Ἐκ τοῦ Κατὰ Λουκᾶν 9:7-11 Εὐαγγελίου τὸ Ἀνάγνωσμα

english ελληνικά
Print

Τῷ καιρῷ ἐκείνῳ, ῎Ηκουσε δὲ ῾Ηρῴδης ὁ τετράρχης τὰ γινόμενα ὑπ᾿ αὐτοῦ πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι ᾿Ιωάννης ἐγήγερται ἐκ τῶν νεκρῶν, ὑπό τινων δὲ ὅτι ᾿Ηλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. καὶ εἶπεν ὁ ῾Ηρῴδης· ᾿Ιωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἐγὼ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν. Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησε κατ᾿ ἰδίαν εἰς τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδά. οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ, καὶ δεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰάσατο.

 

Online Chapel