Saturday of the 9th Week

Ἐκ τοῦ Κατὰ Λουκᾶν 9:57-62 Εὐαγγελίου τὸ Ἀνάγνωσμα

English Ελληνικά Print

Τῷ καιρῷ ἐκείνῳ, πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέ τις πρὸς αὐτόν· ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ, Κύριε. καὶ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Εἶπε δὲ πρὸς ἕτερον· ἀκολούθει μοι· ὁ δὲ εἶπε· Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. εἶπε δὲ αὐτῷ ὁ ᾿Ιησοῦς· ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ. Εἶπε δὲ καὶ ἕτερος· ἀκολουθήσω σοι, Κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. εἶπε δὲ ὁ ᾿Ιησοῦς πρὸς αὐτόν· οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾿ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.