Ο Ἅγιος Μητροφάνης, Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως

english ελληνικά
Εκτύπωση

Ιουνίου 04

Ἀπολυτίκιον Μητροφάνης Κωνσταντινουπόλεως

First Tone

Τὸ μέγα τῆς Τριάδος μυστήριον κηρύττων, τὴν ἐν Χριστῷ οἰκονομίαν διετράνωσας πάσιν, ὡς ποίμνης ποιμὴν τῆς λογικῆς, διώξας λύκους τοὺς νοητούς, καὶ τὰ θρέμματα τῆς τούτων φθοροποιοῦ λύμης σώσας βοῶντα, Δόξα τῶ δεδωκότι σοὶ ἰσχύν, δόξα τῶ σὲ ὑψώσαντι, δόξα τῶ βεβαιοῦντι διὰ σοῦ πίστιν τὴν ὀρθόδοξον.

Κοντάκιον Μητροφάνης Κωνσταντινουπόλεως

Fourth Tone

Τὸν Ἱεράρχην τοῦ Χριστοῦ Μητροφάνην, τῆς Ἐκκλησίας τὸν φωσφόρον λαμπτήρα, τὸν ὁμοούσιον τὸν Λόγον τῶ Πατρί, ἐν μέσῳ κηρύξαντα, θεοφόρων Πατέρων, καὶ θρόνον κοσμήσαντα, Βασιλίδος ἐν πρώτοις, καὶ προφητείας χάριν ἐκ Θεοῦ, σαφῶς λαβόντα, συμφώνως ὑμνήσωμεν.

Online Chapel