Liturgical Texts of the Orthodox Church

Ελληνικά English

Μετὰ τὸ πληρωθῆναι τὸν Χερουβικὸν ὕμνον, ἵσταται ἐν τῆ Σολέᾳ ὁ μέλλων χειροτονεῖσθαι Πρεσβύτερος καὶ ἐξερχόμενοι δύο Διἀκονοι λαμβάνουσιν αὐτὸν ἐξ ἑκατέρου μέρους, καὶ φέρουσιν αὐτὸν ἄχρι τῶν ἁγίων Θυρῶν· ἐκεῖ δὲ ἀπολύουσιν αὐτὸν οἱ Διάκονοι καὶ λαμβάνουσιν αὐτὸν δύο Πρεσβύτεροι, ὁ πρῶτος καὶ ὁ δεὐτερος.  Καὶ τοῦ Ἀρχιερέως ἱσταμένου πρὸ τῆς ὡραίας Πύλης ἐκφωνεῖ ὁ πρῶτος τῶν Ἱερέων:

1ος Πρεσβύτερος:  Κέλευσον.

Καὶ ὁ δεύτερος:

2ος Πρεσβύτερος:  Κελεύσατε.

Και πάλιν ὁ πρῶτος:

1ος Πρεσβύτερος:  Κέλευσον Δέσποτα Ἅγιε, τὸν νῦν προσφερόμενόν σοι.

Καὶ πάλιν ὁ Ἀρχιερεὺς ὑποδέχεται αὐτὸν καὶ σφραγίζων τρὶς τὴν κεφαλὴν αὐτοῦ, λέγει:

Ἀρχιερέας:  Eἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος (τρίς)

Καὶ εἰσάγουσιν αὐτὸν οἱ Πρεσβύτεροι εἰς τὸ Θυσιαστήριον καὶ κυκλοῦσι τρὶς τὴν ἁγίαν Τράπεζαν ἀπὸ τῶν δεξιῶν πρὸς τὰ ἀριστερά, ψάλλοντες τά « Ἅγιοι Μάρτυρες..., Δόξα σοι Χριστὲ ὁ Θεός...,» καὶ τὸ « Ἡσαΐα χόρευε...»

Ἰστέον δὲ ὅτι, ὅταν ψάλλωνται τὰ ἀνωτέρω, κάθηται ἔμπροσθεν τῆς ἁγίας Τραπέζης ὁ Ἀρχιερεὺς εἰς θρονίον, καὶ ἐκεῖ ὅπου κυκλοῦσι γύρωθεν, ἀσπάζεται ὁ χειροτονούμενος τὰ τέσσαρα κέρατα τῆς ἁγίας Τραπἐζης καί ὅταν ἔρχωνται ἔμπροσθεν τοῦ Ἀρχιερέως, ποιοῦσι μετάνοιαν καὶ ὁ χειροτονούμενος ἀσπάζεται τὴν χεῖρα καὶ τὸ ἐπιγονάτιον αὐτοῦ.  Μετὰ δὲ τὴν τρίτην περιφορὰν τὰς ἁγίας εἰκονας κατὰ τάξιν.

Εἶτα ἀνισταμένου τοῦ Ἀρχιερέως, προσέρχεται αὐτῷ ὁ χειροτονούμενος καὶ ἵσταται κατὰ τὸ δεξιὸν μέρος αὐτοῦ καὶ θέτει τὰς χεῖρας ἐπὶ τῆς ἁγίας Τραπέζης σταυροειδῶς καὶ ἐρείσας τὸ μέτωπον τῇ ἁγίᾳ Τραπέζῃ, κλίνει ἀμφότερα τὰ γόνατα.  Καὶ ἐκφωνεῖ ὁ Ἀρχιδιάκονος:

Ἀρχιδιάκονος:  Πρόσχωμεν.

Ὁ δὲ Ἀρχιερεὺς θέτει τὸ ἄκρον τοῦ Ὠμοφορίου ἐπὶ τῆς κεφαλῆς τοῦ χειροτονουμένου καὶ ἐπιθέτων τὴν δεξιὰν ἐκφωνεῖ εἰς ἐπήκοον πάντων:

Ἀρχιερέας:  Θεία Χάρις, ἡ πάντοτε τὰ ἀσθενῆ θεραπεύουσα καὶ τὰ ἐλλείποντα ἀναπληροῦσα, προχειρίζεται (τὸν δεῖνα) τὸν εὐλαβέστατον Διάκονον εἰς Πρεσβύτερον, εὐξώμεθα οὖν ὑπέρ αὐτοῦ, ἵνα ἔλθῃ ἐπ᾽ αὐτον ἡ χάρις τοῦ Παναγίου Πνεύματος.

Καὶ ψάλλεται παρατεταμένως καὶ ἴσον τῷ ἀκούεσθαι τό Κύριε ἐλέησον (γ΄) παρὰ τῶν ἐν τῷ Βήματι καὶ παρὰ τῶν ἐκτός.

Διάκονος:  Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἀρχιερεὺς ἔχων τὴν χεῖρα ἐπικειμένην, εὔχεται οὕτω χαμηλοφώνως.

Ἀρχιερεας:  Ὁ Θεὸς ὁ ἄναρχος καὶ ἀτελεύτητος, ὁ πάσης κτίσεως πρεσβύτατος ὑπάρχων, ὁ τῇ προσηγορίᾳ τοῦ πρεσβυτέρου τιμήσας τοὺς ἐν τῷ βαθμῷ τούτῷ ἀξιωθέντας ἱερουργεῖν τὸν λόγον τὴς ἀληθείας. Αὐτός, Δέσποτα τῶν ἁπάντων, καὶ τοῦτον, ὅν εὐδόκησον ὑποδέξασθαι τὴν μεγάλην ταύτην χάριν τοῦ Ἁγίου σου Πνεύματος, καὶ τέλειον ἀνάδειξον δοῦλόν σου, ἐν πᾶσιν εὐαρεστοῦντά σοι, καὶ ἀξίως πολιτευόμενον τῆς δωρηθείσης αὐτῷ, ὑπὸ τῆς σῆς προγνωστικῆς δυνάμεως, μεγάλης ταύτης ἱερατικῆς τιμῆς.  «Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν.

Καὶ μετὰ τὴν Εὐχὴν ταύτην λέγει ὁ Πρωτοπαπᾶς λεπτῆ τῇ φωνῇ, ὅσον ἀκούειν τοὺς συμπαρόντας καὶ ἀποκρίνεσθαι τὸ « Κύριε ἐλέησον», τὰ διακονικὰ ταῦτα:

Πρωτοπαπᾶς:  Ἐν εἰρήνη, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπερ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ημῶν....

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου....

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), ἱερωσύνης, ἀντιλήψεως, διαμονῆς, εἰρήνης, ὑγείας, καὶ σωτηρίας αὐτοῦ, καὶ τοῦ ἔργου τῶν χειρῶν αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ δούλου τοῦ Θεοῦ (τοὺ δεῖνος), τοῦ νυνὶ προχειριζομένου Πρεσβυτέρου, καὶ τῆς σωτηρίας αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν , ἄσπιλον καὶ ἀμώμητον αὐτῷ τὴν Ἱερωσύνην χαρίσηται, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς πόλεως, ταύτης, πάσης πόλεως, χώρας...

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως...

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης...

Ὁ δὲ Ἀρχιερεύς, ἔχων τὴν χεἰρα ἐπικειμένην τῇ τοῦ χειροτονουμένου κεφαλῇ καὶ τοῦ Διακόνου εἰπόντες:

Διάκονος:  Τοῦ Κυρίου δεηθῶμεν

Καὶ πάντων ἀποκριθέντων τὸ «Κύριε ἐλέησον,» ἐπεύχεται καὶ αὖθις οὕτως.

Ἀρχιερέας:  Ὁ Θεός, ὁ μέγας ἐν δυνάμει, καὶ ἀνεξιχνίαστος ἐν συνέσει, ὁ θαυμαστὸς ἐν βουλαῖς, ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρὠπων·  Αὐτός, Κύριε, καὶ τοῦτον, ὅν εὐδόκησας τὸν τοῦ Πρεσβυτέρου ὑπεισελθεῖν βαθμόν, πλήρωσον τῆς τοῦ Ἁγίου σου Πνεύματος δωρεᾶς· ἵνα γένηται ἄξιος παρεστάναι ἀμέμπτως τῷ Θυσιαστηρίῷ σου, κηρύσσειν τὸ Εὐαγγέλιον τῆς βασιλείας σου, ἱερουργεῖν τὸν λόγον τῆς ἀληθείας σου, προσεφέρειν σοι δῶρα καὶ θυσίας πνευματικάς, ἀνακαινίζειν τὸν Λαόν σου δία τῆς τοῦ λουτροῦ παλιγγενεσίας· ὅπως καὶ αὐτός, ὑπαντήσας ἐν τῇ Δευτέρᾳ ἐπιδημία τοῦ μεγάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς σου Υἱοῦ, δέξηται τὸν μισθὸν τῆς ἀγαθῆς οἰκονομίας τοῦ οἰκείου Τάγματος, ἐν τῶ πλήθει τῆς ἀγαθότητός σου.  Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν.

Μετὰ τὸ Ἀμήν, ἀνίστησιν αὐτόν, καὶ φέρει τὸ ὄπισθεν τοῦ Ὀραρίου αὐτοῦ ἐπί τὸ ἔμπροσθεν τοῦ δεξιοῦ μέρους (ἤ περιτίθησιν αὐτῷ Ἐπιτραχήλιον) λέγων «Ἄξιος». Καὶ ψάλλουσι τοῦτο οἱ τοῦ Βήματος τρίς.  Εἶτα περιτίθησιν αὐτῷ τὴν ζώνην, λέγων «Ἄξιος». Καὶ ψάλλουσιν αὐτὸ τρὶς οἱ Ψάλται τοῦ α΄χοροῦ.  Καὶ ἐνδύων αὐτὸν τὸ Φελόνιον, ἐκφωνεῖ καὶ αὖθις τό, «Ἄξιος».  Καὶ ψάλλουσιν αὐτὸ τρὶς οἱ Ψάλται τοῦ β΄χοροῦ.

Εἶτα στρέφων ὁ Ἀρχιερεὺς τὸν χειροτονηθέντα κατενώπιον τοῦ Λαοῦ, λέγει ἐκφώνως «Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.»  Καὶ ψάλλεται τρίς, ἅπαξ παρὰ τῶν ἐν τῷ Βήματι καὶ παρ’ ἑκατέρου τῶν Χορῶν « Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεός, ὁ θαυμάσια μόνος». 

Καὶ δίδωσιν αὐτῷ άγάπην, ἤτοι ἀσπάζεται αὐτὸν εἰς τὸ μέτωπον, ὁ δὲ χειροτονούμενος ἀσπάζεται τὴν χεῖρα τοῦ Ἀρχιερέως καὶ ἀπερχόμενος ἵσταται εἰς τὸ δεξιὸν μέρος τῆς ἁγίας Τραπέζης μετὰ τῶν λοιπῶν Πρεσβυτέρων, ἀναγινώσκων τὰς εὐχάς. Ὁ δὲ Διάκονος ἵσταται εἰς τὸν συνήθη τόπον, λέγων τό:

Διάκονος:  Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ...

Ὅταν δὲ τελειωθῶσι τὰ Ἅγια, καὶ μέλλη εἰπεῖν τὸ:

Διάκονος:  Ἐξαιρέτως...

Προσέρχεται ὁ χειροτονηθείς, καὶ ἐπιδίδωσιν αὐτῷ ὁ Ἀρχιερεὺς τὸν ἅγιον Ἄρτον, λέγων οὕτω” 

Ἀρχιερέας: Λάβε τὴν παρακαταθήκην ταύτην, καὶ φύλαξον αὐτήν, ἕως τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτε παρ’ αὐτοῦ μέλλεις ἀπαιτεῖσθαι αὐτήν.

Ὁ δὲ λαβών, ἀσπάζεται τὴν χεῖρα τοῦ Ἀρχιερέως, καὶ μεθίσταται ἐν ᾧ πρότερον ἵστατο τόπῳ, τὰς μὲν χεῖρας θεὶς ἐπάνω τῆς ἁγίας Τραπέζης, καθ’ ἑαυτὸν δὲ λέγων τὸ «Κύριε ἐλέησον,» καὶ τὸ «Ἐλέησόν με ὁ Θεός...»

Ὅτε δὲ μέλλει εἰπεῖν «Τὰ Ἅγια τοῖς Ἁγίοις,» τότε ὁ χειροτονηθεὶς ἀποδίδωσι τὸν ἅγιον Ἄρτον, καὶ παρὰ τοῦ Ἀρχιερέως μεταλαμβάνει πρῶτος τῶν ἄλλων.  Λέγει δὲ αὐτὸς καὶ τὴν Ὀπισθάμβωνον Εὐχήν.

Digital Chant Stand

Orthodox Worship

The Orthodox Christians inhabit and measure time by a calendar itself touched by the Incarnate Word of God. The recurring rhythms of the year, the months, the weeks, and the days alternating with nights mean much more than the simple passage of time. Read More
Μενού περιήγησης