Ἀνακομιδή Λειψάνων Ἰωάννου Χρυσοστόμου
Document Actions
Ιανουαρίου 27
Tone of the week: Ηχος α'
Εωθ. Eothinon
Resurrectional Apolytikion in the First Tone
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.
Apolytikion in the Plagal of the Fourth Tone
Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῶ κόσμω θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοὶς λόγοις παιδεύων, Πάτερ, Ἰωάννη Χρυσόστομε, πρέσβευε τῶ Λόγῳ Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Seasonal Kontakion in the First Tone
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῶ τόκω σου, καὶ χείρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νὺν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.

