Πρὸς Θεσσαλονικεῖς α' 5:14-23

english ελληνικά
Print
Προκείμενον. Ήχος πλ. β'
ΨΑΛΜΟΙ 31.11,1

Εὐφράνθητι ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε δίκαιοι.
Στίχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Πρὸς Θεσσαλονικεῖς α' 5:14-23 τὸ ἀνάγνωσμα

Ἀδελφοί, παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ· ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. Πάντοτε χαίρετε· ἀδιαλείπτως προσεύχεσθε· ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. Τὸ πνεῦμα μὴ σβέννυτε· προφητείας μὴ ἐξουθενεῖτε· πάντα δὲ δοκιμάζετε· τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.

Online Chapel