GOSPEL READING
The Gospel is also available in:
Sunday of the Paralytic
The Reading is from John 5:1-15
Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθζαθά͵ πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων͵ τυφλῶν͵ χωλῶν͵ ξηρῶν. Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα [καὶ] ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ·τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον͵ καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει͵ λέγει αὐτῷ͵ Θέλεις ὑγιὴς γενέσθαι;ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν͵ Κύριε͵ ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Λέγει αὐτῷ ὁ Ἰησοῦς͵ Ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος͵ καὶ ἦρεν τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ῏Ην δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ͵ Σάββατόν ἐστιν͵ καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττόν σου. Ὁ δὲ ἀπεκρίθη αὐτοῖς͵ Ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν͵ Ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. Ἠρώτησαν αὐτόν͵ Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι͵ Ἆρον καὶ περιπάτει;ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν͵ ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ͵ Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε͵ ἵνα μὴ χεῖρόν σοί τι γένηται. Ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.
Having trouble viewing the Greek font?
Would you like to receive these daily readings via email? Sign up here.