Ἠσαΐας 48:17-49:4

english ελληνικά
Print

Οὕτως λέγει Κύριος ὁ ρυσάμενός σε, ὁ ἅγιος ᾿Ισραήλ· ἐγώ εἰμι ὁ Θεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν, ἐν ᾗ πορεύσῃ ἐν αὐτῆ. καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης· καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιον ἐμοῦ.

῎Εξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων· φωνὴν εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο, ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς, λέγεται· ἐρρύσατο Κύριος τὸν δοῦλον αὐτοῦ ᾿Ιακώβ· καὶ ἐὰν διψήσωσι, δι᾿ ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς· σχισθήσεται πέτρα, καὶ ρυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου. οὐκ ἐστι χαίρειν, λέγει Κύριος, τοῖς ἀσεβέσιν.

᾽Ακούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου καὶ ἔθηκε τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με, ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με. καὶ εἶπέ μοι· δοῦλός μου εἶ σύ, ᾿Ισραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι. καὶ ἐγὼ εἶπα· κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου.

Online Chapel