Skip to content. Skip to navigation
Personal tools

Ζωοδόχου Πηγής

Document Actions

Μαίου 10

Apolytikion of Renewal Fri. in the First Tone

Ὁ ναός σου, Θεοτόκε, ἀνεδείχθη παράδεισος, ὡς ποταμοὺς ἀειζώους, ἀναβλύζων ἰάματα· ᾧ προσερχόμενοι πιστῶς, ὡς ζωοδόχου ἐκ Πηγῆς, ῥῶσιν ἀντλοῦμεν, καὶ ζωὴν τὴν αἰώνιον. πρεσβεύεις γὰρ σύ, τῷ ἐκ σοῦ τεχθέντι Σωτῆρι Χριστῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Kontakion of Renewal Fri. in the Plagal of the Fourth Tone

Ἐξ ἀκενώτου σου Πηγῆς θεοχαρίτωτε ἐπιβραβεύεις μοι πηγάζουσα τὰ νάματα, ἀενάως τῆς σῆς χάριτος ὑπὲρ λόγον· τὸν γὰρ Λόγον ὡς τεκοῦσαν ὑπὲρ ἔννοιαν, ἱκετεύω σε δροσίζειν με σῇ χάριτι, ἵνα κράζω σοι, Χαῖρε ὕδωρ σωτήριον.