Saturday before Epiphany

Ἐκ τοῦ Κατὰ Ματθαῖον 3:1-6 Εὐαγγελίου τὸ Ἀνάγνωσμα

English Ελληνικά Print

Τῷ καιρῷ ἐκείνῳ, παραγίνεται ᾿Ιωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς ᾿Ιουδαίαςκαὶ λέγων· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ὑπὸ ῾Ησαΐου τοῦ προφήτου λέγοντος· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Αὐτὸς δὲ ὁ ᾿Ιωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον. Τότε ἐξεπορεύετο πρὸς αὐτὸν ῾Ιεροσόλυμα καὶ πᾶσα ἡ ᾿Ιουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ ᾿Ιορδάνου, καὶ ἐβαπτίζοντο ἐν τῷ ᾿Ιορδάνῃ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.