Skip to content. Skip to navigation
Personal tools

Σύναξις Ἀρχαγγέλου Γαβριήλ

Document Actions

Μαρτίου 26

Apolytikion in the Fourth Tone

Τῶν οὐρανίων στρατιὼν Ἀρχιστράτηγε, δυσωπούμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταὶς σαὶς δεήσεσι τειχίσης ἡμᾶς, σκέπη τῶν πτερύγων τῆς ἀϋλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας ἐκτενῶς καὶ βοῶντας, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς Ταξιάρχης τῶν ἄνω δυνάμεων.

Kontakion in the Second Tone

Ἀρχιστράτηγε Θεοῦ λειτουργὲ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγὲ καὶ ἀρχηγὲ ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρέσβευε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν ἀσωμάτων Ἀρχιστράτηγος.