Skip to content. Skip to navigation
Personal tools

Εὕρεση Τιμίας Κεφαλῆς Ἁγίου Ιωάννου Προδρόμου

Document Actions

Φεβρουαρίου 24

Tone of the week: Ηχος πλ. α'

Εωθ. Eothinon

Resurrectional Apolytikion in the Plagal of the First Tone

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Apolytikion of 1st & 2nd Finding of the Head of the Forerunner in the Fourth Tone

Εκ γής ανατείλασα η τού Προδρόμου κεφαλή, ακτίνας αφίησι τής αφθαρσίας, πιστοίς τών ιάσεων, άνωθεν συναθροίζει, τήν πληθύν τών Αγγέλων, κάτωθεν συγκαλείται, τών ανθρώπων τό γένος, ομόφωνον αναπέμψαι, δόξαν Χριστώ τώ Θεώ.

Seasonal Kontakion in the Second Tone

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε. Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.