Πέμπτη Ε΄ τῶν Νηστειῶν: Ἀκολουθίαν τοῦ Μεγάλου Κανόνος

Πρὸς Κορινθίους α' 16:13-24

English Ελληνικά Print
Προκείμενον. Ήχος βαρύς.
ΨΑΛΜΟΙ 115.15,12

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;

Πρὸς Κορινθίους α' 16:13-24 τὸ ἀνάγνωσμα είναι απο

Ἀδελφοί, γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί - οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς - ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις, καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν. Ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν· ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας· ἀσπάζονται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα, σὺν τῇ κατʼ οἶκον αὐτῶν ἐκκλησίᾳ. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Εἴ τις οὐ φιλεῖ τὸν κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. Μαρὰν ἀθά. Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μεθʼ ὑμῶν. Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.