Liturgical Texts of the Orthodox Church

Ελληνικά English

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

ΨΑΛΛΟΜΕΝΟΣ ΕΙΣ ΑΠΕΙΛΗΝ ΛΟΙΜΙΚΗΣ ΑΣΘΕΝΕΙΑΣ

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου.

Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμὸς 142

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Ὁ Χορός: Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁ ἰατρὸς τῶν χαλεπῶς ἀσθενούντων, καὶ ἀντιλήπτωρ τῶν εἰς σὲ ἐλπιζόντων, ὁ πάντας θέλων Κύριε, σωθῆναι τοὺς βροτούς, ἐφ᾿  ἡμᾶς ἐπίβλεψον, ἀπὸ θρόνου σου δόξης, καὶ κραυγῆς ἐπάκουσον, ἐκ βαθέων βοώσης· Ἐκ τοῦ λοιμοῦ ἀπάλλαξον ἡμᾶς τῆς ἀπειλῆς ὡς Θεὸς πολυεύσπλαγχνος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.  Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Ἀλλὰ καὶ νῦν προνοίᾳ σου ἡμᾶς, τοῦ ἐπελθόντος λοιμοῦ διαφύλαξον.

Ὁ Ἀναγνώστης:

Ὁ Ν´ (50ὸς Ψαλμός)

Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Ἱκετήριος Κανών

οὗ ἡ Ἀκροστιχὶς ἐν τῷ
δ´ Τροπαρίῳ ἑκάστης Ὠιδῆς·
«Κυρίλλου».

Ὁ Χορός:

Ὠιδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον τοὺς δούλους σου.

Τριὰς Παναγία ὁ εἷς Θεός, τὴν σὴν εὐσπλαγχνίαν, ἡμῖν δεῖξον τοῖς ταπεινοῖς, καὶ παῦσον λοιμοῦ θανατηφόρου, τὴν ἐπελθοῦσαν πολύπονον μάστιγα.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον τοὺς δούλους σου.

Λοιμοῦ ἐνεστῶτος ἐπιδρομή, συνέχει οἰκτίρμων, τὰς καρδίας πάντων ἡμῶν· πρόφθασον καὶ σῶσον τὸν λαόν σου, τὸν εἰς σὲ μόνον ἐλπίζοντα, Κύριε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Εὐχαῖς Ἀποστόλων καὶ Προφητῶν, Μαρτύρων, Ὁσίων, θεοφόρων Ἱεραρχῶν, ἵλαθι οἰκτῖρμον τοῦ λαοῦ σου, καὶ ἐκ λοιμοῦ τοῦ κινδύνου διάσωσον.

Θεοτοκίον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κυρία Παρθένε μῆτερ Θεοῦ, τῶν ἀπεγνωσμένων, γλυκυτάτη καταφυγή, ἡμᾶς ἐν λοιμοῦ τοῦ ἐνεστῶτος, τῇ περιστάσει χορήγει παράκλησιν.

Ὠιδὴ γ´. Οὐρανίας ἀψῖδος.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον τοὺς δούλους σου.

Στεναγμοὺς τῆς καρδίας, σῶν οἰκετῶν ἄκουσον, σπλάγχνοις ἐν πολλῶν οἰκτιρμῶν σου, εὔσπλαγχνε Κύριε, καὶ ἀποσόβησον, τῆς λοιμικῆς ἀῤῥωστίας, τάχιστα τὸν κίνδυνον, ἀπὸ τῶν τέκνων σου.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον τοὺς δούλους σου.

Ὦ Τριὰς Παναγία! ὦ ἀγαθὲ Κύριε! σὲ γονυπετοῦντες ἐν πίστει, καθικετεύομεν· Δεῦρο ἐλέησον, τὰ πλάσματά σου οἰκτῖρμον, καὶ λοιμοῦ ἀπάλλαξον,  λύμης καὶ θλίψεως.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Τὴν ταπείνωσιν ἴδε, σῶν οἰκετῶν Δέσποτα· ἄφες τὰς πολλὰς ἁμαρτίας, ἡμῶν δεόμεθα, καὶ ῥῦσαι Δέσποτα, ἐκ τῆς παρούσης ἀνάγκης, γένος τὸ ἀνθρώπινον, ὡς πολυεύσπλαγχνος.

Θεοτοκίον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὑπερύμνητε κόρη, ἡ τὸν Θεὸν τέξασα, τὸν τὰς ἀσθενείας καὶ νόσους, βροτῶν βαστάσαντα, ἀτρώτους φύλαττε, ἐκ λοιμοφόρου ἀνάγκης, τοὺς πιστοὺς ἱκέτας σου, τῇ προμηθείᾳ σου.

Διάσωσον Τριὰς Ἁγία, ὁ Κύριος τοῦ ἐλέους, ἀπὸ λοιμοῦ τῆς ἀνάγκης καὶ θλίψεως, οὓς φιλανθρώπως σωθῆναι θέλεις ἀνθρώπους.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις παρὰ τοῦ Ἱερέως.

Ὁ Ἱερεύς: Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ Χορός: Κύριε ἐλέησον (γ´)

Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.

Ὁ Χορός: Κύριε ἐλέησον (γ´)

Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ὁ Χορός: Κύριε ἐλέησον (γ´)

Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, [ὀνόματα] καὶ πάντων τῶν ὑπὸ τῆς λοιμικῆς νόσου ταλαιπωρουμένων, ὑπὲρ ὑγείας καὶ ἰάσεως αὐτῶν, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὁ Χορός: Κύριε ἐλέησον (γ´)

Ὁ Ἱερεύς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.

Ὁ Χορός: Ἀμήν.

Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.

Ἁγία Τριάς, ὁ εἷς Θεὸς καὶ Κύριος, τῆς βροτολοιγοῦς, ἐπιδραμούσης θλίψεως, τὸν λαόν σου λύτρωσαι, τὴν ὑγείαν πᾶσι δωρούμενος· τοῦ σοῦ ἐλέους πλήρης γὰρ ἡ γῆ, καὶ σὲ προσκυνοῦμεν παντοδύναμε.

Ὠιδὴ δ´. Εἰσακήκοα Κύριε.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον τοὺς δούλους σου.

Ἀνεξάντλητον πέλαγος, οἰκτιρμῶν ὑπάρχων εὔσπλαγχνε Κύριε, μὴ ἐάσῃς ἀπολλύμενον, λοιμικῆς ἐκ νόσου τὸ ἀνθρώπινον.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον τοὺς δούλους σου.

Σοὶ δακρύοντες λέγομεν· Ἐπὶ τὸν λαόν σου σῶτερ σπλαγχνίσθητι, καὶ τῆς νόσου τὴν κατήφειαν, εἰς χαρὰν τελείαν μεταποίησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Φιλανθρώπως οἰκτείρησον· τῆς φωνῆς ἐπάκουσον ἡμῶν Δέσποτα, καὶ διάσωσον ὡς εὔσπλαγχνος, ἀπὸ τῆς εὑρούσης ἡμᾶς θλίψεως.

Θεοτοκίον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ῥῶσιν δίδου καὶ δύναμιν, ἐν τῇ ἐνεστώσῃ ἀνάγκῃ ἅπασι, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, Θεοτόκε κόρη ἀειπάρθενε.

Ὠιδὴ ε´. Φώτισον ἡμᾶς.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον τοὺς δούλους σου.

Ἄλλον σου Θεόν, οὐ γινώσκομεν καὶ Κύριον· σοῦ δεόμεθα ἀφάνισον ταχύ, ἀσθενείας τὴν φορὰν ὡς πολυέλεος.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον τοὺς δούλους σου.

Σκέπασον ἡμᾶς, ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, παντοδύναμε καὶ πλήθει οἰκτιρμῶν, ἐν ὑγείᾳ τὴν ζωὴν ἡμῶν συντήρησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Δίκαιος εἶ σύ, καὶ δικαία εἶ ἡ κρίσις σου· Ἀλλὰ πρόφθασον φιλάνθρωπε ἡμᾶς, τῆς φονίου ἀσθενείας ἐξαιρούμενος.

Θεοτοκίον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἴδε συμπαθῶς, ἐφ᾽ ἡμᾶς Παρθένε ἀχραντε, καὶ λοιμοῦ τῆς ἐπελθούσης ἀπειλῆς, ἀνωτέραν τὴν ζωὴν ἡμῶν συντήρησον.

Ὠιδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον τοὺς δούλους σου.

Ἀσθένειαν τὴν ἡμῶν φιλάνθρωπε, ὁ φορέσας δι᾿ ἀφάτου ἀγάπης, τῆς συνεχούσης ἡμᾶς ἀνυποίστως, ἐκ τῆς τοῦ λοιμοῦ χαλεποῦς ἀπογνώσεως, ἀπάλλαξον ὡς ἀγαθός, παρορῶν τὰ ἡμῶν ἁμαρτήματα.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον τοὺς δούλους σου.

Θαυμάσια ὁ ποιῶν καὶ τέρατα, ἀριθμὸς ὧν οὐχ ὑπάρχει οἰκτίρμων, τῆς ἐπελθούσης δεινῆς ἀσθενείας, τὴν τρικυμίαν ἐν τάχει κατάπαυσον, καὶ εἰς λιμένα γαληνόν, τῆς ὑγείας ἡμᾶς ἐγκαθόρμισον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Βαλλόμενοι ἀπειλῇ φιλάνθρωπε, τοῦ θανάτου ἐκ λοιμοῦ πανωλέθρου, σοὶ καταφεύγομεν αἴροντες χεῖρας ἱκετηρίους καὶ κλαίοντες κράζομεν· Ἀπολλυμένους νῦν ἡμᾶς, ἐπιστάτα οἰκτῖρμον βοήθησον.

Θεοτοκίον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λαῷ σου, τῷ εὐσεβῶς δοξάζοντι, τὸν ἐκ σοῦ ἀνερμηνεύτως τεχθέντα, τῇ μητρικῇ σου στοργῇ καὶ ἀγάπῃ, Θεοκυῆτορ ἀπέργασαι ἵλεων, ἵνα λυτρώσηται αὐτός, ἐκ λοιμοῦ τοὺς δι᾿ οὓς ἐνηνθρώπησεν.

Διάσωσον Τριὰς Ἁγία, ὁ Κύριος τοῦ ἐλέους, ἀπὸ λοιμοῦ τῆς ἀνάγκης καὶ θλίψεως, οὓς φιλανθρώπως σωθῆναι θέλεις ἀνθρώπους.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις παρὰ τοῦ Ἱερέως.

Ὁ Ἱερεύς: Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ Χορός: Κύριε ἐλέησον (γ´)

Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.

Ὁ Χορός: Κύριε ἐλέησον (γ´)

Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ὁ Χορός: Κύριε ἐλέησον (γ´)

Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, [ὀνόματα] καὶ πάντων τῶν ὑπὸ τῆς λοιμικῆς νόσου ταλαιπωρουμένων, ὑπὲρ ὑγείας καὶ ἰάσεως αὐτῶν, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὁ Χορός: Κύριε ἐλέησον (γ´)

Ὁ Ἱερεύς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.

Ὁ Χορός: Ἀμήν.

Κάθισμα. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.

Φιλανθρωπίας σου δεῖξον τὴν ἄβυσσον, ἐπὶ πολὺ παντοδύναμε Κύριε· ἐλέησον, σῶσον, οἰκτείρησον, καὶ τοῦ λοιμοῦ τὸν λαόν σου ἀπάλλαξον, ἱκέσιον ὕμνον σοι ᾄδοντα.

Προκείμενον. Ἦχος δ´.

Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. (2)

Στίχ. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.

Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.

ΤΟ ΕΥΑΓΓΕΛΙΟΝ

Ὁ Ἱερεύς: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Ὁ Χορός: Κύριε ἐλέησον (γ´)

Ὁ Ἱερεύς: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

Ὁ Χορός: Καὶ τῷ πνεύματί σου.

Ὁ Ἱερεύς: Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.  Πρόσχωμεν.

Ὁ Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Ἱερεύς: Τῷ καιρῷ ἐκείνῳ, καταβάντι τῷ Ἰησοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. Καὶ ἰδοὺ λεπρὸς ἐλθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ὁ Ἰησοῦς, λέγων· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσήνεγκε τὸ δῶρον ὃ προσέταξε Μωσῆς εἰς μαρτύριον αὐτοῖς.

Ὁ Χορός:

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Δέσποτα Φιλάνθρωπε, ὁ πάντας θέλων σωθῆναι, ὁ μὴ θέλων θάνατον, καὶ ζωῆς τὸ πλήρωμα χαριζόμενος, σὲ παροργίζομεν, ἀλλὰ σὲ καὶ μόνον, οἱ ταλαίπωροι λατρεύομεν· εἰς σὲ ἐλπίζομεν, πλήν σου προστασίαν οὐκ ἔχομεν· διό σοι καταφεύγομεν, καὶ ἐν μετανοίᾳ κραυγάζομεν· Τοῖς ἐν ἁμαρτίαις, ἱλάσθητι φιλάνθρωπε ἡμῖν, καὶ ἀσθενείας τῆς λαίλαπος, τὸν λαόν σου λύτρωσαι.

Ὁ Ἱερεύς: Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπισκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, Πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος Ἐπισκόπου Τριμυθοῦντος, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων Μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου· Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν Ἁγίων καὶ Δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ Ἁγίου τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων. Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

Ὁ Χορός: Κύριε, ἐλέησον. (ιβ´)

Ὁ Ἱερεύς: Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾽ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.

Ὁ Χορός: Ἀμήν.

Ὠιδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον τοὺς δούλους σου.

Ἐπὶ σοὶ τῷ Κυρίῳ, τῷ ζωὴν χορηγοῦντι, ἡμεῖς ἐλπίζομεν· ἐκ ταύτης ἡμᾶς σῶσον, τῆς λοιμικῆς ἀνάγκης, τῷ ἐλέει σου κράζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον τοὺς δούλους σου.

Θαυμαστὰ καὶ μεγάλα, ὑπὲρ γένους ἀνθρώπων, ὁ ἐργαζόμενος, φιλάνθρωπε ἐκ λύμης, λοιμοῦ τοῦ ἐνεστῶτος, ἡμᾶς ῥῦσαι τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἐν ὀδύνῃ μεγίστῃ, οἱ λοιμῷ βαρυτάτῳ, ἐπαπειλούμενοι, ἐλέησον βοῶμεν, καὶ σῶσον ζωοδότα, τὸν λαόν σου κραυγάζοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λυτρωτὴν τοῖς ἀνθρώποις, ἡ ἀφράστως τεκοῦσα, Παρθένε ἄχραντε, λοιμοῦ ἐπιδραμόντος, σφοδρῶς τῇ οἰκουμένῃ, τὴν ὁρμὴν ἀναχαίτισον, καὶ δὸς γαλήνην ἡμῖν, χάριτι μητρικῇ σου.

Ὠιδὴ η´. Τὸν Βασιλέα.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον τοὺς δούλους σου.

Οἱ πεποιθότες, ἐπὶ σὲ μόνε οἰκτῖρμον, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν· Ῥῦσαι ἡμᾶς Σῶτερ, ἐκ τοῦ λοιμοῦ τῆς βλάβης.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον τοὺς δούλους σου.

Ἀνάστα, σῶσον, τῆς ἐνεστώσης ἀνάγκης, τὸ ἀνθρώπινον· ἐλπὶς γὰρ σὺ εἶ μόνη, τῶν ἐν νόσῳ Σῶτερ, δεινῶς χειμαζομένων.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Τὰς ἁμαρτίας, ἄφες ἡμῖν ζωοδότα· ἐπικάμφθητι ἡμῶν τῇ ταπεινώσει, καὶ δὸς τῷ λαῷ σου, ἀσφάλειαν ὑγείας.

Θεοτοκίον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὅρμος γαλήνης, ἐν τρικυμίᾳ τῆς νόσου, τῆς εὑρούσης ἡμᾶς σφόδρα Θεομῆτορ, ἡ χάρις γενέσθω, τῆς θείας σου πρεσβείας.

Ὠιδὴ θ’. Κυρίως Θεοτόκον.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον τοὺς δούλους σου.

Ἐν τῷ ἐπικαλεῖσθαι, εἰσάκουσον Σῶτερ, τῶν οἰκετῶν σου ἐν θλίψει βοώντων σοι, καὶ ἐξελοῦ ἐκ κινδύνου, ἡμᾶς λοιμώξεως.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον τοὺς δούλους σου.

Τῆς σῆς φιλανθρωπίας, τὴν ἄβυσσον δεῖξον, καὶ τὰ ἐλέη σου Σῶτερ θαυμάστωσον, ἐξ ἀσθενείας λοιμώδους, ἡμᾶς ῥυόμενος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Πρεσβείαις Χαραλάμπους, τοῦ Ἱεροάθλου, τῆς λοιμικῆς ἡμᾶς νόσου ἀπάλλαξον, ἵνα δοξάζωμεν Σῶτερ, τὸ θεῖον κράτος σου.

Θεοτοκίον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὑπέραγνε Μαρία, κεχαριτωμένη, ἡ τῶν ἀνθρώπων ἑτοίμη βοήθεια, τοῖς ἀσθενοῦσι τελείαν, τὴν ῥῶσιν δώρισον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.

Δέσποτα οἰκτῖρμον ὁ ἰατρὸς ψυχῶν καὶ σωμάτων, σοῦ δεόμεθα ἐκτενῶς· Ἄνες, ἄφες Σῶτερ, ἡμῶν τὰς ἁμαρτίας, καὶ σῶσον τῆς λοιμώδους, ὀργῆς τοὺς δούλους σου.

Νόσου ἐνεστώσης βροτολοιγοῦς, ὁ φόβος συνέχει, τὰς καρδίας πάντων ἡμῶν· πρόφθασον καὶ σῶσον, ἡμᾶς ἐκλιπαροῦντας, τὸ μέγα ἔλεος σου, εὔσπλαγχνε Κύριε.

Πρόβατα νομῆς σου πάντες ἡμεῖς, ὑπάρχομεν Σῶτερ, κἂν ἐν πλήθει ἁμαρτιῶν· Μὴ ἐξουδενώσῃς, ἡμῶν τὴν ἱκεσίαν, ἀλλὰ τῆς ἀσθενείας, παῦσον τὸν τάραχον.

Ἀπὸ τοῦ αἰῶνος ὡς ἀληθῶς, ἕως τοῦ αἰῶνος, τὸ σὸν ἔλεος ἀγαθέ· αὐτοῦ οὖν τῷ πλήθει, τὸ πλῆθος τῶν ἀνθρώπων, τοῦ ἐπελθόντος ῥῦσαι, λοιμοῦ φιλάνθρωπε.

Νόσου ἐπωδύνου τῇ ἀπειλῇ, ἡμᾶς τοὺς ἀθλίους, ἐν τῷ θλίψεσθαι χαλεπῶς, καὶ ἀπορουμένους, Κύριε μὴ παρίδῃς, ἀλλ᾿ ἐξελοῦ ταχέως, ἡμᾶς τῆς θλίψεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.  

Τρισάγιον

Ὁ Ἀναγνώστης: Εἰς πολλὰ ἔτη Δέσποτα. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ´)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.  Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον. (ἐκ γ´)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.  Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεύς: Ὅτι σοῦ ἐστὶν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὰ συνήθη Τροπάρια.

Ἦχος πλ. βʹ

Ὁ Χορός: Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ᾿ ἐπίβλεψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ Ἀπόλυσις

Ὁ Ἱερεύς: Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ Χορός: Κύριε ἐλέησον (γ´)

Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

Ὁ Χορός: Κύριε ἐλέησον (γ´)

Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἠμῶν ἀδελφότητος.

Ὁ Χορός: Κύριε ἐλέησον (γ´)

Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, [ὀνόματα] καὶ πάντων τῶν ὑπὸ τῆς λοιμικῆς νόσου ταλαιπωρουμένων, ὑπὲρ ὑγείας καὶ ἰάσεως αὐτῶν, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὁ Χορός: Κύριε ἐλέησον (γ´)

Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν Ἁγίαν τοῦ Χριστοῦ Μεγάλην Ἐκκλησίαν, τὴν Ἱερὰν ἡμῶν Ἀρχιεπισκοπήν, τὴν πόλιν ταύτην, καὶ πάσαν πόλιν καὶ χώραν, ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου, καὶ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδᾶσαι πάσαν ὀργὴν καὶ νόσον τὴν καθ᾽ ἡμῶν κινουμένην, καὶ ρύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ Χορός: Κύριε, ἐλέησον. (γ´)

Ὁ Ἱερεύς: Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ Χορός: Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς: Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακρὰν καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.

Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός: Ἀμήν.

Ὁ Ἱερεύς: Δόξα Σοὶ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοί.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς Παναχράντου καὶ Παναμώμου Ἁγίας αὐτοῦ Μητρός, τῶν Ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τοῦ Ἁγίου Ἱερομάρτυρος Χαραλάμπους τοῦ θαυματουργοῦ, τοῦ Ἁγίου (τοῦ Ναοῦ), τῶν Ἁγίων καὶ Δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ Ἁγίου τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σῶσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Ὁ Χορός: Ἀμήν.

Εἶτα τὰ κάτωθι τροπάρια.

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Ἔκδεξον ὡς εὔσπλαγχνος ἡμᾶς, τοὺς χειμαζομένους τῷ φόβῳ, τῆς λοιμικῆς ἀπειλῆς· πρόφθασον καὶ ποίησον, κατὰ τὸ ἔλεος, τὸ πολύ σου φιλάνθρωπε, μετὰ τῶν σῶν δούλων, ταύτην τὴν ἱκέσιον, φωνὴν δεχόμενος· Πρόσχες οἰκτιρμῶν σου ἐν πλούτῳ, εἰς τὸ βοηθῆσαι λαῷ σου, ἐπὶ σὲ ἐκ πίστεως ἐλπίζοντι.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ὁ Ἱερεύς: Δι᾽ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὁ Χορός: Ἀμήν.

ΕΥΧΑΙ ΕΙΣ ΤΗΝ ΕΝΕΣΤΩΣΑΝ ΛΟΙΜΙΚΗΝ ΝΟΣΟΝ

Ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός: Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς: Παντοκράτορ Κύριε, μακρόθυμε καὶ πολυέλεε, φιλάνθρωπε καὶ πολυεύσπλαγχνε, ὁ τὴν ἡμετέραν φύσιν εἰς τὸ εἶναι παραγαγὼν καὶ πεσοῦσαν αὐτὴν πάλιν ἐξαναστήσας καὶ τὸν μονογενῆ σου Υἱὸν ἐξαποστείλας Σωτῆρα καὶ Λυτρωτὴν καὶ εὐεργέτην, ἰατρεύοντα τὰ πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Αὐτὸς, Δέσποτα μακρόθυμε, ἐπίβλεψον ἐφ᾿ ἡμᾶς καὶ ἐπάκουσον τῆς δεήσεως ἡμῶν, ἐν ἡμέρᾳ θλίψεως ἡμῶν, καὶ διάσωσον τὸν λαόν σου ἀπὸ τῆς ἐπελθούσης λοιμοφόρου ἀπειλῆς· πᾶσαν γὰρ τὴν οἰκουμένην, Κύριε, ὀδύνη καὶ φόβος κατέλαβε καὶ νὺξ θανάτου περιεκύκλωσεν ἡμᾶς, καὶ σὺ μόνος ἡ ἐλπὶς ἡμῶν· μνήσθητι τῶν ἀμέτρων σου οἰκτιρμῶν· δεῖξον ἐφ᾿ ἡμᾶς τὴν ἄβυσσον τῆς εὐσπλαγχνίας σου· μὴ ἐάσῃς ἡμᾶς κατησχυμένους καὶ ἀπολλυμένους διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν ἡμῶν, ἀλλ᾿ εἰσάκουσον φωνῆς δεήσεως ἡμῶν, ἧς ἐκ βαθέων κράζομεν πρὸς σέ, καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου, μηδὲ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ πλάσματός του· Βοηθὸς καὶ ῥύστης γενοῦ ἡμῖν, μὴ ἀποσκορακίσῃς ἡμᾶς, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἀλλ᾿ ἀνάστηθι καὶ λύτρωσαι ἡμᾶς· πρόφθασον τῇ συνήθει φιλανθρωπίᾳ σου, πάταξον τῆς λοιμικῆς ἀσθενείας τὴν δύναμιν, ταπείνωσον τὸ φρύαγμα αὐτῆς· τὴν ὀδύνην καὶ κατήφειαν αὐτῆς εἰς χαρὰν μεταποίησον καὶ τὴν γαλήνην τῶν ἀνθρώπων τῷ γένει πρυτάνευσον· ἐνίσχυσον τῷ βραχίονί σου τῷ ὑψηλῷ τοὺς ἐν τῇ διακονίᾳ τῆς ὑγείας τοῦ λαοῦ σου τεταγμένους· ἀνάστησον ἀπὸ κλίνης ὀδυνηρᾶς καὶ στρωμνῆς κακώσεως τοὺς λοιμώξει περιπεσόντας, τὴν ὑγείαν αὐτοῖς χαριζόμενος· τὰς ψυχάς δε τῶν ἐκ τοῦ λοιμοῦ τὸ ζῆν ἐκμετρησάντων ἐν σκηναῖς Ἁγίων ἀνάπαυσον, παράκλησιν τοῖς οἰκείοις αὐτῶν δωρούμενος.  Σὺ γὰρ εἶ ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.   

Digital Chant Stand

Orthodox Worship

The Orthodox Christians inhabit and measure time by a calendar itself touched by the Incarnate Word of God. The recurring rhythms of the year, the months, the weeks, and the days alternating with nights mean much more than the simple passage of time. Read More
Online Chapel