Ἀγριππίνη Μάρτυς

English Ελληνικά Print

Ιουνίου 23

Ἀπολυτίκιον Αγριπίνης Μάρτυρος

Fourth Tone

Η αμνάς σου Ιησού, κράζει μεγάλη τή φωνή Σέ νυμφίε μου ποθώ, καί σέ ζητούσα αθλώ, καί συσταυρούμαι, καί συνθάπτομαι τώ βαπτισμώ σου, καί πάσχω διά σέ, ως βασιλεύσω συν σοί, καί θνήσκω υπέρ σού, ίνα καί ζήσω εν σοί αλλ' ως θυσίαν άμωμον, προσδέχου τήν μετά πόθου τυθείσάν σοι, Αυτής πρεσβείαις, ως ελεήμων σώσον τάς ψυχάς ημών.

Κοντάκιον Αγριπίνης Μάρτυρος

Second Tone

Ωςπερ παρθένον σεμνήν καί αμόλυντον, καί αθληφόρον στερράν καί αήττητον, Χριστός σε λαμπρώς προσελάβετο, καί θαυμαστώς Αγριππίνα εδόξασεν, ο μόνος υπάρχων Φιλάνθρωπος.