. καὶ θήσω κρίσιν εἰς ἐλπίδα\, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς\, καὶ οἱ πεποιθότες μάτην ψεύδει· ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς\, μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου\, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ\, ἔσεσθε αὐτῇ εἰς καταπάτημα. ὅταν παρέλθῃ\, λήψεται ὑμᾶς· πρωΐ πρωΐ παρελεύσεται ἡμέρας\, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά· μάθετε ἀκούειν. στενοχωρούμενοι οὐ δυνάμεθα μάχεσθαι\, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ὑμᾶς συναχθῆναι. ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται Κύριος\, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών· μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ\, πικρίας ἔργον· ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται\, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. καὶ ὑμεῖς μὴ εὐφρανθείητε\, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοὶ διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου σαβαώθ\, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 10:32-11:9\nΑὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν\, κατὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν. ΚΑΙ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν\, καὶ φωνὴ μία πᾶσι. καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν\, εὗρον πεδίον ἐν γῇ Σενναὰρ καὶ κατῴκησαν ἐκεῖ. καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον αὐτοῦ· δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον\, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός. καὶ εἶπαν· δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον\, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ\, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς. καὶ κατέβη Κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον\, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. καὶ εἶπε Κύριος· ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων\, καὶ τοῦτο ἤρξαντο ποιῆσαι\, καὶ νῦν οὐκ ἐκλείψει ἀπ᾿ αὐτῶν πάντα\, ὅσα ἂν ἐπιθῶνται ποιεῖν. δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν\, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον. καὶ διέσπειρεν αὐτοὺς Κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς\, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Σύγχυσις\, ὅτι ἐκεῖ συνέχεε Κύριος τὰ χείλη πάσης τῆς γῆς\, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ἐπὶ πρόσωπον πάσης τῆς γῆς.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 13:19-14:6\nἘπιθυμίαι εὐσεβῶν ἡδύνουσι ψυχήν\, ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως. ὁ συμπορευόμενος σοφοῖς σοφὸς ἔσται\, ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται. ἁμαρτάνοντας καταδιώξεται κακά\, τοὺς δὲ δικαίους καταλήψεται ἀγαθά. ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν\, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν. δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά\, ἄδικοι δὲ ἀπολοῦνται συντόμως. ὃς φείδεται τῆς βακτηρίας μισεῖ τὸν υἱὸν αὐτοῦ\, ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει. δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ\, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς. ΣΟΦΑΙ γυναῖκες ᾠκοδόμησαν οἴκους\, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον\, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως\, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. οὗ μή εἰσι βόες\, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα\, φανερὰ βοὸς ἰσχύς. μάρτυς πιστὸς οὐ ψεύδεται\, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις\, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200327
DTEND;VALUE=DATE:20200328
SUMMARY:Ὁσία Ματρώνα
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 27 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ὁσία Ματρώνα; Παῦλος\, Ἐπίσκοπος Κορίνθου\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 29:13-23\nΚαὶ εἶπε Κύριος· ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτοῦ καὶ ἐν τοῖς χείλεσιν αὐτῶν τιμῶσί με\, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας. διὰ τοῦτο ἰδοὺ ἐγὼ προσθήσω τοῦ μετατεθῆναι τὸν λαὸν τοῦτον καὶ μεταθήσω αὐτοὺς καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω. οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες καὶ οὐ διὰ Κυρίου· οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν καὶ ἐροῦσι· τίς ἑώρακεν ἡμᾶς; καὶ τίς ἡμᾶς γνώσεται ἢ ἃ ἡμεῖς ποιοῦμεν; οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι αὐτό· οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι· οὐ συνετῶς με ἐποίησας;\n\n οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος\, ὡς τὸ ὄρος τὸ Χέρμελ καὶ τὸ Χέρμελ εἰς δρυμὸν λογισθήσεται; καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου\, καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται· καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κύριον ἐν εὐφροσύνῃ\, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης. ἐξέλιπεν ἄνομος\, καὶ ἀπώλετο ὑπερήφανος\, καὶ ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ\, καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν ὅτι ἐπλαγίασαν ἐπ᾿ ἀδίκοις δίκαιον.\n\n διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τὸν οἶκον ᾿Ιακώβ\, ὃν ἀφώρισεν ἐξ ῾Αβραάμ· οὐ νῦν αἰσχυνθήσεται ᾿Ιακώβ\, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ ᾿Ισραήλ· ἀλλ᾿ ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου\, δι᾿ ἐμὲ ἁγιάσουσιν τὸ ὄνομά μου καὶ ἁγιάσουσιν τὸν ἅγιον ᾿Ιακὼβ καὶ τὸν Θεὸν τοῦ ᾿Ισραὴλ φοβηθήσονται.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 12:1-7\nΚαὶ εἶπε Κύριος τῷ ῞Αβραμ· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ δεῦρο εἰς τὴν γῆν\, ἣν ἄν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου\, καὶ ἔσῃ εὐλογημένος· καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. καὶ ἐπορεύθη ῞Αβραμ\, καθάπερ ἐλάλησεν αὐτῷ Κύριος\, καὶ ᾤχετο μετ᾿ αὐτοῦ Λώτ. ῞Αβραμ δὲ ἦν ἐτῶν ἑβδομηκονταπέντε\, ὅτε ἐξῆλθε ἐκ Χαρράν. καὶ ἔλαβεν ῞Αβραμ Σάραν τὴν γυναῖκα αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν\, ὅσα ἐκτήσαντο\, καὶ πᾶσαν ψυχήν\, ἣν ἐκτήσαντο ἐκ Χαρράν\, καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χαναάν. καὶ διώδευσεν ῞Αβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχέμ\, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν· οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν. καὶ ὤφθη Κύριος τῷ ῞Αβραμ καὶ εἶπεν αὐτῷ· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. καὶ ᾠκοδόμησεν ἐκεῖ ῞Αβραμ θυσιαστήριον Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 14:15-26\nΤῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος\, ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός. ἄκακος πιστεύει παντὶ λόγῳ\, πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν. σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ\, ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μίγνυται ἀνόμῳ. ὀξύθυμος πράσσει μετὰ ἀβουλίας\, ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει. μεριοῦνται ἄφρονες κακίαν\, οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως. ὀλισθήσουσι κακοὶ ἔναντι ἀγαθῶν\, καὶ ἀσεβεῖς θεραπεύσουσι θύρας δικαίων. φίλοι μισήσουσι φίλους πτωχούς\, φίλοι δὲ πλουσίων πολλοί. ὁ ἀτιμάζων πένητας ἁμαρτάνει\, ἐλεῶν δὲ πτωχοὺς μακαριστός. πλανώμενοι τεκταίνουσι κακά\, ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί. οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν\, ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς. ἐν παντὶ μεριμνῶντι ἔνεστι περισσόν\, ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται. στέφανος σοφῶν πλοῦτος αὐτῶν\, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός\, ἐκκαίει δὲ ψεύδη δόλιος. ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος\, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200328
DTEND;VALUE=DATE:20200329
SUMMARY:Σάββατον Δ΄ τῶν Νηστειῶν
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 28 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Σάββατον Δ΄ τῶν Νηστειῶν ; Ὅσιος Ἱλαρίων ὁ Νέος; Ἡρωδίων\, ἐκ τῶν 70; Στέφανος ὁ Θαυματουργός\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 6:9-12\nἈδελφοί\, πεπείσμεθα δὲ περὶ ὑμῶν\, ἀγαπητοί\, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας\, εἰ καὶ οὕτως λαλοῦμεν· οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν\, καὶ τοῦ κόπου τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ\, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες. Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους· ἵνα μὴ νωθροὶ γένησθε\, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 7:31-37\nΤῷ καιρῷ ἐκείνῳ\, ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. καὶ φέρουσιν αὐτῷ κωφὸν μογιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾿ ἰδίαν ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ\, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ\, καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξε καὶ λέγει αὐτῷ· ἐφφαθά\, ὅ ἐστι διανοίχθητι. καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαὶ καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ\, καὶ ἐλάλει ὀρθῶς. καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο\, μᾶλλον περισσότερον ἐκήρυσσον. καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200329
DTEND;VALUE=DATE:20200330
SUMMARY:Κυριακή Δ' τῶν Νηστειών - τοῦ Ὁσίου Πατρός ἡμῶν Ἰωάννου τοῦ συγγραφέως
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 29 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή Δ' τῶν Νηστειών - τοῦ Ὁσίου Πατρός ἡμῶν Ἰωάννου τοῦ συγγραφέως; Μᾶρκος Ἑπίσκοπος Ἀρεθουσίων; Κυρίλλος Διάκονος καί οἱ σύν αὐτῶ; Ἰωνας καὶ Βαραχήσιος\, Μαρτύρες; Εὐστάθιος ὁ Ομολογητής\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 20:11-18\nΤῷ καιρῷ ἐκείνῳ\, Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ κλαίουσα ἔξω. ὡς οὖν ἔκλαιε\, παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους\, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν\, ὅπου ἔκειτο τὸ σῶμα τοῦ ᾿Ιησοῦ. καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· γύναι\, τί κλαίεις; λέγει αὐτοῖς· ὅτι ἦραν τὸν Κύριόν μου\, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω\, καὶ θεωρεῖ τὸν ᾿Ιησοῦν ἑστῶτα\, καὶ οὐκ ᾔδει ὅτι ᾿Ιησοῦς ἐστι. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· γύναι\, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι\, λέγει αὐτῷ· κύριε\, εἰ σὺ ἐβάστασας αὐτόν\, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν\, κἀγὼ αὐτὸν ἀρῶ. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Μαρία. στραφεῖσα ἐκείνη λέγει αὐτῷ· ῥαββουνί\, ὃ λέγεται\, διδάσκαλε. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν\, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον\, καὶ ταῦτα εἶπεν αὐτῇ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 6:13-20\nἈδελφοί\, τῷ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ θεός\, ἐπεὶ κατʼ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι\, ὤμοσεν καθʼ ἑαυτοῦ\, λέγων\, Ἦ μὴν εὐλογῶν εὐλογήσω σε\, καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν\, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος. Ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ\, ἐμεσίτευσεν ὅρκῳ\, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων\, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν\, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος· ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν\, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος· ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς\, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 9:17-31\nΤῷ καιρῷ ἐκείνῳ\, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ λέγων\, διδάσκαλε\, ἤνεγκα τὸν υἱόν μου πρός σε\, ἔχοντα πνεῦμα ἄλαλον. καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ\, ῥήσσει αὐτόν\, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ\, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι\, καὶ οὐκ ἴσχυσαν. ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· ὦ γενεὰ ἄπιστος\, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν\, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ· πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπε· παιδιόθεν. καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλε καὶ εἰς ὕδατα\, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ᾿ εἴ τι δύνασαι\, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ᾿ ἡμᾶς. ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτῷ τὸ εἰ δύνασαι πιστεῦσαι\, πάντα δυνατὰ τῷ πιστεύοντι. καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγε· πιστεύω\, κύριε· βοήθει μου τῇ ἀπιστίᾳ. ἰδὼν δὲ ὁ ᾿Ιησοῦς ὅτι ἐπισυντρέχει ὄχλος\, ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν\, ἐγώ σοι ἐπιτάσσω\, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. καὶ κράξαν καὶ πολλὰ σπαράξαν αὐτὸν ἐξῆλθε\, καὶ ἐγένετο ὡσεὶ νεκρός\, ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν. ὁ δὲ ᾿Ιησοῦς κρατήσας αὐτὸν τῆς χειρὸς ἤγειρεν αὐτόν\, καὶ ἀνέστη. Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν\, ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό. καὶ εἶπεν αὐτοῖς· τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας\, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων\, καὶ ἀποκτενοῦσιν αὐτόν\, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200330
DTEND;VALUE=DATE:20200331
SUMMARY:Ὅσιος Ἰωάννης τῆς Κλίμακος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 30 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ὅσιος Ἰωάννης τῆς Κλίμακος; Σωσθένης\, Απόλλος\, Κέφας\, Καίσαρ\, Επαφροδίτος\, οἱ Ἀπόστολοι τῶν 70; Ζαχαρίου του νέου ιερομάρτυρος\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 37:33-38:6\nΔιὰ τοῦτο οὕτω λέγει Κύριος ἐπὶ βασιλέα ᾿Ασσυρίων· οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην οὐδὲ μὴ βάλῃ ἐπὶ αὐτὴν βέλος οὐδὲ μὴ ἐπιβάλῃ ἐπ᾿ αὐτὴν θυρεόν\, οὐδὲ μὴ κυκλώσῃ ἐπ᾿ αὐτὴν χάρακα\, ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν\, ἐν αὐτῇ ἀποστραφήσεται καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ. τάδε λέγει Κύριος· ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι᾿ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν παῖδά μου. Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν ᾿Ασσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας\, καὶ ἀναστάντες τὸ πρωΐ εὗρον πάντα τὰ σώματα νεκρά. καὶ ἀπῆλθεν ἀποστραφεὶς Σενναχηρεὶμ βασιλεὺς ᾿Ασσυρίων\, καὶ ᾤκησεν ἐν Νινευῇ. καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαρὰχ τὸν πάτραρχον αὐτοῦ\, ᾿Αδραμέλεχ καὶ Σαρασὰρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις\, αὐτοὶ δὲ διεσώθησαν εἰς ᾿Αρμενίαν· καὶ ἐβασίλευσεν ᾿Ασορδὰν ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.\n\n᾽Εγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη ᾿Εζεκίας ἕως θανάτου· καὶ ἦλθε πρὸς αὐτὸν ῾Ησαΐας υἱὸς ᾿Αμὼς ὁ προφήτης καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει Κύριος· τάξαι περὶ τοῦ οἴκου σου\, ἀποθνήσκεις γὰρ σὺ καὶ οὐ ζήσῃ. καὶ ἀπέστρεψεν ᾿Εζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ προσηύξατο πρὸς Κύριον λέγων· μνήσθητι\, Κύριε\, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας\, ἐν καρδίᾳ ἀληθινῇ\, καὶ τὰ ἀρεστά ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν ᾿Εζεκίας κλαυθμῷ μεγάλῳ. καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ησαΐαν λέγων· πορεύθητι καὶ εἰπὸν ᾿Εζεκίᾳ· τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου· ἤκουσα τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου. ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου δεκαπέντε ἔτη· καὶ ἐκ χειρὸς βασιλέως ᾿Ασσυρίων ρύσομαί σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 13:12-18\n῞Αβραμ δὲ κατῴκησεν ἐν γῇ Χαναάν\, Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων καὶ ἐσκήνωσεν ἐν Σοδόμοις· οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα. ῾Ο δὲ Θεὸς εἶπε τῷ ῞Αβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ᾿ αὐτοῦ· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε ἀπὸ τοῦ τόπου\, οὗ νῦν σύ εἶ\, πρὸς βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν· ὅτι πᾶσαν τὴν γῆν\, ἣν σὺ ὁρᾷς\, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος. καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς· εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς\, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται. ἀναστὰς διόδευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος\, ὅτι σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. καὶ ἀποσκηνώσας ῞Αβραμ\, ἐλθὼν κατῴκησε παρὰ τὴν δρῦν τὴν Μαμβρῆ\, ἣ ἦν ἐν Χεβρώμ\, καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 14:27-15:4\nΠρόσταγμα Κυρίου πηγὴ ζωῆς\, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου. ἐν πολλῷ ἔθνει δόξα βασιλέως\, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου. μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει\, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων. πραΰθυμος ἀνὴρ καρδίας ἰατρός\, σὴς δὲ ὀστέων καρδία αἰσθητική. ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν\, ὁ δὲ τιμῶν αὐτὸν ἐλεεῖ πτωχόν. ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής\, ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος. ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς ἀναπαύσεται σοφίᾳ\, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται. δικαιοσύνη ὑψοῖ ἔθνος\, ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι. δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων\, τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν. Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους\, ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν\, λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς. γλῶσσα σοφῶν καλὰ ἐπίσταται\, στόμα δὲ ἀφρόνων ἀναγγέλλει κακά. ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου\, σκοπεύουσι κακούς τε καὶ ἀγαθούς. ἴασις γλώσσης δένδρον ζωῆς\, ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200331
DTEND;VALUE=DATE:20200401
SUMMARY:Ὑπάτιος Ἱερομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 31 Μαρτίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ὑπάτιος Ἱερομάρτυς; Μητροπολίτης Ἰννοκέντιος τῆς Μόσχας; Ἀκάκιος Ὁμολογητής; ὁ Μάρτυρος Θεόφιλος καί οἱ σύν αὐτῷ\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 40:18-31\nτίνι ὡμοιώσατε Κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; μὴ εἰκόνα ἐποίησε τέκτων\, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν\, ὁμοίωμα κατεσκεύασεν αὐτόν; ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων καὶ σοφῶς ζητεῖ πῶς στήσει εἰκόνα αὐτοῦ καὶ ἵνα μὴ σαλεύητε.\n\n οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; ὁ κατέχων τὸν γῦρον τῆς γῆς\, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες\, ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν\, ὁ διδοὺς ἄρχοντας ὡς οὐδὲν ἄρχειν\, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν.\n\n οὐ γὰρ μὴ φυτεύσωσιν\, οὐδὲ μὴ σπείρωσιν\, οὐδὲ μὴ ριζωθῇ εἰς τὴν γῆν ἡ ρίζα αὐτῶν· ἔπνευσεν ἐπ᾿ αὐτοὺς καὶ ἐξηράνθησαν\, καὶ καταιγὶς ὡς φρύγανα λήψεται αὐτούς.\n\n νῦν οὖν τίνι με ὡμοιώσατε καὶ ὑψωθήσομαι; εἶπεν ὁ ἅγιος. ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε\, τίς κατέδειξε ταῦτα πάντα; ὁ ἐκφέρων κατ᾿ ἀριθμὸν τὸν κόσμον αὐτοῦ πάντας ἐπ᾿ ὀνόματι καλέσει· ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος αὐτοῦ οὐδέν σε ἔλαθε.\n\n Μὴ γὰρ εἶπῃς\, ᾿Ιακώβ\, καὶ τί ἐλάλησας\, ᾿Ισραήλ· ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ\, καὶ ὁ Θεός μου τὴν κρίσιν ἀφεῖλε καὶ ἀπέστη; καὶ νῦν οὐκ ἔγνως εἰ μὴ ἤκουσας; Θεὸς αἰώνιος ὁ Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς\, οὐ πεινάσει\, οὐδὲ κοπιάσει\, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ· διδοὺς τοῖς πεινῶσιν ἰσχὺν καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην. πεινάσουσι γὰρ νεώτεροι\, καὶ κοπιάσουσι νεανίσκοι\, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται· οἱ δὲ ὑπομένοντες τὸν Θεὸν ἀλλάξουσιν ἰσχύν\, πτεροφυήσουιν ὡς ἀετοί\, δραμοῦνται καὶ οὐ κοπιάσουσι\, βαδιοῦνται καὶ οὐ πεινάσουσιν.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 15:1-15\nΜετὰ δὲ τὰ ρήματα ταῦτα ἐγενήθη ρῆμα Κυρίου πρὸς ῞Αβραμ ἐν ὁράματι\, λέγων· μὴ φοβοῦ ῞Αβραμ\, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα. λέγει δὲ ῞Αβραμ· δέσποτα Κύριε\, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου\, οὗτος Δαμασκὸς ᾿Ελιέζερ. καὶ εἶπεν ῞Αβραμ· ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα\, ὁ δὲ οἰκογενής μου κληρονομήσει μοι. καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν λέγουσα· οὐ κληρονομήσει σε οὗτος\, ἀλλ᾿ ὃς ἐξελεύσεται ἐκ σοῦ\, οὗτος κληρονομήσει σε. ἐξήγαγε δὲ αὐτὸν ἔξω καὶ εἶπεν αὐτῷ· ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας\, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. καὶ εἶπεν· οὕτως ἔσται τὸ σπέρμα σου. καὶ ἐπίστευσεν ῞Αβραμ τῷ Θεῷ\, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. εἶπε δὲ πρὸς αὐτόν· ἐγὼ ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων\, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι. εἶπε δέ\, Δέσποτα Κύριε\, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν; εἶπε δὲ αὐτῷ· λάβε μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν. ἔλαβε δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις\, τὰ δὲ ὄρνεα οὐ διεῖλε. κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα\, ἐπὶ τὰ διχοτομήματα αὐτῶν\, καὶ συνεκάθησεν αὐτοῖς ῞Αβραμ. περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσε τῷ ῞Αβραμ\, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ. καὶ ἐρρέθη πρὸς ῞Αβραμ· γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ\, καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη. τὸ δὲ ἔθνος\, ᾧ ἐὰν δουλεύσωσι\, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ\, τραφεὶς ἐν γήρᾳ καλῷ.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 15:7-19\nΧείλη σοφῶν δέδεται αἰσθήσει\, καρδία δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς. θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ\, εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ᾿ αὐτῷ. βδέλυγμα Κυρίῳ ὁδοὶ ἀσεβοῦς\, διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ. παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων\, οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς. ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ Κυρίῳ· πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν\, μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει. καρδίας εὐφραινομένης πρόσωπον θάλλει\, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει. καρδία ὀρθὴ ζητεῖ αἴσθησιν\, στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά. πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά\, οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διαπαντός. κρεῖσσον μικρὰ μερὶς μετὰ φόβου Κυρίου ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας. κρείσσων ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν ἢ παράθεσις μόσχων μετὰ ἔχθρας. ἀνὴρ θυμώδης παρασκευάζει μάχας\, μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει. μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις\, ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον. ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις\, αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200401
DTEND;VALUE=DATE:20200402
SUMMARY:Μαρία ἡ Αἰγυπτία
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 1 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Μαρία ἡ Αἰγυπτία; Ευθυμίου του θαυματουργού του Ρώσου; Μάρτυρες Γερόντιος καὶ Βασιλίδης\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 41:4-14\nΤίς ἐνήργησε καὶ ἐποίησε ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς· ἐγὼ Θεὸς πρῶτος\, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν\, τὰ ἄκρα τῆς γῆς ἤγγισαν καὶ ἦλθον ἅμα\, κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελφῷ βοηθῆσαι καὶ ἐρεῖ· ἴσχυσεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σφύρῃ ἅμα ἐλαύνων· ποτὲ μὲν ἐρεῖ· σύμβλημα καλόν ἐστίν· ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις\, θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσονται.\n\n Σὺ δέ\, ᾿Ισραήλ\, παῖς μου ᾿Ιακώβ\, ὃν ἐξελεξάμην\, σπέρμα ῾Αβραάμ\, ὃν ἠγάπησα\, οὗ ἀντελαβόμην ἀπ᾿ ἄκρων τῆς γῆς καὶ ἐκ τῶν σκοπῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπά σοι· παῖς μου εἶ\, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε· μὴ φοβοῦ\, μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ\, ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου.\n\n ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου· ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους\, οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε. ὅτι ἐγὼ ὁ Θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου\, ὁ λέγων σοι· μὴ φοβοῦ\, ᾿Ιακώβ\, ὀλιγοστὸς ᾿Ισραήλ· ἐγὼ ἐβοήθησά σοι\, λέγει ὁ Θεός σου\, ὁ λυτρούμενός σε\, ᾿Ισραήλ.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 17:1-9\n᾽Εγένετο δὲ ῞Αβραμ ἐτῶν ἐνενηκονταεννέα\, καὶ ὤφθη Κύριος τῷ ῞Αβραμ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐνώπιον ἐμοῦ καὶ γίνου ἄμεμπτος\, καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ πληθυνῶ σε σφόδρα. καὶ ἔπεσεν ῞Αβραμ ἐπὶ πρόσωπον αὐτοῦ\, καὶ ἐλάλησεν αὐτῷ ὁ Θεὸς λέγων· καὶ ἐγὼ ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ\, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν\, καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου ῞Αβραμ\, ἀλλ᾿ ἔσται τὸ ὄνομά σου ῾Αβραάμ\, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. καὶ αὐξανῶ σε σφόδρα σφόδρα καὶ θήσω σε εἰς ἔθνη\, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται. καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετά σέ\, εἰς τὰς γενεὰς αὐτῶν\, εἰς διαθήκην αἰώνιον\, εἶναί σου Θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ. καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν\, ἣν παροικεῖς\, πᾶσαν τὴν γῆν Χαναάν\, εἰς κατάσχεσιν αἰώνιον καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν. καὶ εἶπεν ὁ Θεὸς πρὸς ῾Αβραάμ· σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις\, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 15:20-16:9\nΥἱὸς σοφὸς εὐφραίνει πατέρα\, υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ. ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν\, ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται. ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια\, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή. οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ\, οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ. ὁδοὶ ζωῆς διανοήματα συνετοῦ\, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ. οἴκους ὑβριστῶν κατασπᾷ Κύριος\, ἐστήρισε δὲ ὅριον χήρας. βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος\, ἁγνῶν δὲ ρήσεις σεμναί. ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης\, ὁ δὲ μισῶν δώρων λήψεις σώζεται. θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν\, φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ. ὃς ἀπωθεῖται παιδείαν\, μισεῖ ἑαυτόν\, ὁ δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ ψυχὴν αὐτοῦ. φόβος Θεοῦ παιδεία καὶ σοφία\, καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ. πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ παρὰ τῷ Θεῷ\, οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται. ἀκάθαρτος παρὰ Θεῷ πᾶς ὑψηλοκάρδιος\, χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθῳωθήσεται. ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια\, δεκτὰ δὲ παρὰ Θεῷ μᾶλλον ἢ θύειν θυσίας. ὁ ζητῶν τὸν Κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης\, οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200402
DTEND;VALUE=DATE:20200403
SUMMARY:Πέμπτη Ε΄ τῶν Νηστειῶν: Ἀκολουθίαν τοῦ Μεγάλου Κανόνος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 2 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Πέμπτη Ε΄ τῶν Νηστειῶν: Ἀκολουθίαν τοῦ Μεγάλου Κανόνος; Τίτος ὁ Θαυματουργός; Ἁγία Παρθενομάρτυς Θεοδώρα; Αὐτάδελφοι Ἀμφιανὸς καὶ Αἰδέσιος\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 42:5-16\nοὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν\, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾿ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν· ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους\, εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν\, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. ἐγὼ Κύριος ὁ Θεός\, τοῦτό μού ἐστι τὸ ὄνομα· τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. τὰ ἀπ᾿ ἀρχῆς ἰδοὺ ἥκασι\, καὶ καινά\, ἃ ἐγὼ ἀναγγέλλω\, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν.\n\n ῾Υμνήσατε τῷ Κυρίῳ ὕμνον καινόν\, ἡ ἀρχὴ αὐτοῦ· δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ᾿ ἄκρου τῆς γῆς\, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν\, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς. εὐφράνθητι\, ἔρημος\, καὶ αἱ κῶμαι αὐτῆς\, ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδάρ· εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν\, ἀπ᾿ ἄκρων τῶν ὀρέων βοήσουσι· δώσουσι τῷ Θεῷ δόξαν\, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσι. Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον\, ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος.\n\n ἐσιώπησα\, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ὡς ἡ τίκτουσα ἐκαρτέρησα\, ἐκστήσω καὶ ξηρανῶ ἅμα. ἐρημώσω ὄρη καὶ βουνοὺς καὶ πάντα χόρτον αὐτῶν ξηρανῶ\, καὶ θήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ. καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ\, ᾗ οὐκ ἔγνωσαν\, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν\, πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν· ταῦτα τὰ ρήματα ποιήσω καὶ οὐκ ἐγκαταλείψω αὐτούς.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 18:20-33\nΕἶπε δὲ Κύριος· κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με\, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. καταβὰς οὖν ὄψομαι\, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται\, εἰ δὲ μή\, ἵνα γνῶ. καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα. ῾Αβραὰμ δὲ ἔτι ἦν ἑστηκὼς ἐναντίον Κυρίου. καὶ ἐγγίσας ῾Αβραὰμ εἶπε· μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής; ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει\, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων\, ἐὰν ὦσιν ἐν αὐτῇ; μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ρῆμα τοῦτο\, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς\, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν\, οὐ ποιήσεις κρίσιν; εἶπε δὲ Κύριος· ἐὰν ὦσιν ἐν Σοδόμοις πεντήκοντα δίκαιοι ἐν τῇ πόλει\, ἀφήσω ὅλην τὴν πόλιν καὶ πάντα τὸν τόπον δι᾿ αὐτούς. καὶ ἀποκριθεὶς ῾Αβραὰμ εἶπε· νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου\, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι εἰς τεσσαρακονταπέντε\, ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω\, ἐὰν εὕρω ἐκεῖ τεσσσαρακονταπέντε. καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτόν\, καὶ εἶπεν· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα. καὶ εἶπε· μή τι κύριε\, ἐὰν λαλήσω; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τριάκοντα. καὶ εἶπεν· ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριον· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω\, ἐὰν εὕρω ἐκεῖ εἴκοσι. καὶ εἶπε· μήτι κύριε\, ἐὰν λαλήσω ἔτι ἅπαξ· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα. ἀπῆλθε δὲ ὁ Κύριος\, ὡς ἐπαύσατο λαλῶν τῷ ῾Αβραάμ\, καὶ ῾Αβραὰμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 16:17-17:17\nΤρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν\, μῆκος δὲ βίου ὁδοὶ δικαιοσύνης. ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται\, ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται. ὅς φυλάσσει τὰς ἑαυτοῦ ὁδούς\, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν\, ἀγαπῶν δὲ ζωὴν αὐτοῦ φείσεται στόματος αὐτοῦ. πρὸ συντριβῆς ἡγεῖται ὕβρις\, πρὸ δὲ πτώματος κακοφροσύνη. κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν. συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθῶν\, πεποιθὼς δὲ ἐπὶ Θεῷ μακαριστός. τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν\, οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται. πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις\, παιδεία δὲ ἀφρόνων κακή. καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος\, ἐπὶ δὲ χείλεσι φορέσει ἐπιγνωμοσύνην. κηρία μέλιτος λόγοι καλοί\, γλύκασμα δὲ αὐτοῦ ἴασις ψυχῆς. εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρί\, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου. ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ καὶ ἐκβιάζεται τὴν ἀπώλειαν ἑαυτοῦ\, ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν. ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά\, ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ. ἀνὴρ σκολιὸς διαπέμπεται κακά\, καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς καὶ διαχωρίζει φίλους. ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς. στηρίζων δὲ ὀφθαλμοὺς αὐτοῦ διαλογίζεται διεστραμμένα\, ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά· οὗτος κάμινός ἐστι κακίας. στέφανος καυχήσεως γῆρας\, ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται. κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ\, ὁ δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβανομένου πόλιν. εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις\, παρὰ δὲ Κυρίου πάντα τὰ δίκαια.\n\nΚρείσσων ψωμὸς μεθ᾿ ἡδονῆς ἐν εἰρήνη ἢ οἶκος πλήρης πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης. οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων\, ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη. ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός\, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ. κακὸς ὑπακούει γλώσσης παρανόμων\, δίκαιος δὲ οὐ προσέχει χείλεσι ψευδέσιν. ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτόν\, ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται· ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται. στέφανος γερόντων τέκνα τέκνων\, καύχημα δὲ τέκνων πατέρες αὐτῶν. 6α τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων\, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. οὐχ ἁρμόσει ἄφρονι χείλη πιστά\, οὐδὲ δικαίῳ χείλη ψευδῆ. μισθὸς χαρίτων ἡ παιδεία τοῖς χρωμένοις\, οὗ δ᾿ ἂν ἐπιστρέψῃ εὐοδωθήσεται. ὃς κρύπτει ἀδικήματα\, ζητεῖ φιλίαν\, ὃς δὲ μισεῖ κρύπτειν\, διΐστησι φίλους καὶ οἰκείους. συντρίβει ἀπειλὴ καρδίαν φρονίμου\, ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται. ἀντιλογίας ἐγείρει πᾶς κακός\, ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ. ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι\, οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά. ὃς ἀποδίδωσι κακὰ ἀντὶ ἀγαθῶν\, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ. ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης\, προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη. ὃς δίκαιον κρίνει τὸν ἄδικον\, ἄδικον δὲ τὸν δίκαιον\, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ Θεῷ. ἱνατί ὑπῆρξε χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται. ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον\, ζητεῖ συντριβήν\, ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ἐμπεσεῖται εἰς κακά. εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι\, ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· τούτου γὰρ χάριν γεννῶνται.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200403
DTEND;VALUE=DATE:20200404
SUMMARY:Νικήτας ὁ Ομολογητής
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 3 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Νικήτας ὁ Ομολογητής; Ἅγιος Ἰωσὴφ ὁ Ὑμνογράφος; Θεοδοσία καὶ Εἰρήνη\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 45:11-17\nὍτι οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ἅγιος ᾿Ισραὴλ ὁ ποιήσας τὰ ἐπερχόμενα· ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ᾿ αὐτῆς\, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν\, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα\, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων\, οὐδὲ μετὰ δώρων\, εἶπε Κύριος σαβαώθ. Οὕτω λέγει Κύριος σαβαώθ· ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων\, καὶ οἱ Σεβωεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις καὶ διαβήσονται πρός σε\, καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξονται\, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι καὶ οὐκ ἐστι Θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ Θεός\, καὶ οὐκ ᾔδειμεν\, ὁ Θεὸς τοῦ ᾿Ισραὴλ σωτήρ. αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ. ἐγκαινίζεσθε πρός με\, νῆσοι. ᾿Ισραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος ἔτι.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 22:1-18\nΚαὶ ἐγένετο μετὰ τὰ ρήματα ταῦτα ὁ Θεός ἐπείρασε τὸν ῾Αβραὰμ καὶ εἶπεν αὐτῷ· ῾Αβραάμ\, ῾Αβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. καὶ εἶπε· λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν\, ὃν ἠγάπησας\, τὸν ᾿Ισαάκ\, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ᾿ ἓν τῶν ὀρέων\, ὧν ἄν σοι εἴπω. ἀναστὰς δὲ ῾Αβραὰμ τὸ πρωΐ ἐπέσαξε τὴν ὄνον αὐτοῦ· παρέλαβε δὲ μεθ᾿ ἑαυτοῦ δύο παῖδας καὶ ᾿Ισαὰκ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν\, ἀναστὰς ἐπορεύθη καὶ ἦλθεν ἐπὶ τὸν τόπον\, ὃν εἶπεν αὐτῷ ὁ Θεός\, τῇ ἡμέρᾳ τῇ τρίτῃ. καὶ ἀναβλέψας ῾Αβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ\, εἶδε τὸν τόπον μακρόθεν. καὶ εἶπεν ῾Αβραὰμ τοῖς παισὶν αὐτοῦ· καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου\, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς. ἔλαβε δὲ ῾Αβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν ᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ· ἔλαβε δὲ μετὰ χεῖρας καὶ τὸ πῦρ καὶ τὴν μάχαιραν\, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. εἶπε δὲ ᾿Ισαὰκ πρὸς ῾Αβραὰμ τὸν πατέρα αὐτοῦ· πάτερ. ὁ δὲ εἶπε· τί ἐστι\, τέκνον; εἶπε δέ· ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; εἶπε δὲ ῾Αβραάμ· ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν\, τέκνον. πορευθέντες δὲ ἀμφότεροι ἅμα\, ἦλθον ἐπὶ τὸν τόπον\, ὃν εἶπεν αὐτῷ ὁ Θεός.\n\n καὶ ᾠκοδόμησεν ἐκεῖ ῾Αβραὰμ τὸ θυσιαστήριον καὶ ἐπέθηκε τὰ ξύλα\, καὶ συμποδίσας ᾿Ισαὰκ τὸν υἱὸν αὐτοῦ\, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων. καὶ ἐξέτεινεν ῾Αβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ. καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν· ῾Αβραάμ\, ῾Αβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. καὶ εἶπε· μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων\, ὅτι φοβῇ σὺ τὸν Θεὸν καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ. καὶ ἀναβλέψας ῾Αβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε\, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων· καὶ ἐπορεύθη ῾Αβραὰμ καὶ ἔλαβε τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτοῦ. καὶ ἐκάλεσεν ῾Αβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου\, Κύριος εἶδεν\, ἵνα εἴπωσι σήμερον\, ἐν τῷ ὄρει Κύριος ὤφθη. καὶ ἐκάλεσεν ἄγγελος Κυρίου τὸν ῾Αβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ\, λέγων· κατ᾿ ἐμαυτοῦ ὤμοσα\, λέγει Κύριος\, οὗ εἵνεκεν ἐποίησας τὸ ρῆμα τοῦτο\, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ\, ἦ μὴν εὐλογῶν εὐλογήσω σε\, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου\, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης\, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων· καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς\, ἀνθ᾿ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 17:17-18:5\nεἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι\, ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· τούτου γὰρ χάριν γεννῶνται. ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ\, ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τῶν ἑαυτοῦ φίλων. φιλαμαρτήμων χαίρει μάχαις\, [ὑψῶν δὲ θύραν αὐτοῦ ζητεῖ συντριβήν]. ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς. ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά\, καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν. οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ\, υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ. καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ\, ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ. λαμβάνοντος δῶρα ἀδίκως ἐν κόλποις οὐ κατευοδοῦνται ὁδοί\, ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης. πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ\, οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ᾿ ἄκρα γῆς. ὀργὴ πατρὶ υἱὸς ἄφρων καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν. ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν\, οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. ὃς φείδεται ρῆμα προέσθαι σκληρόν\, ἐπιγνώμων\, μακρόθυμος δὲ ἀνὴρ φρόνιμος. ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται\, ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι.\n\nΠροφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων\, ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται. οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν\, μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ. ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν\, καταφρονεῖ\, επέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος. ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρός\, ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωῆς. θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν\, οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200404
DTEND;VALUE=DATE:20200405
SUMMARY:Σάββατον Ε΄ τῶν Νηστειῶν
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 4 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Σάββατον Ε΄ τῶν Νηστειῶν ; Γεώργιος ὁ ἐν Μαλεῶ; Πλάτων\, τῆς Στουδίου; Νικήτα ιερομάρτυρος του εν Σέρραις αθλήσαντος; Ὅσιος Ζωσιμᾶς; Θεωνᾶς\, Ἀρχιεπίσκοπος Θεσσαλονίκης\, κτήτορος καί ἀνακαινιστοῦ ἡ ἐν Χαλκιδικῇ Ἱερᾶς Μονῆς τῆς Ἁγίας Ἀναστασίας τῆς Φαρμακολυτρίας; Θεόδουλος καί Ἀγαθόπους οἱ ἐν Θεσσαλονίκῃ\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 9:1-7\nἈδελφοί\, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας\, τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη\, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων\, ἥτις λέγεται ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων\, χρυσοῦν ἔχουσα θυμιατήριον\, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ\, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα\, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα\, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτως κατεσκευασμένων\, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς\, τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς\, οὐ χωρὶς αἵματος\, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων·\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 1:39-49\, 56\nἘν ταῖς ἡμέρας ἐκείνας\, ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾿Ιούδα\, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. καὶ ἐγένετο ὡς ἤκουσεν ἡ ᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας\, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ῾Αγίου ἡ ᾿Ελισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου\, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου\, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. ῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200405
DTEND;VALUE=DATE:20200406
SUMMARY:Κυριακή Ε' τῶν Νηστειών - Ὁσίας Μητρός ἡμῶν Μαρίας τῆς Αἰγυπτίας
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 5 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή Ε' τῶν Νηστειών - Ὁσίας Μητρός ἡμῶν Μαρίας τῆς Αἰγυπτίας ; Κλαύδιος καὶ οἱ σὺν αὐτῷ; Θεοδώρα ἡ έν Θεσσαλονίκῃ; Ἀγαθοπόδης καί Θεόδουλος\, Μάρτυρες; Νεομάρτυρος Γεωργίου\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 20:19-31\nΟὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων\, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων\, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον\, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλκέ με ὁ πατήρ\, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας\, ἀφίενται αὐτοῖς\, ἄν τινων κρατῆτε\, κεκράτηνται.\n\nΘωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα\, ὁ λεγόμενος Δίδυμος\, οὐκ ἦν μετ᾽ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἐωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων\, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων\, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ\, οὐ μὴ πιστεύσω. Καὶ μεθ᾽ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾽ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων\, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου\, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου\, καὶ μὴ γίνου ἄπιστος\, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με\, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ\, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ\, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 9:11-14\nἈδελφοί\, Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν\, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς\, οὐ χειροποιήτου\, τοῦτʼ ἔστιν\, οὐ ταύτης τῆς κτίσεως\, οὐδὲ διʼ αἵματος τράγων καὶ μόσχων\, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια\, αἰωνίαν λύτρωσιν εὑράμενος. Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων\, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους\, ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα\, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ\, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ\, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων\, εἰς τὸ λατρεύειν θεῷ ζῶντι;\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 10:32-45\nΤῷ καιρῷ ἐκείνῳ\, παραλαβάνει ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητάς αὐτοῦ καὶ ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν\, ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς ῾Ιεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι\, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι\, καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτόν\, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ προσπορεύονται αὐτῷ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης υἱοὶ Ζεβεδαίου λέγοντες· διδάσκαλε\, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν. ὁ δὲ εἶπεν αὐτοῖς· τί θέλετε ποιῆσαί με ὑμῖν; οἱ δὲ εἶπον αὐτῷ· δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω\, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; οἱ δὲ εἶπον αὐτῷ· δυνάμεθα. ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε\, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι\, ἀλλ᾿ οἷς ἡτοίμασται. Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ ᾿Ιακώβου καὶ ᾿Ιωάννου. ὁ δὲ ᾿Ιησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς· οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν· οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν\, ἀλλ᾿ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν\, ἔσται ὑμῶν διάκονος\, καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος\, ἔσται πάντων δοῦλος· καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι\, ἀλλὰ διακονῆσαι\, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200406
DTEND;VALUE=DATE:20200407
SUMMARY:Εὐτύχιος Πατριάρχης Κωνσταντινουπόλεως
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 6 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Εὐτύχιος Πατριάρχης Κωνσταντινουπόλεως; Των εν Περσίδι 120 αγίων Μαρτύρων; Γρηγορίου του Σιναίτου; Πλατωνίς\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 48:17-49:4\nΟὕτως λέγει Κύριος ὁ ρυσάμενός σε\, ὁ ἅγιος ᾿Ισραήλ· ἐγώ εἰμι ὁ Θεός σου\, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν\, ἐν ᾗ πορεύσῃ ἐν αὐτῆ. καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου\, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης· καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς\, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιον ἐμοῦ.\n\n ῎Εξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων· φωνὴν εὐφροσύνης ἀναγγείλατε\, καὶ ἀκουστὸν γενέσθω τοῦτο\, ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς\, λέγεται· ἐρρύσατο Κύριος τὸν δοῦλον αὐτοῦ ᾿Ιακώβ· καὶ ἐὰν διψήσωσι\, δι᾿ ἐρήμου ἄξει αὐτούς\, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς· σχισθήσεται πέτρα\, καὶ ρυήσεται ὕδωρ\, καὶ πίεται ὁ λαός μου. οὐκ ἐστι χαίρειν\, λέγει Κύριος\, τοῖς ἀσεβέσιν.\n\n᾽Ακούσατέ μου\, νῆσοι\, καὶ προσέχετε\, ἔθνη· διὰ χρόνου πολλοῦ στήσεται\, λέγει Κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου καὶ ἔθηκε τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με\, ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με. καὶ εἶπέ μοι· δοῦλός μου εἶ σύ\, ᾿Ισραήλ\, καὶ ἐν σοὶ δοξασθήσομαι. καὶ ἐγὼ εἶπα· κενῶς ἐκοπίασα\, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ\, καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 27:1-41\n᾽Εγένετο δὲ μετὰ τὸ γηράσαι τὸν ᾿Ισαὰκ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν\, καὶ ἐκάλεσεν ῾Ησαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καί εἶπεν αὐτῷ· υἱέ μου· καὶ εἶπεν· ἰδοὺ ἐγώ. καὶ εἶπεν· ἰδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου· νῦν οὖν λαβὲ τὸ σκεῦός σου\, τήν τε φαρέτραν καὶ τὸ τόξον\, καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα\, ὡς φιλῶ ἐγώ\, καὶ ἔνεγκέ μοι\, ἵνα φάγω\, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με. Ρεβέκκα δὲ ἤκουσε λαλοῦντος ᾿Ισαὰκ πρὸς ῾Ησαῦ τὸν υἱὸν αὐτοῦ. ἐπορεύθη δὲ ῾Ησαῦ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ· Ρεβέκκα δὲ εἶπε πρὸς ᾿Ιακὼβ τὸν υἱὸν αὐτῆς\, τὸν ἐλάσσω· ἰδέ\, ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς ῾Ησαῦ τὸν ἀδελφόν σου λέγοντος· ἔνεγκόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα\, ἵνα φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου πρὸ τοῦ ἀποθανεῖν με. νῦν οὖν\, υἱέ μου\, ἄκουσόν μου\, καθὰ ἐγώ σοι ἐντέλλομαι. καὶ πορευθεὶς εἰς τὰ πρόβατα λαβέ μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς\, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου\, ὡς φιλεῖ\, καὶ εἰσοίσεις τῷ πατρί σου καὶ φάγεται\, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν. εἶπε δὲ ᾿Ιακὼβ πρὸς Ρεβέκκαν τὴν μητέρα αὐτοῦ· ἔστιν ῾Ησαῦ ὁ ἀδελφός μου ἀνὴρ δασύς\, ἐγὼ δὲ ἀνὴρ λεῖος· μή ποτε ψηλαφήσῃ με ὁ πατήρ\, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν καὶ ἐπάξω ἐπ᾿ ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν. εἶπε δὲ αὐτῷ ἡ μήτηρ· ἐπ᾿ ἐμὲ ἡ κατάρα σου\, τέκνον· μόνον ὑπάκουσόν μοι τῆς φωνῆς καὶ πορευθεὶς ἔνεγκέ μοι. πορευθεὶς δὲ ἔλαβε καὶ ἤνεγκε τῇ μητρί\, καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα\, καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ. καὶ λαβοῦσα Ρεβέκκα τὴν στολὴν ῾Ησαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλήν\, ἣ ἦν παρ᾿ αὐτῇ ἐν τῷ οἴκῳ\, ἐνέδυσεν αὐτὴν ᾿Ιακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ καὶ ἔδωκε τὰ ἐδέσματα καὶ τοὺς ἄρτους\, οὓς ἐποίησεν εἰς τὰς χεῖρας ᾿Ιακὼβ τοῦ υἱοῦ αὐτῆς. καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ. εἶπε δέ· πάτερ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ· τίς εἶ σὺ τέκνον; καὶ εἶπεν ᾿Ιακὼβ τῷ πατρί· ἐγὼ ῾Ησαῦ ὁ πρωτότοκός σου· πεποίηκα καθὰ ἐλάλησάς μοι· ἀναστὰς κάθισον καὶ φάγε ἀπὸ τῆς θήρας μου\, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. εἶπε δὲ ᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ· τί τοῦτο\, ὃ ταχὺ εὗρες\, ὦ τέκνον; ὁ δὲ εἶπεν· ὃ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον μου. εἶπε δὲ ᾿Ισαὰκ τῷ ᾿Ιακώβ· ἔγγισόν μοι καὶ ψηλαφήσω σε\, τέκνον\, εἰ σὺ εἶ ὁ υἱός μου ῾Ησαῦ ἢ οὔ. ἤγγισε δὲ ᾿Ιακὼβ πρὸς ᾿Ισαὰκ τὸν πατέρα αὐτοῦ\, καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν· ἡ μὲν φωνὴ φωνὴ ᾿Ιακώβ\, αἱ δὲ χεῖρες χεῖρες ῾Ησαῦ. καὶ οὐκ ἐπέγνω αὐτόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες ῾Ησαῦ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι· καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπε· σὺ εἶ ὁ υἱός μου ῾Ησαῦ; ὁ δὲ εἶπεν· ἐγώ. καὶ εἶπε· προσάγαγέ μοι\, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου\, τέκνον\, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου. καὶ προσήνεγκεν αὐτῷ\, καὶ ἔφαγε· καὶ εἰσήνεγκεν αὐτῷ οἶνον\, καὶ ἔπιε. καὶ εἶπεν αὐτῷ ᾿Ισαὰκ ὁ πατὴρ αὐτοῦ· ἔγγισόν μοι καὶ φίλησόν με τέκνον. καὶ ἐγγίσας ἐφίλησεν αὐτόν\, καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν· ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους\, ὃν εὐλόγησε Κύριος. καὶ δῴη σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆθος σίτου καὶ οἴνου. καὶ δουλευσάτωσάν σοι ἔθνη\, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου\, καὶ προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. ὁ καταρώμενός σε ἐπικατάρατος\, ὁ δὲ εὐλογῶν σε εὐλογημένος. Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι ᾿Ισαὰκ εὐλογοῦντα ᾿Ιακὼβ τὸν υἱὸν αὐτοῦ καὶ ἐγένετο\, ὡς ἐξῆλθεν ᾿Ιακὼβ ἀπὸ προσώπου ᾿Ισαὰκ τοῦ πατρὸς αὐτοῦ\, καὶ ῾Ησαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας. καὶ ἐποίησε καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ. καὶ εἶπε τῷ πατρί· ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω ἀπὸ τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ\, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. καὶ εἶπεν αὐτῷ ᾿Ισαὰκ ὁ πατὴρ αὐτοῦ· τίς εἶ σύ; ὁ δὲ εἶπεν· ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος ῾Ησαῦ. ἐξέστη δὲ ᾿Ισαὰκ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπε· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι; καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ ἐλθεῖν σε καὶ εὐλόγησα αὐτόν\, καὶ εὐλογημένος ἔσται. ἐγένετο δέ\, ἡνίκα ἤκουσεν ῾Ησαῦ τὰ ῥήματα τοῦ πατρὸς αὐτοῦ ᾿Ισαάκ\, ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἶπεν· εὐλόγησον δή κἀμέ\, πάτερ. εἶπε δὲ αὐτῷ· ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβε τὴν εὐλογίαν σου. καὶ εἶπε· δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ ᾿Ιακώβ· ἐπτέρνικε γάρ με ἰδοὺ δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφε καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου· καὶ εἶπεν ῾Ησαῦ τῷ πατρὶ αὐτοῦ· οὐχ ὑπελίπου μοι εὐλογίαν\, πάτερ; ἀποκριθεὶς δὲ ᾿Ισαὰκ εἶπε τῷ ῾Ησαῦ· εἰ κύριον αὐτὸν πεποίηκά σου καὶ πάντας τοὺς ἀδελφούς αὐτοῦ πεποίηκα αὐτοῦ οἰκέτας\, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν\, σοὶ δὲ τί ποιήσω\, τέκνον; εἶπε δὲ ῾Ησαῦ πρὸς τὸν πατέρα αὐτοῦ· μὴ εὐλογία μία σοί ἐστι\, πάτερ; εὐλόγησον δὴ κἀμέ\, πάτερ. κατανυχθέντος δὲ ᾿Ισαὰκ ἀνεβόησε φωνῇ ῾Ησαῦ καὶ ἔκλαυσεν. ἀποκριθεὶς δὲ ᾿Ισαὰκ ὁ πατὴρ αὐτοῦ εἶπεν αὐτῷ· ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν. καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς\, καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου. Καὶ ἐνεκότει ῾Ησαῦ τῷ ᾿Ιακὼβ περὶ τῆς εὐλογίας ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ· εἶπε δὲ ῾Ησαῦ ἐν τῇ διανοίᾳ αὐτοῦ· ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου\, ἵνα ἀποκτείνω ᾿Ιακὼβ τὸν ἀδελφόν μου.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 19:16-25\nὋς φυλάσσει ἐντολήν\, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν\, ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν ἀπολεῖται. δανείζει Θεῷ ὁ ἐλεῶν πτωχόν\, κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ. παίδευε υἱόν σου\, οὕτως γὰρ ἔσται εὔελπις\, εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου. κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται· ἐὰν δὲ λοιμεύηται\, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει. ἄκουε\, υἱέ\, παιδείαν πατρός σου\, ἵνα σοφὸς γένῃ ἐπ᾿ ἐσχάτων σου. πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός\, ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. καρπὸς ἀνδρὶ ἐλεημοσύνη\, κρείσσων δὲ πτωχὸς δίκαιος ἢ πλούσιος ψεύστης. φόβος Κυρίου εἰς ζωὴν ἀνδρί\, ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις\, οὗ οὐκ ἐπισκοπεῖται γνῶσις. ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως\, οὐδὲ τῷ στόματι οὐ μὴ προσαγάγῃ αὐτάς. λοιμοῦ μαστιγουμένου\, ἄφρων πανουργότερος γίνεται· ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον\, νοήσει αἴσθησιν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200407
DTEND;VALUE=DATE:20200408
SUMMARY:Καλλιόπιος καὶ Ακυλίνα\, Μάρτυρες
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 7 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Καλλιόπιος καὶ Ακυλίνα\, Μάρτυρες; Τύχων\, Πατριάρχης Μοσκοῦ; Σάββας ὁ Νέος; Γεώργιος\, Ἐπίσκοπος Μυτιλήνης; Γεράσιμος ὁ Θεοφόρος ὁ Βυζάντιος\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 49:6-10\nΚαὶ εἶπέ μοι· μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μου τοῦ στῆσαι τὰς φυλὰς ᾿Ιακὼβ καὶ τὴν διασπορὰν τοῦ ᾿Ισραὴλ ἐπιστρέψαι· ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους\, εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. - Οὕτως λέγει Κύριος ὁ ρυσάμενός σε\, ὁ Θεὸς ᾿Ισραήλ· ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ\, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται\, ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος ᾿Ισραήλ\, καὶ ἐξελεξάμην σε. οὕτως λέγει Κύριος· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔπλασά σε καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους\, λέγοντα τοῖς ἐν δεσμοῖς· ἐξέλθετε\, καὶ τοῖς ἐν τῷ σκότει· ἀνακαλυφθῆναι. ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται\, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν\, οὐδὲ πατάξει αὐτοὺς καύσων\, οὐδὲ ὁ ἥλιος\, ἀλλ᾿ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς·\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 31:3-16\nEἶπε δὲ Κύριος πρὸς ᾿Ιακώβ· ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου\, καὶ ἔσομαι μετὰ σοῦ. ἀποστείλας δὲ ᾿Ιακὼβ ἐκάλεσε Λείαν καὶ Ραχὴλ εἰς τὸ πεδίον\, οὗ ἦν τὰ ποίμνια. καὶ εἶπεν αὐταῖς· ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν\, ὅτι οὐκ ἔστι πρὸς ἐμοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ᾿ ἐμοῦ. καὶ αὐταὶ δὲ οἴδατε\, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν\, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με. ἐὰν οὕτως εἴπῃ\, τὰ ποικίλα ἔσται σου μισθός\, καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα· ἐὰν δὲ εἴπῃ\, τὰ λευκὰ ἔσται σου μισθός\, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά· καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν καὶ ἔδωκέ μοι αὐτά. καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα\, καὶ εἶδον τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ\, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ραντοί. καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ᾿ ὕπνον· ᾿Ιακώβ· ἐγὼ δὲ εἶπα· τί ἐστι; καὶ εἶπεν· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου\, καὶ ἰδὲ τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ραντούς· ἑώρακα γάρ ὅσα σοι Λάβαν ποιεῖ· ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ\, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου\, καὶ ἔσομαι μετὰ σοῦ. καὶ ἀποκριθεῖσαι Ραχὴλ καὶ Λεία εἶπαν αὐτῷ· μή ἐστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς καὶ καταβρώσει κατέφαγε τὸ ἀργύριον ἡμῶν. πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν\, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν\, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν. νῦν οὖν ὅσα σοι εἴρηκεν ὁ Θεός\, ποίει.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 21:3-21\nΠοιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ Θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα. μεγαλόφρων ἐν ὕβρει θρασυκάρδιος\, λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία. ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ μάταια διώκει καὶ ἔρχεται ἐπὶ παγίδας θανάτου. ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται\, οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια. πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ Θεός\, ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ. κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ. ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπ᾿ οὐδενὸς τῶν ἀνθρώπων. ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ὁ ἄκακος\, συνίων δὲ σοφὸς δέξεται γνῶσιν. συνίει δίκαιος καρδίας ἀσεβῶν καὶ φαυλίζει ἀσεβεῖς ἐν κακοῖς. ὃς φράσσει τὰ ὧτα αὐτοῦ τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς\, καὶ αὐτὸς ἐπικαλέσεται\, καὶ οὐκ ἔσται ὁ εἰσακούων. δόσις λάθριος ἀνατρέπει ὀργάς\, δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν. εὐφροσύνη δικαίων ποιεῖν κρίμα\, ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις. ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται. ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην\, φιλῶν οἶνον καὶ ἔλαιον εἰς πλοῦτον· περικάθαρμα δὲ δικαίου ἄνομος. κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου. θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ\, ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν. ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200408
DTEND;VALUE=DATE:20200409
SUMMARY:Ἡρωδίων\, Ἄγαβος\, Ροῦφος καὶ Ἁσύγκριτος ἐκ τῶν 70
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 8 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἡρωδίων\, Ἄγαβος\, Ροῦφος καὶ Ἁσύγκριτος ἐκ τῶν 70; Ρούφος; Κελεστῖνος Πάπας Ρώμης; Νεομάρτυρος Ἰωάννης ὁ ναυκλήρος ἐν Κῷ μαρτυρήσαντος\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 58:1-11\n᾽Αναβόησον ἐν ἰσχύϊ καὶ μὴ φείσῃ\, ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου\, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν καὶ τῷ οἴκῳ ᾿Ιακὼβ τὰς ἀνομίας αὐτῶν. ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν· ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπὼς αἰτοῦσί με νῦν κρίσιν δικαίαν καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι λέγοντες· τί ὅτι ἐνησταύσαμεν καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως; ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε. εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαῖς ταπεινόν\, ἱνατί μοι νηστεύετε ὡς σήμερον\, ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν; οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ· οὐδ᾿ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ\, οὐδ᾿ οὕτω καλέσετε νηστείαν δεκτήν. οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην\, λέγει Κύριος\, ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας\, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων\, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα· διάθρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν\, περίβαλε\, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. τότε ραγήσεται πρώϊμον τὸ φῶς σου\, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ\, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου\, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε. τότε βοήσῃ\, καὶ ὁ Θεὸς εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι. ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ρῆμα γογγυσμοῦ καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς\, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου\, καὶ τὸ σκότος σου ὡς μεσημβρία. καὶ ἔσται ὁ Θεός σου μετὰ σοῦ διαπαντός· καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου\, καὶ τὰ ὀστᾶ σου πιανθήσεται\, καὶ ἔσῃ ὡς κῆπος μεθύων καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ καὶ τὰ ὀστᾶ σου ὡς βοτάνη ἀνατελεῖ καὶ πιανθήσεται καὶ κληρονομήσουσι γενεὰς γενεῶν.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 43:26-31\, 45:1-16\nἨρώτησε δὲ αὐτούς\, πῶς ἔχετε; καὶ εἶπεν αὐτοῖς· εἰ ὑγιαίνει ὁ πατὴρ ὑμῶν ὁ πρεσβύτης\, ὃν εἴπατε; ἔτι ζῇ; 2οἱ δὲ εἶπαν· ὑγιαίνει ὁ παῖς σου ὁ πατὴρ ἡμῶν\, ἔτι ζῇ· καὶ εἶπεν· εὐλογημένος ὁ ἄνθρωπος ἐκεῖνος τῷ Θεῷ. καὶ κύψαντες προσεκύνησαν αὐτῷ. ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ ᾿Ιωσὴφ εἶδε Βενιαμὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπεν· οὗτος ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος\, ὃν εἴπατε πρός με ἀγαγεῖν; καὶ εἶπεν· ὁ Θεὸς ἐλεήσαι σε τέκνον. ἐταράχθη δὲ ᾿Ιωσήφ\, συνεστρέφετο γὰρ τὰ ἔγκατα αὐτοῦ ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ\, καὶ ἐζήτει κλαῦσαι· εἰσελθὼν δὲ εἰς τὸ ταμεῖον ἔκλαυσεν ἐκεῖ. καὶ νιψάμενος τὸ πρόσωπον ἐξελθὼν ἐνεκρατεύσατο καὶ εἶπε· παράθετε ἄρτους. καὶ παρέθηκαν αὐτῷ μόνῳ καὶ αὐτοῖς καθ᾿ ἑαυτοὺς καὶ τοῖς Αἰγυπτίοις τοῖς συνδειπνοῦσι μετ᾿ αὐτοῦ καθ᾿ ἑαυτούς· οὐ γὰρ ἐδύναντο οἱ Αἰγύπτιοι συνεσθίειν μετὰ τῶν ῾Εβραίων ἄρτους\, βδέλυγμα γάρ ἐστι τοῖς Αἰγυπτίοις.\n\n(45:1-16) Καὶ οὐκ ἠδύνατο ᾿Ιωσὴφ ἀνέχεσθαι πάντων τῶν παρεστηκότων αὐτῷ\, ἀλλ᾿ εἶπεν· ἐξαποστείλατε πάντας ἀπ᾿ ἐμοῦ. καὶ οὐ παρειστήκει οὐδεὶς τῷ ᾿Ιωσήφ\, ἡνίκα ἀνεγνωρίζετο τοῖς ἀδελφοῖς αὐτοῦ. καὶ ἀφῆκε φωνὴν μετὰ κλαυθμοῦ· ἤκουσαν δὲ πάντες οἱ Αἰγύπτιοι\, καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν οἶκον Φαραώ. εἶπε δὲ ᾿Ιωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· ἐγώ εἰμι ᾿Ιωσήφ. ἔτι ὁ πατήρ μου ζῇ; καὶ οὐκ ἠδύναντο οἱ ἀδελφοὶ ἀποκριθῆναι αὐτῷ· ἐταράχθησαν γάρ. εἶπε δὲ ᾿Ιωσὴφ πρὸς τούς ἀδελφοὺς αὐτοῦ· ἐγγίσατε πρός με\, καὶ ἤγγισαν. καὶ εἶπεν· ἐγώ εἰμι ᾿Ιωσὴφ ὁ ἀδελφὸς ὑμῶν\, ὃν ἀπέδοσθε εἰς Αἴγυπτον. νῦν οὖν μὴ λυπεῖσθε\, μηδὲ σκληρὸν ὑμῖν φανήτω\, ὅτι ἀπέδοσθέ με ὧδε· εἰς γὰρ ζωὴν ἀπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν· τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς\, καὶ ἔτι λοιπὰ πέντε ἔτη\, ἐν οἷς οὐκ ἔστιν ἀροτρίασις οὐδὲ ἄμητος· ἀπέστειλε γάρ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν\, ὑπολείπεσθαι ὑμῖν κατάλειμμα ἐπὶ τῆς γῆς καὶ ἐκθρέψαι ὑμῶν κατάλειψιν μεγάλην. νῦν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε\, ἀλλ᾿ ἢ ὁ Θεός\, καὶ ἐποίησέ με ὡς πατέρα Φαραὼ καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου. σπεύσαντες οὖν ἀνάβητε πρὸς τὸν πατέρα μου καὶ εἴπατε αὐτῷ· τάδε λέγει ὁ υἱός σου ᾿Ιωσήφ· ἐποίησέ με ὁ Θεὸς κύριον πάσης γῆς Αἰγύπτου· κατάβηθι οὖν πρός με καὶ μὴ μείνῃς· καὶ κατοικήσεις ἐν γῇ Γεσὲμ ᾿Αραβίας καὶ ἔσῃ ἐγγύς μου σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου\, τὰ πρόβατά σου καὶ οἱ βόες σου καὶ ὅσα σοι ἐστί\, καὶ ἐκθρέψω σε ἐκεῖ· ἔτι γὰρ πέντε ἔτη λιμός· ἵνα μὴ ἐκτριβῇς σὺ καὶ οἱ υἱοί σου καὶ πάντα τὰ ὑπάρχοντά σου. ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσι καὶ οἱ ὀφθαλμοὶ Βενιαμὶν τοῦ ἀδελφοῦ μου\, ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς. ἀπαγγείλατε οὖν τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν Αἰγύπτῳ καὶ ὅσα εἴδετε\, καὶ ταχύναντες καταγάγετε τὸν πατέρα μου ὧδε. καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Βενιαμὶν τοῦ ἀδελφοῦ αὐτοῦ ἔκλαυσεν ἐπ᾿ αὐτῷ\, καὶ Βενιαμὶν ἔκλαυσεν ἐπὶ τῷ τραχήλῳ αὐτοῦ. καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἔκλαυσεν ἐπ᾿ αὐτοῖς\, καὶ μετὰ ταῦτα ἐλάλησαν οἱ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτόν. Καὶ διεβοήθη ἡ φωνὴ εἰς τὸν οἶκον Φαραὼ λέγοντες· ἥκασιν οἱ ἀδελφοὶ ᾿Ιωσήφ. ἐχάρη δὲ Φαραὼ καὶ ἡ θεραπεία αὐτοῦ.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 21:23-22:4\nὋς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν\, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ. θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλεῖται\, ὃς δὲ μνησικακεῖ\, παράνομος. ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν\, οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι. ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς\, ὁ δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτείρει ἀφειδῶς. θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ\, καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς. μάρτυς ψευδὴς ἀπολεῖται\, ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει. ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ\, ὁ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτοῦ. οὐκ ἔστι σοφία\, οὐκ ἔστιν ἀνδρεία\, οὐκ ἔστι βουλὴ πρὸς τὸν ἀσεβῆ. ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου\, παρὰ δὲ Κυρίου ἡ βοήθεια. Αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς\, ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή\, πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις\, ἀμφοτέρους δὲ ὁ Κύριος ἐποίησε. πανοῦργος ἱδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παιδεύεται\, οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν. γενεὰ σοφίας φόβος Κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200409
DTEND;VALUE=DATE:20200410
SUMMARY:Εὐψύχιος\, Μάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 9 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Εὐψύχιος\, Μάρτυς; Ὅσιος Βάδιμος; Ραφαήλ\, Νικολάου\, Ειρήνης\, και Ολυμπια\, των εν Λέσβω\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 65:8-16\nΟὕτως λέγει Κύριος· ὃν τρόπον εὑρεθήσεται ὁ ρὼξ ἐν τῷ βότρυϊ καὶ ἐροῦσι· μὴ λυμήνῃ αὐτόν\, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ\, οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι\, τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας. καὶ ἐξάξω τὸ ἐξ ᾿Ιακὼβ σπέρμα καὶ τὸ ἐξ ᾿Ιούδα\, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου\, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου καὶ κατοικήσουσιν ἐκεῖ. καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων καὶ φάραγξ ᾿Αχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου\, οἳ ἐζήτησάν με. ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα\, ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν\, πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐλάλησα ὑμᾶς\, καὶ οὐχ ὑπηκούσατε\, ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην\, ἐξελέξασθε. Διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ οἱ δουλεύσαντές μοι φάγονται\, ὑμεῖς δὲ πεινάσετε. ἰδοὺ οἱ δουλεύοντές μοι πίονται\, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται\, ὑμεῖς δὲ αἰσχυνθήσεσθε· ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ\, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν καὶ ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε. καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου\, ὑμᾶς δὲ ἀνελεῖ Κύριος· τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν\, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν\, καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὁμοῦνται τὸν Θεὸν τὸν ἀληθινόν· ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴν πρώτην\, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 46:1-7\n᾽Απάρας δὲ ᾿Ισραήλ\, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ\, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ ᾿Ισαάκ. εἶπε δὲ ὁ Θεὸς τῷ ᾿Ισραὴλ ἐν ὁράματι τῆς νυκτός\, εἰπών· ᾿Ιακώβ\, ᾿Ιακώβ\, ὁ δὲ εἶπε· τί ἐστιν; ὁ δὲ λέγει αὐτῷ· ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ\, καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον\, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος\, καὶ ᾿Ιωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμούς σου. ἀνέστη δὲ ᾿Ιακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου\, καὶ ἀνέλαβον οἱ υἱοὶ ᾿Ισραὴλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν ᾿Ιωσὴφ ἆραι αὐτόν\, καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν\, ἣν ἐκτήσαντο ἐν γῇ Χαναάν\, εἰσῆλθον εἰς Αἴγυπτον\, ᾿Ιακὼβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ᾿ αὐτοῦ\, υἱοὶ καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ\, θυγατέρες καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 23:15-24:5\nΥἱέ\, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία\, εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν\, καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη\, ἐὰν ὀρθὰ ὦσι. μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς\, ἀλλὰ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν· ἐὰν γὰρ τηρήσῃς αὐτά\, ἔσται σοι ἔκγονα\, ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται. ἄκουε\, υἱέ\, καὶ σοφὸς γίνου\, καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας· μὴ ἴσθι οἰνοπότης\, μηδὲ ἐκτείνου συμβουλαῖς κρεῶν τε ἀγορασμοῖς· πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει\, καὶ ἐνδύσεται διερρηγμένα καὶ ρακώδη πᾶς ὑπνώδης. ἄκουε\, υἱέ\, πατρὸς τοῦ γεννήσαντός σε καὶ μὴ καταφρόνει ὅτι γεγήρακέ σου ἡ μήτηρ. ἀλήθειαν κτῆσαι καὶ μὴ ἀπώσῃ σοφίαν καὶ παιδείαν καὶ σύνεσιν. καλῶς ἐκτρέφει πατὴρ δίκαιος\, ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ. εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί\, καὶ χαιρέτω ἡ τεκοῦσά σε. δός μοι\, υἱέ\, σὴν καρδίαν\, οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμὰς ὁδοὺς τηρείτωσαν· πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος\, καὶ φρέαρ στενὸν ἀλλότριον· οὗτος γὰρ συντόμως ἀπολεῖται\, καὶ πᾶς παράνομος ἀναλωθήσεται. τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσεις; τίνι δὲ ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις; οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται; μὴ μεθύσκεσθε ἐν οἴνοις\, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις καὶ ὁμιλεῖτε ἐν περιπάτοις· ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου\, ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου. τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται\, καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτῷ ὁ ἰός. οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν\, τὸ στόμα σου τότε λαλήσει σκολιά\, καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι. ἐρεῖς δέ· τύπτουσί με καὶ οὐκ ἐπόνεσα\, καὶ ἐνέπαιξάν μοι\, ἐγὼ δὲ οὐκ ᾔδειν· πότε ὄρθρος ἔσται\, ἵνα ἐλθὼν ζητήσω μεθ᾿ ὧν συνελεύσομαι;\n\nΥἱέ\, μὴ ζηλώσῃς κακοὺς ἄνδρας μηδὲ ἐπιθυμήσῃς εἶναι μετ᾿ αὐτῶν· ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν\, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ. μετὰ σοφίας οἰκοδομεῖται οἶκος καὶ μετὰ συνέσεως ἀνορθοῦται. μετὰ αἰσθήσεως ἐμπίπλανται ταμιεῖα ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ. κρείσσων σοφὸς ἰσχυροῦ καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200410
DTEND;VALUE=DATE:20200411
SUMMARY:Τερέντιος καί οἱ σύν αὐτῶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 10 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τερέντιος καί οἱ σύν αὐτῶ; Γρηγόριος Ε'\, Πατρ. Κωνσταντινουπόλεως ; Θεωνᾶς\, ὁ ἑν Θεσσαλονίκης; Οἱ 150 καὶ πλέον Ὁσιομάρτυρες Πατέροι τῆς Ἱερᾶς Μονῆς Παντοκράτορος Νταοῦ Πεντέλης\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Ἠσαΐας 66:10-24\nΕὐφράνθητι\, ῾Ιερουσαλήμ\, καὶ πανηγυρίσατε ἐν αὐτῇ\, πάντες οἱ ἀγαπῶντες αὐτήν\, χάρητε ἅμα αὐτῇ χαρᾷ\, πάντες ὅσοι πενθεῖτε ἐπ᾿ αὐτῇ\, ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς\, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς. ὅτι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν· τὰ παιδία αὐτῶν ἐπ᾿ ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται. ὡς εἴ τινα μήτηρ παρακαλέσει\, οὕτως κἀγὼ παρακαλέσω ὑμᾶς\, καὶ ἐν ῾Ιερουσαλὴμ παρακληθήσεσθε. καὶ ὄψεσθε\, καὶ χαρήσεται ἡ καρδία ὑμῶν\, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς φοβουμένοις αὐτόν\, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν. ᾿Ιδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν αὐτοῦ καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός. ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ καὶ ἐν τῇ ρομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου. οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν μῦν ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται\, εἶπε Κύριος\, κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι. ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας\, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου. καὶ καταλείψω ἐπ᾿ αὐτῶν σημεῖα καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη\, εἰς Θαρσὶς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ εἰς Θοβὲλ καὶ εἰς τὴν ῾Ελλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω\, οἳ οὐκ ἀκηκόασί μου τὸ ὄνομα οὐδὲ ἑωράκασί μου τὴν δόξαν\, καὶ ἀναγγελοῦσι τὴν δόξαν μου ἐν τοῖς ἔθνεσι. καὶ ἄξουσιν τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον Κυρίῳ μεθ᾿ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν ῾Ιερουσαλήμ\, εἶπε Κύριος\, ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ ᾿Ισραὴλ τὰς θυσίας αὐτῶν ἐμοὶ μετὰ ψαλμῶν εἰς τὸν οἶκον Κυρίου. καὶ ἀπ᾿ αὐτῶν λήψομαι ἐμοὶ ἱερεῖς καὶ Λευίτας\, εἶπε Κύριος. ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή\, ἃ ἐγὼ ποιῶ\, μένει ἐνώπιον ἐμοῦ\, λέγει Κύριος\, οὕτω στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν. καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σάρξ τοῦ προσκυνῆσαι ἐνώπιον ἐμοῦ ἐν ῾Ιερουσαλήμ\, εἶπε Κύριος. καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει\, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται\, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Γένεσις 49:33-50:26\nΚαὶ κατέπαυσεν ᾿Ιακὼβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην ἐξέλιπε καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.ΚΑΙ ἐπιπεσὼν ᾿Ιωσὴφ ἐπὶ πρόσωπον τοῦ πατρὸς αὐτοῦ\, ἔκλαυσεν αὐτὸν καὶ ἐφίλησεν αὐτόν. καὶ προσέταξεν ᾿Ιωσὴφ τοῖς παισὶν αὐτοῦ τοῖς ἐνταφιασταῖς ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ\, καὶ ἐνεταφίασαν οἱ ἐνταφιασταὶ τὸν ᾿Ισραήλ. καὶ ἐπλήρωσαν αὐτοῦ τεσσαράκοντα ἡμέρας· οὕτω γὰρ καταριθμοῦνται αἱ ἡμέραι τῆς ταφῆς. καὶ ἐπένθησεν αὐτὸν Αἴγυπτος ἑβδομήκοντα ἡμέρας.\n\n᾿Επεὶ δὲ παρῆλθον αἱ ἡμέραι τοῦ πένθους\, ἐλάλησεν ᾿Ιωσὴφ πρὸς τοὺς δυνάστας Φαραὼ λέγων· εἰ εὗρον χάριν ἐναντίον ὑμῶν λαλήσατε περὶ ἐμοῦ εἰς τὰ ὦτα Φαραὼ λέγοντες· ὁ πατήρ μου ὥρκισέ με λέγων· ἐν τῷ μνημείῳ ᾧ ὤρυξα ἐμαυτῷ ἐν γῇ Χαναάν\, ἐκεῖ με θάψεις· νῦν οὖν ἀναβὰς θάψω τὸν πατέρα μου καὶ ἐπανελεύσομαι. καὶ εἶπε Φαραὼ τῷ ᾿Ιωσήφ· ἀνάβηθι\, θάψον τὸν πατέρα σου\, καθάπερ ὥρκισέ σε. καὶ ἀνέβη ᾿Ιωσὴφ θάψαι τὸν πατέρα αὐτοῦ\, καὶ συνανέβησαν μετ᾿ αὐτοῦ πάντες οἱ παῖδες Φαραὼ καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ καὶ πάντες οἱ πρεσβύτεροι τῆς γῆς Αἰγύπτου. καὶ πᾶσα ἡ πανοικία ᾿Ιωσὴφ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ\, καὶ τὴν συγγένειαν αὐτοῦ καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑπελίποντο ἐν γῇ Γεσέμ. καὶ συνανέβησαν μετ᾿ αὐτοῦ καὶ ἅρματα καὶ ἱππεῖς\, καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη σφόδρα. καὶ παρεγένοντο εἰς ἅλωνα ᾿Ατάδ\, ὅ ἐστι πέραν τοῦ ᾿Ιορδάνου\, καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα· καὶ ἐποίησε τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας. καὶ εἶδον οἱ κάτοικοι τῆς γῆς Χαναὰν τὸ πένθος ἐπὶ ἅλωνι ᾿Ατὰδ καὶ εἶπαν· πένθος μέγα τοῦτό ἐστι τοῖς Αἰγυπτίοις· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Πένθος Αἰγύπτου\, ὅ ἐστι πέραν τοῦ ᾿Ιορδάνου. καὶ ἐποίησαν αὐτῷ οὕτως οἱ υἱοὶ αὐτοῦ καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτοῦ εἰς γῆν Χαναὰν καὶ ἔθαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλοῦν\, ὃ ἐκτήσατο ῾Αβραὰμ τὸ σπήλαιον ἐν κτήσει μνημείου παρὰ ᾿Εφρὼν τοῦ Χετταίου\, κατέναντι Μαμβρῆ. καὶ ὑπέστρεψεν ᾿Ιωσὴφ εἰς Αἴγυπτον\, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτοῦ. ᾿Ιδόντες δὲ οἱ ἀδελφοὶ ᾿Ιωσὴφ ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν\, εἶπαν· μή ποτε μνησικακήσῃ ἡμῖν ᾿Ιωσὴφ καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακά\, ἃ ἐνεδειξάμεθα εἰς αὐτόν. καὶ παραγενόμενοι πρὸς ᾿Ιωσὴφ εἶπαν· ὁ πατήρ σου ὥρκισε πρὸ τοῦ τελευτῆσαι αὐτὸν λέγων· οὕτως εἴπατε ᾿Ιωσήφ· ἄφες αὐτοῖς τὴν ἀδικίαν καί τὴν ἁμαρτίαν αὐτῶν\, ὅτι πονηρά σοι ἐνεδείξαντο· καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ Θεοῦ τοῦ πατρός σου. καὶ ἔκλαυσεν ᾿Ιωσὴφ λαλούντων αὐτῶν πρὸς αὐτόν. καὶ ἐλθόντες πρὸς αὐτὸν εἶπαν· οἵδε ἡμεῖς σοὶ ἱκέται. καὶ εἶπεν αὐτοῖς ᾿Ιωσήφ· μὴ φοβεῖσθε\, τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ. ὑμεῖς ἐβουλεύσασθε κατ᾿ ἐμοῦ εἰς πονηρά\, ὁ δὲ Θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά\, ὅπως ἂν γενηθῇ ὡς σήμερον καὶ τραφῇ λαὸς πολύς. καὶ εἶπεν αὐτοῖς· μὴ φοβεῖσθε· ἐγὼ διαθρέψω ὑμᾶς καὶ τὰς οἰκίας ὑμῶν. καὶ παρεκάλεσεν αὐτοὺς καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν.\n\n Καὶ κατῴκησεν ᾿Ιωσὴφ ἐν Αἰγύπτῳ\, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ πανοικία τοῦ πατρὸς αὐτοῦ. καὶ ἔζησεν ᾿Ιωσὴφ ἔτη ἑκατὸν δέκα. καὶ εἶδεν ᾿Ιωσὴφ ᾿Εφραΐμ παιδία ἕως τρίτης γενεᾶς\, καὶ οἱ υἱοὶ Μαχεὶρ τοῦ υἱοῦ Μανασσῆ ἐτέχθησαν ἐπὶ μηρῶν ᾿Ιωσήφ. καὶ εἶπεν ᾿Ιωσήφ τοῖς ἀδελφοῖς αὐτοῦ λέγων· ἐγὼ ἀποθνήσκω· ἐπισκοπῇ δὲ ἐπισκέψεται ὁ Θεὸς ὑμᾶς καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν\, ἣν ὤμοσεν ὁ Θεὸς τοῖς πατράσιν ἡμῶν\, ῾Αβραάμ\, ᾿Ισαὰκ καὶ ᾿Ιακώβ. καὶ ὥρκισεν ᾿Ιωσὴφ τοὺς υἱοὺς ᾿Ισραὴλ λέγων· ἐν τῇ ἐπισκοπῇ\, ᾗ ἐπισκέψηται ὁ Θεὸς ὑμᾶς\, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ᾿ ὑμῶν. καὶ ἐτελεύτησεν ᾿Ιωσὴφ ἐτῶν ἑκατὸν δέκα· καὶ ἔθαψαν αὐτὸν καὶ ἔθηκαν ἐν τῇ σορῷ ἐν Αἰγύπτῳ.\n\nἈνάγνωσις Παλαιᾱς Διαθήκης: Παροιμίαι 31:8-31\nἄνοιγε σὸν στόμα λόγῳ θεοῦ καὶ κρῖνε πάντας ὑγιῶς. ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως διάκρινε δὲ πένητα καὶ ἀσθενῆ. γυναῖκα ἀνδρείαν τίς εὑρήσει τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν ἡ τοιαύτη. θαρσεῖ ἐπ' αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν συνάγει δὲ αὕτη τὸν βίον. καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκεν βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. θεωρήσασα γεώργιον ἐπρίατο ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσεν κτῆμα. ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισεν τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. ἐγεύσατο ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι καρπὸν δὲ ἐξέτεινεν πτωχῷ. οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που χρονίζῃ πάντες γὰρ οἱ παρ' αὐτῆς ἐνδιδύσκονται. δισσὰς χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησεν καὶ ἀπέδοτο περιζώματα δὲ τοῖς χαναναίοις. στόμα αὐτῆς διήνοιξεν προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν. τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησεν τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον πολλαὶ ἐποίησαν δυνατά σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός γυνὴ γὰρ συνετὴ εὐλογεῖται φόβον δὲ κυρίου αὕτη αἰνείτω. δότε αὐτῇ ἀπὸ καρπῶν χειρῶν αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς .\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200411
DTEND;VALUE=DATE:20200412
SUMMARY:Σάββατον τοῦ Λαζάρου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 11 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Σάββατον τοῦ Λαζάρου; Ἀντίπας Μάρτυς; Ὅσιος Φαρμούθιος; Γκούθλακ\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 12:28-29\, 13:1-8\nἈδελφοί\, βασιλείαν ἀσάλευτον παραλαμβάνοντες\, ἔχωμεν χάριν\, διʼ ἧς λατρεύομεν εὐαρέστως τῷ θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας· καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. Ἡ φιλαδελφία μενέτω. Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Μιμνήσκεσθε τῶν δεσμίων\, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων\, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τίμιος ὁ γάμος ἐν πᾶσιν\, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός. Ἀφιλάργυρος ὁ τρόπος\, ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν\, Οὐ μή σε ἀνῶ\, οὐδʼ οὐ μή σε ἐγκαταλείπω. Ὥστε θαρροῦντας ἡμᾶς λέγειν\, Κύριος ἐμοὶ βοηθός\, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν\, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς\, μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός\, καὶ εἰς τοὺς αἰῶνας.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 11:1-45\nΤῷ καιρῷ ἐκείνῳ\, ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας\, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς\, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε\, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. ἀκούσας δὲ ὁ ᾿Ιησοῦς εἶπεν· αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον\, ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ\, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι᾽ αὐτῆς. ἠγάπα δὲ ὁ ᾿Ιησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ\, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας· ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· ἄγωμεν εἰς τὴν ᾿Ιουδαίαν πάλιν. λέγουσιν αὐτῷ οἱ μαθηταί· ῥαββί\, νῦν ἐζήτουν σε λιθάσαι οἱ ᾿Ιουδαῖοι\, καὶ πάλιν ὑπάγεις ἐκεῖ; ἀπεκρίθη ᾿Ιησοῦς· οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ\, οὐ προσκόπτει\, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί\, προσκόπτει\, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. ταῦτα εἶπε\, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ· Κύριε\, εἰ κεκοίμηται\, σωθήσεται. εἰρήκει δὲ ὁ ᾿Ιησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. τότε οὖν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανε\, καὶ χαίρω δι᾽ ὑμᾶς\, ἵνα πιστεύσητε\, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλ᾽ ἄγωμεν πρὸς αὐτόν. εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ.\n\n᾿Ελθὼν οὖν ὁ ᾿Ιησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ. ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν ῾Ιεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε\, καὶ πολλοὶ ἐκ τῶν ᾿Ιουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν. ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι ὁ ᾿Ιησοῦς ἔρχεται\, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν ᾿Ιησοῦν· Κύριε\, εἰ ἦς ὧδε\, ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει. ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν\, δώσει σοι ὁ Θεός. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· ἀναστήσεται ὁ ἀδελφός σου. λέγει αὐτῷ Μάρθα· οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. εἶπεν αὐτῇ ὁ ᾿Ιησοῦς· ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. ὁ πιστεύων εἰς ἐμέ\, κἂν ἀποθάνῃ\, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. πιστεύεις τοῦτο; λέγει αὐτῷ· ναί\, Κύριε\, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος. καὶ ταῦτα εἰποῦσα ἀπῆλθε καὶ ἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε. ἐκείνη ὡς ἤκουσεν\, ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν. οὔπω δὲ ἐληλύθει ὁ ᾿Ιησοῦς εἰς τὴν κώμην\, ἀλλ᾽ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. οἱ οὖν ᾿Ιουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν\, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν\, ἠκολούθησαν αὐτῇ\, λέγοντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ. ἡ οὖν Μαρία ὡς ἦλθεν ὅπου ἦν ὁ ᾿Ιησοῦς\, ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας λέγουσα αὐτῷ· Κύριε\, εἰ ἦς ὧδε\, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. ᾿Ιησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ ᾿Ιουδαίους κλαίοντας\, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν\, καὶ εἶπε· ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· Κύριε\, ἔρχου καὶ ἴδε. ἐδάκρυσεν ὁ ᾿Ιησοῦς. ἔλεγον οὖν οἱ ᾿Ιουδαῖοι· ἴδε πῶς ἐφίλει αὐτόν· τινὲς δὲ ἐξ αὐτῶν εἶπον· οὐκ ἠδύνατο οὗτος\, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ\, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; ᾿Ιησοῦς οὖν\, πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ\, ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον\, καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ. λέγει ὁ ᾿Ιησοῦς· ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα· Κύριε\, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς\, ὄψει τὴν δόξαν τοῦ Θεοῦ; ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κείμενος. ὁ δὲ ᾿Ιησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπε· πάτερ\, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον\, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασε· Λάζαρε\, δεῦρο ἔξω. καὶ ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις\, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν. Πολλοὶ οὖν ἐκ τῶν ᾿Ιουδαίων\, οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ ᾿Ιησοῦς\, ἐπίστευσαν εἰς αὐτόν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200412
DTEND;VALUE=DATE:20200413
SUMMARY:Κυριακή τῶν Βαῒων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 12 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή τῶν Βαῒων; Βασίλειος Ὁμολογητής; Ἀνθοῦσα\, θυγάτηρ Κωνσταντίνου ; Ακακίου του Καυσοκαλυβίτου; Σέργιος Β\, Πατριάρχης Κωνσταντινουπόλεως\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ματθαῖον 21:1-11\, 15-17\nΤῷ καιρῷ ἐκείνῳ\, ὅτε ἤγγισαν εἰς ῾Ιεροσόλυμα καὶ ἦλθον εἰς Βηθσφαγῆ πρὸς τὸ ὄρος τῶν ἐλαιῶν\, τότε ὁ ᾿Ιησοῦς ἀπέστειλε δύο μαθητὰςλέγων αὐτοῖς· πορεύθητε εἰς τὴν κώμην τὴν ἀπέναντι ὑμῶν\, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾿ αὐτῆς· λύσαντες ἀγάγετέ μοι. καὶ ἐάν τις ὑμῖν εἴπῃ τι\, ἐρεῖτε ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει· εὐθέως δὲ ἀποστέλλει αὐτούς. τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· εἴπατε τῇ θυγατρὶ Σιών\, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοιπραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνονκαὶ πῶλον υἱὸν ὑποζυγίου. πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ ᾿Ιησοῦς\, ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον\, καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια αὐτῶν\, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ\, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ. οἱ δὲ ὄχλοι οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· ὡσαννὰ τῷ υἱῷ Δαυΐδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ὡσαννὰ ἐν τοῖς ὑψίστοις. καὶ εἰσελθόντος αὐτοῦ εἰς ῾Ιεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· τίς ἐστιν οὗτος; οἱ δὲ ὄχλοι ἔλεγον· οὗτός ἔστιν ᾿Ιησοῦς ὁ προφήτης ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας. ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησε καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας\, ὡσαννὰ τῷ υἱῷ Δαυΐδ\, ἠγανάκτησανκαὶ εἶπον αὐτῷ· ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ ᾿Ιησοῦς λέγει αὐτοῖς· ναί· οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 4:4-9\nἈδελφοί\, χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ\, χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Ὁ κύριος ἐγγύς. Μηδὲν μεριμνᾶτε\, ἀλλʼ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν θεόν. Καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν\, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Τὸ λοιπόν\, ἀδελφοί\, ὅσα ἐστὶν ἀληθῆ\, ὅσα σεμνά\, ὅσα δίκαια\, ὅσα ἁγνά\, ὅσα προσφιλῆ\, ὅσα εὔφημα\, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος\, ταῦτα λογίζεσθε. Ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί\, ταῦτα πράσσετε· καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθʼ ὑμῶν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 12:1-18\nΠρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν Ὁ ᾿Ιησοῦς εἰς Βηθανίαν\, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς\, ὃν ἤγειρεν ἐκ νεκρῶν. ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ\, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ. ἡ οὖν Μαρία\, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου\, ἤλειψε τοὺς πόδας τοῦ ᾿Ιησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ\, ᾿Ιούδας Σίμωνος ᾿Ισκαριώτης\, ὁ μέλλων αὐτὸν παραδιδόναι· διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; εἶπε δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ\, ἀλλ᾽ ὅτι κλέπτης ἦν\, καὶ τὸ γλωσσόκομον εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζεν. εἶπεν οὖν ὁ ᾿Ιησοῦς· ἄφες αὐτήν\, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν\, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.\n\n῎Εγνω οὖν ὄχλος πολὺς ἐκ τῶν ᾿Ιουδαίων ὅτι ἐκεῖ ἐστι\, καὶ ἦλθον οὐ διὰ τὸν ᾿Ιησοῦν μόνον\, ἀλλ᾽ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν\, ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον τῶν ᾿Ιουδαίων καὶ ἐπίστευον εἰς τὸν ᾿Ιησοῦν.\n\nΤῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν\, ἀκούσαντες ὅτι ἔρχεται ᾿Ιησοῦς εἰς ῾Ιεροσόλυμα\, ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ\, καὶ ἔκραζον· ὡσαννά\, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου\, ὁ βασιλεὺς τοῦ ᾿Ισραήλ. εὑρὼν δὲ ὁ ᾿Ιησοῦς ὀνάριον ἐκάθισεν ἐπ᾽ αὐτό\, καθώς ἐστι γεγραμμένον· μὴ φοβοῦ\, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου.\n\nΤαῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον\, ἀλλ᾽ ὅτε ἐδοξάσθη ὁ ᾿Ιησοῦς\, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾽ αὐτῷ γεγραμμένα\, καὶ ταῦτα ἐποίησαν αὐτῷ. ᾿Εμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾽ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος\, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200413
DTEND;VALUE=DATE:20200414
SUMMARY:Μεγάλη Δευτέρα
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 13 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Μεγάλη Δευτέρα ; Μαρτῖνος\, Ὁμολογητής; Θεοδόσιος ὁ Μάρτυρας; Ζωΐλος ὁ Μάρτυρας\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 24:3-35\nΤῷ καιρῷ ἐκείνῳ\, καθημένου τοῦ Ἰησοῦ ἐπὶ τοῦ ῎Ορους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾿ ἰδίαν λέγοντες· εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται\, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ. πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες\, ἐγώ εἰμι ὁ Χριστός\, καὶ πολλοὺς πλανήσουσι. μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι\, ἀλλ᾿ οὔπω ἐστὶ τὸ τέλος. ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν\, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους·πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων. τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς\, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσι καὶ μισήσουσιν ἀλλήλους. καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσι πολλούς\, καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. ὁ δὲ ὑπομείνας εἰς τέλος\, οὗτος σωθήσεται. καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι\, καὶ τότε ἥξει τὸ τέλος. ῞Οταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Διανιὴλ τοῦ προφήτου ἑστὼς ἐν τόπῳ ἁγίῳ - ὁ ἀναγινώσκων νοείτω - τότε οἱ ἐν τῇ ᾿Ιουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη\, ὁ ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ\, καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ. οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ. ἔσται γὰρ τότε θλῖψις μεγάλη\, οἵα οὐ γέγονεν ἀπ᾿ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ᾿ οὐ μὴ γένηται. καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι\, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. τότε ἐάν τις ὑμῖν εἴπῃ\, ἰδοὺ ὧδε ὁ Χριστὸς ἢ ὧδε\, μὴ πιστεύσητε· ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα\, ὥστε πλανῆσαι\, εἰ δυνατόν\, καὶ τοὺς ἐκλεκτούς. ἰδοὺ προείρηκα ὑμῖν. ἐὰν οὖν εἴπωσιν ὑμῖν\, ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστί\, μὴ ἐξέλθητε\, ἰδοὺ ἐν τοῖς ταμείοις\, μὴ πιστεύσητε· ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν\, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· ὅπου γὰρ ἐὰν ᾖ τὸ πτῶμα\, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.\n\nΕὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεταικαὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς\, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ\, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ\, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης\, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾿ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν. ᾿Απὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ\, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· οὕτω καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα πάντα\, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. ἀμὴν λέγω ὑμῖν\, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται\, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 21:18-43\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπανάγων ὁ Ἰησοῦς εἰς τὴν πόλιν ἐπείνασεν. καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ᾿ αὐτήν\, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον\, καὶ λέγει αὐτῇ· μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν\, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε\, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε\, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε\, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν\, γενήσεται· καὶ πάντα ὅσα ἐὰν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες\, λήψεσθε. Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς\, καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα\, ὃν ἐὰν εἴπητέ μοι\, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. τὸ βάπτισμα ᾿Ιωάννου πόθεν ἦν\, ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο παρ᾿ ἑαυτοῖς λέγοντες· ἐὰν εἴπωμεν\, ἐξ οὐρανοῦ\, ἐρεῖ ἡμῖν\, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ· ἐὰν δὲ εἴπωμεν\, ἐξ ἀνθρώπων\, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ἔχουσι τὸν ᾿Ιωάννην ὡς προφήτην. καὶ ἀποκριθέντες τῷ ᾿Ιησοῦ εἶπον· οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.\n\nΤί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπός τις εἶχε τέκνα δύο\, καὶ προσελθὼν τῷ πρώτῳ εἶπε· τέκνον\, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ\, κύριε· καὶ οὐκ ἀπῆλθε. τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ· ὁ πρῶτος. λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. ἦλθε γὰρ πρὸς ὑμᾶς ᾿Ιωάννης ἐν ὁδῷ δικαιοσύνης\, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.\n\n῎Αλλην παραβολὴν ἀκούσατε. ἄνθρωπός τις ἦν οἰκοδεσπότης\, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον\, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν. ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν\, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν\, ὃν δὲ ἀπέκτειναν\, ὃν δὲ ἐλιθοβόλησαν. πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων\, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου. οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος\, καὶ ἀπέκτειναν. ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος\, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς\, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς\, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς\, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες\, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη\, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200414
DTEND;VALUE=DATE:20200415
SUMMARY:Μεγάλη Τρίτη
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 14 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Μεγάλη Τρίτη; Ἀρίσταρχος\, Πούδης καί Τρόφιμος ἐκ τῶν 70; Ἁγία Μάρτυς Θωμαϊς; Ἀρδαλίων ὁ Μάρτυρας ὁ μῖμος; Δημήτριος ὁ Νεομάρτυρας\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 24:36-51\, 25:1-46\, 26:1-2\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν\, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν\, εἰ μὴ ὁ πατήρ μου μόνος. ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε\, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. ὥσπερ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες\, γαμοῦντες καὶ ἐκγαμίζοντες\, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν\, καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας\, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ\, ὁ εἷς παραλαμβάνεται καὶ ὁ εἷς ἀφίεται· δύο ἀλήθουσαι ἐν τῷ μυλῶνι\, μία παραλαμβάνεται καὶ μία ἀφίεται. γρηγορεῖτε οὖν\, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. ᾿Εκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται\, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι\, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος\, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ\, χρονίζει ὁ κύριός μου ἐλθεῖν\, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ\, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων\, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει\, καὶ διχοτομήσει αὐτόν\, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.\n\nΤότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις\, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται\, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν\, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους\, καὶ ἐκλείσθη ἡ θύρα. ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε\, ἄνοιξον ἡμῖν. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν\, οὐκ οἶδα ὑμᾶς. γρηγορεῖτε οὖν\, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.\n\n῞Ωσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ\, καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα\, ᾧ δὲ δύο\, ᾧ δὲ ἕν\, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν\, καὶ ἀπεδήμησεν εὐθέως. πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα. ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ᾿ αὐτῶν λόγον. καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε\, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ\, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός\, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε· κύριε\, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ\, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός\, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε· κύριε· ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος\, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα! ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις\, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. ἄρατε οὖν ἀπ᾿ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται\, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ. καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.\n\n῞Οταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾿ αὐτοῦ\, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ\, καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη\, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων\, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ\, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου\, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ἐπείνασα γάρ\, καὶ ἐδώκατέ μοι φαγεῖν\, ἐδίψησα\, καὶ ἐποτίσατέ με\, ξένος ἤμην\, καὶ συνηγάγετέ με\, γυμνός\, καὶ περιεβάλετέ με\, ἠσθένησα\, καὶ ἐπεσκέψασθέ με\, ἐν φυλακῇ ἤμην\, καὶ ἤλθετε πρός με. τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε\, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν\, ἢ διψῶντα καὶ ἐποτίσαμεν; πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν\, ἢ γυμνὸν καὶ περιεβάλομεν; πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ\, καὶ ἤλθομεν πρός σε; καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν\, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων\, ἐμοὶ ἐποιήσατε. τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ᾿ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. ἐπείνασα γάρ\, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν\, ἐδίψησα\, καὶ οὐκ ἐποτίσατέ με\, ξένος ἤμην\, καὶ οὐ συνηγάγετέ με\, γυμνός\, καὶ οὐ περιεβάλετέ με\, ἀσθενὴς καὶ ἐν φυλακῇ\, καὶ οὐκ ἐπεσκέψασθέ με. τότε ἀποκριθή&siἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 22:15-46\, 23:1-39\nΤῷ καιρῷ ἐκείνῳ συμβούλιον ἔλαβον οἱ Φαρισαῖοι κατὰ τοῦ Ἰησοῦ ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες· Διδάσκαλε\, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις\, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου· εἰπὲ οὖν ἡμῖν\, τί σοι δοκεῖ; Ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ· Γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε· Τί με πειράζετε\, ὑποκριταί; Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. Καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; Λέγουσιν αὐτῷ· Καίσαρος· Τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Καὶ ἀκούσαντες ἐθαύμασαν\, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι\, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν\, καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε\, Μωσῆς εἶπεν\, «ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα\, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ». ἦσαν δὲ παρ' ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε\, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος\, ἕως τῶν ἑπτά. ὔστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή. Ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; Πάντες γὰρ ἔσχον αὐτήν. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ· Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται\, ἀλλ' ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ εἰσι. Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος\, ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; Οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν\, ἀλλὰ ζώντων. Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους\, συνήχθησαν ἐπὶ τὸ αὐτό\, καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν\, νομικὸς\, πειράζων αὐτόν καὶ λέγων· Διδάσκαλε\, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; ῾Ο δὲ Ἰησοῦς ἔφη αὐτῷ· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή. Δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; Τίνος υἱός ἐστι; Λέγουσιν αὐτῷ· Τοῦ Δαυῒδ. Λέγει αὐτοῖς· Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον καλεῖ αὐτὸν λέγων\, εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου\, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον\, πῶς υἱὸς αὐτοῦ ἐστι; Καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον\, οὐδὲ ἐτόλμησέ τις ἀπ' ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι. Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ λέγων· Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν τηρεῖν\, τηρεῖτε καὶ ποιεῖτε\, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσι γὰρ\, καὶ οὐ ποιοῦσι. Δεσμεύουσιν γὰρ φορτία βαρέα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων\, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσι κινῆσαι αὐτά. Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις\, πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἰματίων αὐτῶν\, φιλοῦσι δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων\, ῥαββὶ ῥαββί. ὑμεῖς δὲ μὴ κληθῆτε ῥαββί· εἷς γάρ ὑμῶν ἐστιν ὁ διδάσκαλος\, ὁ Χριστός· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ πατὴρ ὑμῶν\, ὁ ἐν τοῖς οὐρανοῖς. Μηδὲ κληθῆτε καθηγηταί· εἷς γάρ ὑμῶν ἐστιν ὁ καθηγητὴς\, ὁ Χριστός. ῾Ο δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. Ὄστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται\, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται. Οὐαὶ δὲ ὑμῖν\, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί\, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα. Οὐαὶ ὑμῖν\, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί\, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε\, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. Οὐαὶ ὑμῖν\, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί\, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον\, καὶ ὅταν γένηται\, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. Οὐαὶ ὑμῖν\, ὁδηγοὶ τυφλοὶ\, οἱ λέγοντες· ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ\, οὐδέν ἐστιν\, ὃς δ' ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει. Μωροὶ καὶ τυφλοί! τίς γὰρ μείζων ἐστίν\, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν; Καί· ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ\, οὐδέν ἐστιν\, ὃς δ' ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ\, ὀφείλει. Μωροὶ καὶ τυφλοί! τί γὰρ μεῖζον\, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; ῾Ο οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· Καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι αὐτόν· Καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ. Οὐαὶ ὑμῖν\, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί\, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον\, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου\, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι. ῾Οδηγοὶ τυφλοί\, οἱ διυλίζοντες τὸν κώνωπα\, τὴν δὲ κάμηλον καταπίνοντες! Οὐαὶ ὑμῖν\, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί\, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος\, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας. Φαρισαῖε τυφλέ\, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος\, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν. Οὐαὶ ὑμῖν\, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί\, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις\, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι\, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. Οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι\, ἔσωθεν δέ μεστοὶ ἐστε ὑποκρίσεως καὶ ἀνομίας. Οὐαὶ ὑμῖν\, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί\, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων\, καὶ λέγετε· εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν\, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. Ὤστε μαρτυρεῖτε ἑαυτοῖς
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200415
DTEND;VALUE=DATE:20200416
SUMMARY:Μεγάλη Τετάρτη
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 15 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Μεγάλη Τετάρτη; Μάρτυς Κρήσκης; Λεωνίδας Ἱερομάρτυς; Μιχαήλ ὁ Νεομάρτυς τῆς Σμύρνης; 9 οσιομάρτυρες τῆς Κορινθίας ; Πάνταρν\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 26:6-16\nΤοῦ δὲ ᾿Ιησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ\, προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου\, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου. ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη; ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖς πτωχοῖς. γνοὺς δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν\, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου\, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. ἀμὴν λέγω ὑμῖν\, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ\, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. Τότε πορευθεὶς εἷς τῶν δώδεκα\, ὁ λεγόμενος ᾿Ιούδας ᾿Ισκαριώτης\, πρὸς τοὺς ἀρχιερεῖς εἶπε· τί θέλετέ μοι δοῦναι\, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 12:17-50\nΤῷ καιρῷ ἐκείνῳ\, ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾽ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος\, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.\n\n῏Ησαν δέ τινες ῞Ελληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας\, καὶ ἠρώτων αὐτὸν λέγοντες· κύριε\, θέλομεν τὸν ᾿Ιησοῦν ἰδεῖν. ἔρχεται Φίλιππος καὶ λέγει τῷ ᾿Ανδρέᾳ\, καὶ πάλιν ᾿Ανδρέας καὶ Φίλιππος λέγουσι τῷ ᾿Ιησοῦ· ὁ δὲ ᾿Ιησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ\, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ\, πολὺν καρπὸν φέρει. ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν\, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ\, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. ἐὰν ἐμοὶ διακονῇ τις\, ἐμοὶ ἀκολουθείτω\, καὶ ὅπου εἰμὶ ἐγώ\, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ\, τιμήσει αὐτὸν ὁ πατήρ.\n\nΝῦν ἡ ψυχή μου τετάρακται\, καὶ τί εἴπω; πάτερ\, σῶσον με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διά τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. πάτερ\, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· ἄγγελος αὐτῷ λελάληκεν. ἀπεκρίθη ὁ ᾿Ιησοῦς καὶ εἶπεν· οὐ δι᾽ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν\, ἀλλὰ δι᾽ ὑμᾶς. νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου\, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς\, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. τοῦτο δὲ ἔλεγε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα\, καὶ πῶς σὺ λέγεις\, δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾽ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε\, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. ἕως τὸ φῶς ἔχετε\, πιστεύετε εἰς τὸ φῶς\, ἵνα υἱοὶ φωτὸς γένησθε.\n\nΤαῦτα ἐλάλησεν ὁ ᾿Ιησοῦς\, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾽ αὐτῶν. Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν\, ἵνα ὁ λόγος ῾Ησαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπε· Κύριε\, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν\, ὅτι πάλιν εἶπεν ῾Ησαΐας· τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν\, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστραφῶσι\, καὶ ἰάσομαι αὐτούς. ταῦτα εἶπεν ῾Ησαΐας ὅτε εἶδε τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ. ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν\, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν\, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.\n\n᾿Ιησοῦς δὲ ἔκραξε καὶ εἶπεν· ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ\, ἀλλ᾽ εἰς τὸν πέμψαντά με\, καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα\, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ\, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον\, ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον. ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου\, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα\, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα\, ἀλλ᾽ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν ἔδωκε τί εἴπω καὶ τί λαλήσω· καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν λαλῶ ἐγώ\, καθὼς εἴρηκέ μοι ὁ πατήρ\, οὕτω λαλῶ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200416
DTEND;VALUE=DATE:20200417
SUMMARY:Μεγάλη Πέμπτη
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 16 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Μεγάλη Πέμπτη; Μάρτυρες Ἀγάπη\, Εἰρήνη καὶ Χιονία; Λεωνίδης\, Βασίλισσα\, Γαλήνη ἢ Γαληνή\, Θεοδώρα\, Καλλίδα\, Νίκη\, Νουνεχία καὶ Χάρισσα οἱ Μάρτυρες\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 22:1-39\nΤῷ καιρῷ ἐκείνῳ\, Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν. Εἰσῆλθε δὲ ὁ σατανᾶς εἰς ᾿Ιούδαν τὸν ἐπικαλούμενον ᾿Ισκαριώτην\, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα\, καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς. καὶ ἐχάρησαν\, καὶ συνέθεντο αὐτῷ ἀργύρια δοῦναι· καὶ ἐξωμολόγησε\, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου. ῏Ηλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων\, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα\, καὶ ἀπέστειλε Πέτρον καὶ ᾿Ιωάννην εἰπών· πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. οἱ δὲ εἶπον αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμεν; ὁ δὲ εἶπεν αὐτοῖς· ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται\, καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· λέγει σοι ὁ διδάσκαλος\, ποῦ ἐστι τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; κἀκεῖνος ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεν αὐτοῖς\, καὶ ἡτοίμασαν τὸ πάσχα.\n\n \n\nΚαὶ ὅτε ἐγένετο ἡ ὥρα\, ἀνέπεσε\, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ. καὶ εἶπε πρὸς αὐτούς· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾿ ὑμῶν πρὸ τοῦ με παθεῖν· λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. καὶ δεξάμενος τὸ ποτήριον εὐχαριστήσας εἶπε· λάβετε τοῦτο καὶ διαμερίσατε ἑαυτοῖς· λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ. καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς λέγων· τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων· τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου\, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον. πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾿ ἐμοῦ ἐπὶ τῆς τραπέζης. καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ παραδίδοται. καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν. ᾿Εγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς\, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. ὁ δὲ εἶπεν αὐτοῖς· οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν\, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται· ὑμεῖς δὲ οὐχ οὕτως\, ἀλλ᾿ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος\, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. τίς γὰρ μείζων\, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν. ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾿ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν\, ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου\, καὶ καθίσεσθε ἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ ᾿Ισραήλ.\n\nΕἶπε δὲ ὁ Κύριος· Σίμων Σίμων\, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου. ὁ δὲ εἶπεν αὐτῷ· Κύριε\, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. ὁ δὲ εἶπε· λέγω σοι\, Πέτρε\, οὐ φωνήσει σήμερον ἀλέκτωρ πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με. Καὶ εἶπεν αὐτοῖς· ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων\, μή τινος ὑστερήθητε; οἱ δὲ εἶπον· οὐθενός. εἶπεν οὖν αὐτοῖς· ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω\, ὁμοίως καὶ πήραν\, καὶ ὁ μὴ ἔχων πωλήσει τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοράσει μάχαιραν. λέγω γὰρ ὑμῖν ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί\, τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὰ περὶ ἐμοῦ τέλος ἔχει. οἱ δὲ εἶπον· Κύριε\, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· ἱκανόν ἐστι. Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.\n\n \n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 11:23-32\nἈδελφοί\, ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου\, ὃ καὶ παρέδωκα ὑμῖν\, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο ἔλαβεν ἄρτον\, καὶ εὐχαριστήσας ἔκλασεν\, καὶ εἶπεν\, Λάβετε\, φάγετε\, Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον\, μετὰ τὸ δειπνῆσαι\, λέγων\, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε\, ὁσάκις ἂν πίνητε\, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον\, καὶ τὸ ποτήριον τοῦτο πίνητε\, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε ἄχρι οὗ ἂν ἔλθῃ. Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως τοῦ κυρίου\, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου. Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν\, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω\, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως\, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει\, μὴ διακρίνων τὸ σῶμα τοῦ κυρίου. Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι\, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν\, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δέ\, ὑπὸ κυρίου παιδευόμεθα\, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 26:1-20\, Ἰωάννην 13:3-17\, Ματθαῖον 26:21-39\, Λουκᾶν 22:43-44\, Ματθαῖον 26:40-75\, 27:1-2\nERROR: Twelve Gospels\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200417
DTEND;VALUE=DATE:20200418
SUMMARY:Μεγάλη Παρασκευή
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 17 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Μεγάλη Παρασκευή; Συμεών Ἱερομάρτυς ; Μακάριος\, Ἐπίσκοπος Κορίνθου; Αγαπητού πάπα Ρώμης; Ἀδριανὸς ὁ Μάρτυρας ὁ Νέος; Δόνναν καὶ οἱ Μάρτυρες σὺν αὐτῷ\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 5:6-8\nἈδελφοί\, μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην\, ἵνα ἦτε νέον φύραμα\, καθώς ἐστε ἄζυμοι. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός· ὥστε ἑορτάζωμεν\, μὴ ἐν ζύμῃ παλαιᾷ\, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας\, ἀλλʼ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 27:62-66\nΤῇ δὲ ἐπαύριον\, ἥτις ἐστὶ μετὰ τὴν παρασκευήν\, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτονλέγοντες· κύριε\, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν\, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας\, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτὸς κλέψωσιν αὐτὸν καὶ εἴπωσι τῷ λαῷ\, ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. ἔφη αὐτοῖς ὁ Πιλᾶτος· ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200418
DTEND;VALUE=DATE:20200419
SUMMARY:Μέγα Σάββατον
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 18 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Μέγα Σάββατον; Ὅσιος Ἰωάννης ; Ευθυμίου του θαυματουργού; Κοσμᾶς\, Ἐπίσκοπος Χαλκηδόνος; Νεομαρτύρων Ιωάννου του εξ Ιωαννίνων; Ἀθανασία ἡ Θαυματουργός ἐξ Αἰγίνης\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ματθαῖον 27:62-66\nΤῇ δὲ ἐπαύριον\, ἥτις ἐστὶ μετὰ τὴν παρασκευήν\, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτονλέγοντες· κύριε\, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν\, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας\, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτὸς κλέψωσιν αὐτὸν καὶ εἴπωσι τῷ λαῷ\, ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. ἔφη αὐτοῖς ὁ Πιλᾶτος· ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 6:3-11\nἈδελφοί\, ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν\, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός\, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ\, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα· τοῦτο γινώσκοντες\, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη\, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας\, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ\, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ· εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανεν\, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ\, ζῇ τῷ θεῷ. Οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ\, ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 28:1-20\nὈψὲ δὲ σαββάτων\, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων\, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών. ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡσεὶ νεκροί. ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπε ταῖς γυναιξί· μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι ᾿Ιησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ καθὼς εἶπε. δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος. καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν\, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν. καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ\, καὶ ἰδοὺ ᾿Ιησοῦς ἀπήντησεν αὐταῖς λέγων· χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. τότε λέγει αὐταῖς ὁ ᾿Ιησοῦς· μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν\, κἀκεῖ με ὄψονται.\n\nΠορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις λέγοντες· εἴπατε ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος\, ἡμεῖς πείσομεν αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ ᾿Ιουδαίοις μέχρι τῆς σήμερον.\n\nΟἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν\, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ ᾿Ιησοῦς. καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ\, οἱ δὲ ἐδίστασαν. καὶ προσελθὼν ὁ ᾿Ιησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη\, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος\, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. ἀμήν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200419
DTEND;VALUE=DATE:20200420
SUMMARY:Κυριακή Α' τοῦ Ἀγίου Πάσχα
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 19 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή Α' τοῦ Ἀγίου Πάσχα; Παφνούτιος\, Ἱερομάρτυς; Γεώργιος\, Ἐπίσκοπος Πισιδίας ὁ Ὁμολογητής; Τρύφων\, Πατριάρχης Κωνσταντινουπόλεως; Μάρτυρες Ἐμμανουήλ\, Θεόδωρος\, Γεώργιος\, Μιχαὴλ καὶ ἕτερος Γεώργιος ἐκ Σαμοθράκης; Ἀλπέγιος ὁ Ἱερομάρτυρας Καντουαρίας\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 1:1-8\nΤὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων\, ὦ Θεόφιλε\, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν\, ἄχρι ἧς ἡμέρας\, ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο\, ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις\, διʼ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς\, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ. Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι\, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρός\, Ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι\, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες\, Κύριε\, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπεν δὲ πρὸς αὐτούς\, Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Ἀλλὰ λήψεσθε δύναμιν\, ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφʼ ὑμᾶς· καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλήμ\, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ\, καὶ ἕως ἐσχάτου τῆς γῆς.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 1:1-17\nἘν ἀρχῇ ἦν ὁ Λόγος\, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν\, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι᾽ αὐτοῦ ἐγένετο\, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. Ἐν αὐτῷ ζωὴ ἦν\, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει\, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. \n\nἘγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ\, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν\, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός\, ἵνα πάντες πιστεύσωσι δι᾽ αὐτοῦ. Οὐκ ἦν ἐκεῖνος τὸ φῶς\, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἧν τὸ φῶς τὸ ἀληθινόν\, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἐν τῷ κόσμῳ ἦν\, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο\, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Εἰς τὰ ἴδια ἦλθε\, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Ὅσοι δὲ ἔλαβον αὐτόν\, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι\, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ\, οἳ οὐκ ἐξ αἱμάτων\, οὐδὲ ἐκ θελήματος σαρκός\, οὐδὲ ἐκ θελήματος ἀνδρός\, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν. \n\nΚαὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν\, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ\, δόξαν ὡς μονογενοῦς παρὰ πατρός\, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγε λέγων· Οὗτος ἦν ὃν εἶπον\, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν\, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν\, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη\, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200420
DTEND;VALUE=DATE:20200421
SUMMARY:Δευτέρα Διακαινήσιμου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 20 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Δευτέρα Διακαινήσιμου; Ὅσιος Θεόδωρος ὁ Τριχινᾶς; Ζακχαῖος Ἀπόστολος; Γρηγορἰου καί Αναστασίου\, επισκόπων Αντιοχείας; Ἀθανάσιος ὁ Μετεωρίτης\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 1:12-17\, 21-26\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος\, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ\, σαββάτου ἔχον ὁδόν. Καὶ ὅτε εἰσῆλθον\, ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες\, ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας\, Φίλιππος καὶ Θωμᾶς\, Βαρθολομαῖος καὶ Ματθαῖος\, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτής\, καὶ Ἰούδας Ἰακώβου. Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει\, σὺν γυναιξὶν καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ\, καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν - ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσι - Ἄνδρες ἀδελφοί\, ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην\, ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα\, τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν τὸν Ἰησοῦν. Ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν\, καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης. Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐν ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφʼ ἡμᾶς ὁ κύριος Ἰησοῦς\, ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου\, ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφʼ ἡμῶν\, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων. Καὶ ἔστησαν δύο\, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν\, ὃς ἐπεκλήθη Ἰοῦστος\, καὶ Ματθίαν. Καὶ προσευξάμενοι εἶπον\, Σὺ κύριε καρδιογνῶστα πάντων\, ἀνάδειξον ὃν ἐξελέξω\, ἐκ τούτων τῶν δύο ἕνα λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς\, ἐξ ἧς παρέβη Ἰούδας\, πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. Καὶ ἔδωκαν κλήρους αὐτῶν\, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν\, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 1:18-28\nΘεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός\, ἐκεῖνος ἐξηγήσατο. \n\nΚαὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου\, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ; Καὶ ὡμολόγησε\, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. Καὶ ἠρώτησαν αὐτόν· Τί οὖν; Ἠλίας εἶ σύ; Καὶ λέγει· Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη\, Οὔ. Εἶπον οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; Ἔφη· Ἐγὼ «φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ\, εὐθύνατε τὴν ὁδὸν Κυρίου»\, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.\n\nΚαὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων· καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ· Τί οὖν βαπτίζεις\, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε Ἠλίας οὔτε ὁ προφήτης; Ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε. Αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος\, ὃς ἔμπροσθέν μου γέγονεν\, οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ ᾿Ιορδάνου\, ὅπου ἦν Ἰωάννης βαπτίζων.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200421
DTEND;VALUE=DATE:20200422
SUMMARY:Τρίτη Διακαιήσιμου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 21 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τρίτη Διακαιήσιμου; Ἱερομάρτυς Ἰανουάριος καί οἱ σύν αὐτῶ; Μαξιμιανός\, Πατριάρχης Κωνσταντινουπόλεως; Θεόδωρος ὁ Ἰερομάρτυς καί Φίλιππα; Ἀλέξανδρα Μάρτυς; Ἀναστάσιος ὁ Ὁμολογητὴς ὁ Σιναΐτης; \n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 2:14-21\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα\, ἐπῆρεν τὴν φωνὴν αὐτοῦ\, καὶ ἀπεφθέγξατο αὐτοῖς\, Ἄνδρες Ἰουδαῖοι\, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες\, τοῦτο ὑμῖν γνωστὸν ἔστω\, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Οὐ γάρ\, ὡς ὑμεῖς ὑπολαμβάνετε\, οὗτοι μεθύουσιν· ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας· ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ\, Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις\, λέγει ὁ θεός\, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν\, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται\, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται· καί γε ἐπὶ τοὺς δούλους μου καί ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου\, καὶ προφητεύσουσιν. Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω\, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω\, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος\, καὶ ἡ σελήνη εἰς αἷμα\, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ· καὶ ἔσται\, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 24:12-35\nΤῷ καιρῷ ἐκείνῳ\, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον\, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα\, καὶ ἀπῆλθε πρὸς ἑαυτόν\, θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ ῾Ιερουσαλήμ\, ᾗ ὄνομα ᾿Εμμαούς. Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καί ἐστε σκυθρωποί; Ἀποκριθεὶς δὲ ὁ εἷς\, ᾧ ὄνομα Κλεόπας\, εἶπε πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; Καὶ εἶπεν αὐτοῖς· Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου\, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ\, ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν ᾿Ισραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο. Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον\, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι\, οἳ λέγουσιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον\, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον\, αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται! Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο\, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι· καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθ᾿ ἡμῶν\, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησε\, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί\, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν\, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ\, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς\, λέγοντας ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200422
DTEND;VALUE=DATE:20200423
SUMMARY:Τετάρτη Διακαινήσιμου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 22 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τετάρτη Διακαινήσιμου; Ὅσιος Θεόδωρος ὁ Συκεώτης; Ἅγιος Ἀπόστολος Ναθαναήλ; Μαρτύρος Νεάρχου; Γρηγόριος Γραβανός ἐκ Νισύρου\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 2:22-38\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, εἴπε Πέτρος πρὸς τὸν λαὸν\, Ἄνδρες Ἰσραηλῖται\, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον\, ἄνδρα ἀπὸ τοῦ θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσιν καὶ τέρασιν καὶ σημείοις\, οἷς ἐποίησεν διʼ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν\, καθὼς καὶ αὐτοὶ οἴδατε\, τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον λαβόντες\, διὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε· ὃν ὁ θεὸς ἀνέστησεν\, λύσας τὰς ὠδῖνας τοῦ θανάτου\, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπʼ αὐτοῦ. Δαυὶδ γὰρ λέγει εἰς αὐτόν\, Προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός· ὅτι ἐκ δεξιῶν μου ἐστίν\, ἵνα μὴ σαλευθῶ· διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου\, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου· ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπʼ ἐλπίδι· ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾍδου\, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου. Ἄνδρες ἀδελφοί\, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυίδ\, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη\, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. Προφήτης οὖν ὑπάρχων\, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεός\, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστόν\, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ\, προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ\, ὅτι οὐ κατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾍδου\, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν. Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός\, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. Τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθείς\, τήν τε ἐπαγγελίαν τοῦ ἁγίου πνεύματος λαβὼν παρὰ τοῦ πατρός\, ἐξέχεεν τοῦτο ὃ νὺν ὑμεῖς βλέπετε καὶ ἀκούετε. Οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς\, λέγει δὲ αὐτός\, Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου\, Κάθου ἐκ δεξιῶν μου\, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραήλ\, ὅτι καὶ κύριον καὶ Χριστὸν αὐτὸν ὁ θεὸς ἐποίησεν\, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. Ἀκούσαντες δὲ κατενύγησαν τῇ καρδίᾳ\, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους\, Τί ποιήσομεν\, ἄνδρες ἀδελφοί; Πέτρος δὲ ἔφη πρὸς αὐτούς\, Μετανοήσατε\, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 1:35-52\nΤῷ καιρῷ ἐκείνῳ\, εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο\, καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει\, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς\, Τί ζητεῖτε; Οἱ δὲ εἶπαν αὐτῷ\, Ῥαββί (ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε)\, ποῦ μένεις; Λέγει αὐτοῖς\, Ἔρχεσθε καὶ ὄψεσθε. Ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει\, καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ· εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ\, Εὑρήκαμεν τὸν Μεσσίαν [ὅ ἐστιν μεθερμηνευόμενον Χριστός]· ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν\, Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάννου· σὺ κληθήσῃ Κηφᾶς [ὃ ἑρμηνεύεται Πέτρος]. Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν\, καὶ εὑρίσκει Φίλιππον. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς\, Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά\, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ\, Ὅν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν\, Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ\, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ Φίλιππος\, Ἔρχου καὶ ἴδε. Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ\, Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν. Λέγει αὐτῷ Ναθαναήλ\, Πόθεν με γινώσκεις; Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ\, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. Ἀπεκρίθη αὐτῷ Ναθαναήλ\, Ῥαββί\, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ\, σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ\, Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; Μείζω τούτων ὄψῃ. Καὶ λέγει αὐτῷ\, Ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200423
DTEND;VALUE=DATE:20200424
SUMMARY:Γεώργιος Μεγαλομάρτυρυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 23 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Γεώργιος Μεγαλομάρτυρυς\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 21:12-19\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι\, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς\, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν\, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν\, καὶ θανατώσουσιν ἐξ ὑμῶν\, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 12:1-11\nΚατ᾿ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν ῾Ηρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ ᾿Ιάκωβον τὸν ἀδελφὸν ᾿Ιωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς ᾿Ιουδαίοις\, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν\, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν\, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. ῞Οτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ ῾Ηρῴδης\, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί\, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν εἶπέ τε ὁ Ἄγγελος πρὸς αὐτόν· περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω· καὶ λέγει αὐτῷ· περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ\, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου\, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν\, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν· καὶ εὐθέως ἀπέστη ὁ Ἄγγελος ἀπ᾿ αὐτοῦ. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν Ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς ῾Ηρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν ᾿Ιουδαίων. \n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 15:17-27\, 16:1-2\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν\, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ\, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε\, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ\, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου\, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν\, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν\, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου\, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς\, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν\, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ᾽ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν\, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός\, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται\, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε\, ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε.\n\nΤαῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200424
DTEND;VALUE=DATE:20200425
SUMMARY:Ζωοδόχου Πηγής
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 24 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ζωοδόχου Πηγής; Ἐλισάβετ ἡ Θαυματουργή; Σάβας ὁ Στρατηλάτης; Νικόλαος ὁ Νεομάρτυρας; Μελίτων Ἀρχιεπίσκοπος Καντουαρίας\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 3:1-8\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, Πέτρος καὶ ᾿Ιωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην. Καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο\, ὃν ἐτίθουν καθ᾿ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν· ὃς ἰδὼν Πέτρον καὶ ᾿Ιωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην. Ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ ᾿Ιωάννῃ εἶπε· βλέψον εἰς ἡμᾶς. Ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ᾿ αὐτῶν λαβεῖν. Εἶπε δὲ Πέτρος· ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι ᾿Ιησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειρε καὶ περιπάτει. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά\, καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει\, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 2:12-22\nΤῷ καιρῷ ἐκείνῳ\, κατέβη ό Ἰησοῦς εἰς Καπερναούμ\, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ\, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας. Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων\, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς\, καὶ τοὺς κερματιστὰς καθημένους. Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ\, τά τε πρόβατα καὶ τοὺς βόας\, καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέστρεψε\, καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. Ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν\, «Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.» Ἀπεκρίθησαν οὖν οἱ ᾿Ιουδαῖοι καὶ εἶπον αὐτῷ· Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς; Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον\, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Εἶπον οὖν οἱ Ἰουδαῖοι· Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος\, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν\, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγε\, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200425
DTEND;VALUE=DATE:20200426
SUMMARY:Ἀποστόλος Μάρκος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 25 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀποστόλος Μάρκος\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πέτρου α' 5:6-14\nἈδελφοί\, ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ\, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ\, πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντες ἐπʼ αὐτόν\, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. Νήψατε\, γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος\, ὡς λέων ὠρυόμενος\, περιπατεῖ ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει\, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. Ὁ δὲ θεὸς πάσης χάριτος\, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ\, ὀλίγον παθόντας αὐτὸς καταρτίσαι ὑμᾶς\, στηρίξει\, σθενώσει\, θεμελιώσει. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ\, ὡς λογίζομαι\, διʼ ὀλίγων ἔγραψα\, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ εἰς ἣν ἑστήκατε. Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτή\, καὶ Μάρκος ὁ υἱός μου. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10:16-21\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Ο ἀκούων ὑμῶν ἐμοῦ ἀκούει\, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. ῾Υπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε\, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ\, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε\, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. ᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι\, πάτερ\, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς\, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν\, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί\, ὁ πατήρ\, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200426
DTEND;VALUE=DATE:20200427
SUMMARY:Κυριακή Β΄ τοῦ Θωμά
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 26 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή Β΄ τοῦ Θωμά; Βασίλειος\, Ἐπίσκοπος Ἀμασείας; Ἁγία Γλαφύρα; Ἰούστα\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ματθαῖον 28:16-20\nΟἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν\, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ ᾿Ιησοῦς. καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ\, οἱ δὲ ἐδίστασαν. καὶ προσελθὼν ὁ ᾿Ιησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη\, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος\, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. ἀμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 5:12-20\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετοB σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος. Τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς\, ἀλλʼ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ κυρίῳ\, πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς\, καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραββάτων\, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλήμ\, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων\, οἵτινες ἐθεραπεύοντο ἅπαντες. Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ - ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων - ἐπλήσθησαν ζήλου\, καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους\, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. Ἄγγελος δὲ κυρίου διὰ τῆς νυκτὸς ἤνοιξεν τὰς θύρας τῆς φυλακῆς\, ἐξαγαγών τε αὐτοὺς εἶπεν\, Πορεύεσθε\, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 20:19-31\nΟὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων\, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων\, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον\, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλκέ με ὁ πατήρ\, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας\, ἀφίενται αὐτοῖς\, ἄν τινων κρατῆτε\, κεκράτηνται.\n\nΘωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα\, ὁ λεγόμενος Δίδυμος\, οὐκ ἦν μετ᾽ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἐωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων\, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων\, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ\, οὐ μὴ πιστεύσω. Καὶ μεθ᾽ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾽ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων\, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου\, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου\, καὶ μὴ γίνου ἄπιστος\, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με\, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ\, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ\, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200427
DTEND;VALUE=DATE:20200428
SUMMARY:Τῃ Δευτέρᾳ της Β΄ Εβδομάδος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 27 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῃ Δευτέρᾳ της Β΄ Εβδομάδος; Ἱερομάρτυς Συμεών; Εὐλόγιος ὁ Ξενοδόχος\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 3:19-26\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, εἴπε Πέτρος πρὸς τὸν λαὸν\, Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε\, εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας\, ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου\, καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Χριστὸν Ἰησοῦν· ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων\, ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος πάντων τῶν ἁγίων αὐτοῦ προφητῶν ἀπʼ αἰῶνος. Μωσῆς μὲν γὰρN πρὸς τοὺς πατέρας εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. Ἔσται δέ\, πᾶσα ψυχή\, ἥτις ἐὰν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου\, ἐξολοθρευθήσεταιN ἐκ τοῦ λαοῦ. Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς\, ὅσοι ἐλάλησαν\, καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας. Ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν\, καὶ τῆς διαθήκης ἧς διέθετο ὁ θεὸς πρὸς τοὺς πατέρας ἡμῶν\, λέγων πρὸς Ἀβραάμ\, Καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. Ὑμῖν πρῶτον ὁ θεός\, ἀναστήσας τὸν παῖδα αὐτοῦ Ἰησοῦν\, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς\, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 2:1-11\nΤῷ καιρῷ ἐκείνῳ\, γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας\, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. Καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί\, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου. Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· Ὅ\,τι ἂν λέγῃ ὑμῖν\, ποιήσατε. Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων\, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. Καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. Καὶ ἤνεγκαν. Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον - καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ - φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι\, καὶ ὅταν μεθυσθῶσι\, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ\, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200428
DTEND;VALUE=DATE:20200429
SUMMARY:Τῃ Τρίτῃ της Β΄ Εβδομάδος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 28 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῃ Τρίτῃ της Β΄ Εβδομάδος; 9 Μάρτυρες ἐν Κυζίκῳ; Ἰωάννης Ρωμανίας\, Μάρτυς; Μέμνων ὁ Θαυματουργός\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 4:1-10\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, Λαλούντων τῶν ἀποστόλων πρὸς τὸν λαόν ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι\, διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαόν\, καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν. Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας\, καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν· καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε. Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ πρεσβυτέρους καὶ γραμματεῖς εἰς Ἱερουσαλήμ\, καὶ Ἄνναν τὸν ἀρχιερέα\, καὶ Καϊάφαν\, καὶ Ἰωάννην\, καὶ Ἀλέξανδρον\, καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ. Καὶ στήσαντες αὐτοὺς ἐν μέσῳ ἐπυνθάνοντο\, Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; Τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς\, Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ\, εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς\, ἐν τίνι οὗτος σέσωσται· γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραήλ\, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου\, ὃν ὑμεῖς ἐσταυρώσατε\, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν\, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 3:16-21\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Οὕτω ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον\, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν\, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται\, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον\, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ. Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται\, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται\, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ. Αὕτη δέ ἐστιν ἡ κρίσις\, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον\, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα. Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς\, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς\, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα\, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200429
DTEND;VALUE=DATE:20200430
SUMMARY:Τῃ Τετάρτῃ της Β΄ Εβδομάδος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 29 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῃ Τετάρτῃ της Β΄ Εβδομάδος; Ἰάσων και Σωσίπατρος ἐκ τῶν 70; Ἁγία Κέρκυρα; Ἰωάννης τοῦ Καλοκτένου; Βασίλειος τοῦ Μαυροβούνιου; Νεκτάριος τῆς Ὀπτίνας\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 4:13-22\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου\, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται\, ἐθαύμαζον\, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. Τὸν δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον\, οὐδὲν εἶχον ἀντειπεῖν. Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν\, συνέβαλλον πρὸς ἀλλήλους\, λέγοντες\, Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν διʼ αὐτῶν\, πᾶσιν τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν\, καὶ οὐ δυνάμεθα ἀρνήσασθαι. Ἀλλʼ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν\, ἀπειλῇ ἀπειλησόμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων. Καὶ καλέσαντες αὐτούς\, παρήγγειλαν αὐτοῖς τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες πρὸς αὐτοὺς εἶπον\, Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ\, κρίνατε. Οὐ δυνάμεθα γὰρ ἡμεῖς\, ἃ εἴδομεν καὶ ἠκούσαμεν\, μὴ λαλεῖν. Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς\, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσονται αὐτούς\, διὰ τὸν λαόν\, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι. Ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ὁ ἄνθρωπος ἐφʼ ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 5:17-24\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται\, κἀγὼ ἐργάζομαι. Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι\, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον\, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεόν\, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν\, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾿ ἑαυτοῦ οὐδέν\, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ\, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ\, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα\, ἵνα ὑμεῖς θαυμάζητε. Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ\, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα\, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ\, ἵνα πάντες τιμῶσι τὸν Υἱόν\, καθὼς τιμῶσι τὸν Πατέρα. Ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. Ἁμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον\, καὶ εἰς κρίσιν οὐκ ἔρχεται\, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200430
DTEND;VALUE=DATE:20200501
SUMMARY:Ἰάκωβος ὁ Ἀπόστολος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 30 Απριλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἰάκωβος ὁ Ἀπόστολος; Ἀργυρή Νεομάρτυς; Κλήμης ὁ Ὑμνογράφος; Ἐρκονγουάλδος Ἐπίσκοπος Λονδίνου\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 12:1-11\nΚατ᾿ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν ῾Ηρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ ᾿Ιάκωβον τὸν ἀδελφὸν ᾿Ιωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς ᾿Ιουδαίοις\, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν\, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν\, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. ῞Οτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ ῾Ηρῴδης\, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί\, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν εἶπέ τε ὁ Ἄγγελος πρὸς αὐτόν· περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω· καὶ λέγει αὐτῷ· περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ\, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου\, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν\, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν· καὶ εὐθέως ἀπέστη ὁ Ἄγγελος ἀπ᾿ αὐτοῦ. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν Ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς ῾Ηρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν ᾿Ιουδαίων. \n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 9:1-6\nΤῷ καιρῷ ἐκείνῳ\, Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας\, καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν\, μήτε ῥάβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε\, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς\, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾿ αὐτούς. ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200501
DTEND;VALUE=DATE:20200502
SUMMARY:Τῃ Παρασκευῃ της Β΄ Εβδομάδος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 1 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῃ Παρασκευῃ της Β΄ Εβδομάδος; Ἱερεμίας Προφήτης; Μαρία\, Νεομάρτυς Μιραβέλλα; Ταμάρα\, βασίλισσα τῆς Γεωργίας; Νικηφόρου του Χίου; Ευθυμίου του εκ Δημητσάνας και Ιγνατίου του εκ παλαιάς Ζαγοράς; Ἀσάφιος Ἐπίσκοπος Οὐαλίας\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 5:1-11\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι\, σὺν Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ\, ἐπώλησεν κτῆμα\, καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς\, συνειδυίας καὶ τῆς γυναικὸς αὐτοῦ\, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν. Εἶπεν δὲ Πέτρος\, Ἀνανία\, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου\, ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον\, καὶ νοσφίσασθαί σε ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐχὶ μένον σοὶ ἔμενεν\, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις\, ἀλλὰ τῷ θεῷ. Ἀκούων δὲ ὁ Ἀνανίας τοὺς λόγους τούτους\, πεσὼν ἐξέψυξεν· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. Ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτόν\, καὶ ἐξενέγκαντες ἔθαψαν. Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα\, καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. Ἀπεκρίθη δὲ αὐτῇ ὁ Πέτρος\, Εἰπέ μοι\, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε. Ἡ δὲ εἶπεν\, Ναί\, τοσούτου. Ὁ δὲ Πέτρος εἶπεν πρὸς αὐτήν\, Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; Ἰδού\, οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ\, καὶ ἐξοίσουσίν σε. Ἔπεσεν δὲ παραχρῆμα παρὰ τοὺς πόδας αὐτοῦ\, καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν\, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. Καὶ ἐγένετο φόβος μέγας ἐφʼ ὅλην τὴν ἐκκλησίαν\, καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 5:30-47\, 6:1-2\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν. Καθὼς ἀκούω κρίνω\, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν\, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ\, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ\, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην\, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ· ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω\, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων\, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. Ἐγὼ δέ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου· τὰ γὰρ ἔργα ἃ ἔδωκέ μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτά\, αὐτὰ τὰ ἔργα ἃ ἐγὼ ποιῶ\, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ Πατήρ με ἀπέσταλκε. Καὶ ὁ πέμψας με Πατήρ\, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε οὔτε εἶδος αὐτοῦ ἑωράκατε\, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε μένοντα ἐν ὑμῖν\, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος\, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Ἐρευνᾶτε τὰς γραφάς\, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε. Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω· ἀλλ᾽ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου\, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ\, ἐκεῖνον λήψεσθε. Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι\, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες\, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε; Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς\, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ\, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε\, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε; Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς\, ὅτι ἑώρων αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200502
DTEND;VALUE=DATE:20200503
SUMMARY:Ανακομιδή Λειψάνων Αγίου Αθανασίου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 2 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ανακομιδή Λειψάνων Αγίου Αθανασίου; Ἕσπερος καὶ Ζωή; Μπόρις\, Βασιλεύς τῆς Βουλγαρίας; Οσίου Ιορδάνου του θαυματουργού.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 13:7-16\nἈδελφοί\, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν\, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς\, μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός\, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν\, οὐ βρώμασιν\, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. Ἔχομεν θυσιαστήριον\, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες. Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως\, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ Ἰησοῦς\, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν\, ἔξω τῆς πύλης ἔπαθεν. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς\, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν\, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Διʼ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ\, τοῦτʼ ἔστιν\, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 5:14-19\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον\, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν\, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων\, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι\, ἀλλὰ πληρῶσαι. ἀμὴν γὰρ λέγω ὑμῖν\, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ\, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους\, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ\, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200503
DTEND;VALUE=DATE:20200504
SUMMARY:Κυριακή Γ' τῶν Μυροφόρoν
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 3 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή Γ' τῶν Μυροφόρoν; Τιμόθεος καὶ Μαύρα\, Μάρτυρες; Πέτρος\, Ἐπίσκοπος Ἄργους; Ξενίας της θαυματουργού; Πατήρ Θεοδόσιος τῶν Σπηλιών Κίεβου; Νεομαρτύρος Αχμέτ; Θεοφάνης\, Ἐπίσκοπος Περιθεώριος; Οἰκουμένιος Ἐπίσκοπος Τρίκκης\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 24:1-12\nΚαὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν\, Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα\, καί τινες σὺν αὐταῖς. εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου\, καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου ᾿Ιησοῦ. καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε\, ἀλλ᾿ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ\, λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι\, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ\, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ ᾿Ιωάννα καὶ Μαρία ᾿Ιακώβου καὶ οἱ λοιπαὶ σὺν αὐταῖς\, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν\, καὶ ἠπίστουν αὐταῖς. ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον\, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα\, καὶ ἀπῆλθε πρὸς ἑαυτόν\, θαυμάζων τὸ γεγονός.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 6:1-7\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, πληθυνόντων τῶν μαθητῶν\, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους\, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν\, εἶπον\, Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς\, καταλείψαντας τὸν λόγον τοῦ θεοῦ\, διακονεῖν τραπέζαις. Ἐπισκέψασθε οὖν\, ἀδελφοί\, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά\, πλήρεις πνεύματος ἁγίου καὶ σοφίας\, οὓς καταστήσωμεν ἐπὶ τῆς χρείας ταύτης. Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον\, ἄνδρα πλήρης πίστεως καὶ πνεύματος ἁγίου\, καὶ Φίλιππον\, καὶ Πρόχορον\, καὶ Νικάνορα\, καὶ Τίμωνα\, καὶ Παρμενᾶν\, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα\, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων· καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. Καὶ ὁ λόγος τοῦ θεοῦ ηὔξανεν\, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα\, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 15:43-47\, 16:1-8\nΤῷ καιρῷ ἐκείνῳ\, ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας\, εὐσχήμων βουλευτής\, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ\, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε\, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. Καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ\, ὃ ἦν λελατομημένον ἐκ πέτρας\, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται. Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. Καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον\, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς\, περιβεβλημένον στολὴν λευκήν\, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη\, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε\, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις\, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200504
DTEND;VALUE=DATE:20200505
SUMMARY:Τῃ Δευτέρᾳ της Γ΄ Εβδομάδος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 4 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῃ Δευτέρᾳ της Γ΄ Εβδομάδος; Πελαγία\, Μάρτυς; Ἱλάριος ὁ Θαυματουργός; Εὐθήμιος\, ἐπίσκοπος τοῦ Μαδύτου; Οσίων Αθανασίου επισκόπου Κορίνθου\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 6:8-15\, 7:1-5\, 47-60\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων\, καὶ Κυρηναίων\, καὶ Ἀλεξανδρέων\, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας\, συζητοῦντες τῷ Στεφάνῳ. Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν θεόν. Συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς\, καὶ ἐπιστάντες συνήρπασαν αὐτόν\, καὶ ἤγαγον εἰς τὸ συνέδριον\, ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας\, Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου· ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον\, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ\, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Εἶπεν δὲ ὁ ἀρχιερεύς\, Εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ὁ δὲ ἔφη\, Ἄνδρες ἀδελφοὶ καὶ πατέρες\, ἀκούσατε. Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ\, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν\, καὶ εἶπεν πρὸς αὐτόν\, Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου\, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν· κἀκεῖθεν\, μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ\, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ\, οὐδὲ βῆμα ποδός· Σολομῶν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. Ἀλλʼ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ\, καθὼς ὁ προφήτης λέγει\, Ὁ οὐρανός μοι θρόνος\, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος· ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;\n Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν\, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν\, καὶ ὑμεῖς. Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου\, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε· οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων\, καὶ οὐκ ἐφυλάξατε. Ἀκούοντες δὲ ταῦτα\, διεπρίοντο ταῖς καρδίαις αὐτῶν\, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπʼ αὐτόν. Ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου\, ἀτενίσας εἰς τὸν οὐρανόν\, εἶδεν δόξαν θεοῦ\, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ\, καὶ εἶπεν\, Ἰδού\, θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους\, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ. Κράξαντες δὲ φωνῇ μεγάλῃ\, συνέσχον τὰ ὦτα αὐτῶν\, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπʼ αὐτόν· καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως\, ἐλιθοβόλουν· καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. Καὶ ἐλιθοβόλουν τὸν Στέφανον\, ἐπικαλούμενον καὶ λέγοντα\, Κύριε Ἰησοῦ\, δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα\, ἔκραξεν φωνῇ μεγάλῃ\, Κύριε\, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 4:46-54\nΤῷ καιρῷ ἐκείνῳ\, ἦν τις βασιλικός\, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ· οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν\, ἀπῆλθε πρὸς αὐτὸν καὶ ἠρώτα αὐτὸν ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλε γὰρ ἀποθνήσκειν. Εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε\, οὐ μὴ πιστεύσητε. Λέγει πρὸς αὐτὸν ὁ βασιλικός· Κύριε\, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Πορεύου· Ὁ υἱός σου ζῇ. Καὶ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ᾧ εἶπεν αὐτῷ ὁ Ἰησοῦς\, καὶ ἐπορεύετο. ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι ὁ παῖς σου ζῇ. Ἐπύθετο οὖν παρ᾽ αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχε. Καὶ εἶπον αὐτῷ ὅτι χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. Ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200505
DTEND;VALUE=DATE:20200506
SUMMARY:Τῃ Τρίτῃ της Γ΄ Εβδομάδος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 5 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῃ Τρίτῃ της Γ΄ Εβδομάδος; Εἰρήνη Μεγαλομάρτυς; Μάρτυρες Νεόφυτος\, Γάϊος καὶ Γαϊανός; Ὁσιομάρτυρος Ἐφραίμ ὁ νέος; Εὐθύμιος ὁ Μυροβλύτης Ἐπίσκοπος Μαδύτου\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 8:5-17\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας\, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. Προσεῖχόν τε οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδόν\, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει. Πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα\, βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο· πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν. Καὶ ἐγένετο χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ. Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας\, λέγων εἶναί τινα ἑαυτὸν μέγαν· ᾧ προσεῖχον ἀπὸ μικροῦ ἕως μεγάλου\, λέγοντες\, Οὗτός ἐστιν ἡ δύναμις τοῦ θεοῦ ἡ μεγάλη. Προσεῖχον δὲ αὐτῷ\, διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς. Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ\, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν\, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ· θεωρῶν τε δυνάμεις καὶ σημεῖα γινόμενα\, ἐξίστατο. Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ θεοῦ\, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ Ἰωάννην· οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν\, ὅπως λάβωσιν πνεῦμα ἅγιον· οὔπω γὰρ ἦν ἐπʼ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός\, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Χριστοῦ Ἰησοῦ. Τότε ἐπετίθουν τὰς χεῖρας ἐπʼ αὐτούς\, καὶ ἐλάμβανον πνεῦμα ἅγιον.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 6:27-33\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην\, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον\, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ Θεός. εἶπον οὖν πρὸς αὐτόν· τί ποιῶμεν ἵνα ἐργαζώμεθα τά ἔργα τοῦ Θεοῦ; ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ\, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. εἶπον οὖν αὐτῷ· τί οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ\, καθώς ἐστι γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν\, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ\, ἀλλ᾽ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200506
DTEND;VALUE=DATE:20200507
SUMMARY:Τῃ Τετάρτῃ της Γ΄ Εβδομάδος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 6 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῃ Τετάρτῃ της Γ΄ Εβδομάδος; Ἰώβ Δίκαιος; Σεραφείμ Ὅσιος; Σοφία ἡ ἐν Κλεισούρᾳ\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 8:18-25\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ἰδών ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ πνεῦμα τὸ ἅγιον\, προσήνεγκεν αὐτοῖς χρήματα\, λέγων\, Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην\, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας\, λαμβάνῃ πνεῦμα ἅγιον. Πέτρος δὲ εἶπεν πρὸς αὐτόν\, Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν\, ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. Οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ. Ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ θεοῦ. Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης\, καὶ δεήθητι τοῦ θεοῦ\, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. Εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν\, Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν κύριον\, ὅπως μηδὲν ἐπέλθῃ ἐπʼ ἐμὲ ὧν εἰρήκατε. Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίου\, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ\, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 6:35-39\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ\, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε. ἀλλ᾽ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. Πᾶν ὃ δίδωσί μοι ὁ πατήρ\, πρὸς ἐμὲ ἥξει\, καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω· ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν\, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με πατρός\, ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ\, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200507
DTEND;VALUE=DATE:20200508
SUMMARY:Τῃ Πέμπτῃ της Γ΄ Εβδομάδος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 7 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῃ Πέμπτῃ της Γ΄ Εβδομάδος; Ἀνάμνησις τοῦ Σταυροῦ ἐν ούρανῶ φανέντος; Μαρτύρων Ακακίου του εν Επτασκάλω; Κυρίλλος Ἀρχιεπίσκοπος Ἱεροσολύμων; Παχώμιος ὁ Νεομάρτυς τοῦ Πάτμου; Nείλος τῆς Σόρα\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 26:1\, 12-20\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη͵ Ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο͵ Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετʼ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰN τῶν ἀρχιερέων\, ἡμέρας μέσης\, κατὰ τὴν ὁδὸν εἶδον\, βασιλεῦ\, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου\, περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. Πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν\, ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ\, Σαούλ\, Σαούλ\, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἐγὼ δὲ εἶπον\, Τίς εἶ\, κύριε; Ὁ δὲ εἶπεν\, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις. Ἀλλὰ ἀνάστηθι\, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι\, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες ὧν τε ὀφθήσομαί σοι\, ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν\, εἰς οὓς ἐγὼ σε ἀποστέλλω\, ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν\, τοῦ ὑποστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν\, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν\, καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. Ὅθεν\, βασιλεῦ Ἀγρίππα\, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ· ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶN Ἱεροσολύμοις\, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας\, καὶ τοῖς ἔθνεσιν\, ἀπαγγέλλων μετανοεῖν\, καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν\, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 6:40-44\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με\, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον\, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ. ᾿Εγόγγυζον οὖν οἱ ᾿Ιουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν\, ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ\, καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ᾿Ιησοῦς ὁ υἱὸς ᾿Ιωσήφ\, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς οὖν λέγει οὗτος ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; ἀπεκρίθη οὖν ὁ ᾿Ιησοῦς καὶ εἶπεν αὐτοῖς· μὴ γογγύζετε μετ᾽ ἀλλήλων. οὐδεὶς δύναται ἐλθεῖν πρός με\, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν\, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200508
DTEND;VALUE=DATE:20200509
SUMMARY:Ἰωάννης ὁ Θεολόγος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 8 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἰωάννης ὁ Θεολόγος; Ἀρσένιος ὁ Μέγας\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 21:15-25\nΤῷ καιρῷ ἐκείνῳ\, ἐφανερώθη ὁ ᾿Ιησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν. ῞Οτε οὖν ἠρίστησαν\, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ ᾿Ιησοῦς· Σίμων ᾿Ιωνᾶ\, ἀγαπᾷς με πλεῖον τούτων; λέγει αὐτῷ· ναί\, Κύριε\, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ᾿Ιωνᾶ\, ἀγαπᾷς με; λέγει αὐτῷ· ναί\, Κύριε\, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον· Σίμων ᾿Ιωνᾶ\, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον\, φιλεῖς με\, καὶ εἶπεν αὐτῷ· Κύριε\, σὺ πάντα οἶδας\, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· βόσκε τὰ πρόβατά μου. ἀμὴν ἀμὴν λέγω σοι\, ὅτε ἦς νεώτερος\, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς\, ἐκτενεῖς τὰς χεῖράς σου\, καὶ ἄλλος σε ζώσει\, καὶ οἴσει ὅπου οὐ θέλεις. τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· ἀκολούθει μοι.\n\nἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ ᾿Ιησοῦς ἀκολουθοῦντα\, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε\, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ ᾿Ιησοῦ· Κύριε\, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι\, τί πρὸς σέ; σὺ ἀκολούθει μοι. ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς ὅτι οὐκ ἀποθνήσκει\, ἀλλ᾽ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι\, τί πρὸς σέ;\n\nΟὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα\, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς\, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν\, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἀμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰωάννου α' 1:1-7\n Ὃ ἦν ἀπʼ ἀρχῆς\, ὃ ἀκηκόαμεν\, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν\, ὃ ἐθεασάμεθα\, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς. Καὶ ἡ ζωὴ ἐφανερώθη\, καὶ ἑωράκαμεν\, καὶ μαρτυροῦμεν\, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον\, ἥτις ἦν πρὸς τὸν πατέρα\, καὶ ἐφανερώθη ἡμῖν. Ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν\, ἀπαγγέλλομεν ὑμῖν\, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθʼ ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ· καὶ ταῦτα γράφομεν ὑμῖν\, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη. Καὶ ἔστιν αὕτη ἡ ἀγγελία ἣν ἀκηκόαμεν ἀπʼ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν\, ὅτι ὁ θεὸς φῶς ἐστίν\, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετʼ αὐτοῦ\, καὶ ἐν τῷ σκότει περιπατῶμεν\, ψευδόμεθα\, καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν\, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί\, κοινωνίαν ἔχομεν μετʼ ἀλλήλων\, καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 19:25-28\, 21:24-25\nEἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ ᾿Ιησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ\, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. ᾿Ιησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα\, λέγει τῇ μητρὶ αὐτοῦ· γύναι\, ἴδε ὁ υἱός σου. εἶτα λέγει τῷ μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Μετὰ τοῦτο εἰδὼς ὁ ᾿Ιησοῦς ὅτι πάντα ἤδη τετέλεσται\, ἵνα τελειωθῇ ἡ γραφή\, λέγει· διψῶ. σκεῦος οὖν ἔκειτο ὄξους μεστόν· οἱ δὲ πλήσαντες σπόγγον ὄξους καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα\, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς\, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν\, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἀμήν.\n\n \n\n \n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200509
DTEND;VALUE=DATE:20200510
SUMMARY:Τῳ Σάββατῳ της Γ΄ Εβδομάδος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 9 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῳ Σάββατῳ της Γ΄ Εβδομάδος; Ἡσαΐας Προφήτης; Χριστοφόρος\, Μάρτυς; Μάρτυς Νικόλαος; Επιμάχος ὁ Νεομάρτυς τῆς Ἀλεξάνδρειας ; Νεομάρτυρες Βουλγαρίας\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 9:19-31\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ἐγένετο ὁ Σαῦλος μετὰ τῶν ὄντων ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς. Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Χριστόν\, ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον\, Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο\, καὶ ὧδε εἰς τοῦτο ἐλήλυθεν ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο\, καὶ συνέχυνεν τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ\, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός. Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί\, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. Παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτός\, ὅπως αὐτὸν ἀνέλωσιν· λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτός\, καθῆκαν διὰ τοῦ τείχους\, χαλάσαντες ἐν σπυρίδι. Παραγενόμενος δὲ ὁ Σαῦλος ἐν Ἱερουσαλήμ\, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν\, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής. Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους\, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον\, καὶ ὅτι ἐλάλησεν αὐτῷ\, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. Καὶ ἦν μετʼ αὐτῶν εἰσπορευόμενος εἰς Ἱερουσαλήμ\, καὶ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ\, ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν αὐτὸν ἀνελεῖν. Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν\, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν. Αἱ μὲν οὖν ἐκκλησίαι καθʼ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι\, καὶ πορευόμεναι τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνοντο.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 15:17-27\, 16:1-2\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν\, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ\, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε\, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ\, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου\, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν\, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν\, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου\, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς\, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν\, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ᾽ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν\, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός\, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται\, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε\, ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε.\n\nΤαῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200510
DTEND;VALUE=DATE:20200511
SUMMARY:Κυριακή Δ΄ τοῦ Παραλύτου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 10 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή Δ΄ τοῦ Παραλύτου; Σίμων Ἀπόστολος; Λαυρέντιος Αιγύπτου; Ἰσιδώρα Αἰγύπτου\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 24:13-35\nΚαὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ ῾Ιερουσαλήμ\, ᾗ ὄνομα ᾿Εμμαούς. καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ ᾿Ιησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.εἶπε δὲ πρὸς αὐτούς· τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καί ἐστε σκυθρωποί; ἀποκριθεὶς δὲ ὁ εἷς\, ᾧ ὄνομα Κλεόπας\, εἶπε πρὸς αὐτόν· σὺ μόνος παροικεῖς ἐν ῾Ιερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; καὶ εἶπεν αὐτοῖς· ποῖα; οἱ δὲ εἶπον αὐτῷ· τὰ περὶ ᾿Ιησοῦ τοῦ Ναζωραίου\, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ\, ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν ᾿Ισραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο. ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον\, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι\, οἳ λέγουσιν αὐτὸν ζῆν. καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον\, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον\, αὐτὸν δὲ οὐκ εἶδον. καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται! οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο\, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι· καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· μεῖνον μεθ᾿ ἡμῶν\, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησε\, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί\, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν. καὶ εἶπον πρὸς ἀλλήλους· οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν\, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς ῾Ιερουσαλήμ\, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς\, λέγοντας ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι. καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 9:32-42\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ἐγένετο Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. Εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι\, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτῳ\, ὃς ἦν παραλελυμένος. Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος\, Αἰνέα\, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη. Καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Ἀσσάρωνα\, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον. Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβηθά\, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ. Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ\, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ\, ἀπέστειλαν πρὸς αὐτόν\, παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον\, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετʼ αὐτῶν οὖσα ἡ Δορκάς. Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος θεὶς τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα\, εἶπεν\, Ταβηθά\, ἀνάστηθι. Ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον\, ἀνεκάθισεν. Δοὺς δὲ αὐτῇ χεῖρα\, ἀνέστησεν αὐτήν· φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας\, παρέστησεν αὐτὴν ζῶσαν. Γνωστὸν δὲ ἐγένετο καθʼ ὅλης τῆς Ἰόππης\, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 5:1-15\nΤῷ καιρῷ ἐκείνῳ\, ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἔστι δὲ ἐν τοῖς ῾Ιεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα\, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά\, πέντε στοὰς ἔχουσα. ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων\, τυφλῶν\, χωλῶν\, ξηρῶν\, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ\, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. τοῦτον ἰδὼν ὁ ᾿Ιησοῦς κατακείμενον\, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει\, λέγει αὐτῷ· θέλεις ὑγιὴς γενέσθαι; ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε\, ἄνθρωπον οὐκ ἔχω\, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ\, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ\, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἔγειρε\, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος\, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ἔλεγον οὖν οἱ ᾿Ιουδαῖοι τῷ τεθεραπευμένῳ· σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον. ἀπεκρίθη αὐτοῖς· ὁ ποιήσας με ὑγιῆ\, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. ἠρώτησαν οὖν αὐτόν· τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι\, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ ᾿Ιησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ ᾿Ιησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε\, ἵνα μὴ χεῖρόν σοί τι γένηται. ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς ᾿Ιουδαίοις ὅτι ᾿Ιησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200511
DTEND;VALUE=DATE:20200512
SUMMARY:Τῃ Δευτέρᾳ της Δ΄ Εβδομάδος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 11 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῃ Δευτέρᾳ της Δ΄ Εβδομάδος; Κύριλλος καὶ Μεθόδιος Ἱσαπόστολοι; Ἐγκαίνια τής Κωνσταντινουπόλεως; Μώκιος Ἱερομάρτυς; Θεοπέμπτος ὁ Μάρτυς καί σύντροφοι; Διόσκορος ὁ νέος μάρτυς; Ἀργύριος ὁ Νεομάρτυρας ὁ Ἐπανομίτης\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 10:1-16\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, Ἀνὴρ δέ τις ἦν ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος\, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς\, εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ\, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ\, καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός. Εἶδεν ἐν ὁράματι φανερῶς\, ὡσεὶ ὥραν ἐνάτην τῆς ἡμέρας\, ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτόν\, καὶ εἰπόντα αὐτῷ\, Κορνήλιε. Ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν\, Τί ἐστιν\, κύριε; Εἶπεν δὲ αὐτῷ\, Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ θεοῦ. Καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας\, καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον· οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ\, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν· ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ\, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ\, καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ\, καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα\, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην. Τῇ δὲ ἐπαύριον\, ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων\, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι\, περὶ ὥραν ἕκτην· ἐγένετο δὲ πρόσπεινος\, καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων\, ἐπέπεσεν ἐπʼ αὐτὸν ἔκστασις\, καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον\, καὶ καταβαῖνον ἐπʼ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην\, τέσσαρσιν ἀρχαῖς δεδεμένον\, καὶ καθιέμενον ἐπὶ τῆς γῆς· ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν\, Ἀναστάς\, Πέτρε\, θῦσον καὶ φάγε. Ὁ δὲ Πέτρος εἶπεν\, Μηδαμῶς\, κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢN ἀκάθαρτον. Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν\, Ἃ ὁ θεὸς ἐκαθάρισεν\, σὺ μὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 6:56-69\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει\, κἀγὼ ἐν αὐτῷ. καθὼς ἀπέστειλέ με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα\, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι᾽ ἐμέ. οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς\, οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα. Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναούμ. Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον· σκληρός ἐστιν οὗτος ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν; εἰδὼς δὲ ὁ ᾿Ιησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ\, εἶπεν αὐτοῖς· τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν\, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν\, πνεῦμά ἐστι καὶ ζωή ἐστιν. ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ ᾿Ιησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. καὶ ἔλεγε· διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με\, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός μου. ᾿Εκ τούτου πολλοὶ ἀπῆλθον ἐκ τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν. εἶπεν οὖν ὁ ᾿Ιησοῦς τοῖς δώδεκα· μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος· Κύριε\, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις· καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200512
DTEND;VALUE=DATE:20200513
SUMMARY:Τῃ Τρίτῃ της Δ΄ Εβδομάδος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 12 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῃ Τρίτῃ της Δ΄ Εβδομάδος; Ἐπιφάνιος Ἐπίσκοπος Κύπρου; Γερμανός Ἀρχιεπίσκοπος Κωνσταν.; Οσίου Θεοδώρου του εν τη νήσω Κυθήρων; Ἀνακομιδή τῶν ἱερῶν λειψάνων τοῦ Ὁσίου Ἰωακείμ Βατοπαιδινοῦ\, τοῦ ἐπονομαζομένου Παπουλάκη\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 10:21-33\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν\, Ἰδού\, ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία διʼ ἣν πάρεστε; Οἱ δὲ εἶπον\, Κορνήλιος ἑκατοντάρχης\, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεόν\, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων\, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ\, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. Τῇ δὲ ἐπαύριον ὁ Πέτρος ἐξῆλθεν σὺν αὐτοῖς\, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ. Καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς\, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον\, συναντήσας αὐτῷ ὁ Κορνήλιος\, πεσὼν ἐπὶ τοὺς πόδας\, προσεκύνησεν. Ὁ δὲ Πέτρος αὐτὸν ἤγειρεν λέγων\, Ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι. Καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν\, καὶ εὑρίσκει συνεληλυθότας πολλούς\, ἔφη τε πρὸς αὐτούς\, Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. Πυνθάνομαι οὖν\, τίνι λόγῳ μετεπέμψασθέ με. Καὶ ὁ Κορνήλιος ἔφη\, Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων\, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδού\, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ\, καί φησιν\, Κορνήλιε\, εἰσηκούσθη σου ἡ προσευχή\, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ. Πέμψον οὖν εἰς Ἰόππην\, καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι. Ἐξαυτῆς οὖν ἔπεμψα πρός σε· σύ τε καλῶς ἐποίησας παραγενόμενος. Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ θεοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 7:1-13\nΤῷ καιρῷ ἐκείνῳ\, περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ ᾿Ιουδαίᾳ περιπατεῖν\, ὅτι ἐζήτουν αὐτὸν οἱ ᾿Ιουδαῖοι ἀποκτεῖναι. ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν ᾿Ιουδαίων ἡ σκηνοπηγία. εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν ᾿Ιουδαίαν\, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς· οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς\, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. λέγει οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν\, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ\, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην\, ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται. ταῦτα δὲ εἰπὼν αὐτοῖς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. ῾Ως δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ\, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν\, οὐ φανερῶς\, ἀλλ᾽ ὡς ἐν κρυπτῷ. οἱ οὖν ᾿Ιουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· ποῦ ἐστιν ἐκεῖνος; καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις. οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν· ἄλλοι ἔλεγον\, οὔ\, ἀλλὰ πλανᾷ τὸν ὄχλον. οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν ᾿Ιουδαίων.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200513
DTEND;VALUE=DATE:20200514
SUMMARY:Τῃ Τετάρτῃ της Μεσοπεντηκοστής
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 13 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῃ Τετάρτῃ της Μεσοπεντηκοστής; Γλυκερία\, Μάρτυς; Σέργιος ὁ Ὁμολογητής; Ἀλέξανδρος Μάρτυς; Παυσίκακος Ἐπίσκοπος Συνάδων\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 14:6-18\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, κατέφυγον οἱ Ἀπόστολοι εἰς τὰς πόλεις τῆς Λυκαονίας\, Λύστραν καὶ Δέρβην\, καὶ τὴν περίχωρον· κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι. Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο\, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων\, ὃς οὐδέποτε περιπεπατήκει. Οὗτος ἤκουσεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ\, καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι\, εἶπεν μεγάλῃ τῇ φωνῇ\, Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθῶς. Καὶ ἥλλετο καὶ περιεπάτει. Οἱ δὲ ὄχλοι\, ἰδόντες ὃ ἐποίησεν ὁ Παῦλος\, ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες\, Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς. Ἐκάλουν τε τὸν μὲν Βαρνάβαν\, Δία· τὸν δὲ Παῦλον\, Ἑρμῆν\, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. Ὁ δὲ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν\, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας\, σὺν τοῖς ὄχλοις ἤθελεν θύειν. Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος\, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν\, εἰσεπήδησαν εἰς τὸν ὄχλον\, κράζοντες καὶ λέγοντες\, Ἄνδρες\, τί ταῦτα ποιεῖτε; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι\, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν θεὸν τὸν ζῶντα\, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. Καίτοιγε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν\, οὐρανόθεν ὐμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους\, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν. Καὶ ταῦτα λέγοντες\, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 7:14-30\nΤῆς ἑορτῆς μεσούσης\, ἀνέβη ὁ ᾿Ιησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκε. καὶ ἐθαύμαζον οἱ ᾿Ιουδαῖοι λέγοντες· πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; ἀπεκρίθη οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή\, ἀλλὰ τοῦ πέμψαντός με· ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν\, γνώσεται περὶ τῆς διδαχῆς\, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ. ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ\, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν\, οὗτος ἀληθής ἐστι\, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι; ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπε· δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτοῖς· ἓν ἔργον ἐποίησα\, καὶ πάντες θαυμάζετε διὰ τοῦτο. Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν\, οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστίν\, ἀλλ᾽ ἐκ τῶν πατέρων\, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως\, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ! μὴ κρίνετε κατ᾽ ὄψιν\, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.\n\n῎Ελεγον οὖν τινες ἐκ τῶν ῾Ιεροσολυμιτῶν· οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; καὶ ἴδε παρρησίᾳ λαλεῖ\, καὶ οὐδὲν αὐτῷ λέγουσι. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται\, οὐδεὶς γινώσκει πόθεν ἐστίν. ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ ᾿Ιησοῦς καὶ λέγων· κἀμὲ οἴδατε\, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα\, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με\, ὃν ὑμεῖς οὐκ οἴδατε· ἐγὼ οἶδα αὐτόν\, ὅτι παρ᾽ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200514
DTEND;VALUE=DATE:20200515
SUMMARY:Ἰσίδωρος\, Μάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 14 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἰσίδωρος\, Μάρτυς; Ἰερομάρτυς θεράπων; Νεομαρτύρων Μάρκου και Ιωάννου ; Σεραπίων ὁ Μάρτυς; Λεόντιος\, Πατριάρχης Ἱεροσολύμων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 10:34-43\nἘν ταῖς ἡμεραῖς ἐκείναις\,᾿Ανοίξας δὲ Πέτρος τὸ στόμα αὐτοῦ εἶπεν· ἐπ᾿ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός\, ἀλλ᾿ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστι. τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς ᾿Ισραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ ᾿Ιησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος· ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ᾿ ὅλης τῆς ᾿Ιουδαίας\, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν ᾿Ιωάννης\, ᾿Ιησοῦν τὸν ἀπὸ Ναζαρέτ\, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ῾Αγίῳ καὶ δυνάμει\, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου\, ὅτι ὁ Θεὸς ἦν μετ᾿ αὐτοῦ· καὶ ἡμεῖς ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν ᾿Ιουδαίων καὶ ἐν ῾Ιερουσαλήμ· ὃν καὶ ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου. τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι\,οὐ παντὶ τῷ λαῷ\, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ\, ἡμῖν\, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν\, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 8:12-20\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ\, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς. εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτοῖς· κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ\, ἀληθής ἐστιν ἡ μαρτυρία μου\, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω. ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα. καὶ ἐὰν κρίνω δὲ ἐγώ\, ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστιν\, ὅτι μόνος οὐκ εἰμί\, ἀλλ᾽ ἐγὼ καὶ ὁ πέμψας με πατήρ. καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ\, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ. ἔλεγον οὖν αὐτῷ· ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη ᾿Ιησοῦς· οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε\, καὶ τὸν πατέρα μου ᾔδειτε ἄν. Ταῦτα τὰ ῥήματα ἐλάλησεν ὁ ᾿Ιησοῦς ἐν τῷ γαζοφυλακίῳ\, διδάσκων ἐν τῷ ἱερῷ\, καὶ οὐδεὶς ἐπίασεν αὐτόν\, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200515
DTEND;VALUE=DATE:20200516
SUMMARY:Παχώμιος ὁ Μέγας
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 15 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Παχώμιος ὁ Μέγας; Ἀχίλλιος\, Ἀρχιεπίσκοπος Λάρισας; Βάρβαρος ὁ Μυροφόρος τῆς Κέρκυρας ; Ανδρέου ερημίτου; Ἐπανακομιδή τῆς Τιμίας Καρας τοῦ Ἀποστόλου Τίτου\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 10:44-48\, 11:1-10\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα\, ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοί\, ὅσοι συνῆλθον τῷ Πέτρῳ\, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται. Ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις\, καὶ μεγαλυνόντων τὸν θεόν. Τότε ἀπεκρίθη ὁ Πέτρος\, Μήτι τὸ ὕδωρ κωλῦσαιN δύναταί τις\, τοῦ μὴ βαπτισθῆναι τούτους\, οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον καθὼς καὶ ἡμεῖς; Προσέταξέν τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ κυρίου. Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς. Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ. Καὶ ὅτε ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα\, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς\, λέγοντες ὅτι Πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες\, καὶ συνέφαγες αὐτοῖς. Ἀρξάμενος δὲ ὁ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων\, Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος\, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα\, καταβαῖνον σκεῦός τι\, ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ\, καὶ ἦλθεν ἄχρι ἐμοῦ· εἰς ἣν ἀτενίσας κατενόουν\, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Ἤκουσα δὲ φωνῆς λεγούσης μοι\, Ἀναστάς\, Πέτρε\, θῦσον καὶ φάγε. Εἶπον δέ\, Μηδαμῶς\, κύριε· ὅτι πᾶν κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. Ἀπεκρίθη δέ μοι φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ\, Ἃ ὁ θεὸς ἐκαθάρισεν\, σὺ μὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς\, καὶ πάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 8:21-30\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με\, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω\, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτόν\, ὅτι λέγει\, ὅπου ἐγὼ ὑπάγω\, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; Καὶ εἶπεν αὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ\, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ\, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι\, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; Καὶ εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν. Πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ᾽ ὁ πέμψας με ἀληθής ἐστι\, κἀγὼ ἃ ἤκουσα παρ᾽ αὐτοῦ\, ταῦτα λέγω εἰς τὸν κόσμον. Οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου\, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι\, καὶ ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν\, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατήρ μου\, ταῦτα λαλῶ. Καὶ ὁ πέμψας με μετ᾽ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέ με μόνον ὁ Πατήρ\, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200516
DTEND;VALUE=DATE:20200517
SUMMARY:Θεόδωρος ὁ Ἡγιασμένος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 16 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Θεόδωρος ὁ Ἡγιασμένος; Πέτρος\, ὁ ἐν Βλαχέρναις; Νεομάρτυρος Νικολάου Μετσοβίτου; Νικόλαος\, πατριάρχος Κωνσταντινουπόλεως; Ἀλέξανδρος\, Ἀρχιεπίσκοπος Ιεροσολύμων; Βρενδανὸς ὁ Ἀναχωρητής\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 12:1-11\nΚατ᾿ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν ῾Ηρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ ᾿Ιάκωβον τὸν ἀδελφὸν ᾿Ιωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς ᾿Ιουδαίοις\, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν\, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν\, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. ῞Οτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ ῾Ηρῴδης\, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί\, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν εἶπέ τε ὁ Ἄγγελος πρὸς αὐτόν· περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω· καὶ λέγει αὐτῷ· περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ\, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου\, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν\, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν· καὶ εὐθέως ἀπέστη ὁ Ἄγγελος ἀπ᾿ αὐτοῦ. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν Ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς ῾Ηρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν ᾿Ιουδαίων. \n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 8:31-42\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ\, ἀληθῶς μαθηταί μού ἐστε\, καὶ γνώσεσθε τὴν ἀλήθειαν\, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Ἀπεκρίθησαν αὐτῷ· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε; Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. Ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ\, ὄντως ἐλεύθεροι ἔσεσθε. Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι\, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. Ἐγὼ ὃ ἑώρακα παρὰ τῷ πατρί μου λαλῶ· καὶ ὑμεῖς οὖν ὃ ἑωράκατε παρὰ τῷ πατρὶ ὑμῶν ποιεῖτε. Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστι. Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε\, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε. νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι\, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα\, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. Εἶπον οὖν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν\, τὸν Θεόν. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν\, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα\, ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλε.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200517
DTEND;VALUE=DATE:20200518
SUMMARY:Κυριακή Ε΄ τῆς Σαμαρείτιδος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 17 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή Ε΄ τῆς Σαμαρείτιδος; Ἀνδρόνικος και Ἰουνίας; Ὅσιος Νεκτάριος; Θεοδότου\, Τεκούσης και των συν αυτοίς εν Αγκύρα Παρθένων; Ἀθανάσιος ὁ νέος\, Ἐπίσκοπος Χριστιανουπόλεως; Νεομάρτυρες Βουλγαρίας; Νικόλαος ὁ νέος\, ὁ ἐν Μετσόβῳ τῆς Ἠπείρου μαρτυρήσαντος\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 20:1-10\nΤῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον\, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ ᾿Ιησοῦς\, καὶ λέγει αὐτοῖς· ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου\, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον\, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια\, οὐ μέντοι εἰσῆλθεν. ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ\, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα\, καὶ τὸ σουδάριον\, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ\, οὐ μετὰ τῶν ὀθονίων κείμενον\, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον\, καὶ εἶδε καὶ ἐπίστευσεν· οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 11:19-30\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, διασπαρέντες οἱ Ἀπόστολοι ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας\, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι\, οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν\, ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς\, εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν. Καὶ ἦν χεὶρ κυρίου μετʼ αὐτῶν· πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον. Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἱεροσολύμοις περὶ αὐτῶν· καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας· ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ θεοῦ ἐχάρη\, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ κυρίῳ· ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ. Ἐξῆλθεν δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον\, καὶ εὑρὼν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. Ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν\, χρηματίσαι τε πρώτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν. Ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος\, ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. Τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις\, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν\, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 4:5-42\nΤῷ καιρῷ ἐκείνῳ\, ἔρχεται ὁ Ἰησοῦς εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ\, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη.\n\nἜρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· δός μοι πιεῖν. Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι. Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· Πῶς σὺ Ἰουδαῖος ὢν παρ᾽ ἐμοῦ πιεῖν αἰτεῖς\, οὔσης γυναικὸς Σαμαρείτιδος; Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ\, καὶ τίς ἐστιν ὁ λέγων σοι\, δός μοι πιεῖν\, σὺ ἂν ᾔτησας αὐτόν\, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Λέγει αὐτῷ ἡ γυνή· Κύριε\, οὔτε ἄντλημα ἔχεις\, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ\, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ\, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ\, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα\, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ\, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε\, δός μοι τοῦτο τὸ ὕδωρ\, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. \n\nΛέγει αὐτῇ ὁ Ἰησοῦς· Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. Ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· Οὐκ ἔχω ἄνδρα. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες\, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. Λέγει αὐτῷ ἡ γυνή· Κύριε\, θεωρῶ ὅτι προφήτης εἶ σύ. Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν ῾Ιεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι\, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἰεροσολύμοις προσκυνήσετε τῷ πατρί. Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε\, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. Ἀλλ᾽ ἔρχεται ὥρα\, καὶ νῦν ἐστιν\, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεός\, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος\, ἀναγγελεῖ ἡμῖν πάντα. λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ λαλῶν σοι. Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ\, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε\, τί ζητεῖς ἢ τί λαλεῖς μετ᾽ αὐτῆς; Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν\, καὶ λέγει τοῖς ἀνθρώποις· Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; Ἐξῆλθον οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.\n\nἘν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· Ῥαββί\, φάγε. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐγὼ βρῶσιν ἔχω φαγεῖν\, ἣν ὑμεῖς οὐκ οἴδατε. Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν\, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας\, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. Καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον\, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. Ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινός\, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι\, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. ᾿Εκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικός\, μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα. Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται\, ἠρώτων αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. Καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ\, τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν\, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου ὁ Χριστός.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200518
DTEND;VALUE=DATE:20200519
SUMMARY:Πέτρος\, Διονύσιος καὶ Παῦλος Μάρτυρες
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 18 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Πέτρος\, Διονύσιος καὶ Παῦλος Μάρτυρες; Ἰουλιανὸς\, Μάρτυς; Ἐυφρασία ὁ Μάρτυς τῆς Νικαίας; Στέφανος Α\, Πατριάρχης Κωνσταντινουπόλεως\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 12:12-17\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου\, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. Κρούσαντος δὲ τοῦ Πέτρου τὴν θύραν τοῦ πυλῶνος\, προσῆλθεν παιδίσκη ὑπακοῦσαι\, ὀνόματι Ῥόδη. Καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου\, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα\, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. Οἱ δὲ πρὸς αὐτὴν εἶπον\, Μαίνῃ. Ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. Οἱ δὲ ἔλεγον\, Ὁ ἄγγελος αὐτοῦ ἐστιν. Ὁ δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδον αὐτόν\, καὶ ἐξέστησαν. Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾷν\, διηγήσατο αὐτοῖς πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς. Εἶπεν δέ\, Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 8:42-51\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν\, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα\, ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλε. Διατί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ\, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν\, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ· ὅταν λαλῇ τὸ ψεῦδος\, ἐκ τῶν ἰδίων λαλεῖ\, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ. Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω\, οὐ πιστεύετέ μοι. Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ δὲ ἀλήθειαν λέγω\, διατί ὑμεῖς οὐ πιστεύετέ μοι; Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε\, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ. Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ· Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; Ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω\, ἀλλὰ τιμῶ τὸν πατέρα μου\, καὶ ὑμεῖς ἀτιμάζετέ με. Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. Ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ἐὰν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ\, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200519
DTEND;VALUE=DATE:20200520
SUMMARY:Πατρίκιος\, Ἀκάκιος\, Μένανδρος Μάρτυρες
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 19 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Πατρίκιος\, Ἀκάκιος\, Μένανδρος Μάρτυρες; Μέμνων ὁ θαυματουργός; Θεότιμα καί Κυριακή\, Μάρτυρες\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 12:25\, 13:1-12\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν εἰς Ἱερουσαλήμ\, πληρώσαντες τὴν διακονίαν\, συμπαραλαβόντες καὶ Ἰωάννην τὸν ἐπικληθέντα Μάρκον.\nἮσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι\, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ καλούμενος Νίγερ\, καὶ Λούκιος ὁ Κυρηναῖος\, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχουN σύντροφος\, καὶ Σαῦλος. Λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων\, εἶπεν τὸ πνεῦμα τὸ ἅγιον\, Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς\, ἀπέλυσαν. Οὗτοι μὲν οὖν\, ἐκπεμφθέντες ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου\, κατῆλθον εἰς τὴν Σελεύκειαν· ἐκεῖθεν δὲ ἀπέπλευσαν εἰς τὴν Κύπρον. Καὶ γενόμενοι ἐν Σαλαμῖνι\, κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου\, εὗρόν τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον\, ᾧ ὄνομα Βαρϊησοῦς\, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ\, ἀνδρὶ συνετῷ. Οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ. Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας\, ὁ μάγος - οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ - ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. Σαῦλος δέ\, ὁ καὶ Παῦλος\, πλησθεὶς πνεύματος ἁγίου\, καὶ ἀτενίσας εἰς αὐτὸν εἶπεν\, Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας\, υἱὲ διαβόλου\, ἐχθρὲ πάσης δικαιοσύνης\, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας; Καὶ νῦν ἰδού\, χεὶρ κυρίου ἐπὶ σέ\, καὶ ἔσῃ τυφλός\, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Παραχρῆμα δὲ ἐπέπεσεν ἐπʼ αὐτὸν ἀχλὺς καὶ σκότος\, καὶ περιάγων ἐζήτει χειραγωγούς. Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν\, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 8:51-59\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ\, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. Εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανε καὶ οἱ προφῆται\, καὶ σὺ λέγεις\, ἐάν τις τὸν λόγον μου τηρήσῃ\, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ\, ὅστις ἀπέθανε; Καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν σὺ ποιεῖς; Ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν\, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με\, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ὑμῶν ἐστι\, καὶ οὐκ ἐγνώκατε αὐτόν· ἐγὼ δὲ οἶδα αὐτόν. Καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτόν\, ἔσομαι ὅμοιος ὑμῶν ψεύστης· ἀλλ᾽ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν\, καὶ εἶδε καὶ ἐχάρη. Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν\, πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι. ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾽ αὐτόν. Ἰησοῦς δὲ ἐκρύβη\, καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ διελθὼν διὰ μέσου αὐτῶν\, καὶ παρῆγεν οὕτως. \n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200520
DTEND;VALUE=DATE:20200521
SUMMARY:Τῃ Τετάρτῃ της Ε΄ Εβδομάδος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 20 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῃ Τετάρτῃ της Ε΄ Εβδομάδος; Θαλλέλαιος\, Μάρτυς; Μᾶρκος ὁ Ἐρημίτης; Ἀλέξιος τῆς Μόσχας; Λυδία ἡ Φιλιππησία καί Ἰσαπόστολος; Ἰωάννης\, Ἰωσὴφ καὶ Νικήτας\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 13:13-24\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, αναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπʼ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης\, παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας\, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων\, ἐκάθισαν. Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν\, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτούς\, λέγοντες\, Ἄνδρες ἀδελφοί\, εἰ ἔστιν λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν\, λέγετε. Ἀναστὰς δὲ Παῦλος\, καὶ κατασείσας τῇ χειρί\, εἶπεν. Ἄνδρες Ἰσραηλῖται\, καὶ οἱ φοβούμενοι τὸν θεόν\, ἀκούσατε. Ὁ θεὸς τοῦ λαοῦ τούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν\, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ\, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς. Καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ. Καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναάν\, κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν. Καὶ μετὰ ταῦτα\, ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα\, ἔδωκεν κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου. Κἀκεῖθεν ᾐτήσαντο βασιλέα\, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς\, ἄνδρα ἐκ φυλῆς Βενιαμίν\, ἔτη τεσσαράκοντα. Καὶ μεταστήσας αὐτόν\, ἤγειρεν αὐτοῖς τὸν Δαυὶδ εἰς βασιλέα\, ᾧ καὶ εἶπεν μαρτυρήσας\, Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί\, ἄνδρα κατὰ τὴν καρδίαν μου\, ὃς ποιήσει πάντα τὰ θελήματά μου. Τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατʼ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ σωτηρίαν\, προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας τῷ Ἰσραήλ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 6:5-14\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπάρας ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτόν\, λέγει πρὸς τὸν Φίλιππον· Πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι; Τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. Ἀπεκρίθη αὐτῷ Φίλιππος· Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος αὐτῶν βραχύ τι λάβῃ. Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ\, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· Ἔστι παιδάριον ἓν ὧδε\, ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; Εἶπε δὲ ὁ Ἰησοῦς· Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν· ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. Ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι. Ἔλαβε δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκε τοῖς μαθηταῖς\, οἱ δὲ μαθηταὶ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. Ὡς δὲ ἐνεπλήσθησαν\, λέγει τοῖς μαθηταῖς αὐτοῦ· Συναγάγετε τὰ περισσεύσαντα κλάσματα\, ἵνα μή τι ἀπόληται. Συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσε τοῖς βεβρωκόσιν. Οἱ οὖν ἄνθρωποι\, ἰδόντες ὃ ἐποίησε σημεῖον ὁ Ἰησοῦς\, ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200521
DTEND;VALUE=DATE:20200522
SUMMARY:Κωνσταντῖνος καὶ Ἑλένη Ἰσαπόστολοι
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 21 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κωνσταντῖνος καὶ Ἑλένη Ἰσαπόστολοι; Οσιομάρτυρος Παχωμίου\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 10:9-16\nΕἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν\, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια\, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει\, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός\, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν\, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα\, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω\, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν\, καὶ τῆς φωνῆς μου ἀκούσουσι\, καὶ γενήσεται μία ποίμνη\, εἷς ποιμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 26:1\, 12-20\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη͵ Ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο͵ Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετʼ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰN τῶν ἀρχιερέων\, ἡμέρας μέσης\, κατὰ τὴν ὁδὸν εἶδον\, βασιλεῦ\, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου\, περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. Πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν\, ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ\, Σαούλ\, Σαούλ\, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἐγὼ δὲ εἶπον\, Τίς εἶ\, κύριε; Ὁ δὲ εἶπεν\, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις. Ἀλλὰ ἀνάστηθι\, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι\, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες ὧν τε ὀφθήσομαί σοι\, ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν\, εἰς οὓς ἐγὼ σε ἀποστέλλω\, ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν\, τοῦ ὑποστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν\, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν\, καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. Ὅθεν\, βασιλεῦ Ἀγρίππα\, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ· ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶN Ἱεροσολύμοις\, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας\, καὶ τοῖς ἔθνεσιν\, ἀπαγγέλλων μετανοεῖν\, καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν\, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 10:1-9\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων\, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν\, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει\, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει\, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά. καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ\, ἔμπροσθεν αὐτῶν πορεύεται\, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ\, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν\, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ\, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ\, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200522
DTEND;VALUE=DATE:20200523
SUMMARY:Βασίλειος Μάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 22 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Βασίλειος Μάρτυς; Δημήτριος καὶ Παῦλος Νεομάρτυρες; Ἰωάννης ὁ Βλαδίμηρος\, ὁ βασιλεὺς καὶ θαυματουργός\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 15:5-12\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες\, λέγοντες ὅτι Δεῖ περιτέμνειν αὐτούς\, παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως. Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. Πολλῆς δὲ συζητήσεως γενομένης\, ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς\, Ἄνδρες ἀδελφοί\, ὑμεῖς ἐπίστασθε ὅτι ἀφʼ ἡμερῶν ἀρχαίων ὁ θεὸς ἐν ἡμῖν ἐξελέξατο\, διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου\, καὶ πιστεῦσαι. Καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς\, δοὺς αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον\, καθὼς καὶ ἡμῖν· καὶ οὐδὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν\, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. Νῦν οὖν τί πειράζετε τὸν θεόν\, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν\, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; Ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι\, καθʼ ὃν τρόπον κἀκεῖνοι. Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος\, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν διʼ αὐτῶν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 10:17-28\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· διὰ τοῦτο ὁ πατήρ με ἀγαπᾷ\, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου\, ἵνα πάλιν λάβω αὐτήν. οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ\, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτήν\, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου. Σχίσμα οὖν πάλιν ἐγένετο ἐν τοῖς ᾿Ιουδαίοις διὰ τοὺς λόγους τούτους. ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; ἄλλοι ἔλεγον· ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοίγειν;\n\n᾿Εγένετο δὲ τὰ ἐγκαίνια ἐν τοῖς ῾Ιεροσολύμοις\, καὶ χειμὼν ἦν· καὶ περιεπάτει ὁ ᾿Ιησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶντος. ἐκύκλωσαν οὖν αὐτὸν οἱ ᾿Ιουδαῖοι καὶ ἔλεγον αὐτῷ· ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ Χριστός\, εἰπὲ ἡμῖν παρρησίᾳ. ἀπεκρίθη αὐτοῖς ὁ ᾿Ιησοῦς· εἶπον ὑμῖν\, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου\, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· ἀλλ᾽ ὑμεῖς οὐ πιστεύετε· οὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν\, καθὼς εἶπον ὑμῖν. τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει\, κἀγὼ γινώσκω αὐτά\, καὶ ἀκολουθοῦσί μοι\, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200523
DTEND;VALUE=DATE:20200524
SUMMARY:Μιχαήλ ὁ Ὁμολογητής Συνάδων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 23 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Μιχαήλ ὁ Ὁμολογητής Συνάδων; Μαρία ἡ Μυροφόρος\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 15:35-41\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ\, διδάσκοντες καὶ εὐαγγελιζόμενοι\, μετὰ καὶ ἑτέρων πολλῶν\, τὸν λόγον τοῦ κυρίου. Μετὰ δέ τινας ἡμέρας εἶπεν Παῦλος πρὸς Βαρνάβαν\, Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶν κατὰ πᾶσαν πόλιν\, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου\, πῶς ἔχουσιν. Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν τὸν Ἰωάννην\, τὸν καλούμενον Μάρκον. Παῦλος δὲ ἠξίου\, τὸν ἀποστάντα ἀπʼ αὐτῶν ἀπὸ Παμφυλίας\, καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον\, μὴ συμπαραλαβεῖν τοῦτον. Ἐγένετο οὖν παροξυσμός\, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπʼ ἀλλήλων\, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον· Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθεν\, παραδοθεὶς τῇ χάριτι τοῦ θεοῦ ὑπὸ τῶν ἀδελφῶν. Διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν\, ἐπιστηρίζων τὰς ἐκκλησίας.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 10:27-38\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει\, κἀγὼ γινώσκω αὐτά\, καὶ ἀκολουθοῦσί μοι\, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς\, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα\, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. ὁ πατήρ μου\, ὃς δέδωκέ μοι\, μείζων πάντων ἐστί\, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου. ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.\n\n᾿Εβάστασαν οὖν πάλιν λίθους οἱ ᾿Ιουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. ἀπεκρίθη αὐτοῖς ὁ ᾿Ιησοῦς· πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός μου· διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με; ἀπεκρίθησαν αὐτῷ οἱ ᾿Ιουδαῖοι λέγοντες· περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε\, ἀλλὰ περὶ βλασφημίας\, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν. ἀπεκρίθη αὐτοῖς ὁ ᾿Ιησοῦς· οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν\, ἐγὼ εἶπα\, θεοί ἐστε; εἰ ἐκείνους εἶπε θεούς\, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο\, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή\, ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον\, ὑμεῖς λέγετε ὅτι βλασφημεῖς\, ὅτι εἶπον\, υἱὸς τοῦ Θεοῦ εἰμι; εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου\, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ\, κἂν ἐμοὶ μὴ πιστεύητε\, τοῖς ἔργοις πιστεύσατε\, ἵνα γνῶτε καὶ πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν αὐτῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200524
DTEND;VALUE=DATE:20200525
SUMMARY:Κυριακή ΣΤ' τοῦ Τυφλού
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 24 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή ΣΤ' τοῦ Τυφλού; Συμεών Ὅσιος; Βικέντιος Λερινοῦ; Μελέτιος ὁ στρατηλάτης καὶ ὁι σῦν αυτῳ; Γρηγόριος\, Ἀρχιεπίσκοπος τοῦ Νοβγορόντ\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 20:11-18\nΤῷ καιρῷ ἐκείνῳ\, Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ κλαίουσα ἔξω. ὡς οὖν ἔκλαιε\, παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους\, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν\, ὅπου ἔκειτο τὸ σῶμα τοῦ ᾿Ιησοῦ. καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· γύναι\, τί κλαίεις; λέγει αὐτοῖς· ὅτι ἦραν τὸν Κύριόν μου\, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω\, καὶ θεωρεῖ τὸν ᾿Ιησοῦν ἑστῶτα\, καὶ οὐκ ᾔδει ὅτι ᾿Ιησοῦς ἐστι. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· γύναι\, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι\, λέγει αὐτῷ· κύριε\, εἰ σὺ ἐβάστασας αὐτόν\, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν\, κἀγὼ αὐτὸν ἀρῶ. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Μαρία. στραφεῖσα ἐκείνη λέγει αὐτῷ· ῥαββουνί\, ὃ λέγεται\, διδάσκαλε. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν\, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον\, καὶ ταῦτα εἶπεν αὐτῇ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 16:16-34\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν\, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη.αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν\, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· παραγγέλλω σοι ἐν τῷ ὀνόματι ᾿Ιησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾿ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. ᾿Ιδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν\, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας\, καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον· οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν ᾿Ιουδαῖοι ὑπάρχοντες\, καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν ῾Ρωμαίοις οὖσι. καὶ συνεπέστη ὁ ὄχλος κατ᾿ αὐτῶν. καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν\, πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν\, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· ὃς παραγγελίαν τοιαύτην εἰληφὼς ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας\, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου\, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη. ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς\, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν\, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. αἰτήσας δὲ φῶτα εἰσεπήδησε\, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ\,καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· κύριοι\, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; οἱ δὲ εἶπον· πίστευσον ἐπὶ τὸν Κύριον ᾿Ιησοῦν Χριστόν\, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν\, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα\, ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν\, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 9:1-38\nΤῷ καιρῷ ἐκείνῳ\, παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ῥαββί\, τίς ἥμαρτεν\, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ\, ἵνα τυφλὸς γεννηθῇ; ἀπεκρίθη ᾿Ιησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ\, ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. ὅταν ἐν τῷ κόσμῳ ᾦ\, φῶς εἰμι τοῦ κόσμου. ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος\, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ\, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο\, καὶ ἦλθε βλέπων. Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν\, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ἄνθρωπος λεγόμενος ᾿Ιησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα. ῎Αγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους\, τόν ποτε τυφλόν. ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ ᾿Ιησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς\, καὶ ἐνιψάμην\, καὶ βλέπω. ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ\, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. λέγουσι τῷ τυφλῷ πάλιν· σὺ τί λέγεις περὶ αὐτοῦ\, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν. οὐκ ἐπίστευσαν οὖν οἱ ᾿Ιουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν\, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν\, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει; ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν\, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει\, αὐτὸν ἐρωτήσατε\, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ\, ὅτι ἐφοβοῦντο τοὺς ᾿Ιουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ ᾿Ιουδαῖοι ἵνα\, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν\, ἀποσυνάγωγος γένηται. διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει\, αὐτὸν ἐρωτήσατε. ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός\, καὶ εἶπον αὐτῷ· δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα\, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. εἶπον δὲ αὐτῷ πάλιν· τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη\, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν\, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί\, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει\, ἀλλ᾽ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ\, τούτου ἀκούει. ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ\, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος\, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.\n\n῎Ηκουσεν ὁ ᾿Ιησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω\, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ; ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· καὶ τίς ἐστι\, Κύριε\, ἵνα πιστεύσω εἰς αὐτόν; εἶπε δὲ αὐτῷ ὁ ᾿Ιησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. ὁ δὲ ἔφη· πιστεύω\, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200525
DTEND;VALUE=DATE:20200526
SUMMARY:Εὕρεσις Κεφαλῆς Τιμίου Προδρόμου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 25 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Εὕρεσις Κεφαλῆς Τιμίου Προδρόμου; Θεράπων\, ὁ Ἰερομάρτυς\, ἐπίσκοπος τοῦ Κύπρου; Μνήμη εὐρέσεως τῆς ἱερᾶς εἰκόνος τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου; Ἀλδέλμος Ἐπίσκοπος Σέρμπορν\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 7:17-30\nΤῷ καιρῷ ἐκείνῳ\, ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ ᾿Ιουδαίᾳ περὶ αὐτοῦ καὶ ἐν πάσῃ τῇ περιχώρῳ. Καὶ ἀπήγγειλαν ᾿Ιωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ ᾿Ιωάννης ἔπεμψε πρὸς τὸν ᾿Ιησοῦν λέγων· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον· ᾿Ιωάννης ὁ βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρός σε λέγων· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν\, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν.καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε ᾿Ιωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι\, λεπροὶ καθαρίζονται\, κωφοὶ ἀκούουσι\, νεκροὶ ἐγείρονται\, πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. ἀπελθόντων δὲ τῶν μαθητῶν ᾿Ιωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ ᾿Ιωάννου· τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν\, καὶ περισσότερον προφήτου. οὗτός ἐστι περὶ οὗ γέγραπται\, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου\, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· λέγω γὰρ ὑμῖν\, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης ᾿Ιωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστι. καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεόν\, βαπτισθέντες τὸ βάπτισμα ᾿Ιωάννου· οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς\, μὴ βαπτισθέντες ὑπ᾿ αὐτοῦ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 4:6-15\nἈδελφοί\, ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι\, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν\, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ\, καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι\, ἀλλʼ οὐ στενοχωρούμενοι· ἀπορούμενοι\, ἀλλʼ οὐκ ἐξαπορούμενοι· διωκόμενοι\, ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι\, ἀλλʼ οὐκ ἀπολλύμενοι· πάντοτε τὴν νέκρωσιν τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται\, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως\, κατὰ τὸ γεγραμμένον\, Ἐπίστευσα\, διὸ ἐλάλησα\, καὶ ἡμεῖς πιστεύομεν\, διὸ καὶ λαλοῦμεν· εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ\, καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα διʼ ὑμᾶς\, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 11:2-15\nΤῷ καιρῷ ἐκείνῳ\, ἀκούσας ὁ ᾿Ιωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ\, πέμψας δύο τῶν μαθητῶν αὐτοῦεἶπεν αὐτῷ· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε ᾿Ιωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι\, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσι\, νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Τούτων δὲ πορευομένων ἤρξατο ὁ ᾿Ιησοῦς λέγειν τοῖς ὄχλοις περὶ ᾿Ιωάννου· τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν\, καὶ περισσότερον προφήτου. οὗτος γάρ ἐστι περὶ οὗ γέγραπται· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου\, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. ἀμὴν λέγω ὑμῖν\, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων ᾿Ιωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. ἀπὸ δὲ τῶν ἡμερῶν ᾿Ιωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται\, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως ᾿Ιωάννου προεφήτευσαν. καὶ εἰ θέλετε δέξασθαι\, αὐτός ἐστιν ᾿Ηλίας ὁ μέλλων ἔρχεσθαι. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.\n\n \n\n \n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200526
DTEND;VALUE=DATE:20200527
SUMMARY:Κάρπος καὶ Ἀλφαῖος ἐκ τῶν 70
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 26 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κάρπος καὶ Ἀλφαῖος ἐκ τῶν 70; Ἀλέξανδρος\, Νεομάρτυς; Γεώργιος ὁ Νέος τῆς Σοφίας; Αὐγουστίνος Ἀρχιεπίσκοπος Καντουαρίας\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 17:19-28\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ἐπιλαβόμενοί τε αὐτοῦ\, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον λέγοντες\, Δυνάμεθα γνῶναι\, τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι\, τίN ἂν θέλοι ταῦτα εἶναι - Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν\, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη\, Ἄνδρες Ἀθηναῖοι\, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν\, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο\, Ἀγνώστῳ θεῷ. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε\, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ\, οὗτος\, οὐρανοῦ καὶ γῆς κύριος ὑπάρχων\, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ\, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται\, προσδεόμενός τινος\, αὐτὸς διδοὺς πᾶσιν ζωὴν καὶ πνοὴν κατὰN πάντα· ἐποίησέν τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων\, κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς\, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν· ζητεῖν τὸν κύριον\, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν\, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμεν· ὡς καί τινες τῶν καθʼ ὑμᾶς ποιητῶν εἰρήκασιν\, Τοῦ γὰρ καὶ γένος ἐσμέν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 12:19-36\nΤῷ καιρῷ ἐκείνῳ\, οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. ῏Ησαν δέ τινες ῞Ελληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας\, καὶ ἠρώτων αὐτὸν λέγοντες· κύριε\, θέλομεν τὸν ᾿Ιησοῦν ἰδεῖν. ἔρχεται Φίλιππος καὶ λέγει τῷ ᾿Ανδρέᾳ\, καὶ πάλιν ᾿Ανδρέας καὶ Φίλιππος λέγουσι τῷ ᾿Ιησοῦ· ὁ δὲ ᾿Ιησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ\, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ\, πολὺν καρπὸν φέρει. ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν\, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ\, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. ἐὰν ἐμοὶ διακονῇ τις\, ἐμοὶ ἀκολουθείτω\, καὶ ὅπου εἰμὶ ἐγώ\, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ\, τιμήσει αὐτὸν ὁ πατήρ.\n\nΝῦν ἡ ψυχή μου τετάρακται\, καὶ τί εἴπω; πάτερ\, σῶσον με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διά τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. πάτερ\, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· ἄγγελος αὐτῷ λελάληκεν. ἀπεκρίθη ὁ ᾿Ιησοῦς καὶ εἶπεν· οὐ δι᾽ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν\, ἀλλὰ δι᾽ ὑμᾶς. νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου\, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς\, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. τοῦτο δὲ ἔλεγε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα\, καὶ πῶς σὺ λέγεις\, δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾽ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε\, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. ἕως τὸ φῶς ἔχετε\, πιστεύετε εἰς τὸ φῶς\, ἵνα υἱοὶ φωτὸς γένησθε.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200527
DTEND;VALUE=DATE:20200528
SUMMARY:Ἀπόδοσις τῆς Εορτῆς τοῦ Πάσχα
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 27 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀπόδοσις τῆς Εορτῆς τοῦ Πάσχα; Ἱερομάρτυς Ἑλλάδιος; Ἰωάννης ὁ Ὁμολογητής Ρώσος; Θεοδώρα καί Δίδυμος; Βεδέας ὁ Ὁμολογητής\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 18:22-28\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, κατελθὼν ὁ Παῦλος εἰς Καισάρειαν\, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν\, κατέβη εἰς Ἀντιόχειαν. Καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν\, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν\, ἐπιστηρίζων πάντας τοὺς μαθητάς. Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι\, Ἀλεξανδρεὺς τῷ γένει\, ἀνὴρ λόγιος\, κατήντησεν εἰς Ἔφεσον\, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου\, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ κυρίου\, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου· οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα\, προσελάβοντο αὐτόν\, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν τοῦ θεοῦ ὁδόν. Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν\, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος· εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ\, ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 12:36-47\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἕως τὸ φῶς ἔχετε\, πιστεύετε εἰς τὸ φῶς\, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν ὁ ᾿Ιησοῦς\, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾽ αὐτῶν. Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν\, ἵνα ὁ λόγος ῾Ησαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπε· Κύριε\, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν\, ὅτι πάλιν εἶπεν ῾Ησαΐας· τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν\, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστραφῶσι\, καὶ ἰάσομαι αὐτούς. ταῦτα εἶπεν ῾Ησαΐας ὅτε εἶδε τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ. ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν\, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν\, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται·ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. ᾿Ιησοῦς δὲ ἔκραξε καὶ εἶπεν· ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ\, ἀλλ᾽ εἰς τὸν πέμψαντά με\, καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα\, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ\, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον\, ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200528
DTEND;VALUE=DATE:20200529
SUMMARY:Τῃ Πέμπτῃ της Αναλήψεως
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 28 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῃ Πέμπτῃ της Αναλήψεως; Εὐτύχιος\, Μάρτυς; Νικήτας Αρχ. Χαλκηδόνας; Εὐτυχής Μάρτυς; Μαρτύρων Ελικωνίδος ; Ἑλάδιος ὁ Ἱερομάρτυς ; Νεομαρτύρος Ζαχαρίου\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Μᾶρκον 16:9-20\n᾿Αναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ\, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις\, πενθοῦσι καὶ κλαίουσι. κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς\, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ\, πορευομένοις εἰς ἀγρόν. κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. ῞Υστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη\, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν\, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται\, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν\, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι\, καὶ καλῶς ἕξουσιν. ῾Ο μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ\, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. ἀμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 1:1-12\nΤὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων\, ὦ Θεόφιλε\, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν\, ἄχρι ἧς ἡμέρας\, ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο\, ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις\, διʼ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς\, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ. Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι\, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρός\, Ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι\, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.\nΟἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες\, Κύριε\, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπεν δὲ πρὸς αὐτούς\, Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Ἀλλὰ λήψεσθε δύναμιν\, ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφʼ ὑμᾶς· καὶ ἔσεσθέ μοιN μάρτυρες ἔν τε Ἱερουσαλήμ\, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ\, καὶ ἕως ἐσχάτου τῆς γῆς. Καὶ ταῦτα εἰπών\, βλεπόντων αὐτῶν ἐπήρθη\, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν\, πορευομένου αὐτοῦ\, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ\, οἳ καὶ εἶπον\, Ἄνδρες Γαλιλαῖοι\, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς\, ὁ ἀναληφθεὶς ἀφʼ ὑμῶν εἰς τὸν οὐρανόν\, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος\, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ\, σαββάτου ἔχον ὁδόν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 24:36-53\nΤῷ καιρῷ ἐκείνῳ\, ὁ ᾿Ιησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. καὶ εἶπεν αὐτοῖς· τί τεταραγμένοι ἐστέ\, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου\, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε\, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε; οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου\, καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. εἶπε δὲ αὐτοῖς· οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν\, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς\, καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ\, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη\, ἀρξάμενον ἀπὸ ῾Ιερουσαλήμ. ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ῾Ιερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.\n\n᾿Εξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν\, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ μετὰ χαρᾶς μεγάλης\, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. ἀμήν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200529
DTEND;VALUE=DATE:20200530
SUMMARY:Ὁσιομάρτυς Θεοδοσία της Τύρου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 29 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ὁσιομάρτυς Θεοδοσία της Τύρου; Ὁσιομάρτυς Θεοδοσία Kωνσταντινουπολιτίσσης; Νεομαρτύρος Ανδρέου Αργέντου; Ἰωάννης τῆς Σμύρνης\, Νεομάρτυς\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 19:1-8\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ἐγένετο δέ\, ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ\, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρών τινας μαθητὰς εἶπεν πρὸς αὐτούς\, Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπονN πρὸς αὐτόν\, Ἀλλʼ οὐδὲN εἰ πνεῦμα ἅγιόν ἐστιν\, ἠκούσαμεν. Εἶπέν τε πρὸς αὐτούς\, Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον\, Εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπεν δὲ Παῦλος\, Ἰωάννης μὲν ἐβάπτισεν βάπτισμα μετανοίας\, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετʼ αὐτὸν ἵνα πιστεύσωσιν\, τοῦτʼ ἔστιν\, εἰς τὸν Χριστὸν Ἰησοῦν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας\, ἦλθεν τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτούς\, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο\, ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 14:1-11\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν\, καὶ εἰς ἐμὲ πιστεύετε. ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή\, εἶπον ἂν ὑμῖν· πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον\, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν\, ἵνα ὅπου εἰμὶ ἐγώ\, καὶ ὑμεῖς ἦτε. καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε\, καὶ τὴν ὁδὸν οἴδατε. Λέγει αὐτῷ Θωμᾶς· Κύριε\, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι᾽ ἐμοῦ. εἰ ἐγνώκειτέ με\, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν. καὶ ἀπ᾽ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. Λέγει αὐτῷ Φίλιππος· Κύριε\, δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν. λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι\, καὶ οὐκ ἔγνωκάς με\, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα· καὶ πῶς σὺ λέγεις\, δεῖξον ἡμῖν τὸν πατέρα; οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι; τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν\, ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200530
DTEND;VALUE=DATE:20200531
SUMMARY:Ἰσαάκιος\, Μάρτυς Δαλμάτων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 30 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἰσαάκιος\, Μάρτυς Δαλμάτων; Μακρίνα\, γιαγιά τοῦ Ἁγίου Βασιλείου ; Ὅσιος Βαρλαὰμ; Ἅγιος Νατάλιος; Ἐμμέλεια\, μήτηρ τοῦ Βασιλείου τοῦ Μεγάλου\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 20:7-12\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, συνηγμένων τῶν μαθητῶν κλάσαι ἄρτον\, ὁ Παῦλος διελέγετο αὐτοῖς\, μέλλων ἐξιέναι τῇ ἐπαύριον\, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι. ΚαθήμενοςN δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος\, καταφερόμενος ὕπνῳ βαθεῖ\, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον\, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω\, καὶ ἤρθη νεκρός. Καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ\, καὶ συμπεριλαβὼν εἶπεν\, Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. Ἀναβὰς δὲ καὶ κλάσας ἄρτον καὶ γευσάμενος\, ἐφʼ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς\, οὕτως ἐξῆλθεν. Ἤγαγον δὲ τὸν παῖδα ζῶντα\, καὶ παρεκλήθησαν οὐ μετρίως.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 14:10-21\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν\, ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα. πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή\, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι. ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ὁ πιστεύων εἰς ἐμέ\, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει\, καὶ μείζονα τούτων ποιήσει\, ὅτι ἐγὼ πρὸς τὸν πατέρα μου πορεύομαι\, καὶ ὅ\,τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου\, τοῦτο ποιήσω\, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ. ἐάν τι αἰτήσητε ἐν τῷ ὀνόματί μου\, ἐγὼ ποιήσω.\n\n᾿Εὰν ἀγαπᾶτέ με\, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε\, καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν\, ἵνα μένῃ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα\, τὸ Πνεῦμα τῆς ἀληθείας\, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν\, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτό\, ὅτι παρ᾽ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται. οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ\, ὑμεῖς δὲ θεωρεῖτέ με\, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200531
DTEND;VALUE=DATE:20200601
SUMMARY:Κυριακή Ζ' τῶν 318 Ἀγίων Πατέρων τῆς Α' Οἱκομ. Συνόδου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 31 Μαίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή Ζ' τῶν 318 Ἀγίων Πατέρων τῆς Α' Οἱκομ. Συνόδου ; Ἑρμείας Μάρτυς; Εὐσέβιος καί Χαραλάμπος Μάρτυρες; Εὐστάθιος\, Πατριάρχης Κωνσταντινουπόλεως\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 21:1-14\nΤῷ καιρῷ ἐκείνῳ\, ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ ᾿Ιησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. ἦσαν ὁμοῦ Σίμων Πέτρος\, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος\, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας\, καὶ οἱ τοῦ Ζεβεδαίου\, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. λέγει αὐτοῖς Σίμων Πέτρος· ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ· ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον εὐθύς\, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ ᾿Ιησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι ᾿Ιησοῦς ἐστι. λέγει οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· παιδία\, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· οὔ. ὁ δὲ εἶπεν αὐτοῖς· βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον\, καὶ εὑρήσετε. ἔβαλον οὖν\, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος\, ὃν ἠγάπα ὁ ᾿Ιησοῦς\, τῷ Πέτρῳ· ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι\, τὸν ἐπενδύτην διεζώσατο· ἦν γὰρ γυμνός· καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς\, ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων\, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν\, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς\, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτὸν σὺ τίς εἶ\, εἰδότες ὅτι ὁ Κύριός ἐστιν. ἔρχεται οὖν ὁ ᾿Ιησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς\, καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ ᾿Ιησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 20:16-18\, 28-36\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ἔκρινεν ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον\, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδεν γάρ\, εἰ δυνατὸν ἦν αὐτῷ\, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτόν\, εἶπεν αὐτοῖς\, προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ\, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους\, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ κυρίου καὶ θεοῦ\, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Ἐγὼ γὰρ οἶδα τοῦτο\, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς\, μὴ φειδόμενοι τοῦ ποιμνίου· καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα\, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Διὸ γρηγορεῖτε\, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς\, ἀδελφοί\, τῷ θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ\, τῷ δυναμένῳ ἐποικοδομῆσαι\, καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα. Αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετʼ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Πάντα ὑπέδειξα ὑμῖν\, ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων\, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ\, ὅτι αὐτὸς εἶπεν\, Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν. Καὶ ταῦτα εἰπών\, θεὶς τὰ γόνατα αὐτοῦ\, σὺν πᾶσιν αὐτοῖς προσηύξατο.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 17:1-13\nΤῷ καιρῷ ἐκείνῳ\, ὁ ᾿Ιησοῦς\, καὶ ἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ εἶπε· πάτερ\, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν\, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε\, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός\, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή\, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας ᾿Ιησοῦν Χριστόν. ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς\, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ\, πάτερ\, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. ᾿Εφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας\, καὶ τὸν λόγον σου τετηρήκασι. νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ ἐστιν· ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς\, καὶ αὐτοὶ ἔλαβον\, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον\, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. ᾿Εγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ\, ἀλλὰ περὶ ὧν δέδωκάς μοι\, ὅτι σοί εἰσι\, καὶ τὰ ἐμὰ πάντα σά ἐστι καὶ τὰ σὰ ἐμά\, καὶ δεδόξασμαι ἐν αὐτοῖς. καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ\, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί\, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε\, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι\, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. ὅτε ἤμην μετ᾽ αὐτῶν ἐν τῷ κόσμῳ\, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου· οὓς δέδωκάς μοι ἐφύλαξα\, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας\, ἵνα ἡ γραφὴ πληρωθῇ. νῦν δὲ πρὸς σὲ ἔρχομαι\, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὐτοῖς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200601
DTEND;VALUE=DATE:20200602
SUMMARY:Ἰουστῖνος ὁ Φιλόσοφος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 1 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἰουστῖνος ὁ Φιλόσοφος; Φίρμος ὁ Ἱερομάρτυς\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 21:8-14\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ἐξελθόντες οἱ Ἀπόστολοι ἀπὸ Τύρου ἦλθον εἰς Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ\, ὄντος ἐκ τῶν ἑπτά\, ἐμείναμεν παρʼ αὐτῷ. Τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι. Ἐπιμενόντων δὲ ἡμῶν ἡμέρας πλείους\, κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος. Καὶ ἐλθὼν πρὸς ἡμᾶς\, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου\, δήσας τε αὐτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν\, Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον\, Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη\, οὕτως δήσουσιν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι\, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. Ὡς δὲ ἠκούσαμεν ταῦτα\, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι\, τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ. Ἀπεκρίθη τε ὁ Παῦλος\, Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι\, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου Ἰησοῦ. Μὴ πειθομένου δὲ αὐτοῦ\, ἡσυχάσαμεν εἰπόντες\, Τὸ θέλημα τοῦ κυρίου γενέσθω.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 14:27-15:7\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν\, ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς· εἰ ἠγαπᾶτέ με\, ἐχάρητε ἂν ὅτι εἶπον\, πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατήρ μου μείζων μού ἐστι· καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι\, ἵνα ὅταν γένηται πιστεύσητε. οὐκέτι πολλὰ λαλήσω μεθ᾽ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων\, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν· ἀλλ᾽ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα\, καὶ καθὼς ἐνετείλατό μοι ὁ πατήρ\, οὕτω ποιῶ. ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν.\n\nἘγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή\, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι. πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν\, αἴρει αὐτό\, καὶ πᾶν τὸ καρπὸν φέρον\, καθαίρει αὐτό\, ἵνα πλείονα καρπὸν φέρῃ. ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν. μείνατε ἐν ἐμοί\, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾽ ἑαυτοῦ\, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ\, οὕτως οὐδὲ ὑμεῖς\, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. ἐγώ εἰμι ἡ ἄμπελος\, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ\, οὗτος φέρει καρπὸν πολύν\, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. ἐὰν μή τις μείνῃ ἐν ἐμοί\, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη\, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσι\, καὶ καίεται. ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ\, ὃ ἐὰν θέλητε αἰτήσασθε\, καὶ γενήσεται ὑμῖν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200602
DTEND;VALUE=DATE:20200603
SUMMARY:Νικηφόρος\, Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 2 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Νικηφόρος\, Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως; Ἱερομάρτυς Ἔρασμος; Δημήτριος Νεομάρτυς; Κωνσταντῖνος Νεομάρτυς\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 21:26-32\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας\, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν\, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ\, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά. Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι\, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι\, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ\, συνέχεον πάντα τὸν ὄχλον\, καὶ ἐπέβαλον τὰςN χεῖρας ἐπʼ αὐτόν\, κράζοντες\, Ἄνδρες Ἰσραηλῖται\, βοηθεῖτε. Οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦN διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερόν\, καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον. Ἦσαν γὰρ ἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ\, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. 30 Ἐκινήθη τε ἡ πόλις ὅλη\, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. Ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι\, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης\, ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ· ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους\, κατέδραμεν ἐπʼ αὐτούς· οἱ δέ\, ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας\, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 16:2-13\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. καὶ ταῦτα ποιήσουσιν\, ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα\, μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν. ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον\, ὅτι μεθ᾽ ὑμῶν ἤμην. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με\, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με ποῦ ὑπάγεις! ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν\, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. ἀλλ᾽ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω\, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ\, πέμψω αὐτὸν πρὸς ὑμᾶς· καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως. περὶ ἁμαρτίας μέν\, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· περὶ δικαιοσύνης δέ\, ὅτι πρὸς τὸν πατέρα μου ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· περὶ δὲ κρίσεως\, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. ῎Ετι πολλὰ ἔχω λέγειν ὑμῖν\, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι. ὅταν δὲ ἔλθῃ ἐκεῖνος\, τὸ Πνεῦμα τῆς ἀληθείας\, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν·\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200603
DTEND;VALUE=DATE:20200604
SUMMARY:Λουκιλιανός καὶ Παῦλος Μάρτυρες
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 3 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Λουκιλιανός καὶ Παῦλος Μάρτυρες; Ἁθανάσιος ὁ θαυματουργός; Κέβιν ὁ ἐξ Ἰρλανδίας\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 23:1-11\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν\, Ἄνδρες ἀδελφοί\, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν\, Τύπτειν σε μέλλει ὁ θεός\, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον\, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; Οἱ δὲ παρεστῶτες εἶπον\, Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς; Ἔφη τε ὁ Παῦλος\, Οὐκ ᾔδειν\, ἀδελφοί\, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ\, Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων\, τὸ δὲ ἕτερον Φαρισαίων\, ἔκραξεν ἐν τῷ συνεδρίῳ\, Ἄνδρες ἀδελφοί\, ἐγὼ Φαρισαῖός εἰμι\, υἱὸς Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι. 7 Τοῦτο δὲ αὐτοῦ λαλήσαντος\, ἐγένετο στάσις τῶν Φαρισαίων\, καὶ ἐσχίσθη τὸ πλῆθος. Σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν\, μηδὲ ἄγγελον\, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. Ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντες οἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες\, Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος\, μὴ θεομαχῶμεν. Πολλῆς δὲ γενομένηςN στάσεως\, εὐλαβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπʼ αὐτῶν\, ἐκέλευσεν τὸ στράτευμα καταβῆναι καὶ ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν\, ἄγειν τε εἰς τὴν παρεμβολήν. Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν\, Θάρσει Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ\, οὕτως σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 16:15-23\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστι· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Μικρὸν καὶ οὐ θεωρεῖτέ με\, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με\, ὅτι ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα. Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· τί ἐστι τοῦτο ὃ λέγει ἡμῖν\, μικρὸν καὶ οὐ θεωρεῖτέ με\, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με\, καὶ ὅτι ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα; ἔλεγον οὖν· τοῦτο τί ἐστιν ὃ λέγει τὸ μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ. ἔγνω οὖν ὁ ᾿Ιησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν\, καὶ εἶπεν αὐτοῖς· περὶ τούτου ζητεῖτε μετ᾽ ἀλλήλων ὅτι εἶπον\, μικρὸν καὶ οὐ θεωρεῖτέ με\, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς\, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς δὲ λυπηθήσεσθε\, ἀλλ᾽ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται· ἡ γυνὴ ὅταν τίκτῃ\, λύπην ἔχει\, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον\, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. καὶ ὑμεῖς οὖν λύπην μὲν νῦν ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς καὶ χαρήσεται ὑμῶν ἡ καρδία\, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾽ ὑμῶν. καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὅσα ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου\, δώσει ὑμῖν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200604
DTEND;VALUE=DATE:20200605
SUMMARY:Ο Ἅγιος Μητροφάνης\, Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 4 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ο Ἅγιος Μητροφάνης\, Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως; Μάρθα καὶ Μαρία αἱ ἀδελπαὶ τοῦ Λαζάρου; Αγία Σοφία της Θράκης; Πετρόκιος ἐξ Οὐαλίας\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 7:26-28\, 8:1-2\nἈδελφοί\, τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς\, ὅσιος\, ἄκακος\, ἀμίαντος\, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν\, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθʼ ἡμέραν ἀνάγκην\, ὥσπερ οἱ ἀρχιερεῖς\, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν\, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ\, ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς\, ἔχοντας ἀσθένειαν· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον\, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν ἀρχιερέα\, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς\, τῶν ἁγίων λειτουργός\, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς\, ἣν ἔπηξεν ὁ κύριος\, καὶ οὐκ ἄνθρωπος·\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 10:1-9\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν\, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων\, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν\, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει\, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει\, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά. καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ\, ἔμπροσθεν αὐτῶν πορεύεται\, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ\, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν\, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ\, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ\, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ\, σωθήσεται\, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται\, καὶ νομὴν εὑρήσει.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200605
DTEND;VALUE=DATE:20200606
SUMMARY:Ἀπόδοσις τῆς Εορτῆς τῆς Ἀναλήψεως
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 5 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀπόδοσις τῆς Εορτῆς τῆς Ἀναλήψεως; Δωρόθεος Ἐπίσκοπος Τύρου; 10 Μάρτυρες Αιγύπτου; Χριστοφόρος και Κόνων Μαρτύρες Ρώμης\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 27:1-44\, 28:1\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν\, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ\, ὀνόματι Ἰουλίῳ\, σπείρης Σεβαστῆς. Ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ\, μέλλοντες πλεῖν τοὺς κατὰ τὴν Ἀσίαν τόπους\, ἀνήχθημεν\, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως. Τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα· φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺς φίλους πορευθέντα ἐπιμελείας τυχεῖν. Κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον\, διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους. Τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες\, κατήλθομεν εἰς Μύρα τῆς Λυκίας. Κἀκεῖ εὑρὼν ὁ ἑκατόνταρχος πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν\, ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. Ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες\, καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον\, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου\, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην· μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας\, ᾧ ἐγγὺς ἦν πόλις Λασαία. Ἱκανοῦ δὲ χρόνου διαγενομένου\, καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοός\, διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι\, παρῄνει ὁ Παῦλος λέγων αὐτοῖς\, Ἄνδρες\, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας\, οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν\, μέλλειν ἔσεσθαι τὸν πλοῦν. Ὁ δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ἐπείθετο μᾶλλον ἢ τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις. Ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν\, οἱ πλείους ἔθεντο βουλὴν ἀναχθῆναι κἀκεῖθεν\, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι\, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον. Ὑποπνεύσαντος δὲ νότου\, δόξαντες τῆς προθέσεως κεκρατηκέναι\, ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην. Μετʼ οὐ πολὺ δὲ ἔβαλεν κατʼ αὐτῆς ἄνεμος τυφωνικός\, ὁ καλούμενος Εὐροκλύδων· συναρπασθέντος δὲ τοῦ πλοίου\, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ\, ἐπιδόντες ἐφερόμεθα. Νησίον δέ τι ὑποδραμόντες καλούμενον Κλαύδην μόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης· ἣν ἄραντες\, βοηθείαις ἐχρῶντο\, ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτην ἐκπέσωσιν\, χαλάσαντες τὸ σκεῦος\, οὕτως ἐφέροντο. Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν\, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο· καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐρρίψαμεν. 20 Μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας\, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου\, λοιπὸν περιῃρεῖτο πᾶσα ἐλπὶς τοῦ σώζεσθαι ἡμᾶς. Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης\, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν\, Ἔδει μέν\, ὦ ἄνδρες\, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης\, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. Καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν\, πλὴν τοῦ πλοίου. Παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ ἄγγελος τοῦ θεοῦ\, οὗ εἰμι\, ᾧ καὶ λατρεύω\, λέγων\, Μὴ φοβοῦ\, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδού\, κεχάρισταί σοι ὁ θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. Διὸ εὐθυμεῖτε ἄνδρες· πιστεύω γὰρ τῷ θεῷ ὅτι οὕτως ἔσται καθʼ ὃν τρόπον λελάληταί μοι. Εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν. Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο\, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ\, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν· καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι· βραχὺ δὲ διαστήσαντες\, καὶ πάλιν βολίσαντες\, εὗρον ὀργυιὰς δεκαπέντε· φοβούμενοί τε μήπως εἰς τραχεῖς τόπους ἐκπέσωμεν\, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας\, ηὔχοντο ἡμέραν γενέσθαι. Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου\, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν\, προφάσει ὡς ἐκ πρώρας μελλόντων ἀγκύρας ἐκτείνειν\, εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις\, Ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ\, ὑμεῖς σωθῆναι οὐ δύνασθε. Τότε οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία τῆς σκάφης\, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν. Ἄχρι δὲ οὗ ἤμελλεν ἡμέρα γίνεσθαι\, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς\, λέγων\, Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε\, μηδὲν προσλαβόμενοι. Διὸ παρακαλῶ ὑμᾶς προσλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἐκ τῆς κεφαλῆς πεσεῖται. Εἰπὼν δὲ ταῦτα\, καὶ λαβὼν ἄρτον\, εὐχαρίστησεν τῷ θεῷ ἐνώπιον πάντων· καὶ κλάσας ἤρξατο ἐσθίειν. Εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς. Ἦμεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαί\, διακόσιαι ἑβδομήκοντα ἕξ. Κορεσθέντες δὲ τῆς τροφῆς ἐκούφιζον τὸ πλοῖον\, ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν. Ὅτε δὲ ἡμέρα ἐγένετο\, τὴν γῆν οὐκ ἐπεγίνωσκον· κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλόν\, εἰς ὃν ἐβουλεύσαντο\, εἰ δυνατόν\, ἐξῶσαι τὸ πλοῖον. Καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν\, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν ἀρτέμονα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. Περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπώκειλαν τὴν ναῦν· καὶ ἡ μὲν πρώρα ἐρείσασα ἔμεινεν ἀσάλευτος\, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας τῶν κυμάτων. Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν\, μή τις ἐκκολυμβήσας διαφύγῃ. Ὁ δὲ ἑκατόνταρχος\, βουλόμενος διασῶσαι τὸν Παῦλον\, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος\, ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾷν ἀπορρίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι· καὶ τοὺς λοιπούς\, οὓς μὲν ἐπὶ σανίσιν\, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. Καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν. Καὶ διασωθέντες τότε ἐπέγνωσαν ὅτι Μελίτη ἡ νῆσος καλεῖται.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 17:18-26\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπάρας ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν͵ καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον\, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον. καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν\, ἵνα καὶ αὐτοὶ ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ. Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον\, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ\, ἵνα πάντες ἓν ὦσι\, καθὼς σύ\, πάτερ\, ἐν ἐμοὶ κἀγὼ ἐν σοί\, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν\, ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας. καὶ ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς\, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν ἐσμεν\, ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί\, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν\, καὶ ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. πάτερ\, οὓς δέδωκάς μοι\, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσι μετ᾽ ἐμοῦ\, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν ἣν δέδωκάς μοι\, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου. πάτερ δίκαιε\, καὶ ὁ κόσμος σε οὐκ ἔγνω\, ἐγὼ δέ σε ἔγνων\, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας· καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω\, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ\, κἀγὼ ἐν αὐτοῖς.\n\n \n\n \n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200606
DTEND;VALUE=DATE:20200607
SUMMARY:Τῳ Σάββατῳ πρὸ της Πεντηκοστής
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 6 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῳ Σάββατῳ πρὸ της Πεντηκοστής; Ἱλαρίων ὁ Νέος; Μέγας ὁ Θαυματουργός; 5 Παρθένοι Καισαρείας - Μαρία\, Μάρθα\, Κυρία\, Βαρερία κἀι Μαρκία \n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Θεσσαλονικεῖς α' 4:13-17\nἈδελφοί\, οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων\, ἵνα μὴ λυπῆσθε\, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη\, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου\, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου\, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι\, ἐν φωνῇ ἀρχαγγέλου\, καὶ ἐν σάλπιγγι θεοῦ\, καταβήσεται ἀπʼ οὐρανοῦ\, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον· ἔπειτα ἡμεῖς οἱ ζῶντες\, οἱ περιλειπόμενοι\, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 21:14-25\nΤῷ καιρῷ ἐκείνῳ\, ἐφανερώθη ὁ ᾿Ιησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν\, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων ᾿Ιωνᾶ\, ἀγαπᾷς με πλεῖον τούτων; λέγει αὐτῷ· ναί\, Κύριε\, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ᾿Ιωνᾶ\, ἀγαπᾷς με; λέγει αὐτῷ· ναί\, Κύριε\, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον· Σίμων ᾿Ιωνᾶ\, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον\, φιλεῖς με\, καὶ εἶπεν αὐτῷ· Κύριε\, σὺ πάντα οἶδας\, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· βόσκε τὰ πρόβατά μου. ἀμὴν ἀμὴν λέγω σοι\, ὅτε ἦς νεώτερος\, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς\, ἐκτενεῖς τὰς χεῖράς σου\, καὶ ἄλλος σε ζώσει\, καὶ οἴσει ὅπου οὐ θέλεις. τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· ἀκολούθει μοι. ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ ᾿Ιησοῦς ἀκολουθοῦντα\, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε\, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ ᾿Ιησοῦ· Κύριε\, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι\, τί πρὸς σέ; σὺ ἀκολούθει μοι. ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς ὅτι οὐκ ἀποθνήσκει\, ἀλλ᾽ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι\, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα\, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς\, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν\, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἀμήν.\n\n \n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200607
DTEND;VALUE=DATE:20200608
SUMMARY:Κυριακή Η' τῆς Πεντηκοστής
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 7 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή Η' τῆς Πεντηκοστής; Θεόδοτος ὁ ἐν Αγκύρα; Ὅσιος Παναγής; Τάρασιος καί Ἰωάννης\, Μαρτύρες; Σεβαστιανὴ ἡ Θαυματουργή; Zηναϊς\, Μάρτυς\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 20:19-23\nΟὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων\, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν ᾿Ιουδαίων\, ἦλθεν ὁ ᾿Ιησοῦς καὶ ἔστη εἰς τὸ μέσον\, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς πάλιν· εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ\, κἀγὼ πέμπω ὑμᾶς. καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα ῞Αγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας\, ἀφίενται αὐτοῖς\, ἄν τινων κρατῆτε\, κεκράτηνται.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 2:1-11\nἘν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς\, ἦσαν ἅπαντεςN ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας\, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι. Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός\, ἐκάθισέν τε ἐφʼ ἕνα ἕκαστον αὐτῶν. Καὶ ἐπλήσθησαν ἅπαντες πνεύματος ἁγίου\, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις\, καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι\, ἄνδρες εὐλαβεῖς\, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν. Γενομένης δὲ τῆς φωνῆς ταύτης\, συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη\, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. Ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον\, λέγοντες πρὸς ἀλλήλους\, Οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν; Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται\, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν\, Ἰουδαίαν τε καὶ Καππαδοκίαν\, Πόντον καὶ τὴν Ἀσίαν\, Φρυγίαν τε καὶ Παμφυλίαν\, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην\, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι\, Ἰουδαῖοί τε καὶ προσήλυτοι\, Κρῆτες καὶ Ἄραβες\, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 7:37-52\, 8:12\n᾿Εν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ ᾿Ιησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ\, ἐρχέσθω πρός με καὶ πινέτω. ὁ πιστεύων εἰς ἐμέ\, καθὼς εἶπεν ἡ γραφή\, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα ῞Αγιον\, ὅτι ᾿Ιησοῦς οὐδέπω ἐδοξάσθη. Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης\, ὅπου ἦν Δαυΐδ\, ὁ Χριστὸς ἔρχεται; σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾽ αὐτόν. τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν\, ἀλλ᾽ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας. ῏Ηλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους\, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν; ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος\, ὡς οὗτος ὁ ἄνθρωπος. ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε; μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! λέγει Νικόδημος πρὸς αὐτούς\, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν\, εἷς ὢν ἐξ αὐτῶν· μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον\, ἐὰν μὴ ἀκούσῃ παρ᾽ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Πάλιν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς ἐλάλησε λέγων· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ\, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200608
DTEND;VALUE=DATE:20200609
SUMMARY:Τῃ Δευτέρᾳ μετά την Πεντηκοστήν
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 8 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῃ Δευτέρᾳ μετά την Πεντηκοστήν; Ἀνακομιδή Λειψάνου Θεοδώρου Στρατηλάτου; Καλλιόπη\, Μάρτυς; Ὅσια Μελάνεια; Ἀναστάσιος Νεομάρτυς Κωνστ.; Θεοφάνης\, Νεομάρτυς Κωνστ.\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἐφεσίους 5:8-19\nἈδελφοί\, ὡς τέκνα φωτὸς περιπατεῖτε - ὁ γὰρ καρπὸς τοῦ πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ - δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ· καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους\, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῆ γινόμενα ὑπʼ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν. Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν. Διὸ λέγει\, Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν\, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε\, μὴ ὡς ἄσοφοι\, ἀλλʼ ὡς σοφοί\, ἐξαγοραζόμενοι τὸν καιρόν\, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες\, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ\, ἐν ᾧ ἐστὶν ἀσωτία\, ἀλλὰ πληροῦσθε ἐν πνεύματι\, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς\, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 18:10-20\nΕἶπεν ὁ Κύριος· ῾Ορᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν\, οὐχὶ ἀφεὶς τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη\, πορευθεὶς ζητεῖ τὸ πλανώμενον; καὶ ἐὰν γένηται εὑρεῖν αὐτό\, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾿ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων.\n\n᾿Εὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου\, ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ\, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ\, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο\, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα. ἐὰν δὲ παρακούσῃ αὐτῶν\, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ\, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. ᾿Αμὴν λέγω ὑμῖν\, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς\, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ\, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς\, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται\, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα\, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200609
DTEND;VALUE=DATE:20200610
SUMMARY:Τῃ Τρίτῃ μετά τήν Πεντηκοστήν
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 9 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῃ Τρίτῃ μετά τήν Πεντηκοστήν; Κύριλλος\, Ἀρχιεπίσκοπος Αλεξανδρείας; 3 Παρθένοι\, Μάρτυρες Κίου; Θέκλα\, Μαριάμνη\, Μάρθα\, Μαρία\, καί Ἒνμαθα; Πατήρ Κολόμπα τῆς Ιώνας; Κύριλλος τοῦ Βελοζέρσκ\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 1:1-7\, 13-17\nΠαῦλος\, δοῦλος Ἰησοῦ Χριστοῦ\, κλητὸς ἀπόστολος\, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ\, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις\, περὶ τοῦ υἱοῦ αὐτοῦ\, τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα\, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει\, κατὰ πνεῦμα ἁγιωσύνης\, ἐξ ἀναστάσεως νεκρῶν\, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν\, διʼ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν\, ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ\, ἐν οἷς ἐστὲ καὶ ὑμεῖς\, κλητοὶ Ἰησοῦ Χριστοῦ· πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ\, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν\, ἀδελφοί\, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς - καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο - ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν\, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. Ἕλλησίν τε καὶ βαρβάροις\, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· οὕτως τὸ κατʼ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι\, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν\, καθὼς γέγραπται\, Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 4:23-25\, 5:1-13\nΤῷ καιρῷ ἐκείνῳ\, περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ ᾿Ιησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν\, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους\, καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς\, καὶ ἐθεράπευσεν αὐτούς· καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ ῾Ιεροσολύμων καὶ ᾿Ιουδαίας καὶ πέραν τοῦ ᾿Ιορδάνου.\n\nἸδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος\, καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ\, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων·\n\nMακάριοι οἱ πτωχοὶ τῷ πνεύματι\, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. μακάριοι οἱ πενθοῦντες\, ὅτι αὐτοὶ παρακληθήσονται. μακάριοι οἱ πραεῖς\, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην\, ὅτι αὐτοὶ χορτασθήσονται. μακάριοι οἱ ἐλεήμονες\, ὅτι αὐτοὶ ἐλεηθήσονται. μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ\, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. μακάριοι οἱ εἰρηνοποιοί\, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης\, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. μακάριοί ἐστεὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. χαίρετε καὶ ἀγαλλιᾶσθε\, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.\n\n῾Υμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ\, ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200610
DTEND;VALUE=DATE:20200611
SUMMARY:Τῃ Τετάρτῃ μετά τήν Πεντηκοστήν
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 10 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῃ Τετάρτῃ μετά τήν Πεντηκοστήν; Μάρτυρες Ἀλέξανδρος καί Ἀντωνίνα; Τιμόθεος\, Ἐπίσκοπος Προύσας; Γρηγόριος τοῦ Ἂσσου; Οσίων Θεοφάνους\, Πανσέμνης και Κανίδου; Ιερομάρτυρες τῆς Κίνας\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 1:18-27\nἈδελφοί\, ποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπʼ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων· διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ γὰρ θεὸς αὐτοῖς ἐφανέρωσεν. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται\, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης\, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· διότι γνόντες τὸν θεόν\, οὐχ ὡς θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν\, ἀλλʼ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν\, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν\, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. Διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν\, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς· οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει\, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα\, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· ὁμοίως τε καὶ οἱ ἄρρενες\, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας\, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους\, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι\, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 5:20-26\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων\, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.᾿Ηκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις\, οὐ φονεύσεις· ὃς δ᾿ ἂν φονεύσῃ\, ἔνοχος ἔσται τῇ κρίσει. ᾿Εγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾿ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ ῥακά\, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ᾿ ἂν εἴπῃ μωρέ\, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. ᾿Εὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ\, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου\, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου\, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. ῎Ισθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ᾿ αὐτοῦ\, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ καὶ ὁ κριτής σε παραδῷ τῷ ὑπηρέτῃ\, καὶ εἰς φυλακὴν βληθήσῃ· ἀμὴν λέγω σοι\, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗ ἀποδῷς τὸν ἔσχατον κοδράντην.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200611
DTEND;VALUE=DATE:20200612
SUMMARY:Βαρθολομαῖος Ἀπὀστολος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 11 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Βαρθολομαῖος Ἀπὀστολος; Βαρνάβας Ἀπὀστολος; Σύναξις ἐν τῳ ἄδειν τοῦ ὕμνου Ἄξιον Ἐστιν\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 10:16-21\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Ο ἀκούων ὑμῶν ἐμοῦ ἀκούει\, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. ῾Υπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε\, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ\, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε\, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. ᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι\, πάτερ\, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς\, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν\, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί\, ὁ πατήρ\, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 4:9-16\nἈδελφοί\, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ\, καὶ ἀγγέλοις\, καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν\, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς\, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι\, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν\, καὶ διψῶμεν\, καὶ γυμνητεύομεν\, καὶ κολαφιζόμεθα\, καὶ ἀστατοῦμεν\, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν\, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα\, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ\, ἀλλʼ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς\, μιμηταί μου γίνεσθε.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 5:14-19\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον\, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν\, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων\, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι\, ἀλλὰ πληρῶσαι. ἀμὴν γὰρ λέγω ὑμῖν\, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ\, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους\, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ\, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200612
DTEND;VALUE=DATE:20200613
SUMMARY:Τῃ Παρασκευῃ μετά τήν Πεντηκοστήν
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 12 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῃ Παρασκευῃ μετά τήν Πεντηκοστήν; Ὀνούφριος Ὅσιος; Πέτρος ὁ ἐν Ἄθῳ; Μαρτύρος Αντωνίνης; Μαρτύρος Ιωάννου του στρατιώτου\n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 2:14-28\nἈδελφοί\, ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ\, οὗτοι\, νόμον μὴ ἔχοντες\, ἑαυτοῖς εἰσιν νόμος· οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν\, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως\, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων\, ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων\, κατὰ τὸ εὐαγγέλιόν μου\, διὰ Ἰησοῦ Χριστοῦ. Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ\, καὶ ἐπαναπαύῃ τῷ νόμῳ\, καὶ καυχᾶσαι ἐν θεῷ\, καὶ γινώσκεις τὸ θέλημα\, καὶ δοκιμάζεις τὰ διαφέροντα\, κατηχούμενος ἐκ τοῦ νόμου\, πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν\, φῶς τῶν ἐν σκότει\, παιδευτὴν ἀφρόνων\, διδάσκαλον νηπίων\, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ· ὁ οὖν διδάσκων ἕτερον\, σεαυτὸν οὐ διδάσκεις; Ὁ κηρύσσων μὴ κλέπτειν\, κλέπτεις; Ὁ λέγων μὴ μοιχεύειν\, μοιχεύεις; Ὁ βδελυσσόμενος τὰ εἴδωλα\, ἱεροσυλεῖς; Ὃς ἐν νόμῳ καυχᾶσαι\, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις; Τὸ γὰρ ὄνομα τοῦ θεοῦ διʼ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν\, καθὼς γέγραπται. Περιτομὴ μὲν γὰρ ὠφελεῖ\, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς\, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. Ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ\, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία\, τὸν νόμον τελοῦσα\, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου; Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν\, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 5:33-41\nΕἶπεν ὁ Κύριος· Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις\, οὐκ ἐπιορκήσεις\, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου.᾿Εγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ\, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ· μήτε ἐν τῇ γῇ\, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ· μήτε εἰς ῾Ιεροσόλυμα\, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως· μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς\, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι. ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί\, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. ᾿Ηκούσατε ὅτι ἐρρέθη\, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος· ᾿Εγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾿ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα\, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν\, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν\, ὕπαγε μετ᾿ αὐτοῦ δύο·\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200613
DTEND;VALUE=DATE:20200614
SUMMARY:Τῳ Σάββατῳ μετα τήν Πεντηκοστήν
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 13 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τῳ Σάββατῳ μετα τήν Πεντηκοστήν; Ἀκυλίνα Μάρτυς; Τρίφυλλος\, ἐπίσκοπος τῆς Λευκωσίας \n\nΚατάλυσις Πάντων\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 1:7-12\nἈδελφοί\, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. Πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν\, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. Μάρτυς γάρ μού ἐστιν ὁ θεός\, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ\, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι\, πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος\, εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς\, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν\, εἰς τὸ στηριχθῆναι ὑμᾶς\, τοῦτο δέ ἐστιν\, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 5:42-48\nΕἶπεν ὁ Κύριος· Τῷ αἰτοῦντί σε δίδου καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. ᾿Ηκούσατε ὅτι ἐρρέθη\, ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου. ᾿Εγὼ δὲ λέγω ὑμῖν\, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν\, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς\, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς\, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς\, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς\, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι; καὶ ἐὰν ἀσπάσησθε τοὺς φίλους ὑμῶν μόνον\, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ τελῶναι οὕτω ποιοῦσιν; ῎Εσεσθε οὖν ὑμεῖς τέλειοι\, ὥσπερ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200614
DTEND;VALUE=DATE:20200615
SUMMARY:Α΄ Ματθαῖου τῶν Ἀγίων Πάντων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 14 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Α΄ Ματθαῖου τῶν Ἀγίων Πάντων; Ἐλισσαῖος Προφήτης; Μεθόδιος ὁ Ὁμολογητής; Ιερομάρτυρος Κυρίλλου επισκόπου Γορτύνης; Οἱ ἐν Ἐσθονίᾳ Ἅγιοι Ἱερομάρτυρες Βασίλειος Πρωτοπρεσβύτερος\, Ἰωάννης\, Ἰωάννης\, Ἀρτέμιος; Ἅγιοι Μάρτυρες Μάρθα Πρεσβυτέρα\, Ἰωάννης\, Θεόδωρος καί Ἄννη\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ματθαῖον 28:16-20\nΟἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν\, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ ᾿Ιησοῦς. καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ\, οἱ δὲ ἐδίστασαν. καὶ προσελθὼν ὁ ᾿Ιησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη\, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος\, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. ἀμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 11:33-40\, 12:1-2\nἈδελφοί\, οἱ Ἅγιοι πάντες διὰ πίστεως κατηγωνίσαντο βασιλείας\, εἰργάσαντο δικαιοσύνην\, ἐπέτυχον ἐπαγγελιῶν\, ἔφραξαν στόματα λεόντων\, ἔσβεσαν δύναμιν πυρός\, ἔφυγον στόματα μαχαίρας\, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας\, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ\, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν\, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν\, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον\, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν\, ἐπρίσθησαν\, ἐπειράσθησαν\, ἐν φόνῳ μαχαίρας ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς\, ἐν αἰγείοις δέρμασιν\, ὑστερούμενοι\, θλιβόμενοι\, κακουχούμενοι - ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος - ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες\, μαρτυρηθέντες διὰ τῆς πίστεως\, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν\, τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου\, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν. Τοιγαροῦν καὶ ἡμεῖς\, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων\, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν\, διʼ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα\, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 10:32-33\, 37-38\, 19:27-30\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων\, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων\, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ῾Ο φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου\, οὐκ ἔστι μου ἄξιος. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι\, ἐν τῇ παλιγγενεσίᾳ\, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ\, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ ᾿Ισραήλ. καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου\, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200615
DTEND;VALUE=DATE:20200616
SUMMARY:Ἀμώς\, Προφήτης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 15 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀμώς\, Προφήτης; Ὅσιος Ἱερώνυμος; Αὐγούστινος\, Ἐπίσκοπος Ἱππῶνος; Ιερωνύμου; Αποστόλων Αχαϊκού\, Στεφανά και Φουρτουνάτου; Ἰωνᾶς τοῦ Κίεβ; Λάζαρος Μάρτυς\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 2:28-29\, 3:1-18\nἈδελφοί\, οὐχ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν\, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλʼ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος\, καὶ περιτομὴ καρδίας ἐν πνεύματι\, οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων\, ἀλλʼ ἐκ τοῦ θεοῦ. Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου\, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; Πολὺ κατὰ πάντα τρόπον· πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ. Τί γὰρ εἰ ἠπίστησάν τινες; Μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει; Μὴ γένοιτο· γινέσθω δὲ ὁ θεὸς ἀληθής\, πᾶς δὲ ἄνθρωπος ψεύστης\, καθὼς γέγραπται\, Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου\, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν\, τί ἐροῦμεν; Μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; - κατὰ ἄνθρωπον λέγω - Μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; Εἰ γὰρ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ\, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι; Καὶ μή - καθὼς βλασφημούμεθα\, καὶ καθώς φασίν τινες ἡμᾶς λέγειν - ὅτι Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; Ὧν τὸ κρίμα ἔνδικόν ἐστιν. Τί οὖν; Προεχόμεθα; Οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφʼ ἁμαρτίαν εἶναι\, καθὼς γέγραπται ὅτι Οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς· οὐκ ἔστιν ὁ συνιῶν\, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν· πάντες ἐξέκλιναν\, ἅμα ἠχρειώθησαν· οὐκ ἔστιν ποιῶν χρηστότητα\, οὐκ ἔστιν ἕως ἑνός· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν\, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν\, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 6:31-34\, 7:9-11\nΕἶπεν ὁ Κύριος· Μὴ οὖν μεριμνήσητε λέγοντες\, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα; πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ\, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει τὰ ἑαυτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος\, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον\, μὴ λίθον ἐπιδώσει αὐτῷ; καὶ ἐὰν ἰχθὺν αἰτήσῃ\, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; εἰ οὗν ὑμεῖς\, πονηροὶ ὄντες\, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν\, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200616
DTEND;VALUE=DATE:20200617
SUMMARY:Τύχων ὁ Θαυματουργός
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 16 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Τύχων ὁ Θαυματουργός; 40 Μάρτυρες Ρώμης; Ιερομάρτυρος Μάρκου\, επισκόπου Απολλωνιάδος\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 4:4-12\nἈδελφοί\, τῷ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν\, ἀλλὰ κατὰ ὀφείλημα. Τῷ δὲ μὴ ἐργαζομένῳ\, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ\, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. Καθάπερ καὶ Δαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου\, ᾧ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων\, Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι\, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν. Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομήν\, ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; Λέγομεν γὰρ ὅτι Ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. Πῶς οὖν ἐλογίσθη; Ἐν περιτομῇ ὄντι\, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ\, ἀλλʼ ἐν ἀκροβυστίᾳ· καὶ σημεῖον ἔλαβεν περιτομῆς\, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ· εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων διʼ ἀκροβυστίας\, εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην· καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον\, ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 7:15-21\nΕἶπεν ὁ Κύριος· Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν\, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων\, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν ἢ ἀπὸ τριβόλων σῦκα; οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ\, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν\, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. ἄραγε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200617
DTEND;VALUE=DATE:20200618
SUMMARY:Ἴσαυρος καί οἱ σύν αὐτῶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 17 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἴσαυρος καί οἱ σύν αὐτῶ ; Μανουήλ\, Σαβήλ καί Ισμαήλ; Πατήρ Μπότολφ\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 4:13-25\nἈδελφοί\, οὐ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ\, τὸ κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου\, ἀλλὰ διὰ δικαιοσύνης πίστεως. Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι\, κεκένωται ἡ πίστις\, καὶ κατήργηται ἡ ἐπαγγελία· ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται· οὗ γὰρ οὐκ ἔστιν νόμος\, οὐδὲ παράβασις. Διὰ τοῦτο ἐκ πίστεως\, ἵνα κατὰ χάριν\, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι\, οὐ τῷ ἐκ τοῦ νόμου μόνον\, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ\, ὅς ἐστιν πατὴρ πάντων ἡμῶν - καθὼς γέγραπται ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε - κατέναντι οὗ ἐπίστευσεν θεοῦ\, τοῦ ζωοποιοῦντος τοὺς νεκρούς\, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα. Ὃς παρʼ ἐλπίδα ἐπʼ ἐλπίδι ἐπίστευσεν\, εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν\, κατὰ τὸ εἰρημένον\, Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ μὴ ἀσθενήσας τῇ πίστει\, οὐ κατενόησεν τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον - ἑκατονταέτης που ὑπάρχων - καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ\, ἀλλʼ ἐνεδυναμώθη τῇ πίστει\, δοὺς δόξαν τῷ θεῷ\, καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται\, δυνατός ἐστιν καὶ ποιῆσαι. Διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Οὐκ ἐγράφη δὲ διʼ αὐτὸν μόνον\, ὅτι ἐλογίσθη αὐτῷ· ἀλλὰ καὶ διʼ ἡμᾶς\, οἷς μέλλει λογίζεσθαι\, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν\, ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν\, καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 7:21-23\nΕἶπεν ὁ Κύριος· Οὐ πᾶς ὁ λέγων μοι Κύριε Κύριε\, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν\, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε Κύριε\, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν\, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν\, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾿ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200618
DTEND;VALUE=DATE:20200619
SUMMARY:Λεόντιος καί οἱ σύν αὐτῶ Μάρτυρες
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 18 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Λεόντιος καί οἱ σύν αὐτῶ Μάρτυρες; Λεόντιος ὁ Μυροβλήτης τοῦ Ἀργείου; Αἰθέριος ὁ Μάρτυρας ὁ ἐν Νικομηδείᾳ\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 5:10-16\nἈδελφοί\, εἰ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ\, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ· οὐ μόνον δέ\, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, διʼ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν. Διὰ τοῦτο\, ὥσπερ διʼ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν\, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος\, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν\, ἐφʼ ᾧ πάντες ἥμαρτον - ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ· ἁμαρτία δὲ οὐκ ἐλλογεῖται\, μὴ ὄντος νόμου. Ἀλλʼ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ\, ὅς ἐστιν τύπος τοῦ μέλλοντος. Ἀλλʼ οὐχ ὡς τὸ παράπτωμα\, οὕτως καὶ τὸ χάρισμα. Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον\, πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν. Καὶ οὐχ ὡς διʼ ἑνὸς ἁμαρτήσαντος\, τὸ δώρημα· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα\, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 8:23-27\nΤῷ καιρῷ ἐκείνῳ\, ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ\, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδε.καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἤγειραν αὐτὸν λέγοντες· Κύριε\, σῶσον ἡμᾶς\, ἀπολλύμεθα. καὶ λέγει αὐτοῖς· τί δειλοί ἐστε\, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ\, καὶ ἐγένετο γαλήνη μεγάλη. οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· ποταπός ἐστιν οὗτος\, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200619
DTEND;VALUE=DATE:20200620
SUMMARY:Ἰούδας Ἀπόστολος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 19 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἰούδας Ἀπόστολος; Μάρτυς Ζώσιμος; 'Οσιος Ζήνωνος; Οσίου Παϊσίου του Μεγάλου\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰούδα 1:1-25\n᾿ Ιούδας\, ᾿ Ιησοῦ Χριστοῦ δοῦλος\, ἀδελφὸς δὲ ᾿ Ιακώβου\, τοῖς ἐν Θεῷ πατρὶ ἡγιασμένοις καὶ ᾿ Ιησοῦ Χριστῷ τετηρημένοις κλητοῖς· ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη. ᾿ Αγαπητοί\, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας\, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἄπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. παρεισέδυσαν γάρ τινες ἄνθρωποι\, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρῖμα\, ἀσεβεῖς\, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ Κύριον ἡμῶν ᾿ Ιησοῦν Χριστὸν ἀρνούμενοι. ῾ Υπομνῆσαι δὲ ὑμᾶς βούλομαι\, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο\, ὅτι ὁ Κύριος λαὸν ἐκ γῆς Αἰγύπτου σώσας\, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν\, ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν\, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀῑδίοις ὑπὸ ζόφον τετήρηκεν · ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περί αὐτὰς πόλεις τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας πρόκεινται δεῖγμα\, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι\, κυριότητα δὲ ἀθετοῦσι\, δόξας δὲ βλασφημοῦσιν. ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος\, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωσέως σώματος\, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας\, ἀλλ ᾿ εἶπεν · ἐπιτιμήσαι σοι Κύριος. οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν\, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται\, ἐν τούτοις φθείρονται. οὐαὶ αὐτοῖς\, ὅτι τῇ ὁδῷ τοῦ Κάῑν ἐπορεύθησαν\, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν\, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο. Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες\, συνευωχούμενοι ἀφόβως\, ἑαυτοὺς ποιμαίνοντες\, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι\, δένδρα φθινοπωρινά\, ἄκαρπα\, δὶς ἀποθανόντα\, κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τάς ἑαυτῶν αἰσχύνας\, ἀστέρες πλανῆται\, οἷς ὁ ζόφος τοῦ σκότους εἰς τόν αἰῶνα τετήρηται. προεφήτευσε δέ καί τούτοις ἕβδομος ἀπό Ἀδάμ Ἐνώχ λέγων · ἰδού ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ\, ποιῆσαι κρίσιν κατά πάντων καί ἐλέγξαι πάντας τούς ἀσεβεῖς αὐτῶν περί πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καί περί πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ ' αὐτοῦ ἁμαρτωλοί ἀσεβεῖς. Οὗτοί εἰσι γογγυσταί\, μεμψίμοιροι\, κατά τάς ἐπιθυμίας αὐτῶν πορευόμενοι\, καί τό στόμα αὐτῶν λαλεῖ ὑπέρογκα\, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν. Ὑμεῖς δέ\, ἀγαπητοί\, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπό τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται κατά τάς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες\, ψυχικοί\, Πνεῦμα μή ἔχοντες. Ὑμεῖς δέ\, ἀγαπητοί\, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς\, ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι\, ἑαυτούς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε\, προσδεχόμενοι τό ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, εἰς ζωήν αἰώνιον. καί οὕς μέν ἐλεεῖτε διακρινόμενοι\, οὕς δέ ἐν φόβῳ σώζετε ἐκ τοῦ πυρός ἁρπάζοντες \, μισοῦντες καί τόν ἀπό τῆς σαρκός ἐσπιλωμένον χιτῶνα . Τῷ δέ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καί στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει\, μόνῳ σοφῷ Θεῷ σωτῆρι ἡμῶν\, δόξα καί μεγαλωσύνη\, κράτος καί ἐξουσία καί νῦν καί εἰς πάντας τούς αἰῶνας· ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 14:21-24\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς\, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου\, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. Λέγει αὐτῷ ᾿Ιούδας\, οὐχ ὁ ᾿Ισκαριώτης· Κύριε\, καὶ τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ; ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· ἐάν τις ἀγαπᾷ με\, τὸν λόγον μου τηρήσει\, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν\, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν. ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός\, ἀλλὰ τοῦ πέμψαντός με πατρός.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200620
DTEND;VALUE=DATE:20200621
SUMMARY:Μεθόδιος\, Ἱερομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 20 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Μεθόδιος\, Ἱερομάρτυς; Κάλλιστος Ι. Πατριάρχης Κωνσταντινουπόλεως; Νικολάου Καβάσιλα\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 3:19-24\nἈδελφοί\, οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει\, τοῖς ἐν τῷ νόμῳ λαλεῖ\, ἵνα πᾶν στόμα φραγῇ\, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ· διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται\, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν· δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας· οὐ γάρ ἐστιν διαστολή· πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ\, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 7:1-8\nΕἶπεν ὁ Κύριος· Μὴ κρίνετε\, ἵνα μὴ κριθῆτε· ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε\, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν. τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου\, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου\, ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸ τοῦ ὀφθαλμοῦ σου\, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; ὑποκριτά\, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου\, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου. Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσὶ μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων\, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς. Αἰτεῖτε\, καὶ δοθήσεται ὑμῖν\, ζητεῖτε\, καὶ εὑρήσετε\, κρούετε\, καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200621
DTEND;VALUE=DATE:20200622
SUMMARY:Β΄ Ματθαῖου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 21 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Β΄ Ματθαῖου; Ἰουλιανός Μάρτυς; Τερέντιος\, Ἱερομάρτυς Ικονίου; Νεομαρτύρος Νικήτα του Νισυρίου\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Μᾶρκον 16:1-8\nΚαὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον\, ἀνατείλαντος τοῦ ἡλίου. καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς\, περιβεβλημένον στολὴν λευκήν\, καὶ ἐξεθαμβήθησαν. ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· ᾿Ιησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη\, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. ἀλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε\, καθὼς εἶπεν ὑμῖν. καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις\, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 2:10-16\nἈδελφοί\, δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν\, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· οὐ γάρ ἐστιν προσωποληψία παρὰ τῷ θεῷ. Ὅσοι γὰρ ἀνόμως ἥμαρτον\, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον\, διὰ νόμου κριθήσονται· οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ\, ἀλλʼ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ\, οὗτοι\, νόμον μὴ ἔχοντες\, ἑαυτοῖς εἰσιν νόμος· οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν\, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως\, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων\, ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων\, κατὰ τὸ εὐαγγέλιόν μου\, διὰ Ἰησοῦ Χριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 4:18-23\nΤῷ καιρῷ ἐκείνῳ\, περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς\, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ\, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς\, ᾿Ιάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν αὐτοῦ\, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν\, καὶ ἐκάλεσεν αὐτούς. οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ ᾿Ιησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200622
DTEND;VALUE=DATE:20200623
SUMMARY:Εὐσέβιος\, Ἱερομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 22 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Εὐσέβιος\, Ἱερομάρτυς; Μάρτυρες Ζήνων καὶ Ζηνάς; Ἀναστασία ὁ Σερβικός; Ἀλβανὸς ὁ Πρωτομάρτυρας ἐκ Βρετανίας\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 7:1-14\nἈδελφοί\, γινώσκουσιν γὰρ νόμον λαλῶ - ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφʼ ὅσον χρόνον ζῇ; Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ\, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει\, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ\, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου\, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα\, γενομένην ἀνδρὶ ἑτέρῳ. Ὥστε\, ἀδελφοί μου\, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ\, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ\, τῷ ἐκ νεκρῶν ἐγερθέντι\, ἵνα καρποφορήσωμεν τῷ θεῷ. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί\, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. Νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου\, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα\, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος\, καὶ οὐ παλαιότητι γράμματος. Τί οὖν ἐροῦμεν; Ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων\, εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν\, εἰ μὴ ὁ νόμος ἔλεγεν\, Οὐκ ἐπιθυμήσεις· ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν· χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά. Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς\, ἡ ἁμαρτία ἀνέζησεν\, ἐγὼ δὲ ἀπέθανον· καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωήν\, αὕτη εἰς θάνατον· ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με\, καὶ διʼ αὐτῆς ἀπέκτεινεν. Ὥστε ὁ μὲν νόμος ἅγιος\, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. Τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονεν θάνατος; Μὴ γένοιτο. Ἀλλὰ ἡ ἁμαρτία\, ἵνα φανῇ ἁμαρτία\, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον - ἵνα γένηται καθʼ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 9:36-38\, 10:1-8\nΤῷ καιρῷ ἐκείνῳ\, ᾿Ιδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν\, ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐρριμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· ὁ μὲν θερισμὸς πολύς\, οἱ δὲ ἐργάται ὀλίγοι. δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά εἰσι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ ᾿Ανδρέας ὁ ἀδελφὸς αὐτοῦ\, ᾿Ιάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννης ὁ ἀδελφὸς αὐτοῦ\, Φίλιππος καὶ Βαρθολομαῖος\, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης\, ᾿Ιάκωβος ὁ τοῦ ᾿Αλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος\, Σίμων ὁ Κανανίτης καὶ ᾿Ιούδας ὁ ᾿Ισκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ᾿Ιησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε\, λεπροὺς καθαρίζετε\, νεκροὺς ἐγείρετε\, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε\, δωρεὰν δότε.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200623
DTEND;VALUE=DATE:20200624
SUMMARY:Ἀγριππίνη Μάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 23 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀγριππίνη Μάρτυς; Ἀριστοκλῆς\, Πρεσβύτερος Μάρτυς; Γεράσιμος Νεομάρτυς; Μᾱρκος\, ἐπίσκοπος Ἐφεσίου; Ἐθελδρέδα ἡ βασίλισσα\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 7:14-25\, 8:1-2\nἈδελφοί\, οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι\, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. Ὃ γὰρ κατεργάζομαι\, οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω\, τοῦτο πράσσω· ἀλλʼ ὃ μισῶ\, τοῦτο ποιῶ Εἰ δὲ ὃ οὐ θέλω\, τοῦτο ποιῶ\, σύμφημι τῷ νόμῳ ὅτι καλός. Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό\, ἀλλʼ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί\, τοῦτʼ ἔστιν ἐν τῇ σαρκί μου\, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι\, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω. Οὐ γὰρ ὃ θέλω\, ποιῶ ἀγαθόν· ἀλλʼ ὃ οὐ θέλω κακόν\, τοῦτο πράσσω. Εἰ δὲ ὃ οὐ θέλω ἐγώ\, τοῦτο ποιῶ\, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό\, ἀλλʼ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.\n\nΕὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν\, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται. Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσίν μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου\, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσίν μου. Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εὐχαριστῶ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ θεοῦ\, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.\n\nΟὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ\, μὴ κατὰ σάρκα περιπατοῦσιν\, ἀλλὰ κατὰ πνεῦμα. Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 10:9-15\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν\, μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον· ἄξιος γάρ ἐστιν ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. εἰς ἣν δ᾿ ἂν πόλιν ἢ κώμην εἰσέλθητε\, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστι\, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτὴν λέγοντες· εἰρήνη τῷ οἴκῳ τούτῳ. καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία\, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία\, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. καὶ ὃς ἐὰν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν\, ἐξερχόμενοι ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. ἀμὴν λέγω ὑμῖν\, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρας ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200624
DTEND;VALUE=DATE:20200625
SUMMARY:Γενέθλιον τοῦ Ιωάννου Προδρόμου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 24 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Γενέθλιον τοῦ Ιωάννου Προδρόμου; Ἐλισάβετ\, καί Ζαχαρίας; Νεομάρτυρος Παναγιώτου; Ἀθανάσιος ὁ Πάριος\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 1:24-25\, 57-68\, 76\, 80\nἘν ταῖς ἡμέραις ἐκείναις συνέλαβεν ᾿Ελισάβετ ἡ γυνὴ αὐτοῦ\, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε\, λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις. Τῇ δὲ ᾿Ελισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν\, καὶ ἐγέννησεν υἱόν. καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ᾿ αὐτῆς\, καὶ συνέχαιρον αὐτῇ. Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον\, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· οὐχί\, ἀλλὰ κληθήσεται ᾿Ιωάννης. καὶ εἶπον πρὸς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐν τῇ συγγενείᾳ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ· ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν. καὶ αἰτήσας πινακίδιον ἔγραψε λέγων· ᾿Ιωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ· καὶ ἐθαύμασαν πάντες. ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ\, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν. καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς\, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς ᾿Ιουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα\, καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες· τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ χεὶρ Κυρίου ἦν μετ᾿ αὐτοῦ. Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος ῾Αγίου καὶ προεφήτευσε λέγων· Εὐλογητὸς Κύριος\, ὁ Θεὸς τοῦ ᾿Ισραήλ\, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ\, Καὶ σύ\, παιδίον\, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ\, Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι\, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν ᾿Ισραήλ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 13:11-14\, 14:1-4\nἈδελφοί\, νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. Ἡ νὺξ προέκοψεν\, ἡ δὲ ἡμέρα ἤγγικεν· ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους\, καί ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. Ὡς ἐν ἡμέρᾳ\, εὐσχημόνως περιπατήσωμεν\, μὴ κώμοις καὶ μέθαις\, μὴ κοίταις καὶ ἀσελγείαις\, μὴ ἔριδι καὶ ζήλῳ. Ἀλλʼ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν\, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε\, εἰς ἐπιθυμίας. Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε\, μὴ εἰς διακρίσεις διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα\, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω\, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. Σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ θεὸς στῆσαι αὐτόν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 1:1-25\, 57-68\, 76\, 80\nἘπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτωνκαθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου\, ἔδοξε κἀμοί\, παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς\, καθεξῆς σοι γράψαι\, κράτιστε Θεόφιλε\, ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.\n\n᾿Εγένετο ἐν ταῖς ἡμέραις ῾Ηρῴδου τοῦ βασιλέως τῆς ᾿Ιουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας ᾿Αβιά\, καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων ᾿Ααρών\, καὶ τὸ ὄνομα αὐτῆς ᾿Ελισάβετ. ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ\, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι. καὶ οὐκ ἦν αὐτοῖς τέκνον\, καθότι ἡ ᾿Ελισάβετ ἦν στεῖρα\, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. ᾿Εγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ\, κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου· καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. καὶ ἐταράχθη Ζαχαρίας ἰδών\, καὶ φόβος ἐπέπεσεν ἐπ᾿ αὐτόν. εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· μὴ φοβοῦ\, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου\, καὶ ἡ γυνή σου ᾿Ελισάβετ γεννήσει υἱόν σοι\, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ιωάννην· καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις\, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου\, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ καὶ Πνεύματος ῾Αγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ\, καὶ πολλοὺς τῶν υἱῶν ᾿Ισραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει ᾿Ηλιού\, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων\, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ\, καὶ ἀπεστάλην λαλῆσαι πρός σε καὶ εὐαγγελίσασθαί σοι ταῦτα. καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα\, ἀνθ᾿ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου\, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν\, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτὸν ἐν τῷ ναῷ. ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς\, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς\, καὶ διέμενε κωφός. καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ\, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν ᾿Ελισάβετ ἡ γυνὴ αὐτοῦ\, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε\, λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις.\n\n \n\nΤῇ δὲ ᾿Ελισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν\, καὶ ἐγέννησεν υἱόν. καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ᾿ αὐτῆς\, καὶ συνέχαιρον αὐτῇ. Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον\, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· οὐχί\, ἀλλὰ κληθήσεται ᾿Ιωάννης. καὶ εἶπον πρὸς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐν τῇ συγγενείᾳ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ· ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν. καὶ αἰτήσας πινακίδιον ἔγραψε λέγων· ᾿Ιωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ· καὶ ἐθαύμασαν πάντες. ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ\, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν. καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς\, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς ᾿Ιουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα\, καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες· τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ χεὶρ Κυρίου ἦν μετ᾿ αὐτοῦ. Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος ῾Αγίου καὶ προεφήτευσε λέγων· Εὐλογητὸς Κύριος\, ὁ Θεὸς τοῦ ᾿Ισραήλ\, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ\, Καὶ σύ\, παιδίον\, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ\, τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ\, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν\, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις\, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι\, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν ᾿Ισραήλ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200625
DTEND;VALUE=DATE:20200626
SUMMARY:Ἀπόδοσις τῆς ἑορτῆς τοῦ Προδρόμου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 25 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀπόδοσις τῆς ἑορτῆς τοῦ Προδρόμου; Ὁσία Φευρωνία\, Μάρτυς; Προκόπιος ὁ Νέος; Διονήσιος καί Δομέτιος; Μεθόδιος ὁ ἐν Νηβρύτῳ; Ὀρέντιος\, Φαρμάκιος\, Ἔρως\, Φίρμος\, Φιρμίνος\, Κυριακὸς καὶ Λογγίνος οἱ Μάρτυρες\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 8:22-27\nἈδελφοί\, οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. Οὐ μόνον δέ\, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες\, καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν\, υἱοθεσίαν ἀπεκδεχόμενοι\, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις\, τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν\, διʼ ὑπομονῆς ἀπεκδεχόμεθα. Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν· τὸ γὰρ τί προσευξόμεθα καθὸ δεῖ\, οὐκ οἴδαμεν\, ἀλλʼ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις· ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος\, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 10:23-31\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ\, φεύγετε εἰς τὴν ἄλλην· ἀμὴν γὰρ λέγω ὑμῖν\, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ ᾿Ισραὴλ ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου. Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ\, καὶ τῷ δούλῳ ὡς ὁ κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν\, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ; μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστι κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται\, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ\, εἴπατε ἐν τῷ φωτί\, καὶ ὃ εἰς τὸ οὖς ἀκούετε\, κηρύξατε ἐπὶ τῶν δωμάτων. καὶ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα\, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν. ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί. μὴ οὖν φοβηθῆτε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200626
DTEND;VALUE=DATE:20200627
SUMMARY:Ὁσίου Δαυΐδ τοῦ ἐν Θεσσαλονίκῃ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 26 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ὁσίου Δαυΐδ τοῦ ἐν Θεσσαλονίκῃ; Ἐμφάνιση τοῦ εἰκόνος τῆς Παναγίας δεσποίνης Θεοτόκου τοῦ Τίχβιν\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 9:6-19\nἈδελφοί\, οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ\, οὗτοι Ἰσραήλ· οὐδʼ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ\, πάντες τέκνα· ἀλλʼ Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Τοῦτʼ ἔστιν\, οὐ τὰ τέκνα τῆς σαρκός\, ταῦτα τέκνα τοῦ θεοῦ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος\, Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι\, καὶ ἔσται τῇ Σάρρᾳ υἱός. Οὐ μόνον δέ\, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα\, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν - μήπω γὰρ γεννηθέντων\, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακόν\, ἵνα ἡ κατʼ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ\, οὐκ ἐξ ἔργων\, ἀλλʼ ἐκ τοῦ καλοῦντος\, ἐρρήθη αὐτῇ ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Καθὼς γέγραπται\, Τὸν Ἰακὼβ ἠγάπησα\, τὸν δὲ Ἠσαῦ ἐμίσησα. Τί οὖν ἐροῦμεν; Μὴ ἀδικία παρὰ τῷ θεῷ; Μὴ γένοιτο. Τῷ γὰρ Μωϋσῇ λέγει\, Ἐλεήσω ὃν ἂν ἐλεῶ\, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Ἄρα οὖν οὐ τοῦ θέλοντος\, οὐδὲ τοῦ τρέχοντος\, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. Λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε\, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου\, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. Ἄρα οὖν ὃν θέλει ἐλεεῖ· ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖς οὖν μοι\, Τί ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 10:32-36\, 11:1\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων\, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων\, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην\, ἀλλὰ μάχαιραν. ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ᾿Ιησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200627
DTEND;VALUE=DATE:20200628
SUMMARY:Σαμψὼν ὁ Ξενοδόχος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 27 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Σαμψὼν ὁ Ξενοδόχος; Ἰωάννα Μυροφόρος; Αγίου Μάρτυρος Ανέκτου; Λουκά του ερημίτου\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 3:28-31\, 4:1-3\nἈδελφοί\, λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον\, χωρὶς ἔργων νόμου. Ἢ Ἰουδαίων ὁ θεὸς μόνον; Οὐχὶ δὲ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν· ἐπείπερ εἷς ὁ θεός\, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως\, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο· ἀλλὰ νόμον ἱστῶμεν. Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα; Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη\, ἔχει καύχημα\, ἀλλʼ οὐ πρὸς τὸν θεόν. Τί γὰρ ἡ γραφὴ λέγει; Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ\, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 7:24-29\, 8:1-4\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς\, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ\, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ\, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ\, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον· καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ\, καὶ ἔπεσε\, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. Καὶ ἐγένετο ὅτε συνετέλεσεν ὁ ᾿Ιησοῦς τοὺς λόγους τούτους\, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων\, καὶ οὐχ ὡς οἱ γραμματεῖς. Καταβάντι δὲ αὐτῷ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. Καὶ ἰδοὺ λεπρὸς ἐλθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε\, ἐὰν θέλῃς\, δύνασαί με καθαρίσαι. καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ὁ ᾿Ιησοῦς λέγων· θέλω\, καθαρίσθητι. καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. καὶ λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ὅρα μηδενὶ εἴπῃς\, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε τὸ δῶρον ὃ προσέταξε Μωσῆς εἰς μαρτύριον αὐτοῖς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200628
DTEND;VALUE=DATE:20200629
SUMMARY:Γ' Ματθαῖου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 28 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Γ' Ματθαῖου; Ἀνακομιδή Λειψάνων Κύρου καὶ Ιωάννου Ἀναργύρων; Ἅγιος Μάρτυς Παππίας; Γερμανού και Σεργίου των Ρώσων; Σύναξις τοῦ εἰκόνος τῆς Παναγίας δεσποίνης Θεοτόκου ; Παύλου του ιατρού; Σέργιος ὁ μάγιστρος\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Μᾶρκον 16:9-20\n᾿Αναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ\, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις\, πενθοῦσι καὶ κλαίουσι. κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς\, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ\, πορευομένοις εἰς ἀγρόν. κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. ῞Υστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη\, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν\, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται\, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν\, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι\, καὶ καλῶς ἕξουσιν. ῾Ο μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ\, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. ἀμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 5:1-10\nἈδελφοί\, δικαιωθέντες οὖν ἐκ πίστεως\, εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, διʼ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν\, καὶ καυχώμεθα ἐπʼ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ. Οὐ μόνον δέ\, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν\, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται\, ἡ δὲ ὑπομονὴ δοκιμήν\, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει\, ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. Ἔτι γὰρ Χριστός\, ὄντων ἡμῶν ἀσθενῶν\, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν. Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. Συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεός\, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν. Πολλῷ οὖν μᾶλλον\, δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ\, σωθησόμεθα διʼ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ\, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 6:22-33\nΕἶπεν ὁ Κύριος· ῾Ο λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ\, ὅλον τὸ σῶμά σου φωτεινόν ἔσται· ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ\, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί\, τὸ σκότος πόσον; Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει\, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Διὰ τοῦτο λέγω ὑμῖν\, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε\, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ\, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας\, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ\, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον\, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν\, οὐ πολλῷ μᾶλλον ὑμᾶς\, ὀλιγόπιστοι; μὴ οὖν μεριμνήσητε λέγοντες\, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα; πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ\, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200629
DTEND;VALUE=DATE:20200630
SUMMARY:Ἀπόστολοι Πέτρος καὶ Παῦλος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 29 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀπόστολοι Πέτρος καὶ Παῦλος\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 21:14-25\nΤῷ καιρῷ ἐκείνῳ\, ἐφανερώθη ὁ ᾿Ιησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν\, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων ᾿Ιωνᾶ\, ἀγαπᾷς με πλεῖον τούτων; λέγει αὐτῷ· ναί\, Κύριε\, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ᾿Ιωνᾶ\, ἀγαπᾷς με; λέγει αὐτῷ· ναί\, Κύριε\, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον· Σίμων ᾿Ιωνᾶ\, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον\, φιλεῖς με\, καὶ εἶπεν αὐτῷ· Κύριε\, σὺ πάντα οἶδας\, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· βόσκε τὰ πρόβατά μου. ἀμὴν ἀμὴν λέγω σοι\, ὅτε ἦς νεώτερος\, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς\, ἐκτενεῖς τὰς χεῖράς σου\, καὶ ἄλλος σε ζώσει\, καὶ οἴσει ὅπου οὐ θέλεις. τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· ἀκολούθει μοι. ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ ᾿Ιησοῦς ἀκολουθοῦντα\, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε\, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ ᾿Ιησοῦ· Κύριε\, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι\, τί πρὸς σέ; σὺ ἀκολούθει μοι. ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς ὅτι οὐκ ἀποθνήσκει\, ἀλλ᾽ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι\, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα\, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς\, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν\, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἀμήν.\n\n \n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 11:21-33\, 12:1-9\nἈδελφοί\, ἐν ᾧ δʼ ἄν τις τολμᾷ - ἐν ἀφροσύνῃ λέγω - τολμῶ κἀγώ. Ἑβραῖοί εἰσιν; κἀγώ· Ἰσραηλῖταί εἰσιν; κἀγώ· σπέρμα Ἀβραάμ εἰσιν; κἀγώ· διάκονοι Χριστοῦ εἰσιν; - παραφρονῶν λαλῶ - ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως\, ἐν πληγαῖς ὑπερβαλλόντως\, ἐν φυλακαῖς περισσοτέρως\, ἐν θανάτοις πολλάκις\, ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον. Τρὶς ἐραβδίσθην\, ἅπαξ ἐλιθάσθην\, τρὶς ἐναυάγησα\, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις\, κινδύνοις ποταμῶν\, κινδύνοις λῃστῶν\, κινδύνοις ἐκ γένους\, κινδύνοις ἐξ ἐθνῶν\, κινδύνοις ἐν πόλει\, κινδύνοις ἐν ἐρημίᾳ\, κινδύνοις ἐν θαλάσσῃ\, κινδύνοις ἐν ψευδαδέλφοις· ἐν κόπῳ καὶ μόχθῳ\, ἐν ἀγρυπνίαις πολλάκις\, ἐν λιμῷ καὶ δίψει\, ἐν νηστείαις πολλάκις\, ἐν ψύχει καὶ γυμνότητι. Χωρὶς τῶν παρεκτός\, ἡ ἐπισύστασίς μου ἡ καθʼ ἡμέραν\, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. Τίς ἀσθενεῖ\, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται\, καὶ οὐκ ἐγὼ πυροῦμαι; Εἰ καυχᾶσθαι δεῖ\, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ οἶδεν\, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας\, ὅτι οὐ ψεύδομαι. Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν\, πιάσαι με θέλων· καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου. Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων - εἴτε ἐν σώματι οὐκ οἶδα· εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα· ὁ θεὸς οἶδεν - ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον - εἴτε ἐν σώματι\, εἴτε ἐκτὸς τοῦ σώματος\, οὐκ οἶδα· ὁ θεὸς οἶδεν - ὅτι ἡρπάγη εἰς τὸν παράδεισον\, καὶ ἤκουσεν ἄρρητα ῥήματα\, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι· ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι\, εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου· ἐὰν γὰρ θελήσω καυχήσασθαι\, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ\, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με\, ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι\, ἐδόθη μοι σκόλοψ τῇ σαρκί\, ἄγγελος Σατᾶν\, ἵνα με κολαφίζῃ\, ἵνα μὴ ὑπεραίρωμαι. Ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπʼ ἐμοῦ. Καὶ εἴρηκέν μοι\, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου\, ἵνα ἐπισκηνώσῃ ἐπʼ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 16:13-19\nΤῷ καιρῷ ἐκείνῳ\, ἐλθὼν δὲ ὁ ᾿Ιησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; οἱ δὲ εἶπον· οἱ μὲν ᾿Ιωάννην τὸν βαπτιστήν\, ἄλλοι δὲ ᾿Ηλίαν\, ἕτεροι δὲ ῾Ιερεμίαν ἢ ἕνα τῶν προφητῶν. λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ\, Σίμων Βαριωνᾶ\, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι\, ἀλλ᾿ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος\, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν\, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν\, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς\, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς\, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς\, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. τότε διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ᾿Ιησοῦς ὁ Χριστός.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200630
DTEND;VALUE=DATE:20200701
SUMMARY:Σύναξις τῶν Αγίων Δώδεκα Αποστόλων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 30 Ιουνίου 2020\n\nἍγιοι καὶ ἑορταί: Σύναξις τῶν Αγίων Δώδεκα Αποστόλων; Νεομάρτυρος Μιχαήλ\, του Αθηναίου \n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 4:9-16\nἈδελφοί\, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ\, καὶ ἀγγέλοις\, καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν\, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς\, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι\, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν\, καὶ διψῶμεν\, καὶ γυμνητεύομεν\, καὶ κολαφιζόμεθα\, καὶ ἀστατοῦμεν\, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν\, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα\, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ\, ἀλλʼ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς\, μιμηταί μου γίνεσθε.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 9:36\, 10:1-8\nΤῷ καιρῷ ἐκείνῳ\, ᾿Ιδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν\, ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐρριμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· ὁ μὲν θερισμὸς πολύς\, οἱ δὲ ἐργάται ὀλίγοι. δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά εἰσι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ ᾿Ανδρέας ὁ ἀδελφὸς αὐτοῦ\, ᾿Ιάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννης ὁ ἀδελφὸς αὐτοῦ\, Φίλιππος καὶ Βαρθολομαῖος\, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης\, ᾿Ιάκωβος ὁ τοῦ ᾿Αλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος\, Σίμων ὁ Κανανίτης καὶ ᾿Ιούδας ὁ ᾿Ισκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ᾿Ιησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε\, λεπροὺς καθαρίζετε\, νεκροὺς ἐγείρετε\, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε\, δωρεὰν δότε.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200701
DTEND;VALUE=DATE:20200702
SUMMARY:Ἀνάργυροι Κοσμᾶς καί Δαμιανός
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 1 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀνάργυροι Κοσμᾶς καί Δαμιανός; Κωνσταντῖνος ὁ Θαυματουργός; Ἀαρὼν καὶ Ἰούλιος οἱ Μάρτυρες; Γερμανὸς Ἐπίσκοπος\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 12:27-31\, 13:1-8\nἈδελφοί\, ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ\, καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους\, δεύτερον προφήτας\, τρίτον διδασκάλους\, ἔπειτα δυνάμεις\, εἶτα χαρίσματα ἰαμάτων\, ἀντιλήψεις\, κυβερνήσεις\, γένη γλωσσῶν. Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις; Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσιν; Μὴ πάντες διερμηνεύουσιν; Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθʼ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων\, ἀγάπην δὲ μὴ ἔχω\, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν\, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν\, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν\, ὥστε ὄρη μεθιστάνειν\, ἀγάπην δὲ μὴ ἔχω\, οὐθέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου\, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι\, ἀγάπην δὲ μὴ ἔχω\, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ\, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ· ἡ ἀγάπη οὐ περπερεύεται\, οὐ φυσιοῦται\, οὐκ ἀσχημονεῖ\, οὐ ζητεῖ τὰ ἑαυτῆς\, οὐ παροξύνεται\, οὐ λογίζεται τὸ κακόν\, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ\, συγχαίρει δὲ τῇ ἀληθείᾳ\, πάντα στέγει\, πάντα πιστεύει\, πάντα ἐλπίζει\, πάντα ὑπομένει. 8 Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει· εἴτε δὲ προφητεῖαι\, καταργηθήσονται· εἴτε γλῶσσαι\, παύσονται· εἴτε γνῶσις\, καταργηθήσεται.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 10:1\, 5-8\nΤῷ καιρῷ ἐκείνῳ\, προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ᾿Ιησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε\, λεπροὺς καθαρίζετε\, νεκροὺς ἐγείρετε\, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε\, δωρεὰν δότε.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200702
DTEND;VALUE=DATE:20200703
SUMMARY:Κατάθεσις Εσθήτος τῆς Θεοτόκου ἐν Βλαχέρναις
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 2 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κατάθεσις Εσθήτος τῆς Θεοτόκου ἐν Βλαχέρναις; Ἰουβενάλιος\, Πατριάρχης Ἱεροσολύμων; Πρωτομάρτυρος Ιουβεναλίου; Ιωάννης Μαξίμοβιτς; Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου\, τῆς Ὀρφανῆς\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 9:1-7\nἈδελφοί\, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας\, τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη\, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων\, ἥτις λέγεται ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων\, χρυσοῦν ἔχουσα θυμιατήριον\, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ\, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα\, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα\, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτως κατεσκευασμένων\, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς\, τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς\, οὐ χωρὶς αἵματος\, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων·\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 1:39-49\, 56\nἘν ταῖς ἡμέρας ἐκείνας\, ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾿Ιούδα\, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. καὶ ἐγένετο ὡς ἤκουσεν ἡ ᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας\, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ῾Αγίου ἡ ᾿Ελισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου\, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου\, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. ῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200703
DTEND;VALUE=DATE:20200704
SUMMARY:Ὑάκινθος καί οἱ σύν αὐτῶ Μάρτυρες
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 3 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ὑάκινθος καί οἱ σύν αὐτῶ Μάρτυρες; Ἀνατόλιος\, Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως; Οσιομάρτυρος Γερασίμου; Ιερά λείψανα τοῦ Ἀγίου Φιλίππου τῆς Μόσχας\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 11:25-36\nἈδελφοί\, οὐ θέλω ὑμᾶς ἀγνοεῖν τὸ μυστήριον τοῦτο\, ἵνα μὴ ἦτε παρʼ ἑαυτοῖς φρόνιμοι\, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν\, ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ· καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται· καθὼς γέγραπται\, Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος\, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· καὶ αὕτη αὐτοῖς ἡ παρʼ ἐμοῦ διαθήκη\, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. Κατὰ μὲν τὸ εὐαγγέλιον\, ἐχθροὶ διʼ ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογήν\, ἀγαπητοὶ διὰ τοὺς πατέρας. 29 Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ θεοῦ. Ὥσπερ γὰρ καὶ ὑμεῖς ποτὲ ἠπειθήσατε τῷ θεῷ\, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ· οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν\, τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσιν· συνέκλεισεν γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν\, ἵνα τοὺς πάντας ἐλεήσῃ. Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ. Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ\, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Τίς γὰρ ἔγνω νοῦν κυρίου; Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; Ἢ τίς προέδωκεν αὐτῷ\, καὶ ἀνταποδοθήσεται αὐτῷ; 36 Ὅτι ἐξ αὐτοῦ καὶ διʼ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 12:1-8\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπορεύθη ὁ ᾿Ιησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν\, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ· ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ. ὁ δὲ εἶπεν αὐτοῖς· οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν\, οὓς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ᾿ αὐτοῦ\, εἰ μὴ μόνοις τοῖς ἱερεῦσι; ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσι\, καὶ ἀναίτιοί εἰσι; λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε. εἰ δὲ ἐγνώκειτε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν\, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. κύριος γάρ ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200704
DTEND;VALUE=DATE:20200705
SUMMARY:Ἀνδρέας Κρήτης\, ὁ Ὑμνογράφος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 4 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀνδρέας Κρήτης\, ὁ Ὑμνογράφος; Μάρθα\, Μητέρα τοῦ Συμεών τοῦ Στυλίτου; Ασκληπιάς η θαυματουργός; Βασιλικοί μάρτυρες τῆς Ρωσίας; Μιχαὴλ ὁ Χωνιάτης Ἀρχιεπίσκοπος Ἀθηνῶν\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 6:11-17\nἈδελφοί\, οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ\, ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι\, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ· μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ὡς ἐκ νεκρῶν ζῶντας\, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ θεῷ. Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον\, ἀλλʼ ὑπὸ χάριν. Τί οὖν; Ἁμαρτήσομεν\, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον\, ἀλλʼ ὑπὸ χάριν; Μὴ γένοιτο. Οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν\, δοῦλοί ἐστε ᾧ ὑπακούετε\, ἤτοι ἁμαρτίας εἰς θάνατον\, ἢ ὑπακοῆς εἰς δικαιοσύνην; Χάρις δὲ τῷ θεῷ\, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας\, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς·\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 8:14-23\nΤῷ καιρῷ ἐκείνῳ\, ἐλθὼν ὁ ᾿Ιησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· καὶ ἥψατο τῆς χειρὸς αὐτῆς\, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός\, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. ᾿Οψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς\, καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν\,ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ ῾Ησαΐου τοῦ προφήτου λέγοντος· αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεκαὶ τὰς νόσους ἐβάστασεν. ᾿Ιδὼν δὲ ὁ ᾿Ιησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· διδάσκαλε\, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. καὶ λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις\, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. ῞Ετερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε\, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἀκολούθει μοι\, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200705
DTEND;VALUE=DATE:20200706
SUMMARY:Δ΄ Ματθαῖου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 5 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Δ΄ Ματθαῖου; Ἀθανάσιος ὁ ἐν Ἀθῳ; Λαμπαδός ὁ Θαυματουργός; Οσιομάρτυρος Κυπριανού; Ιερά λείψανα τοῦ Ἀγίου Σεργίου τοῦ Ραδονέζ; Μάρτυρες Ελισάβετ καί Βαρβαρά\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 24:1-12\nΚαὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν\, Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα\, καί τινες σὺν αὐταῖς. εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου\, καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου ᾿Ιησοῦ. καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε\, ἀλλ᾿ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ\, λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι\, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ\, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ ᾿Ιωάννα καὶ Μαρία ᾿Ιακώβου καὶ οἱ λοιπαὶ σὺν αὐταῖς\, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν\, καὶ ἠπίστουν αὐταῖς. ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον\, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα\, καὶ ἀπῆλθε πρὸς ἑαυτόν\, θαυμάζων τὸ γεγονός.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 5:22-26\, 6:1-2\nἈδελφοί\, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη\, χαρά\, εἰρήνη\, μακροθυμία\, χρηστότης\, ἀγαθωσύνη\, πίστις\, πρᾳότης\, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. Οἱ δὲ τοῦ Χριστοῦ\, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι\, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι\, ἀλλήλους προκαλούμενοι\, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί\, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι\, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος\, σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε\, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 8:5-13\nΤῷ καιρῷ ἐκείνῳ\, εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε\, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός\, δεινῶς βασανιζόμενος. καὶ λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε\, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ\, καὶ ἰαθήσεται ὁ παῖς μου. καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν\, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας\, καὶ λέγω τούτῳ\, πορεύθητι\, καὶ πορεύεται\, καὶ ἄλλῳ\, ἔρχου\, καὶ ἔρχεται\, καὶ τῷ δούλῳ μου\, ποίησον τοῦτο\, καὶ ποιεῖ. ἀκούσας δὲ ὁ ᾿Ιησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· ἀμὴν λέγω ὑμῖν\, οὐδὲ ἐν τῷ ᾿Ισραὴλ τοσαύτην πίστιν εὗρον. λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν\, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. καὶ εἶπεν ὁ ᾿Ιησοῦς τῷ ἑκατοντάρχῳ· ὕπαγε\, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200706
DTEND;VALUE=DATE:20200707
SUMMARY:Σισώης ὁ Μέγας
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 6 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Σισώης ὁ Μέγας; Ἄρχιππος\, Φιλήμων καὶ Ὁνήσιμος ἐκ τῶν 70; Λουκία καί τώ Ρήξω; Ἰουλιάνα\, Μάρτυς\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 12:4-5\, 15-21\nἈδελφοί\, καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν\, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ\, ὁ δὲ καθʼ εἷς ἀλλήλων μέλη. Χαίρειν μετὰ χαιρόντων\, καὶ κλαίειν μετὰ κλαιόντων. Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες. Μὴ τὰ ὑψηλὰ φρονοῦντες\, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Μὴ γίνεσθε φρόνιμοι παρʼ ἑαυτοῖς. Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων. Εἰ δυνατόν\, τὸ ἐξ ὑμῶν\, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. Μὴ ἑαυτοὺς ἐκδικοῦντες\, ἀγαπητοί\, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ\, Ἐμοὶ ἐκδίκησις\, ἐγὼ ἀνταποδώσω\, λέγει κύριος. Ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου\, ψώμιζε αὐτόν· ἐὰν διψᾷ\, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν\, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ\, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 12:9-13\nΤῷ καιρῷ ἐκείνῳ\, ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν. καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐκεῖ τὴν χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· εἰ ἔξεστι τοῖς σάββασι θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ. ὁ δὲ εἶπεν αὐτοῖς· τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν\, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον\, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ; πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου; ὥστε ἔξεστι τοῖς σάββασι καλῶς ποιεῖν. τότε λέγει τῷ ἀνθρώπῳ· ἔκτεινόν σου τὴν χεῖρα· καὶ ἐξέτεινε\, καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200707
DTEND;VALUE=DATE:20200708
SUMMARY:Κυριακή Μεγαλομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 7 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή Μεγαλομάρτυς; Ὅσιος Θωμᾶς; Ἀκάκος τοῦ Σινά; \n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 3:23-29\, 4:1-5\nἈδελφοί\, πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν\, ὑπὸ νόμον ἐφρουρούμεθα\, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν\, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς πίστεως\, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε\, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην\, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος\, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ\, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ\, καὶ κατʼ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ\, ἐφʼ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν\, οὐδὲν διαφέρει δούλου\, κύριος πάντων ὤν· ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους\, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτως καὶ ἡμεῖς\, ὅτε ἦμεν νήπιοι\, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου\, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ\, γενόμενον ἐκ γυναικός\, γενόμενον ὑπὸ νόμον\, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ\, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 5:24-34\nΤῷ καιρῷ ἐκείνῳ\, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς\, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα\, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα\, καὶ μηδὲν ὠφεληθεῖσα\, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα\, ἀκούσασα περὶ τοῦ ᾿Ιησοῦ\, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ\, σωθήσομαι. καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς\, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. καὶ εὐθέως ὁ ᾿Ιησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν\, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε\, καὶ λέγεις τίς μου ἥψατο; καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα\, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ\, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ\, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην\, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200708
DTEND;VALUE=DATE:20200709
SUMMARY:Προκόπιος Μεγαλομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 8 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Προκόπιος Μεγαλομάρτυς; Θεόφιλος ὁ Ἁγιορείτης; Εἰκόνα τῆς Ἀγίας Θεοτόκου τοῦ Καζάν\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον α' 4:9-15\nΤέκνον Τιμόθεε\, πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος. Εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα\, ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι\, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων\, μάλιστα πιστῶν. Παράγγελλε ταῦτα καὶ δίδασκε. Μηδείς σου τῆς νεότητος καταφρονείτω\, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ\, ἐν ἀναστροφῇ\, ἐν ἀγάπῃ\, ἐν πνεύματι\, ἐν πίστει\, ἐν ἁγνείᾳ. Ἕως ἔρχομαι\, πρόσεχε τῇ ἀναγνώσει\, τῇ παρακλήσει\, τῇ διδασκαλίᾳ. Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος\, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. Ταῦτα μελέτα\, ἐν τούτοις ἴσθι\, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 6:17-19\, 9:1-2\, 10:16-22\nΤῷ καιρῷ ἐκείνῳ\, ἦλθε πρὸς τὸν Ἰησοῦν ὄχλος μαθητῶν αὐτοῦ\, καὶ ὄχλος μαθητῶν αὐτοῦ\, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος\, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν\, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων\, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ\, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας\, Καὶ ἔλεγεν αὐτοῖς· ῾Ο ἀκούων ὑμῶν ἐμοῦ ἀκούει\, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. ῾Υπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε\, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ\, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε\, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. ᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι\, πάτερ\, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς\, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν\, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί\, ὁ πατήρ\, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπε· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ υἱός\, εἰ μὴ ὁ πατήρ\, καὶ τίς ἐστιν ὁ πατήρ\, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200709
DTEND;VALUE=DATE:20200710
SUMMARY:Παγκράτιος Ἱερομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 9 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Παγκράτιος Ἱερομάρτυς; Ὅσιος Διονύσιος; Μητροφάνους\, του εν Άθω; Πατερμουθίου του ασκήτου; Εὐθύμιος τῆς Καρελίας; Ἱερομάρτυρος Μεθόδιος\, Ἐπίσκοπος Λἀμπης; Μιχαὴλ Πακνανὰς ὁ κηπουρός\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 15:17-29\nἈδελφοί\, ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν. Οὐ γὰρ τολμήσω λαλεῖν τι ὧν οὐ κατειργάσατο Χριστὸς διʼ ἐμοῦ\, εἰς ὑπακοὴν ἐθνῶν\, λόγῳ καὶ ἔργῳ\, ἐν δυνάμει σημείων καὶ τεράτων\, ἐν δυνάμει πνεύματος θεοῦ· ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι\, οὐχ ὅπου ὠνομάσθη Χριστός\, ἵνα μὴ ἐπʼ ἀλλότριον θεμέλιον οἰκοδομῶ· ἀλλά\, καθὼς γέγραπται\, Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ\, ὄψονται· καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν. Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασιν τούτοις\, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν\, ὡς ἐὰν πορεύωμαι εἰς τὴν Σπανίαν\, ἐλεύσομαι πρὸς ὑμᾶς· ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς\, καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι ἐκεῖ\, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλήμ\, διακονῶν τοῖς ἁγίοις. Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. Εὐδόκησαν γάρ\, καὶ ὀφειλέται αὐτῶν εἰσιν. Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη\, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. Τοῦτο οὖν ἐπιτελέσας\, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον\, ἀπελεύσομαι διʼ ὑμῶν εἰς τὴν Σπανίαν. Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 12:46-50\, 13:1-3\nΤῷ καιρῷ ἐκείνῳ\, λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω\, ζητοῦντες λαλῆσαι αὐτῷ. εἶπε δέ τις αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ζητοῦντές σε ἰδεῖν. ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ λέγοντι αὐτῷ· τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ ἔφη· ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς\, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. Ἐν δὲ τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ ᾿Ιησοῦς τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν· καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί\, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι\, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει. καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200710
DTEND;VALUE=DATE:20200711
SUMMARY:Ὁι ἐν Νικοπόλει Αρμενίας 45 Μαρτύρες
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 10 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ὁι ἐν Νικοπόλει Αρμενίας 45 Μαρτύρες; Γρηγόριος Ἐπίσκοπος Ἀσσα; 10\,000 Μάρτυρες τοῦ Αἰγύπτου; Ἀπολλώνιος Μάρτυς; Πολύτιμη τήβεννος Ἰησού Χριστού στη Μόσχα; Ἀντώνιος τῶν σπηλιών τοῦ Κίεβου; Παρθένιος καί Εὐμένιος οἱ ἐν Κουδουμᾷ\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 16:1-16\nἈδελφοί\, συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν\, οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς· ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων\, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη\, καὶ αὐτοῦ ἐμοῦ. Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Xριστῷ Ἰησοῦ\, οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν\, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ\, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν· καὶ τὴν κατʼ οἶκον αὐτῶν ἐκκλησίαν. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου\, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Xριστόν. Ἀσπάσασθε Μαριάμ\, ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς. Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου\, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις\, οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Xριστῷ. Ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν κυρίῳ. Ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Xριστῷ\, καὶ Στάχυν τὸν ἀγαπητόν μου. Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Xριστῷ. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. Ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου\, τοὺς ὄντας ἐν κυρίῳ. Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. Ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν\, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ. Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ\, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. Ἀσπάσασθε Ἀσύγκριτον\, Φλέγοντα\, Ἑρμᾶν\, Πατρόβαν\, Ἑρμῆν\, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. Ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν\, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ\, καὶ Ὀλυμπᾶν\, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ Xριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 13:3-9\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν\, καὶ ἐλθόντα τὰ πετεινὰ κατέφαγεν αὐτά· ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη\, ὅπου οὐκ εἶχε γῆν πολλήν\, καὶ εὐθέως ἐξανέτειλε διὰ τὸ μὴ ἔχειν βάθος γῆς\, ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη\, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη· ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας\, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά· ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπὸν ὃ μὲν ἑκατόν\, ὃ δὲ ἐξήκοντα\, ὃ δὲ τριάκοντα. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200711
DTEND;VALUE=DATE:20200712
SUMMARY:Εὐφημία Μεγαλομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 11 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Εὐφημία Μεγαλομάρτυς; Ὄλγα ἡ Ἰσαπόστολος; Ὅσιος Νεκταρίος; Νεομάρτυρος Νικοδήμου\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Μᾶρκον 5:24-34\nΤῷ καιρῷ ἐκείνῳ\, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς\, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα\, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα\, καὶ μηδὲν ὠφεληθεῖσα\, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα\, ἀκούσασα περὶ τοῦ ᾿Ιησοῦ\, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ\, σωθήσομαι. καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς\, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. καὶ εὐθέως ὁ ᾿Ιησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν\, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε\, καὶ λέγεις τίς μου ἥψατο; καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα\, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ\, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ\, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην\, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 6:1-10\nἈδελφοί\, συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς - λέγει γάρ\, Καιρῷ δεκτῷ ἐπήκουσά σου\, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδού\, νῦν καιρὸς εὐπρόσδεκτος\, ἰδού\, νῦν ἡμέρα σωτηρίας - μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν\, ἵνα μὴ μωμηθῇ ἡ διακονία· ἀλλʼ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι\, ἐν ὑπομονῇ πολλῇ\, ἐν θλίψεσιν\, ἐν ἀνάγκαις\, ἐν στενοχωρίαις\, ἐν πληγαῖς\, ἐν φυλακαῖς\, ἐν ἀκαταστασίαις\, ἐν κόποις\, ἐν ἀγρυπνίαις\, ἐν νηστείαις\, ἐν ἁγνότητι\, ἐν γνώσει\, ἐν μακροθυμίᾳ\, ἐν χρηστότητι\, ἐν πνεύματι ἁγίῳ\, ἐν ἀγάπῃ ἀνυποκρίτῳ\, ἐν λόγῳ ἀληθείας\, ἐν δυνάμει θεοῦ\, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν\, διὰ δόξης καὶ ἀτιμίας\, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς· ὡς ἀγνοούμενοι\, καὶ ἐπιγινωσκόμενοι· ὡς ἀποθνῄσκοντες\, καὶ ἰδού\, ζῶμεν· ὡς παιδευόμενοι\, καὶ μὴ θανατούμενοι· ὡς λυπούμενοι\, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοί\, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες\, καὶ πάντα κατέχοντες.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 7:36-50\nΤῷ καιρῷ ἐκείνῳ\, ᾿Ηρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾿ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη. καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός\, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου\, κομίσασα ἀλάβαστρον μύρουκαὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα\, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε\, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ. ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· οὗτος εἰ ἦν προφήτης\, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ\, ὅτι ἁμαρτωλός ἐστι. καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπε πρὸς αὐτόν· Σίμων\, ἔχω σοί τι εἰπεῖν. ὁ δέ φησι· διδάσκαλε\, εἰπέ. δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια\, ὁ δὲ ἕτερος πεντήκοντα. μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι\, ἀμφοτέροις ἐχαρίσατο· τίς οὖν αὐτῶν\, εἰπέ\, πλεῖον αὐτὸν ἀγαπήσει; ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας. καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν\, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε. φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾿ ἧς εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας. οὗ χάριν λέγω σοι\, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί\, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται\, ὀλίγον ἀγαπᾷ. εἶπε δὲ αὐτῇ· ἀφέωνταί σου αἱ ἁμαρτίαι. καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; εἶπε δὲ πρὸς τὴν γυναῖκα· ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. \n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200712
DTEND;VALUE=DATE:20200713
SUMMARY:Ε΄ Ματθαῖου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 12 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ε΄ Ματθαῖου; Πρόκλος καί Ἱλάριος\, Μάρτυρες; Μιχαήλ ὁ Μαλεϊνος; Γεράσιμος ὁ Βυζάντιος καί Ἀκάκιος ὁ νέος ἀσκητός; Παΐσιος ὁ Ἁγιορείτης; Βερονίκη η αιμορροούσα; Ανδρέου τού στρατηλάτου\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 24:13-35\nΚαὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ ῾Ιερουσαλήμ\, ᾗ ὄνομα ᾿Εμμαούς. καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ ᾿Ιησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.εἶπε δὲ πρὸς αὐτούς· τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καί ἐστε σκυθρωποί; ἀποκριθεὶς δὲ ὁ εἷς\, ᾧ ὄνομα Κλεόπας\, εἶπε πρὸς αὐτόν· σὺ μόνος παροικεῖς ἐν ῾Ιερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; καὶ εἶπεν αὐτοῖς· ποῖα; οἱ δὲ εἶπον αὐτῷ· τὰ περὶ ᾿Ιησοῦ τοῦ Ναζωραίου\, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ\, ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν ᾿Ισραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο. ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον\, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι\, οἳ λέγουσιν αὐτὸν ζῆν. καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον\, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον\, αὐτὸν δὲ οὐκ εἶδον. καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται! οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο\, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι· καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· μεῖνον μεθ᾿ ἡμῶν\, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησε\, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί\, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν. καὶ εἶπον πρὸς ἀλλήλους· οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν\, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς ῾Ιερουσαλήμ\, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς\, λέγοντας ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι. καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 10:1-10\nἈδελφοί\, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν. Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν\, ἀλλʼ οὐ κατʼ ἐπίγνωσιν. Ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην\, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι\, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου\, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς. Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει\, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου\, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; - τοῦτʼ ἔστιν Χριστὸν καταγαγεῖν - ἤ\, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; - τοῦτʼ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν\, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτʼ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον Ἰησοῦν\, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν\, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην\, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 8:28-34\, 9:1\nΤῷ καιρῷ ἐκείνῳ\, ἐλθόντος τῷ Ἰησοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι\, χαλεποὶ λίαν\, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί\, ᾿Ιησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς\, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. οἱ δὲ βόσκοντες ἔφυγον\, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ ᾿Ιησοῦ\, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200713
DTEND;VALUE=DATE:20200714
SUMMARY:Σύναξις Αρχαγγέλου Γαβριήλ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 13 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Σύναξις Αρχαγγέλου Γαβριήλ; Ὅσιος Στέφανος; Μάρτυς Γολινδούχ; Μαρκιανός ὁ Μαρτυς τοῦ Ἰκονίου; Σεραπίων ὁ Μάρτυς\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 2:2-10\nἈδελφοί\, εἰ ὁ δι΄ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος\, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν\, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις\, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου\, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη\, συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν\, καὶ ποικίλαις δυνάμεσιν\, καὶ πνεύματος ἁγίου μερισμοῖς\, κατὰ τὴν αὐτοῦ θέλησιν. Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν\, περὶ ἧς λαλοῦμεν. Διεμαρτύρατο δέ πού τις λέγων\, Τί ἐστιν ἄνθρωπος\, ὅτι μιμνήσκῃ αὐτοῦ; Ἢ υἱὸς ἀνθρώπου\, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα\, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. Τὸν δὲ βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν\, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον\, ὅπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Ἔπρεπεν γὰρ αὐτῷ\, διʼ ὃν τὰ πάντα\, καὶ διʼ οὗ τὰ πάντα\, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα\, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 13:10-23\, 43\nΤῷ καιρῷ ἐκείνῳ\, προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ· διατί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν\, ἐκείνοις δὲ οὐ δέδοται. ὅστις γὰρ ἔχει\, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει\, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ. διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ\, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ ἀκούωσι μηδὲ συνῶσι\, μήποτε ἐπιστρέψωσι· καὶ τότε πληρωθήσεται αὐτοῖς ἡ προφητεία ῾Ησαΐου ἡ λέγουσα· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε\, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου\, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν\, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν\, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖςκαὶ τοῖς ὠσὶν ἀκούσωσικαὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι\, καὶ ἰάσομαι αὐτούς. ῾Υμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί\, ὅτι βλέπουσι\, καὶ τὰ ὦτα ὑμῶν\, ὅτι ἀκούουσιν. ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε\, καὶ οὐκ εἶδον\, καὶ ἀκοῦσαι ἃ ἀκούετε\, καὶ οὐκ ἤκουσαν.\n\n῾Υμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος. παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος\, ἔρχεται ὁ πονηρὸς καὶ αἴρει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς\, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθέως μετὰ χαρᾶς δεχόμενος καὶ λαμβάνων αὐτόν· οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ\, ἀλλὰ πρόσκαιρός ἐστι\, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται. ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς\, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων\, καὶ ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον\, καὶ ἄκαρπος γίνεται. ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρείς\, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιῶν· ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατόν\, ὃ δὲ ἑξήκοντα\, ὃ δὲ τριάκοντα. τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200714
DTEND;VALUE=DATE:20200715
SUMMARY:Ἀκύλας\, ἐκ τῶν 70
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 14 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀκύλας\, ἐκ τῶν 70; Ἰωσὴφ ὁ Ὁμολογητής; Νικοδήμου Αγιορείτου; Μαρτύρος Ιούστου; Νέος Ἱερομάρτυρος Πέτρος καί οἱ Ἅγιοι 4 Νεομάρτυρες\, οἱ ἐκ Μελισσουργείου Κισσάμου\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 16:1-16\nἈδελφοί\, συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν\, οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς· ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων\, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη\, καὶ αὐτοῦ ἐμοῦ. Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Xριστῷ Ἰησοῦ\, οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν\, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ\, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν· καὶ τὴν κατʼ οἶκον αὐτῶν ἐκκλησίαν. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου\, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Xριστόν. Ἀσπάσασθε Μαριάμ\, ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς. Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου\, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις\, οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Xριστῷ. Ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν κυρίῳ. Ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Xριστῷ\, καὶ Στάχυν τὸν ἀγαπητόν μου. Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Xριστῷ. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. Ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου\, τοὺς ὄντας ἐν κυρίῳ. Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. Ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν\, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ. Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ\, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. Ἀσπάσασθε Ἀσύγκριτον\, Φλέγοντα\, Ἑρμᾶν\, Πατρόβαν\, Ἑρμῆν\, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. Ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν\, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ\, καὶ Ὀλυμπᾶν\, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ Xριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 13:24-30\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· ῾Ωμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ· ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἔσπειρε ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν. ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησε\, τότε ἐφάνη καὶ τὰ ζιζάνια. προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· κύριε\, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια; ὁ δὲ ἔφη αὐτοῖς· ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι εἶπον αὐτῷ· θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά; ὁ δὲ ἔφη· οὔ\, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον· ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ\, καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά\, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200715
DTEND;VALUE=DATE:20200716
SUMMARY:Κηρύκου Μάρτυρος και Ιουλίττης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 15 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κηρύκου Μάρτυρος και Ιουλίττης; Βλαδίμηρος Ἰσαπόστολος; Εύρεση τοῦ κεφαλιού τῆς Ματρόνας τῆς Χίου; Ντόναλντ καὶ οἱ Ἐννέα κόρες τοῦ; \n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 13:11-14\, 14:1-5\nἈδελφοί\, ὅτε ἤμην νήπιος\, ὡς νήπιος ἐλάλουν\, ὡς νήπιος ἐφρόνουν\, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ\, κατήργηκα τὰ τοῦ νηπίου. Βλέπομεν γὰρ ἄρτι διʼ ἐσόπτρου ἐν αἰνίγματι\, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους\, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Νυνὶ δὲ μένει πίστις\, ἐλπίς\, ἀγάπη\, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη. Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά\, μᾶλλον δὲ ἵνα προφητεύητε. Ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ\, ἀλλὰ τῷ θεῷ· οὐδεὶς γὰρ ἀκούει\, πνεύματι δὲ λαλεῖ μυστήρια. Ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. Ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ\, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις\, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις\, ἐκτὸς εἰ μὴ διερμηνεύει\, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 17:24-27\, 18:1-4\nΤῷ καιρῷ ἐκείνῳ\, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον· ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; λέγει\, ναί. καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν\, προέφθασεν αὐτὸν ὁ ᾿Ιησοῦς λέγων· τί σοι δοκεῖ\, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; λέγει αὐτῷ ὁ Πέτρος· ἀπὸ τῶν ἀλλοτρίων. ἔφη αὐτῷ ὁ ᾿Ιησοῦς· ἄραγε ἐλεύθεροί εἰσιν οἱ υἱοί. ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς\, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον\, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ ᾿Ιησοῦ λέγοντες· τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; καὶ προσκαλεσάμενος ὁ ᾿Ιησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν· ἀμὴν λέγω ὑμῖν\, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία\, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο\, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200716
DTEND;VALUE=DATE:20200717
SUMMARY:Ἀθηνογένης\, Ἱερομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 16 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀθηνογένης\, Ἱερομάρτυς; Ἰουλία Παρθενομάρτυς; 1.015 Μάρτυρες\, οι εν Πισιδία; \n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 3:18-23\nἈδελφοί\, μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ\, μωρὸς γενέσθω\, ἵνα γένηται σοφός. Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν. Γέγραπται γάρ\, Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. Καὶ πάλιν\, Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν\, ὅτι εἰσὶν μάταιοι. Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν\, εἴτε Παῦλος\, εἴτε Ἀπολλώς\, εἴτε Κηφᾶς\, εἴτε κόσμος\, εἴτε ζωή\, εἴτε θάνατος\, εἴτε ἐνεστῶτα\, εἴτε μέλλοντα· πάντα ὑμῶν ἐστιν\, ὑμεῖς δὲ Χριστοῦ\, Χριστὸς δὲ θεοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 13:36-43\nΤῷ καιρῷ ἐκείνῳ\, ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν αὐτοῦ. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου· ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα\, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ· ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται\, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ\, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν\, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200717
DTEND;VALUE=DATE:20200718
SUMMARY:Μαρίνα Μεγαλομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 17 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Μαρίνα Μεγαλομάρτυς; Σπερᾶτος καὶ Bηρονίκα\, Μάρτυρες; \n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 3:23-29\, 4:1-5\nἈδελφοί\, πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν\, ὑπὸ νόμον ἐφρουρούμεθα\, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν\, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς πίστεως\, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε\, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην\, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος\, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ\, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ\, καὶ κατʼ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ\, ἐφʼ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν\, οὐδὲν διαφέρει δούλου\, κύριος πάντων ὤν· ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους\, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτως καὶ ἡμεῖς\, ὅτε ἦμεν νήπιοι\, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου\, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ\, γενόμενον ἐκ γυναικός\, γενόμενον ὑπὸ νόμον\, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ\, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 5:24-34\nΤῷ καιρῷ ἐκείνῳ\, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς\, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα\, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα\, καὶ μηδὲν ὠφεληθεῖσα\, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα\, ἀκούσασα περὶ τοῦ ᾿Ιησοῦ\, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ\, σωθήσομαι. καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς\, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. καὶ εὐθέως ὁ ᾿Ιησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν\, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε\, καὶ λέγεις τίς μου ἥψατο; καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα\, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ\, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ\, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην\, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200718
DTEND;VALUE=DATE:20200719
SUMMARY:Αἱμιλιανός Μάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 18 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Αἱμιλιανός Μάρτυς; Μάρτυρες Παῦλος\, Θεή καὶ Οὐαλεντίνη; Ιωάννου πατριάρχου Κωνσταντινουπόλεως; Στέφανος\, Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως; Θένεβα τῆς Γλασκώβη\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 9:1-5\nἈδελφοί\, ἀλήθειαν λέγω ἐν Χριστῷ\, οὐ ψεύδομαι\, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ\, ὅτι λύπη μοι ἐστὶν μεγάλη\, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Εὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου\, τῶν συγγενῶν μου κατὰ σάρκα· οἵτινές εἰσιν Ἰσραηλῖται\, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι\, ὧν οἱ πατέρες\, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα\, ὁ ὢν ἐπὶ πάντων\, θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 9:18-26\nΤῷ καιρῷ ἐκείνῳ\, ἄρχων εἷς προσελθὼν προσεκύνει αὐτῷ λέγων ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾿ αὐτὴν καὶ ζήσεται. καὶ ἐγερθεὶς ὁ ᾿Ιησοῦς ἠκολούθησεν αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. Καὶ ἰδοὺ γυνή\, αἱμορροοῦσα δώδεκα ἔτη\, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ. ἔλεγε γὰρ ἐν ἑαυτῇ\, ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ\, σωθήσομαι. ὁ δὲ ᾿Ιησοῦς ἐπιστραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπε· θάρσει\, θύγατερ· ἡ πίστις σου σέσωκέ σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης. Καὶ ἐλθὼν ὁ ᾿Ιησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον\, λέγει αὐτοῖς· ἀναχωρεῖτε· οὐ γὰρ ἀπέθανε τὸ κοράσιον\, ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ. ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος\, εἰσελθὼν ἐκράτησε τῆς χειρὸς αὐτῆς\, καὶ ἠγέρθη τὸ κοράσιον. καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200719
DTEND;VALUE=DATE:20200720
SUMMARY:Κυριακή των Αγίων Πατέρων της Δ΄Οικουμενικής Συνόδου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 19 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κυριακή των Αγίων Πατέρων της Δ΄Οικουμενικής Συνόδου; Ὁσία Μακρίνα; Δῖος\, ὁ ἐκ τῆς Αντιοχείας; Οσίου Θεοδώρου επισκόπου Εδέσσης; Λείψανα τοῦ Σεραφίμ τοῦ Σάροβ\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 24:36-53\nΤῷ καιρῷ ἐκείνῳ\, ὁ ᾿Ιησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. καὶ εἶπεν αὐτοῖς· τί τεταραγμένοι ἐστέ\, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου\, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε\, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε; οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου\, καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. εἶπε δὲ αὐτοῖς· οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν\, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς\, καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ\, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη\, ἀρξάμενον ἀπὸ ῾Ιερουσαλήμ. ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ῾Ιερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.\n\n᾿Εξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν\, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ μετὰ χαρᾶς μεγάλης\, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. ἀμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τίτον 3:8-15\nΠιστὸς ὁ λόγος\, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι\, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ. ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις · μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔριν καὶ μάχας νομικὰς περιΐστασο\, εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι. αιῥετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ\, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει\, ὢν αὐτοκατάκριτος. Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τυχικόν\, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν\, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλῶν σπουδαίως πρόπεμψον\, ἵνα μηδὲν αὐτοῖς λείπῃ. μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας\, ἵνα μὴ ὦσιν ἄκαρποι. Ἀσπάζονταί σε οἱ μετ ᾽ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. ἡ χάρις μετὰ πάντων ὑμῶν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 5:14-19\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον\, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν\, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων\, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι\, ἀλλὰ πληρῶσαι. ἀμὴν γὰρ λέγω ὑμῖν\, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ\, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους\, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ\, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200720
DTEND;VALUE=DATE:20200721
SUMMARY:Προφήτης Ἠλίας ὁ Θεσβίτης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 20 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Προφήτης Ἠλίας ὁ Θεσβίτης; Ἡ Σύναξις τῶν Ρώσων Ἁγίων τῶν ἐν Γαλλία τελειωθέντων; Μαρία Σκομπτσόβα ἡ Νεομάρτυρας τῆς Γαλλίας\n\nἈνάγνωσις Ἐπιστολῆς: Ἰακώβου 5:10-20\nἈδελφοί\, ὑπόδειγμα λάβετε\, ἀδελφοί μου\, τῆς κακοπαθείας\, καὶ τῆς μακροθυμίας\, τοὺς προφήτας οἳ ἐλάλησαν τῷ ὀνόματι κυρίου. Ἰδού\, μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε\, καὶ τὸ τέλος κυρίου ἴδετε\, ὅτι πολύσπλαγχνός ἐστιν καὶ οἰκτίρμων. Πρὸ πάντων δέ\, ἀδελφοί μου\, μὴ ὀμνύετε\, μήτε τὸν οὐρανόν\, μήτε τὴν γῆν\, μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναί\, ναί\, καὶ τὸ οὔ\, οὔ· ἵνα μὴ εἴς ὑπὸκρίσιν πέσητε. Κακοπαθεῖ τις ἐν ὑμῖν; Προσευχέσθω. Εὐθυμεῖ τις; Ψαλλέτω. Ἀσθενεῖ τις ἐν ὑμῖν; Προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας\, καὶ προσευξάσθωσαν ἐπʼ αὐτόν\, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα\, καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς\, ἀφεθήσεται αὐτῷ. Ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα\, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων\, ὅπως ἰαθῆτε. Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν\, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι· καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ. Καὶ πάλιν προσηύξατο\, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν\, καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς. Ἀδελφοί\, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας\, καὶ ἐπιστρέψῃ τις αὐτόν\, γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου\, καὶ καλύψει πλῆθος ἁμαρτιῶν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 4:22-30\nΤῷ καιρῷ ἐκείνῳ\, ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς ᾿Ιωσήφ; καὶ εἶπε πρὸς αὐτούς· πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ\, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ\, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. εἶπε δέ· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. ἐπ᾿ ἀληθείας δὲ λέγω ὑμῖν\, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις ᾿Ηλιοὺ ἐν τῷ ᾿Ισραήλ\, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ\, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν\, καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη ᾿Ηλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ ᾿Ελισαίου τοῦ προφήτου ἐν τῷ ᾿Ισραήλ\, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος. καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα\, καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους\, ἐφ᾿ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο\, εἰς τὸ κατακρημνίσαι αὐτόν. αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200721
DTEND;VALUE=DATE:20200722
SUMMARY:Ἰωάννης και Συμεὼν ὁ διά Χριστόν Σαλόυ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 21 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἰωάννης και Συμεὼν ὁ διά Χριστόν Σαλόυ; Παρθένιος\, Ἐπίσκοπος\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 6:20\, 7:1-12\nἈδελφοί\, δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν\, καὶ ἐν τῷ πνεύματι ὑμῶν\, ἅτινά ἐστιν τοῦ θεοῦ. Περὶ δὲ ὧν ἐγράψατέ μοι\, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω\, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω· ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει\, ἀλλʼ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει\, ἀλλʼ ἡ γυνή. Μὴ ἀποστερεῖτε ἀλλήλους\, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν\, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ\, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε\, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. Τοῦτο δὲ λέγω κατὰ συγγνώμην\, οὐ κατʼ ἐπιταγήν. Θέλω γὰρ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλʼ ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ θεοῦ\, ὃς μὲν οὕτως\, ὃς δὲ οὕτως. Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις\, καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ. Εἰ δὲ οὐκ ἐγκρατεύονται\, γαμησάτωσαν· κρεῖσσον γάρ ἐστιν γαμῆσαι ἢ πυροῦσθαι. Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω\, οὐκ ἐγώ\, ἀλλʼ ὁ κύριος\, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι· ἐὰν δὲ καὶ χωρισθῇ\, μενέτω ἄγαμος\, ἢ τῷ ἀνδρὶ καταλλαγήτω - καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω\, οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον\, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετʼ αὐτοῦ\, μὴ ἀφιέτω αὐτήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 14:1-13\nΤῷ καιρῷ ἐκείνῳ\, ἤκουσεν ῾Ηρῴδης ὁ τετράρχης τὴν ἀκοὴν ᾿Ιησοῦ. καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· οὗτός ἐστιν ᾿Ιωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν\, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. ὁ γὰρ ῾Ηρῴδης κρατήσας τὸν ᾿Ιωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ διὰ ῾Ηρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. ἔλεγε γὰρ αὐτῷ ὁ ᾿Ιωάννης· οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον\, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. γενεσίων δὲ ἀγομένων τοῦ ῾Ηρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς ῾Ηρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσε τῷ ῾Ηρῴδη· ὅθεν μεθ᾿ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. ἡ δέ\, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς\, δός μοι\, φησίν\, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν ᾿Ιωάννου τοῦ βαπτιστοῦ. καὶ ἐλυπήθη ὁ βασιλεύς\, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι\, καὶ πέμψας ἀπεκεφάλισε τὸν ᾿Ιωάννην ἐν τῇ φυλακῇ. καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ\, καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν αὐτό\, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ ᾿Ιησοῦ. ᾿Ακούσας δὲ ὁ ᾿Ιησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾿ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200722
DTEND;VALUE=DATE:20200723
SUMMARY:Μαρία ἡ Μαγδαληνή
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 22 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Μαρία ἡ Μαγδαληνή; Μαρκέλλα παρθενομάρτυς\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 9:2-12\nἈδελφοί\, ἡ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ. Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστίν. Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν\, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι\, καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου\, καὶ Κηφᾶς; Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα\, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Ἢ τίς ποιμαίνει ποίμνην\, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; Ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται\, Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ θεῷ; Ἢ διʼ ἡμᾶς πάντως λέγει; Διʼ ἡμᾶς γὰρ ἐγράφη\, ὅτι ἐπʼ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾷν\, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπʼ ἐλπίδι. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν\, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν\, οὐ μᾶλλον ἡμεῖς; Ἀλλʼ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ\, ἀλλὰ πάντα στέγομεν\, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 8:1-3\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπορεύετο ὁ Ἰησοῦς κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ\, καὶ οἱ δώδεκα σὺν αὐτῷ\, καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν\, Μαρία ἡ καλουμένη Μαγδαληνή\, ἀφ᾿ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει\, καὶ ᾿Ιωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου ῾Ηρῴδου\, καὶ Σουσάννα καὶ ἕτεραι πολλαί\, αἵτινες διηκόνουν αὐτῷ ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200723
DTEND;VALUE=DATE:20200724
SUMMARY:Φωκᾶς Μάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 23 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Φωκᾶς Μάρτυς; Ἰεξεκιὴλ Προφήτης; Πελαγίας της Τηνίας; Τρόφιμος καί Θεοφίλιος; Άννης\, της εν τη Λευκάτη; Εἰκόνες τῆς Παναγίας Θεοτόκου τοῦ Ποτσάγεβ; Εἰκών τῆς μητέρος Θέου\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 7:24-35\nἈδελφοί\, ἕκαστος ἐν ᾧ ἐκλήθη\, ἀδελφοί\, ἐν τούτῳ μενέτω παρὰ θεῷ. Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην\, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα. Ἐὰν δὲ καὶ γήμῃς\, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος\, οὐχ ἥμαρτεν. Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι. Τοῦτο δέ φημι\, ἀδελφοί\, ὁ καιρὸς συνεσταλμένος· τὸ λοιπόν ἐστιν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν· καὶ οἱ κλαίοντες\, ὡς μὴ κλαίοντες· καὶ οἱ χαίροντες\, ὡς μὴ χαίροντες· καὶ οἱ ἀγοράζοντες\, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ\, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου\, πῶς ἀρέσει τῷ κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου\, πῶς ἀρέσει τῇ γυναικί. Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου\, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου\, πῶς ἀρέσει τῷ ἀνδρί. Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω· οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω\, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπρόσεδρον τῷ κυρίῳ ἀπερισπάστως.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 15:12-21\nΤῷ καιρῷ ἐκείνῳ\, προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ· οἶδας ὅτι οἱ Φαρισαῖοι ἐσκανδαλίσθησαν ἀκούσαντες τὸν λόγον; ὁ δὲ ἀποκριθεὶς εἶπε· πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. ἄφετε αὐτούς· ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ\, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· φράσον ἡμῖν τὴν παραβολὴν ταύτην. ὁ δὲ ᾿Ιησοῦς εἶπεν· ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται\, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί\, φόνοι\, μοιχεῖαι\, πορνεῖαι\, κλοπαί\, ψευδομαρτυρίαι\, βλασφημίαι. ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον. Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ ᾿Ιησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200724
DTEND;VALUE=DATE:20200725
SUMMARY:Χριστίνα Μεγαλομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 24 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Χριστίνα Μεγαλομάρτυς; Ἀθηναγόρας ὁ Ἀπολογητός; Μεγαλομαρτύρων Ρωμανού [Μπορίσου] καί Δαβίδ [Γλιέβου]; Μαρτύρων Καπίτωνος\, Υμεναίου καί Ἑρμογένους; Νεομάρτυς Θεόφιλος τοῦ Ζακυνθίου\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 7:35-40\, 8:1-7\nἈδελφοί\, πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω· οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω\, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπρόσεδρον τῷ κυρίῳ ἀπερισπάστως. Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει\, ἐὰν ᾖ ὑπέρακμος\, καὶ οὕτως ὀφείλει γίνεσθαι\, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν. Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ\, μὴ ἔχων ἀνάγκην\, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος\, καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ\, τοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον\, καλῶς ποιεῖ. ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ· ὁ δὲ μὴ ἑκγαμίζων κρεῖσσον ποιεῖ. Γυνὴ δέδεται νόμῳ ἐφʼ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ καί κοιμηθῇ ὁ ἀνήρ\, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι\, μόνον ἐν κυρίῳ. Μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ\, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν. Περὶ δὲ τῶν εἰδωλοθύτων\, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ\, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. Εἰ δέ τις δοκεῖ εἰδέναι τι\, οὐδέπω οὐδὲν ἔγνωκεν καθὼς δεῖ γνῶναι· εἰ δέ τις ἀγαπᾷ τὸν θεόν\, οὗτος ἔγνωσται ὑπʼ αὐτοῦ. Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων\, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ\, καὶ ὅτι οὐδεὶς θεὸς ἕτερος εἰ μὴ εἷς. Καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοί\, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς· ὥσπερ εἰσὶν θεοὶ πολλοί\, καὶ κύριοι πολλοί· ἀλλʼ ἡμῖν εἷς θεὸς ὁ πατήρ\, ἐξ οὗ τὰ πάντα\, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς κύριος Ἰησοῦς Χριστός\, διʼ οὗ τὰ πάντα\, καὶ ἡμεῖς διʼ αὐτοῦ. Ἀλλʼ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσιν\, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 15:29-31\nΤῷ καιρῷ ἐκείνῳ\, ἐκεῖθεν ὁ ᾿Ιησοῦς ἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας\, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ᾿ ἑαυτῶν χωλούς\, τυφλούς\, κωφούς\, κυλλοὺς καὶ ἑτέρους πολλούς\, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ\, καὶ ἐθεράπευσεν αὐτούς\, ὥστε τοὺς ὄχλους θαυμάσαι βλέποντας κωφοὺς ἀκούοντας\, ἀλάλους λαλοῦντας\, κυλλοὺς ὑγιεῖς\, χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν Θεὸν ᾿Ισραήλ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200725
DTEND;VALUE=DATE:20200726
SUMMARY:Κοίμησις Ἁγίας Ἄννης\, Μητρὸς τῆς Θεοτόκου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 25 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Κοίμησις Ἁγίας Ἄννης\, Μητρὸς τῆς Θεοτόκου; Ὀλυμπιάς Διακόνισσα; Εὐπραξία τῆς Ταβέννας; Γρηγόριος\, Μητροπολίτος Ἡρακλείας τοῦ Καλλίδου; Μνήμη Ε Οἰκουμενικῆς Συνόδου ἐν Κωνσταντινοπόλει (553)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 4:22-27\nἈδελφοί\, Ἀβραὰμ δύο υἱοὺς ἔσχεν· ἕνα ἐκ τῆς παιδίσκης\, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλʼ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται\, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. Ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ\, εἰς δουλείαν γεννῶσα\, ἥτις ἐστὶν Ἅγαρ. Τὸ γὰρ Ἅγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ\, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ\, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς. Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν\, ἥτις ἐστὶν μήτηρ πάντων ἡμῶν· γέγραπται γάρ\, Εὐφράνθητι\, στεῖρα\, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον\, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 8:16-21\nΕἶπεν ὁ Κύριος· Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν\, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν\, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται\, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἐὰν ἔχῃ\, δοθήσεται αὐτῷ\, καὶ ὃς ἐὰν μὴ ἔχῃ\, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ. Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ\, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. καὶ ἀπηγγέλη αὐτῷ λεγόντων· ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες. ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200726
DTEND;VALUE=DATE:20200727
SUMMARY:Ζ΄ Ματθαῖου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 26 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Ζ΄ Ματθαῖου; Ἑρμόλαος\, καί οἱ σύν αὐτῶ; Παρασκευή Ὁσιομάρτυς; Πρίσκα; Μωυσῆς τῆς Ὁυγγαρίας; Ἴακωβος Νέτσβετοβ\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 20:1-10\nΤῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον\, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ ᾿Ιησοῦς\, καὶ λέγει αὐτοῖς· ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου\, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον\, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια\, οὐ μέντοι εἰσῆλθεν. ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ\, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα\, καὶ τὸ σουδάριον\, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ\, οὐ μετὰ τῶν ὀθονίων κείμενον\, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον\, καὶ εἶδε καὶ ἐπίστευσεν· οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Γαλάτας 3:23-29\, 4:1-5\nἈδελφοί\, πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν\, ὑπὸ νόμον ἐφρουρούμεθα\, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν\, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς πίστεως\, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε\, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην\, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος\, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ\, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ\, καὶ κατʼ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ\, ἐφʼ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν\, οὐδὲν διαφέρει δούλου\, κύριος πάντων ὤν· ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους\, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτως καὶ ἡμεῖς\, ὅτε ἦμεν νήπιοι\, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου\, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ\, γενόμενον ἐκ γυναικός\, γενόμενον ὑπὸ νόμον\, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ\, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 9:27-35\nΤῷ καιρῷ ἐκείνῳ\, παράγοντι ἐκεῖθεν τῷ ᾿Ιησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς\, υἱὲ Δαυΐδ. ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί\, καὶ λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· ναί\, Κύριε. τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· ὁρᾶτε μηδεὶς γινωσκέτω. οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.\n\nΑὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός\, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ ᾿Ισραήλ. οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.\n\nΚαὶ περιῆγεν ὁ ᾿Ιησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200727
DTEND;VALUE=DATE:20200728
SUMMARY:Μεγαλομάρτυς Παντελεήμων
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 27 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Μεγαλομάρτυς Παντελεήμων; Νικόλαος τοῦ Νοβγορόντ; Ἀνθοῦσα ἡ ὁμολογήτρια; 853 μάρτυρες\, οι εκ τής θράκης\, εν τή θαλάσση τελειούνται; Όσιος Μανουήλ\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 21:12-19\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι\, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς\, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν\, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν\, καὶ θανατώσουσιν ἐξ ὑμῶν\, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τιμόθεον β' 2:1-10\nΤέκνον Τιμόθεε\, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ. Καὶ ἃ ἤκουσας παρʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων\, ταῦτα παράθου πιστοῖς ἀνθρώποις\, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις\, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις\, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν\, ἐκ σπέρματος Δαυίδ\, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν\, ὡς κακοῦργος· ἀλλʼ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς\, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ\, μετὰ δόξης αἰωνίου.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ἰωάννην 15:17-27\, 16:1-2\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν\, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ\, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε\, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ\, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου\, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν\, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν\, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου\, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς\, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν\, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ᾽ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν\, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός\, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται\, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε\, ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε.\n\nΤαῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200728
DTEND;VALUE=DATE:20200729
SUMMARY:Πρόχορος\, Νικάνωρ\, Τίμων καὶ Παρμενᾶς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 28 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Πρόχορος\, Νικάνωρ\, Τίμων καὶ Παρμενᾶς; Ὁσία Εἰρήνη Χρυσοβαλάντου; Παύλου του Ξηροποταμηνού\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 6:1-7\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, πληθυνόντων τῶν μαθητῶν\, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους\, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν\, εἶπον\, Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς\, καταλείψαντας τὸν λόγον τοῦ θεοῦ\, διακονεῖν τραπέζαις. Ἐπισκέψασθε οὖν\, ἀδελφοί\, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά\, πλήρεις πνεύματος ἁγίου καὶ σοφίας\, οὓς καταστήσωμεν ἐπὶ τῆς χρείας ταύτης. Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον\, ἄνδρα πλήρης πίστεως καὶ πνεύματος ἁγίου\, καὶ Φίλιππον\, καὶ Πρόχορον\, καὶ Νικάνορα\, καὶ Τίμωνα\, καὶ Παρμενᾶν\, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα\, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων· καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. Καὶ ὁ λόγος τοῦ θεοῦ ηὔξανεν\, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα\, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 16:6-12\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Ορᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι ἄρτους οὐκ ἐλάβομεν. γνοὺς δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· τί διαλογίζεσθε ἐν ἑαυτοῖς\, ὀλιγόπιστοι\, ὅτι ἄρτους οὐκ ἐλάβετε; οὔπω νοεῖτε\, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε; πῶς οὐ νοεῖτε\, ὅτι οὐ περὶ ἄρτου εἶπον ὑμῖν προσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων; τότε συνῆκαν ὅτι οὐκ εἶπε προσέχειν ἀπὸ τῆς ζύμης τοῦ ἄρτου\, ἀλλ᾿ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200729
DTEND;VALUE=DATE:20200730
SUMMARY:Καλλίνικος Μάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 29 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Καλλίνικος Μάρτυς; Μάρτυρας Θεοδότη καί τῶν τέκνων αὐτῆς; Θεοδότη ή Παρθένος; Οσίου Κωνσταντίνου Γ` πατριάρχου Κωνσταντινουπόλεως; Ευσεβούς βασιλέως Θεοδοσίου του Μικρού; Μάρτυς Σεραφίμα; Ολαφ Μάρτυς\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 10:12-22\nἈδελφοί\, ὁ δοκῶν ἑστάναι\, βλεπέτω μὴ πέσῃ. Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός\, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε\, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν\, τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Διόπερ\, ἀγαπητοί μου\, φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας. Ὡς φρονίμοις λέγω\, κρίνατε ὑμεῖς ὅ φημι. Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν\, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστίν; Τὸν ἄρτον ὃν κλῶμεν\, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστίν; Ὅτι εἷς ἄρτος\, ἓν σῶμα\, οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; Τί οὖν φημι; Ὅτι εἴδωλόν τί ἐστιν; Ἢ ὅτι εἰδωλόθυτόν τί ἐστιν; Ἀλλʼ ὅτι ἃ θύει τὰ ἔθνη\, δαιμονίοις θύει\, καὶ οὐ θεῷ· οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. Οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. Ἢ παραζηλοῦμεν τὸν κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμέν;\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 16:20-24\nΤῷ καιρῷ ἐκείνῳ\, διεστείλατο ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ᾿Ιησοῦς ὁ Χριστός. ᾿Απὸ τότε ἤρξατο ὁ ᾿Ιησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς ῾Ιεροσόλυμα καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι\, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· ἵλεώς σοι\, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. ὁ δὲ στραφεὶς εἶπε τῷ Πέτρῳ· ὕπαγε ὀπίσω μου\, σατανᾶ· σκάνδαλόν μου εἶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ\, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Τότε ὁ ᾿Ιησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν\, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200730
DTEND;VALUE=DATE:20200731
SUMMARY:Σίλα\, Σιλουανοῦ\, Κρήσκεντος\, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου ἐκ τῶν 70
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 30 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Σίλα\, Σιλουανοῦ\, Κρήσκεντος\, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου ἐκ τῶν 70; Ἁγία Μάρτυς Ἰουλίττα ἡ ἐκ Καισαρείας\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 15:35-41\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ\, διδάσκοντες καὶ εὐαγγελιζόμενοι\, μετὰ καὶ ἑτέρων πολλῶν\, τὸν λόγον τοῦ κυρίου. Μετὰ δέ τινας ἡμέρας εἶπεν Παῦλος πρὸς Βαρνάβαν\, Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶν κατὰ πᾶσαν πόλιν\, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου\, πῶς ἔχουσιν. Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν τὸν Ἰωάννην\, τὸν καλούμενον Μάρκον. Παῦλος δὲ ἠξίου\, τὸν ἀποστάντα ἀπʼ αὐτῶν ἀπὸ Παμφυλίας\, καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον\, μὴ συμπαραλαβεῖν τοῦτον. Ἐγένετο οὖν παροξυσμός\, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπʼ ἀλλήλων\, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον· Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθεν\, παραδοθεὶς τῇ χάριτι τοῦ θεοῦ ὑπὸ τῶν ἀδελφῶν. Διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν\, ἐπιστηρίζων τὰς ἐκκλησίας.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 16:24-28\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν\, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι\, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ\, εὑρήσει αὐτήν. τί γὰρ ὠφελεῖται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ\, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ\, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. ἀμὴν λέγω ὑμῖν\, εἰσί τινες τῶν ὧδε ἑστηκότων\, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200731
DTEND;VALUE=DATE:20200801
SUMMARY:Προεόρτος τῆς Πρόοδου τοῦ Τιμίου Σταυρού
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 31 Ιουλίου 2020\n\nἍγιοι καὶ ἑορταί: Προεόρτος τῆς Πρόοδου τοῦ Τιμίου Σταυρού; Ἰωσὴφ ὁ από Αριμαθαίας; Δικαίου Ευδοκίμου; Ὁσιομάρτυρος Διονύσιος ὁ Βατοπαιδινός\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 11:8-23\nἈδελφοί\, οὐκ ἐστιν ἀνὴρ ἐκ γυναικός\, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα\, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα· διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. Πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικός\, οὔτε γυνὴ χωρὶς ἀνδρός\, ἐν κυρίῳ. Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός\, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός\, τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ. Ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαι; Ἢ οὐδὲ αὐτὴ ἡ φύσις διδάσκει ὑμᾶς\, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ\, ἀτιμία αὐτῷ ἐστίν; Γυνὴ δὲ ἐὰν κομᾷ\, δόξα αὐτῇ ἐστίν. Ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται. Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι\, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν\, οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ. Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ\, ὅτι οὐκ εἰς τὸ κρεῖττον ἀλλʼ εἰς τὸ ἧττον συνέρχεσθε. Πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ\, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν\, καὶ μέρος τι πιστεύω. Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι\, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτό\, οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν. Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν\, καὶ ὃς μὲν πεινᾷ\, ὃς δὲ μεθύει. Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; Ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε\, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Τί ὑμῖν εἴπω; Ἐπαινέσω ὑμᾶς ἐν τούτῳ; Οὐκ ἐπαινῶ. Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου\, ὃ καὶ παρέδωκα ὑμῖν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 17:10-18\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι ᾿Ηλίαν δεῖ ἐλθεῖν πρῶτον; ὁ δὲ ᾿Ιησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· ᾿Ηλίας μὲν ἔρχεται πρῶτον καὶ ἀποκαταστήσει πάντα· λέγω δὲ ὑμῖν ὅτι ᾿Ηλίας ἤδη ἦλθε\, καὶ οὐκ ἐπέγνωσαν αὐτόν\, ἀλλ᾿ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾿ αὐτῶν. τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ ᾿Ιωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς. Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων· Κύριε\, ἐλέησόν μου τὸν υἱόν\, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου\, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. καὶ ἐπετίμησεν αὐτῷ ὁ ᾿Ιησοῦς\, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200801
DTEND;VALUE=DATE:20200802
SUMMARY:7 Μακκαβαῖοι\, Σολομονῆ καί Ἐλεάζαρ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 1 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: 7 Μακκαβαῖοι\, Σολομονῆ καί Ἐλεάζαρ; Πρόοδος τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ; Τιμοθέου\, Επισκόπου Προκοννήσου; Ἐλέσα ἡ Ὁσιομάρτυς\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 11:33-40\, 12:1-2\nἈδελφοί\, οἱ Ἅγιοι πάντες διὰ πίστεως κατηγωνίσαντο βασιλείας\, εἰργάσαντο δικαιοσύνην\, ἐπέτυχον ἐπαγγελιῶν\, ἔφραξαν στόματα λεόντων\, ἔσβεσαν δύναμιν πυρός\, ἔφυγον στόματα μαχαίρας\, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας\, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ\, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν\, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν\, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον\, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν\, ἐπρίσθησαν\, ἐπειράσθησαν\, ἐν φόνῳ μαχαίρας ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς\, ἐν αἰγείοις δέρμασιν\, ὑστερούμενοι\, θλιβόμενοι\, κακουχούμενοι - ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος - ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες\, μαρτυρηθέντες διὰ τῆς πίστεως\, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν\, τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου\, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν. Τοιγαροῦν καὶ ἡμεῖς\, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων\, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν\, διʼ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα\, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 10:16-22\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ᾿Ιδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. ὅταν δὲ παραδώσουσιν ὑμᾶς\, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες\, ἀλλὰ τὸ Πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον\, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος\, οὗτος σωθήσεται.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200802
DTEND;VALUE=DATE:20200803
SUMMARY:Η΄ Ματθαῖου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 2 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Η΄ Ματθαῖου; Ἀνακομιδή Λειψάνου Στεφάνου; Νεομάρτυς Θεόδωρος ὁ ἐν Δαρδανελλίοις; Αγίου Μάρτυρος Φωκά; Πλέγκμουντ Ἀρχιεπίσκοπος Καντουαρίας\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 20:11-18\nΤῷ καιρῷ ἐκείνῳ\, Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ κλαίουσα ἔξω. ὡς οὖν ἔκλαιε\, παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους\, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν\, ὅπου ἔκειτο τὸ σῶμα τοῦ ᾿Ιησοῦ. καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· γύναι\, τί κλαίεις; λέγει αὐτοῖς· ὅτι ἦραν τὸν Κύριόν μου\, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω\, καὶ θεωρεῖ τὸν ᾿Ιησοῦν ἑστῶτα\, καὶ οὐκ ᾔδει ὅτι ᾿Ιησοῦς ἐστι. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· γύναι\, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι\, λέγει αὐτῷ· κύριε\, εἰ σὺ ἐβάστασας αὐτόν\, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν\, κἀγὼ αὐτὸν ἀρῶ. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Μαρία. στραφεῖσα ἐκείνη λέγει αὐτῷ· ῥαββουνί\, ὃ λέγεται\, διδάσκαλε. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν\, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον\, καὶ ταῦτα εἶπεν αὐτῇ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 1:10-17\nἈδελφοί\, παρακαλῶ δὲ ὑμᾶς\, ἀδελφοί\, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, ἵνα τὸ αὐτὸ λέγητε πάντες\, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα\, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν\, ἀδελφοί μου\, ὑπὸ τῶν Χλόης\, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν. Λέγω δὲ τοῦτο\, ὅτι ἕκαστος ὑμῶν λέγει\, Ἐγὼ μέν εἰμι Παύλου\, Ἐγὼ δὲ Ἀπολλώ\, Ἐγὼ δὲ Κηφᾶ\, Ἐγὼ δὲ Χριστοῦ. Μεμέρισται ὁ Χριστός; Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν\, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Εὐχαριστῶ τῷ θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα\, εἰ μὴ Κρίσπον καὶ Γάϊον· ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα. Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. Οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν\, ἀλλʼ εὐαγγελίζεσθαι· οὐκ ἐν σοφίᾳ λόγου\, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 14:14-22\nΤῷ καιρῷ ἐκείνῳ\, ἐξελθὼν ὁ ᾿Ιησοῦς εἶδε πολὺν ὄχλον\, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους\, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. ὁ δὲ εἶπε· φέρετέ μοι αὐτοὺς ὧδε. καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους\, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας\, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε\, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους\, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν\, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν\, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200803
DTEND;VALUE=DATE:20200804
SUMMARY:Ὅσιοι Ἰσαάκιος\, Δαλμάτος και Φαῦστος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 3 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Ὅσιοι Ἰσαάκιος\, Δαλμάτος και Φαῦστος; Σαλώμη\, ἡ Μυροφόρος; Θεόκτιστος ὁ Θαυματουργός\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 11:31-34\, 12:1-6\nἈδελφοί\, εἰ ἑαυτοὺς διεκρίνομεν\, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δέ\, ὑπὸ κυρίου παιδευόμεθα\, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ὥστε\, ἀδελφοί μου\, συνερχόμενοι εἰς τὸ φαγεῖν\, ἀλλήλους ἐκδέχεσθε. Εἰ δέ τις πεινᾷ\, ἐν οἴκῳ ἐσθιέτω· ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπά\, ὡς ἂν ἔλθω\, διατάξομαι. Περὶ δὲ τῶν πνευματικῶν\, ἀδελφοί\, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα\, ὡς ἂν ἤγεσθε\, ἀπαγόμενοι. Διὸ γνωρίζω ὑμῖν\, ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει Ἀνάθεμα Ἰησοῦν· καὶ οὐδεὶς δύναται εἰπεῖν\, Κύριον Ἰησοῦν\, εἰ μὴ ἐν πνεύματι ἁγίῳ. Διαιρέσεις δὲ χαρισμάτων εἰσίν\, τὸ δὲ αὐτὸ πνεῦμα. Καὶ διαιρέσεις διακονιῶν εἰσίν\, καὶ ὁ αὐτὸς κύριος. Καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν\, ὁ δὲ αὐτός ἐστιν θεός\, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 18:1-11\nΤῷ καιρῷ ἐκείνῳ\, προσῆλθον οἱ μαθηταὶ τῷ ᾿Ιησοῦ λέγοντες· τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; καὶ προσκαλεσάμενος ὁ ᾿Ιησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν· ἀμὴν λέγω ὑμῖν\, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία\, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο\, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου\, ἐμὲ δέχεται· ὃς δ᾿ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ\, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ τὸ σκάνδαλον ἔρχεται. εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε\, ἔκκοψον αὐτὰ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ κυλλόν\, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε\, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστι μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν\, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός. ῾Ορᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200804
DTEND;VALUE=DATE:20200805
SUMMARY:7 Παίδες οἱ ἐν Ἐφέσῳ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 4 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: 7 Παίδες οἱ ἐν Ἐφέσῳ\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 12:12-26\nἈδελφοί\, καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν\, καὶ μέλη ἔχει πολλά\, πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνός\, πολλὰ ὄντα\, ἕν ἐστιν σῶμα· οὕτως καὶ ὁ Χριστός. Καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν\, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες\, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι· καὶ πάντες εἰς ἓν πνεῦμα ἐποτίσθημεν. Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά. Ἐὰν εἴπῃ ὁ πούς\, Ὅτι οὐκ εἰμὶ χείρ\, οὐκ εἰμὶ ἐκ τοῦ σώματος· οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Καὶ ἐὰν εἴπῃ τὸ οὖς\, Ὅτι οὐκ εἰμὶ ὀφθαλμός\, οὐκ εἰμὶ ἐκ τοῦ σώματος· οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Εἰ ὅλον τὸ σῶμα ὀφθαλμός\, ποῦ ἡ ἀκοή; Εἰ ὅλον ἀκοή\, ποῦ ἡ ὄσφρησις; Νυνὶ δὲ ὁ θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι\, καθὼς ἠθέλησεν. Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος\, ποῦ τὸ σῶμα; Νῦν δὲ πολλὰ μὲν μέλη\, ἓν δὲ σῶμα. Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί\, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν\, Χρείαν ὑμῶν οὐκ ἔχω. Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν\, ἀναγκαῖά ἐστιν· καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος\, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν· καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει· τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει· ἀλλʼ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα\, τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν\, ἵνα μὴ ᾖ σχίσματα ἐν τῷ σώματι\, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη. Καὶ εἴτε πάσχει ἓν μέλος\, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος\, συγχαίρει πάντα τὰ μέλη.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 18:18-22\, 19:1-2\, 13-15\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ᾿Αμὴν λέγω ὑμῖν\, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς\, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ\, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς\, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται\, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα\, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε\, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· οὐ λέγω σοι ἕως ἑπτάκις\, ἀλλ᾿ ἕως ἑβδομηκοντάκις ἑπτά. Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ᾿Ιησοῦς τοὺς λόγους τούτους μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς ᾿Ιουδαίας πέραν τοῦ ᾿Ιορδάνου. καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί\, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ. Τότε προσηνέχθη αὐτῷ παιδία\, ἵνα ἐπιθῇ αὐτοῖς τὰς χεῖρας καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. ὁ δὲ ᾿Ιησοῦς εἶπεν· ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200805
DTEND;VALUE=DATE:20200806
SUMMARY:Προεόρτια Μεταμορφώσεως
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 5 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Προεόρτια Μεταμορφώσεως; Εὐσίγνιος\, Μάρτυς; Ευγενίου Οσίου; Εὐθύμιος\, Πατριάρχης Κωνσταντινουπόλεως; Νεομάρτυρος Χρῆστος\, ὁ ἐκ Πρεβέζης; Ὄσβαλντ ὁ Μάρτυρας ὁ Βασιλεὺς τῆς Νορθουμβρίας\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πέτρου α' 1:1-25\, 2:1-10\nΠέτρος\, ἀπόστολος ᾿Ιησοῦ Χριστοῦ\, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου\, Γαλατίας\, Καππαδοκίας\, ᾿Ασίας καὶ Βιθυνίας\, κατὰ πρόγνωσιν Θεοῦ πατρός\, ἐν ἁγιασμῷ Πνεύματος\, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος ᾿Ιησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ\, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾿ ἀναστάσεως ᾿Ιησοῦ Χριστοῦ ἐκ νεκρῶν\, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον\, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ· ἐν ᾧ ἀγαλλιᾶσθε\, ὀλίγον ἄρτι\, εἰ δέον ἐστί\, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς\, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν ἐν ἀποκαλύψει ᾿Ιησοῦ Χριστοῦ\, ὃν οὐκ εἰδότες ἀγαπᾶτε\, εἰς ὃν ἄρτι μὴ ὁρῶντες\, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν\, σωτηρίαν ψυχῶν. Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες\, ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς\, ὑμῖν δὲ διηκόνουν αὐτά\, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι ῾Αγίῳ ἀποσταλέντι ἀπ᾿ οὐρανοῦ\, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν\, νήφοντες\, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει ᾿Ιησοῦ Χριστοῦ\, ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἁγνοίᾳ ὑμῶν ἐπιθυμίαις\, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε\, διότι γέγραπται· ἅγιοι γίνεσθε\, ὅτι ἐγὼ ἅγιός εἰμι. Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον\, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε\, εἰδότες ὅτι οὐ φθαρτοῖς\, ἀργυρίῳ ἢ χρυσίῳ\, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου\, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ\, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου\, φανερωθέντος δὲ ἐπ᾿ ἐσχάτων τῶν χρόνων δι᾿ ὑμᾶς τοὺς δι᾿ αὐτοῦ πιστεύοντας εἰς Θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα\, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν. Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον\, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς\, ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς\, ἀλλὰ ἀφθάρτου\, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα· διότι πᾶσα σὰρξ ὡς χόρτος\, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος\, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστι τὸ ρῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. ᾿Αποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς\, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε\, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν\, εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Πρὸς ὃν προσερχόμενοι\, λίθον ζῶντα\, ὑπὸ ανθρώπων μὲν ἀποδεδοκιμασμένον\, παρὰ δὲ Θεῷ ἐκλεκτόν\, ἔντιμον\, καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικός\, ἱεράτευμα ἅγιον\, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ ᾿Ιησοῦ Χριστοῦ· διότι περιέχει ἐν τῇ γραφῇ· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον\, ἐκλεκτόν\, ἔντιμον\, καὶ ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ μὴ καταισχυνθῇ· ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν\, ἀπειθοῦσι δὲ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες\, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· οἳ προσκόπτουσι τῷ λόγῳ ἀπειθοῦντες\, εἰς ὃ καὶ ἐτέθησαν. Ὑμεῖς δὲ γένος ἐκλεκτόν\, βασίλειον ἱεράτευμα\, ἔθνος ἅγιον\, λαὸς εἰς περιποίησιν\, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· οἵ ποτε οὐ λαός\, νῦν δὲ λαὸς Θεοῦ\, οἱ οὐκ ἠλεημένοι\, νῦν δὲ ἐλεηθέντες\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 20:1-16\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ\, ὅστις ἐξῆλθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς\, καὶ ἐκείνοις εἶπεν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα\, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. οἱ δὲ ἀπῆλθον.πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς\, καὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; λέγουσιν αὐτῷ· ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα\, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε. ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν\, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται\, καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν\, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν· ἑταῖρε\, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· ἢ οὐκ ἔξεστί μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι· πολλοὶ γάρ εἰσι κλητοί\, ὀλίγοι δὲ ἐκλεκτοί.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200806
DTEND;VALUE=DATE:20200807
SUMMARY:Ἡ Μεταμόρφωσις τοῦ Κυρίου Ἡμῶν Ἰησοῦ Χριστοῦ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 6 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἡ Μεταμόρφωσις τοῦ Κυρίου Ἡμῶν Ἰησοῦ Χριστοῦ\n\nΗμέρα Νηστείας (Κατάλυσις ιχθύος\, ελαίου και οίνου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 9:28-36\n᾿Εγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβὼν τὸν Πέτρον καὶ ᾿Ιωάννην καὶ ᾿Ιάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ\, οἵτινες ἦσαν Μωϋσῆς καὶ ᾿Ηλίας\, οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλε πληροῦν ἐν ῾Ιερουσαλήμ. ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾿ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν ᾿Ιησοῦν· ἐπιστάτα\, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς\, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν ᾿Ηλίᾳ\, μὴ εἰδὼς ὃ λέγει. ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίασεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν ἐκείνους εἰς τὴν νεφέλην· καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε. καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη ὁ ᾿Ιησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑωράκασιν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πέτρου β' 1:10-19\nἈδελφοί\, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε· οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνῄσκειν περὶ τούτων\, καίπερ εἰδότας\, καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ. Δίκαιον δὲ ἡγοῦμαι\, ἐφʼ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι\, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει· εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου\, καθὼς καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέν μοι. Σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι. Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν\, ἀλλʼ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. Λαβὼν γὰρ παρὰ θεοῦ πατρὸς τιμὴν καὶ δόξαν\, φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης\, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός\, εἰς ὃν ἐγὼ εὐδόκησα· καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν\, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ. Καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον\, ᾧ καλῶς ποιεῖτε προσέχοντες\, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ\, ἕως οὗ ἡμέρα διαυγάσῃ\, καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 17:1-9\nΤῷ καιρῷ ἐκείνῳ\, παραλαμβάνει ὁ ᾿Ιησοῦς τὸν Πέτρον καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν\, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος\, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ ᾿Ηλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες. ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ ᾿Ιησοῦ· Κύριε\, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις\, ποιήσωμεν ὧδε τρεῖς σκηνάς\, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν ᾿Ηλίᾳ. ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς\, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός\, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. καὶ προσελθὼν ὁ ᾿Ιησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε. ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν ᾿Ιησοῦν μόνον. καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200807
DTEND;VALUE=DATE:20200808
SUMMARY:Μεθεόρτια τῆς Μεταμορφώσεως
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 7 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Μεθεόρτια τῆς Μεταμορφώσεως; Δομέτιος Ὁσιομάρτυς; Νικάνωρ ὁ Θαυματουργός; Θεοδοσίου Οσίου; Μάρτυρος Σώζοντος του εκ Νικομηδείας; Των εν Θηβαΐδι Μυρίων (10.000) Ασκητών; Ναρκίσσου πατριάρχου Ιεροσολύμων; Ἰωσήφ Γεροντόγιαννης\, ὁ ἐκ Λιθινῶν Σητείας\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 14:26-40\nἈδελφοί\, ὅταν συνέρχησθε\, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει\, διδαχὴν ἔχει\, γλῶσσαν ἔχει\, ἀποκάλυψιν ἔχει\, ἑρμηνείαν ἔχει. Πάντα πρὸς οἰκοδομὴν γινέσθω. Εἴτε γλώσσῃ τις λαλεῖ\, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς\, καὶ ἀνὰ μέρος\, καὶ εἷς διερμηνευέτω· ἐὰν δὲ μὴ ᾖ διερμηνευτής\, σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν\, καὶ οἱ ἄλλοι διακρινέτωσαν. Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ\, ὁ πρῶτος σιγάτω. Δύνασθε γὰρ καθʼ ἕνα πάντες προφητεύειν\, ἵνα πάντες μανθάνωσιν\, καὶ πάντες παρακαλῶνται· καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται. Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεός\, ἀλλὰ εἰρήνης\, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων. Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν\, ἀλλʼ ὑποτάσσεσθαι\, καθὼς καὶ ὁ νόμος λέγει. Εἰ δέ τι μαθεῖν θέλουσιν\, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστιν γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν. Ἢ ἀφʼ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν; Ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός\, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν\, ὅτι κυρίου εἰσὶν ἐντολαί. Εἰ δέ τις ἀγνοεῖ\, ἀγνοέιτω. Ὥστε\, ἀδελφοί\, ζηλοῦτε τὸ προφητεύειν\, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε· πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 9:2-9\nΤῷ καιρῷ ἐκείνῳ\, παραλαμβάνει ὁ ᾿Ιησοῦς τὸν Πέτρον καὶ τὸν ᾿Ιάκωβον καὶ τὸν ᾿Ιωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν μόνους· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν\, καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα\, λευκὰ λίαν ὡς χιών\, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτω λευκᾶναι. καὶ ὤφθη αὐτοῖς ᾿Ηλίας σὺν Μωϋσεῖ\, καὶ ἦσαν συλλαλοῦντες τῷ ᾿Ιησοῦ. καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ ᾿Ιησοῦ· ῥαββί\, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς\, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ ᾿Ηλίᾳ μίαν. οὐ γὰρ ᾔδει τί λαλήσῃ· ἦσαν γὰρ ἔκφοβοι. καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς\, καὶ ἦλθε φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε. καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον\, ἀλλὰ τὸν ᾿Ιησοῦν μόνον μεθ᾿ ἑαυτῶν. καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον\, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200808
DTEND;VALUE=DATE:20200809
SUMMARY:Αἱμιλιανὸς ὁ Ὁμολογητής
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 8 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Αἱμιλιανὸς ὁ Ὁμολογητής; Μύρων Ἐπίσκοπος Κρήτης; Νεομαρτύρων Τριαντάφυλλου\, του από Ζαγοράς και Αναστασίου (Βουλγάρου)\, του εν Θεσ/νίκη; Γρηγόριος τοῦ Σινά καί τοῦ Ἁγίου Ὅρους; Μεθεόρτια τῆς Μεταμορφώσεως; Ἀναστάσιος ὁ Μάρτυρας ἀπὸ τὴ Βουλγαρία\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς ῾Ρωμαίους 14:6-9\nἈδελφοί\, ὁ φρονῶν τὴν ἡμέραν\, κυρίῳ φρονεῖ· καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν\, κυρίῳ οὐ φρονεῖ. Καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει\, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει\, καὶ εὐχαριστεῖ τῷ θεῷ. Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ\, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει. Ἐάν τε γὰρ ζῶμεν\, τῷ κυρίῳ ζῶμεν· ἐάν τε ἀποθνῄσκωμεν\, τῷ κυρίῳ ἀποθνῄσκομεν· ἐάν τε οὖν ζῶμεν\, ἐάν τε ἀποθνῄσκωμεν\, τοῦ κυρίου ἐσμέν. Εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανεν καὶ ἀνέστη καὶ ἔζησεν\, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 15:32-39\nΤῷ καιρῷ ἐκείνῳ\, προσκαλεσάμενος ῾Ο᾿Ιησοῦς τοὺς μαθητὰς αὐτοῦ εἶπε· σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον\, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω\, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον; καὶ λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπον· ἑπτά\, καὶ ὀλίγα ἰχθύδια. καὶ ἐκέλευσε τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν. καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας\, εὐχαριστήσας ἔκλασε καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ\, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν\, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων ἑπτὰ σπυρίδας πλήρεις· οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200809
DTEND;VALUE=DATE:20200810
SUMMARY:Θ΄ Ματθαῖου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 9 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Θ΄ Ματθαῖου; Ἀπόστολος Ματθίας ; Ἀντώνιος Ἀλεξανδρείας; Μεθεόρτια τῆς Μεταμορφώσεως; Κωνσταντίνος\, Πατριάρχης Κωνσταντινουπόλεως; Ἱερομάρτυρος Εὐθύμιος\, Μητροπολίτος Ρόδου\n\nΗμέρα Νηστείας (Κατάλυσις οίνου και ελαίου)\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 20:19-31\nΟὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων\, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων\, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον\, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλκέ με ὁ πατήρ\, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας\, ἀφίενται αὐτοῖς\, ἄν τινων κρατῆτε\, κεκράτηνται.\n\nΘωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα\, ὁ λεγόμενος Δίδυμος\, οὐκ ἦν μετ᾽ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἐωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων\, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων\, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ\, οὐ μὴ πιστεύσω. Καὶ μεθ᾽ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾽ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων\, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου\, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου\, καὶ μὴ γίνου ἄπιστος\, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με\, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ\, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ\, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 3:9-17\nἈδελφοί\, Θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον\, θεοῦ οἰκοδομή ἐστε. Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι\, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα\, ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον\, ὅς ἐστιν Ἰησοῦς Χριστός. Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν\, ἄργυρον\, λίθους τιμίους\, ξύλα\, χόρτον\, καλάμην\, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει\, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ δοκιμάσει. Εἴ τινος τὸ ἔργον μένει ὃ ἐποικοδόμησεν\, μισθὸν λήψεται. Εἴ τινος τὸ ἔργον κατακαήσεται\, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται\, οὕτως δὲ ὡς διὰ πυρός. Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε\, καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει\, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν\, οἵτινές ἐστε ὑμεῖς.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 14:22-34\nΤῷ καιρῷ ἐκείνῳ\, ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν\, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν\, βασανιζόμενον ὑπὸ τῶν κυμάτων\, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν. Οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν\, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Εὐθὺς δὲ ἐλάλησεν [ὁ ᾽Ιησοῦς] αὐτοῖς λέγων\, Θαρσεῖτε\, ἐγώ εἰμι· μὴ φοβεῖσθε. Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν\, Κύριε\, εἰ σὺ εἶ\, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα· ὁ δὲ εἶπεν\, ᾽Ελθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἦλθεν πρὸς τὸν ᾽Ιησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἐφοβήθη\, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων\, Κύριε\, σῶσόν με. Εὐθέως δὲ ὁ ᾽Ιησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ\, ᾽Ολιγόπιστε\, εἰς τί ἐδίστασας; καὶ ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. Οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες\, ᾽Αληθῶς Θεοῦ υἱὸς εἶ. Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν εἰς Γεννησαρέτ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200810
DTEND;VALUE=DATE:20200811
SUMMARY:Λαυρέντιος Ἀρχιδιάκονος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 10 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Λαυρέντιος Ἀρχιδιάκονος; Ξύστος ὁ ἐξ Ἀθηνῶν; Μαρτύρος Ιππολύτου ; Μεθεόρτια τῆς Μεταμορφώσεως\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 15:12-19\nἈδελφοί\, εἰ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται\, πῶς λέγουσίν τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν\, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται\, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν\, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν. Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ\, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν\, ὃν οὐκ ἤγειρεν\, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται\, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται\, ματαία ἡ πίστις ὑμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον\, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 21:18-22\nΤῷ καιρῷ ἐκείνῳ\, ἐπανάγων ὁ Ἰησοῦς εἰς τὴν πόλιν ἐπείνασε. Καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ᾿ αὐτήν\, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον\, καὶ λέγει αὐτῇ· μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν\, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε\, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε\, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε\, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν\, γενήσεται· καὶ πάντα ὅσα ἐὰν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες\, λήψεσθε.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200811
DTEND;VALUE=DATE:20200812
SUMMARY:Εὖπλος ὁ Διάκονος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 11 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Εὖπλος ὁ Διάκονος; Νήφων Πατριάρχης Κωνσταντινουπόλεως; Ανάμνησις του εν Κέρκυρα θαύματος του αγίου Σπυρίδωνος; Μεθεόρτια της Μεταμορφώσεως; Βλαίνε ὁ Ἐπίσκοπος τοῦ Μπιούτ\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 15:29-38\nἈδελφοί\, τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται\, τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν; Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; Καθʼ ἡμέραν ἀποθνῄσκω\, νὴ τὴν ὑμετέραν καύχησιν\, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ\, τί μοι τὸ ὄφελος\, εἰ νεκροὶ οὐκ ἐγείρονται\, Φάγωμεν καὶ πίωμεν\, αὔριον γὰρ ἀποθνῄσκομεν. Μὴ πλανᾶσθε· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε· ἀγνωσίαν γὰρ θεοῦ τινὲς ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν λέγω. Ἀλλʼ ἐρεῖ τις\, Πῶς ἐγείρονται οἱ νεκροί; Ποίῳ δὲ σώματι ἔρχονται; Ἄφρον\, σὺ ὃ σπείρεις\, οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· καὶ ὃ σπείρεις\, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις\, ἀλλὰ γυμνὸν κόκκον\, εἰ τύχοι\, σίτου ἤ τινος τῶν λοιπῶν· ὁ δὲ θεὸς αὐτῷ δίδωσιν σῶμα καθὼς ἠθέλησεν\, καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 21:23-27\nΤῷ καιρῷ ἐκείνῳ\, ἐλθόντι αὐτῷ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς\, καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα\, ὃν ἐὰν εἴπητέ μοι\, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. τὸ βάπτισμα ᾿Ιωάννου πόθεν ἦν\, ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο παρ᾿ ἑαυτοῖς λέγοντες· ἐὰν εἴπωμεν\, ἐξ οὐρανοῦ\, ἐρεῖ ἡμῖν\, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ· ἐὰν δὲ εἴπωμεν\, ἐξ ἀνθρώπων\, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ἔχουσι τὸν ᾿Ιωάννην ὡς προφήτην. καὶ ἀποκριθέντες τῷ ᾿Ιησοῦ εἶπον· οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200812
DTEND;VALUE=DATE:20200813
SUMMARY:Μεθεόρτια τῆς Μεταμορφώσεως
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 12 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Μεθεόρτια τῆς Μεταμορφώσεως; Φώτιος καὶ Ἀνίκητος Μάρτυρες; Σέργιος\, Στέφανος καί Κάστωρ; Παλάμων; 12 Στρατιῶται μάρτυρες ἐκ Κρήτης\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 16:4-12\nἈδελφοί\, ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι\, σὺν ἐμοὶ πορεύσονται. Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς\, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι· πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ\, ἢ καὶ παραχειμάσω\, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. Οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν· ἐλπίζω δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς\, ἐὰν ὁ κύριος ἐπιτρέπῃ. Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς· θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής\, καὶ ἀντικείμενοι πολλοί. Ἐὰν δὲ ἔλθῃ Τιμόθεος\, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ ἐγώ. Μή τις οὖν αὐτὸν ἐξουθενήσῃ· προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ\, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ\, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ\, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 21:28-32\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· ἄνθρωπός τις εἶχε τέκνα δύο\, καὶ προσελθὼν τῷ πρώτῳ εἶπε· τέκνον\, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ\, κύριε· καὶ οὐκ ἀπῆλθε. τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ· ὁ πρῶτος. λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. ἦλθε γὰρ πρὸς ὑμᾶς ᾿Ιωάννης ἐν ὁδῷ δικαιοσύνης\, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200813
DTEND;VALUE=DATE:20200814
SUMMARY:Ἀπόδοσις Μεταμορφώσεως
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 13 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀπόδοσις Μεταμορφώσεως; Μαξίμος Ὁμολογητής; Σέργιος\, Στέφανος\, Κάστωρ\, καί Παλαμώνας; Δωρόθεος τῆς Γάζας; Τύχων του Ζαντόνσκ\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 1:1-7\nΠαῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος θεοῦ\, καὶ Τιμόθεος ὁ ἀδελφός\, τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ\, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως\, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν\, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει\, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ. ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς\, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. Εἴτε δὲ θλιβόμεθα\, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας\, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν· καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν· εἴτε παρακαλούμεθα\, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων\, οὕτως καὶ τῆς παρακλήσεως.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 21:43-46\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς· καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ\, λικμήσει αὐτόν. καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει· καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους\, ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200814
DTEND;VALUE=DATE:20200815
SUMMARY:Προεόρτια Κοιμήσεως τῆς Θεοτόκου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 14 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Προεόρτια Κοιμήσεως τῆς Θεοτόκου; Μιχαίας Προφήτης; Μάρτυρος Μαρκέλλου επισκόπου Απαμείας Συρίας; Νεομάρτυρος Συμεώνος του Τραπεζουντίου (+1653)\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 1:12-20\nἈδελφοί\, ἡ καύχησις ἡμῶν αὕτη ἐστίν\, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν\, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ θεοῦ\, οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλʼ ἐν χάριτι θεοῦ\, ἀνεστράφημεν ἐν τῷ κόσμῳ\, περισσοτέρως δὲ πρὸς ὑμᾶς. Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν\, ἀλλʼ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε\, ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε· καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους\, ὅτι καύχημα ὑμῶν ἐσμέν\, καθάπερ καὶ ὑμεῖς ἡμῶν\, ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου Ἰησοῦ. Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην ἐλθεῖν πρὸς ὑμᾶς τὸ πρότερον\, ἵνα δευτέραν χάριν ἔχῆτε· καὶ διʼ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν\, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς\, καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. Τοῦτο οὖν βουλευόμενος\, μή τι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; Ἢ ἃ βουλεύομαι\, κατὰ σάρκα βουλεύομαι\, ἵνα ᾖ παρʼ ἐμοὶ τὸ Ναὶ\, ναὶ καὶ τὸ Οὒ\, οὔ; Πιστὸς δὲ ὁ θεός\, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ οὔ. Ὁ γὰρ τοῦ θεοῦ υἱὸς Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν διʼ ἡμῶν κηρυχθείς\, διʼ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου\, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ\, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν. Ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ\, ἐν αὐτῷ τὸ Ναί\, καὶ ἐν αὐτῷ τὸ Ἀμήν\, τῷ θεῷ πρὸς δόξαν διʼ ἡμῶν. Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστόν\, καὶ χρίσας ἡμᾶς\, θεός\, ὁ καὶ σφραγισάμενος ἡμᾶς\, καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 22:23-33\nΤῷ καιρῷ ἐκείνῳ\, προσῆλθον τῷ Ἰησοῦ Σαδδουκαῖοι\, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν\, καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε\, Μωσῆς εἶπεν\, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα\, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. ἦσαν δὲ παρ' ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε\, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος\, ἕως τῶν ἑπτά. ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή. ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; πάντες γὰρ ἔσχον αὐτήν. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ· ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται\, ἀλλ' ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ εἰσι. περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος\, ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν\, ἀλλὰ ζώντων. καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200815
DTEND;VALUE=DATE:20200816
SUMMARY:Κοίμησις τῆς Ὑπεραγίας Θεοτόκου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 15 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Κοίμησις τῆς Ὑπεραγίας Θεοτόκου\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Λουκᾶν 1:39-49\, 56\nἘν ταῖς ἡμέρας ἐκείνας\, ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾿Ιούδα\, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. καὶ ἐγένετο ὡς ἤκουσεν ἡ ᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας\, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ῾Αγίου ἡ ᾿Ελισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου\, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου\, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. ῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Φιλιππησίους 2:5-11\nἈδελφοί\, τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων\, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα θεῷ\, ἀλλʼ ἑαυτὸν ἐκένωσεν\, μορφὴν δούλου λαβών\, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καί σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος\, ἐταπείνωσεν ἑαυτόν\, γενόμενος ὑπήκοος μέχρι θανάτου\, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν\, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων\, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστός\, εἰς δόξαν θεοῦ πατρός.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10:38-42\, 11:27-28\nΤῷ καιρῷ ἐκείνῳ\, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία\, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε\, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ᾿Ιησοῦς· Μάρθα Μάρθα\, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο\, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. ᾿Εγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200816
DTEND;VALUE=DATE:20200817
SUMMARY:Ι΄ Ματθαῖου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 16 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Ι΄ Ματθαῖου; Τῆς ἐξ Ἐδέσσης ἀνακομιδῆς τῆς ἀχειροποιήτου Εἰκόνος τοῦ Χριστοῦ; Διομήδης Μάρτυρος; Νικόδημος τοῦ Μετέωρα ; Τιμόθεος τοῦ Ευρίπου; Γεράσιμος τῆς Κεφαλληνίας; Μοναχός Πεντέλες; Μεθεόρτια τῆς Κοιμήσεως; Οἱ ἐν Μεγάροις ἀθλησάντων ἕξ Ἁγίων Μαρτύρων Δωροθέου\, Σαράντη\, Ἰακώβου\, Σεραφείμ\, Δημητρίου καί Βασιλείου; Νεομάρτυροι Μανουὴλ καὶ Ἰωάννης; Σταμάτιος ὁ Μάρτυρας; Ἀπόστολος ὁ Μάρτυρας ὁ Νέος\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 21:1-14\nΤῷ καιρῷ ἐκείνῳ\, ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ ᾿Ιησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. ἦσαν ὁμοῦ Σίμων Πέτρος\, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος\, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας\, καὶ οἱ τοῦ Ζεβεδαίου\, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. λέγει αὐτοῖς Σίμων Πέτρος· ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ· ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον εὐθύς\, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ ᾿Ιησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι ᾿Ιησοῦς ἐστι. λέγει οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· παιδία\, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· οὔ. ὁ δὲ εἶπεν αὐτοῖς· βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον\, καὶ εὑρήσετε. ἔβαλον οὖν\, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος\, ὃν ἠγάπα ὁ ᾿Ιησοῦς\, τῷ Πέτρῳ· ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι\, τὸν ἐπενδύτην διεζώσατο· ἦν γὰρ γυμνός· καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς\, ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων\, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν\, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς\, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτὸν σὺ τίς εἶ\, εἰδότες ὅτι ὁ Κύριός ἐστιν. ἔρχεται οὖν ὁ ᾿Ιησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς\, καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ ᾿Ιησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 4:9-16\nἈδελφοί\, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ\, καὶ ἀγγέλοις\, καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν\, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς\, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι\, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν\, καὶ διψῶμεν\, καὶ γυμνητεύομεν\, καὶ κολαφιζόμεθα\, καὶ ἀστατοῦμεν\, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν\, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα\, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ\, ἀλλʼ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς\, μιμηταί μου γίνεσθε.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 17:14-23\nΤῷ καιρῷ ἐκείνῳ\, ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων· Κύριε\, ἐλέησόν μου τὸν υἱόν\, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου\, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. καὶ ἐπετίμησεν αὐτῷ ὁ ᾿Ιησοῦς\, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Τότε προσελθόντες οἱ μαθηταὶ τῷ ᾿Ιησοῦ κατ᾿ ἰδίαν εἶπον· διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν\, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως\, ἐρεῖτε τῷ ὄρει τούτῳ\, μετάβηθι ἐντεῦθεν ἐκεῖ\, καὶ μεταβήσεται\, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. ᾿Αναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν\, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200817
DTEND;VALUE=DATE:20200818
SUMMARY:Μύρων Μάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 17 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Μύρων Μάρτυς; Στράτων\, Φίλιππος\, Εὐτυχιανός καὶ Κυπριανός; Μεθεόρτια τῆς Κοιμήσεως; Ὁσιομάρτυρος Δημήτριος ὁ νέος\, ὁ ἐκ Σαμαρίνης τῆς Ἠπείρου καταγομένου (1808); Παῦλος καὶ Ἰουλιανὴ οἱ Μάρτυρες καὶ οἱ σὺν αὐτῶν Μαρτυρήσαντες (δήμιοι)\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 2:3-15\nἈδελφοί\,ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστίν. Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων\, οὐχ ἵνα λυπηθῆτε\, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. Εἰ δέ τις λελύπηκεν\, οὐκ ἐμὲ λελύπηκεν\, ἀλλὰ ἀπὸ μέρους· ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς. Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων· ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι\, μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην. Εἰς τοῦτο γὰρ καὶ ἔγραψα\, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν\, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. ᾯ δέ τι χαρίζεσθε\, καὶ ἐγώ· καὶ γὰρ ἐγὼ εἴ τι κεχάρισμαι\, ᾧ κεχάρισμαι\, διʼ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ\, ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ\, καὶ θύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ\, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου\, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου· ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν. Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ\, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι διʼ ἡμῶν ἐν παντὶ τόπῳ. Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 23:13-22\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρῖμα. Οὐαὶ ὑμῖν\, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί\, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε\, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. Οὐαὶ ὑμῖν\, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί\, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον\, καὶ ὅταν γένηται\, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. Οὐαὶ ὑμῖν\, ὁδηγοὶ τυφλοί\, οἱ λέγοντες· ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ\, οὐδέν ἐστιν\, ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ\, ὀφείλει. μωροὶ καὶ τυφλοί! τίς γὰρ μείζων ἐστίν\, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν; καί· ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ\, οὐδέν ἐστιν\, ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ\, ὀφείλει. μωροὶ καὶ τυφλοί! τί γὰρ μεῖζον\, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι αὐτόν· καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200818
DTEND;VALUE=DATE:20200819
SUMMARY:Φλῶρος καὶ Λαῦρος\, Μάρτυρες
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 18 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Φλῶρος καὶ Λαῦρος\, Μάρτυρες; Ἕρμος; Λέοντος; Ἰωάννης καὶ Γεώργιος Πατριάρχοι Κωνσταντινουπόλεως; Ανακομιδή Λειψάνων Αγίου Αρσενίου; Μεθεόρτια τῆς Κοιμήσεως; Νεομάρτυρος Κωνσταντίνος ὁ ἐκ Καππούης; Νεομάρτυρος Ματθαίος ὁ ἐκ Γερακάρι\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 2:14-17\, 3:1-3\nἈδελφοί\, τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ\, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι διʼ ἡμῶν ἐν παντὶ τόπῳ. Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον\, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. Καὶ πρὸς ταῦτα τίς ἱκανός; Οὐ γάρ ἐσμεν ὡς οἱ λοιποί\, καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ· ἀλλʼ ὡς ἐξ εἰλικρινείας\, ἀλλʼ ὡς ἐκ θεοῦ\, κατενώπιον τοῦ θεοῦ\, ἐν Χριστῷ λαλοῦμεν. Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; Εἰ μὴ χρῄζομεν\, ὥς τινες\, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς\, ἢ ἐξ ὑμῶν συστατικῶν; Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστέ\, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν\, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφʼ ἡμῶν\, ἐγγεγραμμένη οὐ μέλανι\, ἀλλὰ πνεύματι θεοῦ ζῶντος\, οὐκ ἐν πλαξὶν λιθίναις\, ἀλλʼ ἐν πλαξὶν καρδίαις σαρκίναις.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 23:23-28\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Οὐαὶ ὑμῖν\, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί\, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον\, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου\, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι. ὁδηγοὶ τυφλοί\, οἱ διϋλίζοντες τὸν κώνωπα\, τὴν δὲ κάμηλον καταπίνοντες! Οὐαὶ ὑμῖν\, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί\, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος\, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας. Φαρισαῖε τυφλέ\, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος\, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν. Οὐαὶ ὑμῖν\, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί\, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις\, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι\, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200819
DTEND;VALUE=DATE:20200820
SUMMARY:Ἀνδρέας Στρατηλάτης\, Μεγαλομάρτυς
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 19 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀνδρέας Στρατηλάτης\, Μεγαλομάρτυς; Τιμόθεος\, Ἀγάπιος καὶ θέκλα; Θεοφάνης ὁ Νέος; Μεθεόρτια τῆς Κοιμήσεως; Εὐτυχιανὸς καὶ Στρατήγιος οἱ Μάρτυρες\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 3:4-11\nἈδελφοί\, πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν· οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφʼ ἑαυτῶν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν\, ἀλλʼ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ· ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης\, οὐ γράμματος\, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτένει\, τὸ δὲ πνεῦμα ζῳοποιεῖ. Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν\, ἐντετυπωμένη ἐν λίθοις\, ἐγενήθη ἐν δόξῃ\, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ\, τὴν καταργουμένην\, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα\, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ. Καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει\, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Εἰ γὰρ τὸ καταργούμενον\, διὰ δόξης\, πολλῷ μᾶλλον τὸ μένον\, ἐν δόξῃ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 23:29-39\nΕἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Οὐαὶ ὑμῖν\, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί\, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων\,καὶ λέγετε· εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν\, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. ὄφεις\, γεννήματα ἐχιδνῶν! πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; Διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς\, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε\, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν\, ὅπως ἔλθῃ ἐφ᾿ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος ῎Αβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου\, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. ἀμὴν λέγω ὑμῖν ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην. ῾Ιερουσαλὴμ ῾Ιερουσαλήμ\, ἡ ἀποκτέννουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν! ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας\, καὶ οὐκ ἠθελήσατε. ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. λέγω γὰρ ὑμῖν\, οὐ μή με ἴδητε ἀπ᾿ ἄρτι ἕως ἂν εἴπητε\, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200820
DTEND;VALUE=DATE:20200821
SUMMARY:Σαμουήλ Προφήτης
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 20 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Σαμουήλ Προφήτης; Λούκιος ὁ Βουλευτής; Μεθεόρτια τῆς Κοιμήσεως; Στέφανος\, πρώτος Βασιλεύς τῆς Οὑγγαρίας; Ἱερόθεος\, Ἐπίσκοπος τῆς Ὁυγαρρίας; Ὄσβιν ὁ Μάρτυρας ὁ Βασιλεύς\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 4:1-12\nἈδελφοί\, ἔχοντες τὴν διακονίαν ταύτην\, καθὼς ἠλεήθημεν\, οὐκ ἐκκακοῦμεν· ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης\, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ\, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ. Εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν\, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον· ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων\, εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ\, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ. Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν\, ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον· ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. Ὅτι ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι\, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν\, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ\, καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι\, ἀλλʼ οὐ στενοχωρούμενοι· ἀπορούμενοι\, ἀλλʼ οὐκ ἐξαπορούμενοι· διωκόμενοι\, ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι\, ἀλλʼ οὐκ ἀπολλύμενοι· πάντοτε τὴν νέκρωσιν τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν\, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται\, ἡ δὲ ζωὴ ἐν ὑμῖν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 24:13-28\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ δὲ ὑπομείνας εἰς τέλος\, οὗτος σωθήσεται. καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι\, καὶ τότε ἥξει τὸ τέλος. ῞Οταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Διανιὴλ τοῦ προφήτου ἑστὼς ἐν τόπῳ ἁγίῳ - ὁ ἀναγινώσκων νοείτω -τότε οἱ ἐν τῇ ᾿Ιουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη\,ὁ ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ\, καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ. οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ. ἔσται γὰρ τότε θλῖψις μεγάλη\, οἵα οὐ γέγονεν ἀπ᾿ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ᾿ οὐ μὴ γένηται. καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι\, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. τότε ἐάν τις ὑμῖν εἴπῃ\, ἰδοὺ ὧδε ὁ Χριστὸς ἢ ὧδε\, μὴ πιστεύσητε· ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα\, ὥστε πλανῆσαι\, εἰ δυνατόν\, καὶ τοὺς ἐκλεκτούς. ἰδοὺ προείρηκα ὑμῖν. ἐὰν οὖν εἴπωσιν ὑμῖν\, ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστί\, μὴ ἐξέλθητε\, ἰδοὺ ἐν τοῖς ταμείοις\, μὴ πιστεύσητε· ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν\, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· ὅπου γὰρ ἐὰν ᾖ τὸ πτῶμα\, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200821
DTEND;VALUE=DATE:20200822
SUMMARY:Θαδδαῖος ἐκ τῶν 70
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 21 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Θαδδαῖος ἐκ τῶν 70; Βάσσα καί τά τέκνα αὐτῆς; Μεθεόρτια τῆς Κοιμήσεως; Ἀθανάσιος ὁ Πατελάρος\, Πατριάρχης Κωνσταντινουπόλεως\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 4:13-18\nἈδελφοί\, ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως\, κατὰ τὸ γεγραμμένον\, Ἐπίστευσα\, διὸ ἐλάλησα\, καὶ ἡμεῖς πιστεύομεν\, διὸ καὶ λαλοῦμεν· εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ\, καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα διʼ ὑμᾶς\, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ. Διὸ οὐκ ἐκκακοῦμεν\, ἀλλʼ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται\, ἀλλʼ ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθʼ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν\, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα\, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα αἰώνια.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 3:13-21\nΤῷ καιρῷ ἐκείνῳ\, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ὄρος\, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός\, καὶ ἀπῆλθον πρὸς αὐτόν. καὶ ἐποίησε δώδεκα\, ἵνα ὦσι μετ᾿ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους καὶ ἐκβάλλειν τὰ δαιμόνια· καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι Πέτρον\, καὶ ᾿Ιάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν τοῦ ᾿Ιακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές\, ὅ ἐστιν υἱοὶ βροντῆς· καὶ ᾿Ανδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖον καὶ Θωμᾶν καὶ ᾿Ιάκωβον τὸν τοῦ ᾿Αλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Κανανίτην καὶ ᾿Ιούδαν ᾿Ισκαριώτην\, ὃς καὶ παρέδωκεν αὐτόν. Καὶ ἔρχονται εἰς οἶκον· καὶ συνέρχεται πάλιν ὄχλος\, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν. καὶ ἀκούσαντες οἱ παρ᾿ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι ἐξέστη.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200822
DTEND;VALUE=DATE:20200823
SUMMARY:Ἀγαθόνικος Μάρτυς σύν αὐτῶ
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 22 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀγαθόνικος Μάρτυς σύν αὐτῶ; Ανθοῦσα Μάρτυς ; Αθανασίου Επισκόπου; Μεθεόρτια τῆς Κοιμήσεως; Σύναξις Ὑπεραγίας Θεοτόκου ἐν τῷ Πυρσῷ τῆς Εὐρυτανίας\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 1:3-9\nἈδελφοί\, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε περὶ ὑμῶν\, ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ· ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ\, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει\, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν· ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι\, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ\, ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους\, ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Πιστὸς ὁ θεός\, διʼ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 19:3-12\nΤῷ καιρῷ ἐκείνῳ\, προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες αὐτῷ· εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας ἀπ᾿ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν\, ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ\, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; ὥστε οὐκέτι εἰσὶ δύο\, ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ Θεὸς συνέζευξεν\, ἄνθρωπος μὴ χωριζέτω. λέγουσιν αὐτῷ· τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν; λέγει αὐτοῖς· ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ᾿ ἀρχῆς δὲ οὐ γέγονεν οὕτω. λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην\, μοιχᾶται· καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται. λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός\, οὐ συμφέρει γαμῆσαι. ὁ δὲ εἶπεν αὐτοῖς· οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον\, ἀλλ᾿ οἷς δέδοται· εἰσὶ γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτω. καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων\, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200823
DTEND;VALUE=DATE:20200824
SUMMARY:ΙΑ΄ Ματθαῖου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 23 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: ΙΑ΄ Ματθαῖου; Απόδοσις Κοιμήσεως Θεοτόκου; Εἰρηναῖος\, Ἐπί. Λουγδούνου; Καλλινίκος\, πατριάρχης; Λούπου Μάρτυρος; Νικολάου τοῦ Σικελιώτου; 38 μάρτυρες τῆς Θράκης ; Εἰρηναῖος Ἐπίσκοπος Σιρμίου; Χαράλαμπος ὁ ἐν Καλυβιανῇ\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ἰωάννην 21:14-25\nΤῷ καιρῷ ἐκείνῳ\, ἐφανερώθη ὁ ᾿Ιησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν\, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων ᾿Ιωνᾶ\, ἀγαπᾷς με πλεῖον τούτων; λέγει αὐτῷ· ναί\, Κύριε\, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ᾿Ιωνᾶ\, ἀγαπᾷς με; λέγει αὐτῷ· ναί\, Κύριε\, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον· Σίμων ᾿Ιωνᾶ\, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον\, φιλεῖς με\, καὶ εἶπεν αὐτῷ· Κύριε\, σὺ πάντα οἶδας\, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· βόσκε τὰ πρόβατά μου. ἀμὴν ἀμὴν λέγω σοι\, ὅτε ἦς νεώτερος\, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς\, ἐκτενεῖς τὰς χεῖράς σου\, καὶ ἄλλος σε ζώσει\, καὶ οἴσει ὅπου οὐ θέλεις. τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· ἀκολούθει μοι. ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ ᾿Ιησοῦς ἀκολουθοῦντα\, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε\, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ ᾿Ιησοῦ· Κύριε\, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι\, τί πρὸς σέ; σὺ ἀκολούθει μοι. ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς ὅτι οὐκ ἀποθνήσκει\, ἀλλ᾽ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι\, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα\, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς\, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν\, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἀμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 9:2-12\nἈδελφοί\, ἡ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ. Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστίν. Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν\, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι\, καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου\, καὶ Κηφᾶς; Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα\, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Ἢ τίς ποιμαίνει ποίμνην\, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; Ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται\, Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ θεῷ; Ἢ διʼ ἡμᾶς πάντως λέγει; Διʼ ἡμᾶς γὰρ ἐγράφη\, ὅτι ἐπʼ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾷν\, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπʼ ἐλπίδι. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν\, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν\, οὐ μᾶλλον ἡμεῖς; Ἀλλʼ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ\, ἀλλὰ πάντα στέγομεν\, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 18:23-35\nΕἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ\, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε\, καὶ ἀποδοθῆναι. πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε\, μακροθύμησον ἐπ᾿ ἐμοὶ καὶ πάντα σοι ἀποδώσω. σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ\, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια\, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις. πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ᾿ ἐμοὶ καὶ ἀποδώσω σοι. ὁ δὲ οὐκ ἤθελεν\, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα\, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ\, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι\, ἐπεὶ παρεκάλεσάς με. οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου\, ὡς καὶ ἐγώ σε ἠλέησα; καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν\, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200824
DTEND;VALUE=DATE:20200825
SUMMARY:Εὐτυχής Ιερομάρτυρος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 24 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Εὐτυχής Ιερομάρτυρος; Κοσμᾶς ὁ Αἰτωλός; Ἀνακομιδή ἱερού λειψάνου του Διονυσίου επισκόπου Ἀιγίνης\, τοῦ ἐν Ζακύνθω ; Ἀνακομιδὴ Τιμίων Λειψάνων Πέτρου Μητροπολίτου Μόσχας\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 5:10-15\nἈδελφοί\, πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ\, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος\, πρὸς ἃ ἔπραξεν\, εἴτε ἀγαθόν\, εἴτε κακόν. Εἰδότες οὖν τὸν φόβον τοῦ κυρίου ἀνθρώπους πείθομεν\, θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. Οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν\, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν\, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ οὐ καρδίᾳ. Εἴτε γὰρ ἐξέστημεν\, θεῷ· εἴτε σωφρονοῦμεν\, ὑμῖν. Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς\, κρίναντας τοῦτο\, ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν\, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν\, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 1:9-15\nἘν ἐκείναις ταῖς ἡμέραις ἦλθεν ὁ ᾿Ιησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ ᾿Ιωάννου εἰς τὸν ᾿Ιορδάνην. καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡς περιστερὰν καταβαῖνον ἐπ᾿ αὐτόν· καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός\, ἐν σοὶ ηὐδόκησα. Καὶ εὐθέως τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον· καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ σατανᾶ\, καὶ ἦν μετὰ τῶν θηρίων\, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. Μετὰ δὲ τὸ παραδοθῆναι ᾿Ιωάννην ἦλθεν ὁ ᾿Ιησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦκαὶ λέγων ὅτι πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200825
DTEND;VALUE=DATE:20200826
SUMMARY:Βαρθολομαῖος Ἀπόστολος
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τρίτη\, 25 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Βαρθολομαῖος Ἀπόστολος; Τίτος ἐκ τῶν 70; Μηνάς\, Ἐπιφάνιος\, Γεννάδιος\, καί Ἰωάννης; Ἰωάννης τῆς Καρπαθίας; \n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Τίτον 1:1-5\, 2:15\, 3:1-2\, 12-15\nΠαῦλος\, δοῦλος θεοῦ\, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ\, κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατʼ εὐσέβειαν\, ἐπʼ ἐλπίδι ζωῆς αἰωνίου\, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων\, ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατʼ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ\, Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις\, ἔλεος\, εἰρήνη ἀπὸ θεοῦ πατρός\, καὶ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν. Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ\, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ\, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους\, ὡς ἐγώ σοι διεταξάμην.Ταῦτα λάλει\, καὶ παρακάλει\, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. Μηδείς σου περιφρονείτω. Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι\, πειθαρχεῖν\, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι\, μηδένα βλασφημεῖν\, ἀμάχους εἶναι\, ἐπιεικεῖς\, πᾶσαν ἐνδεικνυμένους πρᾳότητα πρὸς πάντας ἀνθρώπους. Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν\, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον\, ἵνα μηδὲν αὐτοῖς λείπῃ. Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας\, ἵνα μὴ ὦσιν ἄκαρποι. Ἀσπάζονταί σε οἱ μετʼ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 5:14-19\nΕἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον\, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν\, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων\, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι\, ἀλλὰ πληρῶσαι. ἀμὴν γὰρ λέγω ὑμῖν\, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ\, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους\, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ\, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200826
DTEND;VALUE=DATE:20200827
SUMMARY:Ἀδριανὸς καὶ Ναταλία\, Μάρτυρες
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Τετάρτη\, 26 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀδριανὸς καὶ Ναταλία\, Μάρτυρες; Ἰωσὴφ Ὅσιος; Θεοτόκος του Βλαντιμίρ\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 6:9-12\nἈδελφοί\, πεπείσμεθα δὲ περὶ ὑμῶν\, ἀγαπητοί\, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας\, εἰ καὶ οὕτως λαλοῦμεν· οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν\, καὶ τοῦ κόπου τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ\, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες. Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους· ἵνα μὴ νωθροὶ γένησθε\, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 1:23-28\nΤῷ καιρῷ ἐκείνῳ\, ἄνθρωπος τις ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ\, καὶ ἀνέκραξελέγων· ἔα\, τί ἡμῖν καὶ σοί\, ᾿Ιησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ\, ὁ ἅγιος τοῦ Θεοῦ. καὶ ἐπετίμησεν αὐτῷ ὁ ᾿Ιησοῦς λέγων· φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ κράξαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. καὶ ἐθαμβήθησαν πάντες\, ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας· τί ἐστι τοῦτο; τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη\, ὅτι κατ᾿ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει\, καὶ ὑπακούουσιν αὐτῷ; καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200827
DTEND;VALUE=DATE:20200828
SUMMARY:Ποιμήν ὁ Μέγας
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Πέμπτη\, 27 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Ποιμήν ὁ Μέγας; Φανούριος Μεγαλομάρτυς; Μάρτυρος Ανθούσης τῆς νέας ; Ποιμήν τῆς Παλαιστίνης; Ὅσισος ὁ Ὀμολογητής; Λιβέριος πάπα Ρώμης\, ὁ Ὀμολογητής; Ἀγία Μόνικα\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 7:1-10\nἈδελφοί\, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος\, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ. Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν\, οὐδένα ἐφθείραμεν\, οὐδένα ἐπλεονεκτήσαμεν. Οὐ πρὸς κατάκρισιν λέγω· προείρηκα γάρ\, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστὲ εἰς τὸ συναποθανεῖν καὶ συζῇν. Πολλή μοι παρρησία πρὸς ὑμᾶς\, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει\, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν\, ἀλλʼ ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι\, ἔσωθεν φόβοι. Ἀλλʼ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς\, ὁ θεός\, ἐν τῇ παρουσίᾳ Τίτου· οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ\, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφʼ ὑμῖν\, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν\, τὸν ὑμῶν ὀδυρμόν\, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ\, ὥστε με μᾶλλον χαρῆναι. Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ\, οὐ μεταμέλομαι\, εἰ καὶ μετεμελόμην· βλέπω γὰρ ὅτι ἡ ἐπιστολὴ ἐκείνη\, εἰ καὶ πρὸς ὥραν\, ἐλύπησεν ὑμᾶς. Νῦν χαίρω\, οὐχ ὅτι ἐλυπήθητε\, ἀλλʼ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ θεόν\, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. Ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 1:29-35\nΤῷ καιρῷ ἐκείνῳ\, ἦλθον ὁ Ἰησοῦς τὴν οἰκίαν Σίμωνος καὶ ᾿Ανδρέου μετὰ ᾿Ιακώβου καὶ ᾿Ιωάννου. ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα. καὶ εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς. καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρὸς αὐτῆς\, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς εὐθέως\, καὶ διηκόνει αὐτοῖς. ᾿Οψίας δὲ γενομένης\, ὅτε ἔδυ ὁ ἥλιος\, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους. καὶ ἦν ἡ πόλις ὅλη ἐπισυνηγμένη πρὸς τὴν θύραν· καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις\, καὶ δαιμόνια πολλὰ ἐξέβαλε\, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια\, ὅτι ᾔδεισαν αὐτὸν Χριστὸν εἶναι. Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθε καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον\, κἀκεῖ προσηύχετο.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200828
DTEND;VALUE=DATE:20200829
SUMMARY:Μωϋσῆς Αἰθίοπας
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Παρασκευή\, 28 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Μωϋσῆς Αἰθίοπας; Διομήδης καὶ Λαυρέντιος; 33 Μάρτυρες τῆς Νικομηδείας ; Ιώβ του Ποτσαέφ; Σύναξις των Πατέρων των εν Κιέβ\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους β' 7:10-16\nἈδελφοί\, ἡ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται. Ἰδοὺ γάρ\, αὐτὸ τοῦτο\, τὸ κατὰ θεὸν λυπηθῆναι ὑμᾶς\, πόσην κατειργάσατο ὑμῖν σπουδήν\, ἀλλὰ ἀπολογίαν\, ἀλλὰ ἀγανάκτησιν\, ἀλλὰ φόβον\, ἀλλὰ ἐπιπόθησιν\, ἀλλὰ ζῆλον\, ἀλλὰ ἐκδίκησιν. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν\, οὐχ εἵνεκεν τοῦ ἀδικήσαντος\, οὐδὲ εἵνεκεν τοῦ ἀδικηθέντος\, ἀλλʼ εἵνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ θεοῦ. Διὰ τοῦτο παρακεκλήμεθα. Ἐπὶ δὲ τῇ παρακλήσει ὑμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου\, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν. Ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι\, οὐ κατῃσχύνθην· ἀλλʼ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν\, οὕτως καὶ ἡ καύχησις ἡμῶν ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη. Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστίν\, ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπακοήν\, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. Χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 2:18-22\nΤῷ καιρῷ ἐκείνῳ\, ἦσαν οἱ μαθηταὶ ᾿Ιωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· διατὶ οἱ μαθηταὶ ᾿Ιωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν\, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι; καὶ εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος\, ἐν ᾧ ὁ νυμφίος μετ᾿ αὐτῶν ἐστι\, νηστεύειν; ὅσον χρόνον μεθ᾿ ἑαυτῶν ἔχουσι τὸν νυμφίον\, οὐ δύνανται νηστεύειν. ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος\, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μήγε\, αἴρει τὸ πλήρωμα αὐτοῦ\, τὸ καινὸν τοῦ παλαιοῦ\, καὶ χεῖρον σχίσμα γίνεται. καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή\, ῥήσσει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς\, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200829
DTEND;VALUE=DATE:20200830
SUMMARY:Ἀποτομή Κεφαλῆς Προδρόμου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Σάββατο\, 29 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Ἀποτομή Κεφαλῆς Προδρόμου; Θεοδώρα ἡ ἑν Θεσσαλονίκῃ; Ἀναστάσιος τῆς Βουλγαρίας\n\nΑυστηρή Νηστεία\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ματθαῖον 14:1-13\nΤῷ καιρῷ ἐκείνῳ\, ἤκουσεν ῾Ηρῴδης ὁ τετράρχης τὴν ἀκοὴν ᾿Ιησοῦ. καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· οὗτός ἐστιν ᾿Ιωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν\, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. ὁ γὰρ ῾Ηρῴδης κρατήσας τὸν ᾿Ιωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ διὰ ῾Ηρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. ἔλεγε γὰρ αὐτῷ ὁ ᾿Ιωάννης· οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον\, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. γενεσίων δὲ ἀγομένων τοῦ ῾Ηρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς ῾Ηρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσε τῷ ῾Ηρῴδη· ὅθεν μεθ᾿ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. ἡ δέ\, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς\, δός μοι\, φησίν\, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν ᾿Ιωάννου τοῦ βαπτιστοῦ. καὶ ἐλυπήθη ὁ βασιλεύς\, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι\, καὶ πέμψας ἀπεκεφάλισε τὸν ᾿Ιωάννην ἐν τῇ φυλακῇ. καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ\, καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν αὐτό\, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ ᾿Ιησοῦ. ᾿Ακούσας δὲ ὁ ᾿Ιησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾿ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πράξεις Ἀποστόλων 13:25-33\nἘν ταῖς ἡμεραῖς ἐκείναις\, ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον\, ἔλεγεν\, Τίνα με ὑπονοεῖτε εἶναι; Οὐκ εἰμὶ ἐγώ. Ἀλλʼ ἰδού\, ἔρχεται μετʼ ἐμέ\, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. Ἄνδρες ἀδελφοί\, υἱοὶ γένους Ἀβραάμ\, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν\, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη. Οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν\, τοῦτον ἀγνοήσαντες\, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας\, κρίναντες ἐπλήρωσαν. Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες\, ᾐτήσαντο Πιλάτον ἀναιρεθῆναι αὐτόν. Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα\, καθελόντες ἀπὸ τοῦ ξύλου\, ἔθηκαν εἰς μνημεῖον. Ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ\, οἵτινές εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην\, ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις αὐτῶν ἡμῖν\, ἀναστήσας Ἰησοῦν.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Μᾶρκον 6:14-30\nΤῷ καιρῷ ἐκείνῳ\, ἤκουσεν ὁ βασιλεὺς ῾Ηρῴδης· φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ· καὶ ἔλεγεν ὅτι ᾿Ιωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη\, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. ἄλλοι ἔλεγον ὅτι ᾿Ηλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστὶν ὡς εἷς τῶν προφητῶν. ἀκούσας δὲ ὁ ῾Ηρῴδης εἶπεν ὅτι ὃν ἐγὼ ἀπεκεφάλισα ᾿Ιωάννην\, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν. αὐτὸς γὰρ ὁ ῾Ηρῴδης ἀποστείλας ἐκράτησε τὸν ᾿Ιωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ ῾Ηρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ\, ὅτι αὐτὴν ἐγάμησεν. ἔλεγε γὰρ ὁ ᾿Ιωάννης τῷ ῾Ηρῴδῃ ὅτι οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. ἡ δὲ ῾Ηρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι\, καὶ οὐκ ἠδύνατο. ὁ γὰρ ῾Ηρῴδης ἐφοβεῖτο τὸν ᾿Ιωάννην\, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον\, καὶ συνετήρει αὐτόν\, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἐποίει καὶ ἡδέως αὐτοῦ ἤκουε. καὶ γενομένης ἡμέρας εὐκαίρου\, ὅτε ῾Ηρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας\, καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς ῾Ηρῳδιάδος καὶ ὀρχησαμένης καὶ ἀρεσάσης τῷ ῾Ηρῴδῃ καὶ τοῖς συνανακειμένοις\, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· αἴτησόν με ὃ ἐὰν θέλῃς\, καὶ δώσω σοι. καὶ ὤμοσεν αὐτῇ ὅτι ὃ ἐάν με αἰτήσῃς δώσω σοι\, ἕως ἡμίσους τῆς βασιλείας μου. ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς· τί αἰτήσομαι; ἡ δὲ εἶπε· τὴν κεφαλὴν ᾿Ιωάννου τοῦ βαπτιστοῦ. καὶ εἰσελθοῦσα εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· θέλω ἵνα μοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν ᾿Ιωάννου τοῦ βαπτιστοῦ. καὶ περίλυπος γενόμενος ὁ βασιλεύς\, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ\, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ\, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ\, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200830
DTEND;VALUE=DATE:20200831
SUMMARY:ΙΒ΄ Ματθαῖου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Κυριακή\, 30 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: ΙΒ΄ Ματθαῖου; Ἀπόδοσις τῆς ἑορτῆς τῆς τιμίας Κεφαλῆς τοῦ Προδρόμου; Ἀλέξανδρος\, Παῦλος\, Ἰωάννης Πατριάρχοι Κωνστ.; Φάντινος τῆς Καλαβρίας; 16 οσιομάρτυρες τῆς Θήβας; 6 μάρτυρες τῆς Μελιτηνής; Σύναξις των Ιεραρχών Σερβίας; Νεομάρτυρες Σερβίας; Φιάκρε ὁ Ἑρμίτης\n\nἈνάγνωσις Εὐαγγελίου Ὄρθρου: Κατὰ Ματθαῖον 28:16-20\nΟἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν\, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ ᾿Ιησοῦς. καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ\, οἱ δὲ ἐδίστασαν. καὶ προσελθὼν ὁ ᾿Ιησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη\, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος\, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. ἀμήν.\n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Κορινθίους α' 15:1-11\nἈδελφοί\, γνωρίζω δὲ ὑμῖν\, ἀδελφοί\, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν\, ὃ καὶ παρελάβετε\, ἐν ᾧ καὶ ἑστήκατε\, διʼ οὗ καὶ σῴζεσθε· τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν\, εἰ κατέχετε\, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις\, ὃ καὶ παρέλαβον\, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς. καὶ ὅτι ἐτάφη· καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς· καὶ ὅτι ὤφθη Κηφᾷ\, εἶτα τοῖς δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ\, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι\, τινὲς δὲ καὶ ἐκοιμήθησαν· ἔπειτα ὤφθη Ἰακώβῳ\, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· ἔσχατον δὲ πάντων\, ὡσπερεὶ τῷ ἐκτρώματι\, ὤφθη κἀμοί. Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων\, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος\, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ. Χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι\, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη\, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα\, οὐκ ἐγὼ δέ\, ἀλλʼ ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί. Εἴτε οὖν ἐγώ\, εἴτε ἐκεῖνοι\, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Ματθαῖον 19:16-26\nΤῷ καιρῷ ἐκείνῳ\, νεανίσκος τις προσῆλθε τῷ Ἰησοῦ\, γονυπετῶν αὐτόν\, καὶ λέγων· Διδάσκαλε ἀγαθέ\, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; ‘O δὲ εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν\, τήρησον τὰς ἐντολάς. λέγει αὐτῷ· ποίας; ὁ δὲ ᾿Ιησοῦς εἶπε· τὸ οὐ φονεύσεις\, οὐ μοιχεύσεις\, οὐ κλέψεις\, οὐ ψευδομαρτυρήσεις\, τίμα τὸν πατέρα καὶ τὴν μητέρα\, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. λέγει αὐτῷ ὁ νεανίσκος· πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; ἔφη αὐτῷ ὁ ῾Ιησοῦς· εἰ θέλεις τέλειος εἶναι\, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς\, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ\, καὶ δεῦρο ἀκολούθει μοι. ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. ῾Ο δὲ ᾿Ιησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. πάλιν δὲ λέγω ὑμῖν\, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· τίς ἄρα δύναται σωθῆναι; ἐμβλέψας δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι\, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.\n\n
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20200831
DTEND;VALUE=DATE:20200901
SUMMARY:Κατάθεσις Ζώνης Θεοτόκου
DESCRIPTION:Ἅγιοι\, ἑορταί\, καὶ Ἀναγνώσεις - Δευτέρα\, 31 Αυγούστου 2020\n\nἍγιοι καὶ ἑορταί: Κατάθεσις Ζώνης Θεοτόκου; Κυπριανός Καρχηδόνος; Γεννάδιος Β΄ του Σχολάριος\, πατριαρχής τῆς Κων/πόλεως; Ἔϊνταν Ἐπίσκοπος τοῦ Λιντισφάρν; ; \n\nἈνάγνωσις Ἐπιστολῆς: Πρὸς Ἑβραίους 9:1-7\nἈδελφοί\, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας\, τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη\, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων\, ἥτις λέγεται ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων\, χρυσοῦν ἔχουσα θυμιατήριον\, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ\, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα\, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα\, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτως κατεσκευασμένων\, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς\, τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς\, οὐ χωρὶς αἵματος\, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων·\n\nἈνάγνωσις Εὐαγγελίου: Κατὰ Λουκᾶν 10:38-42\, 11:27-28\nΤῷ καιρῷ ἐκείνῳ\, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία\, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε\, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ᾿Ιησοῦς· Μάρθα Μάρθα\, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο\, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. ᾿Εγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.\n\n
END:VEVENT
END:VCALENDAR