Skip to content. Skip to navigation
Personal tools

Κωνσταντῖνος καὶ Ἑλένη Ἰσαπόστολοι

Document Actions

Μαίου 21

Apolytikion in the Plagal of the Fourth Tone

Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλήσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεύσιν, Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τὴ χειρί σου παρέθετο ἣν περίσωζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

Kontakion in the Third Tone

Κωνσταντῖνος σήμερον, σὺν τὴ μητρὶ τὴ Ἑλένη, τὸν Σταυρὸν ἐμφαίνουσι, τὸ πανσεβάσμιον ξύλον, πάντων μὲν τῶν Ἰουδαίων αἰσχύνην ὄντα, ὅπλον δὲ πιστῶν, Ἀνάκτων κατ' ἐναντίων, δι' ἡμᾶς γὰρ ἀνεδείχθη, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν.