Wednesday of the 14th Week

Ἐκ τοῦ Κατὰ Μᾶρκον 10:11-16 Εὐαγγελίου τὸ Ἀνάγνωσμα

English Ελληνικά Print

Εἶπεν ὁ Κύριος· Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾿ αὐτήν· καὶ ἐὰν γυνὴ ἀπολύσασα τὸν ἄνδρα γαμηθῇ ἄλλῳ, μοιχᾶται. Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. ἰδὼν δὲ ὁ ᾿Ιησοῦς ἠγανάκτησε καὶ εἶπεν αὐτοῖς· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. καὶ ἐναγκαλισάμενος αὐτὰ κατηυλόγει τιθεὶς τὰς χεῖρας ἐπ᾿ αὐτά.