Ἠσαΐας 9:9-10:4

english ελληνικά
Print

Καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ ᾿Εφραὶμ καὶ οἱ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ ἐφ᾿ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες· πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους καὶ ἐκκόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἱκοδομήσωμεν ἑαυτοῖς πύργον. καὶ ράξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπὶ ὄρος Σιὼν ἐπ᾿ αὐτοὺς καὶ τοὺς ἐχθροὺς αὐτῶν διασκεδάσει, Συρίαν ἀφ᾿ ἡλίου ἀνατολῶν καὶ τοὺς ῞Ελληνας ἀφ᾿ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν ᾿Ισραὴλ ὅλῳ τῷ στόματι. ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ᾿ ἔτι ἡ χεὶρ ὑψηλή. καὶ ὁ λαὸς οὐκ ἀπεστράφη, ἕως ἐπλήγη, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. καὶ ἀφεῖλε Κύριος ἀπὸ ᾿Ισραὴλ κεφαλὴν καὶ οὐράν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ, πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας (αὕτη ἡ ἀρχὴ) καὶ προφήτην διδάσκοντα ἄνομα (οὗτος ἡ οὐρά). καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες καὶ πλανῶσιν, ὅπως καταπίωσιν αὐτούς. διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται ὁ Κύριος καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει, ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ᾿ ἔτι ἡ χεὶρ ὑψηλή. καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία καὶ ὡς ἄγρωσις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα. διὰ θυμὸν ὀργῆς Κυρίου συγκέκαυται ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς κατακεκαυμένος ὑπὸ πυρός· ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει, ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιά, ὅτι πεινάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ ἄνθρωπος ἔσθων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. φάγεται γὰρ Μανασσῆς τοῦ ᾿Εφραὶμ καὶ ᾿Εφραὶμ τοῦ Μανασσῆ, ὅτι ἅμα πολιορκήσουσι τὸν ᾿Ιούδαν. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ᾿ ἔτι ἡ χείρ ὑψηλή.

Οὐαὶ τοῖς γράφουσι πονηρίαν· γράφοντες γὰρ πονηρίαν γράφουσιν ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἰς διαρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν. καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; ἡ γὰρ θλῖψις ὑμῖν πόρρωθεν ἥξει· καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ᾿ ἔτι ἡ χεὶρ ὑψηλή.

Online Chapel