Πρὸς Ἑβραίους 12:28-29, 13:1-8

english ελληνικά
Print
Προκείμενον. Ήχος α'
ΨΑΛΜΟΙ 26.1,2

Κύριος φωτισμός μου καὶ σωτήρ μου.
Στίχ. Κύριος ὑπερασπιστὴς ταῆς ζωῆς μου

Πρὸς Ἑβραίους 12:28-29, 13:1-8 τὸ ἀνάγνωσμα

Ἀδελφοί, βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχωμεν χάριν, διʼ ἧς λατρεύομεν εὐαρέστως τῷ θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας· καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. Ἡ φιλαδελφία μενέτω. Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Μιμνήσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τίμιος ὁ γάμος ἐν πᾶσιν, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός. Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν, Οὐ μή σε ἀνῶ, οὐδʼ οὐ μή σε ἐγκαταλείπω. Ὥστε θαρροῦντας ἡμᾶς λέγειν, Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.

Online Chapel